ΑΥΓΟΥΣΤΟΣ ΙΘ.
ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΝΕΟΜΑΡΤΥΣ ΗΓΕΜΩΝ ΟΥΓΓΡΟΒΛΑΧΙΑΣ & ΣΥΝ ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀθανασίας στεφάνοις, καλλωπιζόμενος, καὶ τῶν Μαρτύρων δήμοις, ἀγαλλόμενος Ῥάδε, Ματθαῖε, Ἰωάννη πανευσταλές, Κωνσταντῖνε μακάριε, καὶ θεοτίμητε Στέφανε, πρεσβευταὶ,ἡμῶν ἔστε, θεῖοι, ἄγρυπνοι.
Τὸν εὐλαβῆ Ἡγεμόνα, καὶ θεοείκελον, τῷ ὄντι Κωνσταντῖνον, σὺν αὐτοῦ τῇ τετράδι, τῶν τέκνων, ὡς τῆς Ἄγαρ, πάντες, υἱῶν, ὀλετῆρας τιμήσωμεν, καὶ νεοάθλων τῆς πίστεως φρυκτωρούς, ἡδυμόλποις μελῳδήμασι.
Τοῦ μαρτυρίου τὴν τρίβον βαδίσας, ἔνδοξε, τῆς ἀθανάτου δόξης, κοινωνὸς Κωνσταντῖνε, ἐδείχθης ὑπομείνας ὑπὲρ Χριστοῦ, στεῤῥοψύχως ἀπότμησιν, τῆς κεφαλῆς σου ὡς σφάγιον ἱερόν, καὶ ἀμνὸς σεπτὸς καὶ ἄμωμος.
Τοῖς ἐκτελοῦσι σὴν μνήμην, τὴν ἀεισέβαστον, σὴν προστασίαν δίδου, γεραρὲ Κωνσταντῖνε, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, Ἀθλητὰς τὸν ῥωννύμενον· ἐν σοὶ γὰρ δῆμος παμμάκαρ περιφανῶς, ἐγκαυχᾶται ὁ χριστώνυμος.
Δόξα. Ἦχος β΄.
Μαρτυρικὸν ἐν Κωνσταντινουπόλει ἀγῶνα ὑπῆλθες, σὺν τοῖς τέσσαρσιν υἱοῖς σου Κωνσταντῖνε, καὶ μαρτυρικῆς εὐκλείας ἠξίωσαι· Χριστὸν γὰρ εὐθαρσῶς ὁμολογήσας, καὶ τῆς πλάνης τὸ θράσος καταισχύνας, ὁμόζηλος τῶν πάλαι Ἀθλητῶν, ἐν χρόνοις ἀνεδείχθης ἐσχάτοις· καὶ νῦν μαρτυρικαῖς συνὼν χορείαις, σὺν τοῖς τέκνοις σου καὶ Ἰωάννῃ, σοῦ θησαυροῦ τῷ φύλακι, σὺν αὐτοῖς ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως
τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη,
ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ
πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν Ἀθληταῖς, ἐδείχθης, Κωνσταντῖνε, ὑπὲρ Χριστοῦ ἀθλήσας, σὺν τέσσαρσιν υἱοῖς σου, ἐν Βασιλίδι Πόλεων.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὔψυχε Ἡγεμών, Ῥουμάνων χώρας Μάρτυς, νεόαθλος ἐδείχθης, προθύμως, Κωνσταντῖνε, ἀποτμηθεὶς τὴν κάραν σου.
Στ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσει.
Στέφανε θαυμαστέ, Ματθαῖε Ἰωάννη, σὺν Κωνσταντίνῳ Ῥάδε, καὶ ἄλκιμε Ματθαῖε, Χριστὸν ὡμολογήσατε.
Δόξα. Τριαδικόν.
Φάος τρισσολαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τὴν ζόφωσιν παθῶν μου, διάλυσον πρεσβείαις, τῶν εὐσθενῶν Μαρτύρων Σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πύλαι τὸν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κωνσταντῖνον, τὸν Ἄρχοντα Νεομάρτυρα, τὸν ἐναθλήσαντα πίστει σὺν τῇ τετράδι αὐτοῦ, τῶν υἱῶν καὶ θησαυροῦ αὐτοῦ τῷ φύλακι, χερσὶ στυγνῶν Ἄγαρ υἱῶν, δι’ ἀγάπην τοῦ Χριστοῦ, ἐν Πόλει τῇ Βασιλίδι, ἀνευφημήσωμεν πόθῳ, εὐχὰς αὐτοῦ θερμὰς αἰτούμενοι.
Δόξα... Καὶ νῦν ... τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καί τὸ Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ ἀθανάτῳ κοιμήσει τῆς Θεομήτορος, Ἀγγέλων δῆμος χαίρει, ταύτην ἀφικνουμένην· μοναῖς ἐν οὐρανίοις νῦν καθορῶν, καὶ πρὸς αἶνον ἐξόδιον, τῶν Ἀποστόλων ἡ ἔνθεος συνδρομή, ἐκ Θεοῦ ταύτῃ δεδώρηται.
Ζωὴν τὴν ἄνω ποθοῦσα ταύτην κατείληφας, Θεογεννῆτορ Κόρη, παρθενίας τὸ ἄνθος, Χριστὸν ἡ τετοκυῖα· ὅθεν καὶ νῦν, εὐλαβῶς σοι παρέστηκε, τῶν Ἀποστόλων ὁ δῆμος ἐν τῇ σεπτῇ, σοῦ κηδείᾳ Θεονύμφευτε.
Σοῦ νῦν τὴν ἄνοδον Κόρη πρὸς τὰ οὐράνια, τὰ τῶν Ἀγγέλων πλήθη, Ἀποστόλων ὁ δῆμος, πιστῶν ἅπαν τὸ στίφος ἀνευφημεῖ, διὰ σοῦ γὰρ καὶ ἅπαντες, ἀνεκαινίσθημεν ἄνθρωποι τὴν καλήν, ἀνακαίνισιν θεόνυμφε.
Τῶν Ἁγίων. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, Κωνσταντῖνε ἔνδοξε, καὶ τῶν υἱῶν σου πανάλκιμε, τετρὰς καὶ εὔψυχε, Κωνσταντῖνε Ῥάδε, θεοφόρε Στέφανε, καὶ τίμιε Ματθαῖε ἠθλήσατε, σὺν τῷ θεόφρονι, Ἰωάννη ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις ἀνδρείῳ φρονήματι.
Σεπτὲ Κωνσταντῖνε Ἡγεμών, χρηματίσας ἔνθεος, Οὐγγροβλαχίας ἐσφράγισας, διὰ τοῦ αἵματος, σοῦ καὶ τῶν υἱῶν σου, τὴν ἁγίαν πίστιν σου, πρὸς Κύριον τὸν μόνον Θεάνθρωπον, Ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τετρὰς αὐταδέλφων Ἀθλητῶν, Κωνσταντῖνε Στέφανε, Ματθαῖε Ῥάδε ὡς σφάγια, Χριστοῦ ἐτύθητε, σὺν τῷ Ἰωάννῃ, θησαυροῦ τῷ φύλακι, ὑμῶν τοῦ παλατίου μακάριοι, καὶ τῷ στεῤῥόφρονι, Ἡγεμόνι καὶ γεννήτορι, Κωνσταντίνῳ ὑμῶν Νεομάρτυρες.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἀστὴρ ὡς ὀρθρινός, ἡ τοῦ Νεομάρτυρος Κωνσταντίνου μνήμη, καὶ τῆς αὐτοῦ ἀλκίμου συνοδίας, τῶν εὐσεβῶν αὐγάζει τὰς διανοίας· τῶν γὰρ ἄθλων ταῖς ἀκτῖσι, τὴν σκοτομήνην ἀπελαύνει τῆς ἀπιστίας, καὶ Ὀρθοδόξων χορείας φωτίζει, πρὸς εὐθαρσῆ πίστεως ὁμολογίαν· ὅθεν αὐτόν, ὡς νεοφανῶν Μαρτύρων τιμῶντες ἀπαύγασμα, τὰς αὐτοῦ πρὸς Κύριον ἀσιγήτους εὐχὰς ἐκζητοῦμεν, πρὸς βίον κρείττονα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐξάκουστος Παραδουνάβιος χώρα, καὶ τέρπου Οὐγγροβλαχία ἡ φιλόθεος, Κωνσταντῖνον καὶ τοὺς αὐτοῦ συνάθλους βλαστήσασα· οὗτοι γὰρ τὴν κιβδηλίαν τῆς Ἄγαρ πλάνης ὑποδείξαντες, οὐρανόφρονι γνώμῃ, μαρτυρίου τὴν ὁδὸν διήνυσαν, καὶ ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν· χρεωστικῶς οὖν σήμερον τὴν μνήμην αὐτῶν ἑορτάζοντες, τὰς πρὸς Κύριον τὸν Θεὸν ἡμῶν αὐτῶν πρεσβείας ἐκδεχόμεθα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὸν λόγον ὀρθοτομῶν τῆς ἀληθείας, καὶ εὐποιΐας ἔργοις ἑαυτὸν ἀναλώσας, ὑπὲρ τῆς πίστεως προθυμότατα θανεῖν προείλου, Κωνσταντῖνε θεόσοφε· σὺ γὰρ ὡς ἀρνίον ἄκακον σεαυτὸν παρέδωκας, χερσὶ τῶν ἀπίστων ἀπογόνων τῆς Ἄγαρ, ὑπὲρ τῆς δόξης τοῦ Κυρίου, τοῦ κατ’ ἀξίαν πᾶσι τὰ γέρα νέμοντος· προσενεχθεὶς οὖν ὡς θῦμα εὐαπόδεκτον, καὶ ἱερεῖον ἄμωμον τῷ Κτίστῃ, ἀθανάτων ἠξιώθης ἐπάθλων, καὶ πρεσβευτὴς ἡμῶν γέγονας, πρὸς Αὐτὸν θερμότατος.
Ἦχος γ΄.
Ἀνδρειοτάτῃ ψυχῇ καὶ στεῤρῷ φρονήματι, ὁμοψύχως ἠθλήσατε, ὁμαίμονες τετράριθμοι, ἐν χρόνοις ἐσχάτοις· ὑμεῖς γὰρ σὺν τῷ παναλκίμῳ ὑμῶν πατρὶ καὶ Ἡγεμόνι, τὰς κεφαλὰς ὑπεκλίνατε τῇ μαχαίρᾳ τοῦ ἀνόμου δημίου· καὶ νῦν, Κωνσταντῖνε, Στέφανε, Ῥάδε καὶ Ματθαῖε, μὴ παύσησθε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν, δεόμεθα.
Ἦχος δ΄.
Τῆς ἀληθείας ἠμφιεσάμενοι θώρακα, τοῦ ψεύδους ἐστηλιτεύσατε τὴν πλάνην ἀθλητικῇ ἐνστάσει, Νεομάρτυρες θεῖοι, τοῦ κλεινοῦ Κωνσταντίνου σύναθλοι· καὶ νῦν τῆς ἄνω ζωῆς τὰ ἀγαθὰ δρεπόμενοι, ἐκ βυθοῦ ἁμαρτίας κόσμον ἑλκύσατε ὑμῶν πρεσβείαις, Κωνσταντῖνε, Ῥάδε, Ματθαῖε, Στέφανε καὶ Ἰωάννη.
Δόξα. Ὁ αὐτός.
Τὸν νέον τοῦ Σωτῆρος στρατιώτην, καὶ τὴν αὐτοῦ γεραρὰν συνοδίαν, μαρτυρικοῖς ἐγκωμίοις καταστέψωμεν· οὗτοι γὰρ ἑαυτοὺς ἀρνησάμενοι, ὑπὲρ τῆς θείας ἀγάπης, οὐδόλως σαρκὸς θνησκούσης ἐφείσαντο, ἀλλὰ προθύμως ὑπὲρ Κυρίου ἐνήθλησαν· καὶ νῦν ὡς Νεοάθλων καλλωπίσματα, καὶ Ἀθλοφόρων πάντων σύσκηνοι, αἰτοῦνται ἡμῖν τὸ θεῖον ἔλεος, καὶ δαψιλῆ τὴν ἐξ ὕψους βοήθειαν.
Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α.΄ Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ δι’ ἀγάπην Χριστοῦ, πλοῦτον ἐφήμερον καὶ δόξαν τὴν ῥέουσαν, λαοῦ σου εὐημερίαν, καὶ οἴκου σου ἀσφαλῆ, βίον Κωνσταντῖνε ἀπωσάμενος· προθύμως γὰρ θάνατον, διὰ ξίφους δεξάμενος, βιαίως Μάρτυς, νέος πίστεως γέγονας, καὶ ἀθάνατον, στέφος εἴληφας ἔνδοξε, ἐκ τῶν χειρῶν τοῦ Κτίσαντος, ἀξίως τοῦ νέμοντος, τοῖς Ἀθλοφόροις τὰ γέρα, καὶ τοῖς πιστοῖς μέγα ἔλεος, τοῖς σὲ ἀνυμνοῦσι, καὶ λαμπρῶς ἐπιτελοῦσι, τὴν θείαν μνήμην σου.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, Οὐγγροβλαχίας Ἡγεμὼν ἐνθεώτατος, δι’ ἔργα φιλανθρωπίας, ὁ πλοῦτον σὸν ἀφειδῶς, δαπανήσας ἄνερ τιμιώτατε· μοναῖς εὐηργέτησας, ὁλοθύμως τοῦ Ἄθωνος, καὶ τὸ σεμνεῖον, ἐξαιρέτως τὸ πάνσεπτον, ἀνεκαίνισας, Παύλου τοῦ οὐρανόφρονος· ὅθεν τὴν ἀεισέβαστον, καὶ πάντιμον μνήμην σου, Ἁγιορεῖται Πατέρες, καὶ εὐλαβεῖς φιλομάρτυρες, πιστῶς ἐκτελοῦντες, καταστέφουσί σε ὕμνων, εὐτάκτων ἄνθεσι.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίροις, τῶν αὐταδέλφων τετράς, Ματθαῖε μεῖραξ εὐσθενὲς μάκαρ Στέφανε, περίδοξε Κωνσταντῖνε, καὶ Ῥάδε περιφανές, γόνοι Κωνσταντίνουτοῦ ἀλκίφρονος· σὺν τούτῳ γὰρ ἄσμενοι, κεφαλὰς ὑπεκλίνατε, καὶ σὺν ἐνθέῳ, Ἰωάννῃ τῷ φύλακι, τοῦ φεῦ ῥέοντος, θησαυροῦ ὑμῶν πάνσεπτοι, ἐν Βασιλίδι Πόλεων, ἀπίστων τοῖς ξίφεσι, καὶ ὥσπερ ἄκακοι ἄρνες, καὶ ἱερώτατα σφάγια, ἐτύθητε πάντες, Ἰησοῦ ὁμολογοῦντες, τὸ θεῖον ὄνομα.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, ἐν ἀγαλλιάσει τὴν ἱερὰν καὶ εὐσταλῆ συνοδίαν, τοῦ Νεομάρτυρος Ἡγεμόνος Κωνσταντίνου, ὕμνοις τιμήσωμεν· αὕτη γὰρ ὁμοφρόνως διήνυσεν, τοῦ μαρτυρίου τὸ σκάμμα ἐν Βασιλίδι τῶν Πόλεων, καὶ ἰσοτίμους στεφάνους ἔλαβεν, ἐκ χειρῶν τοῦ Κυρίου· αὐτῆς οὖν καὶ ἡμεῖς τὴν μνήμην νῦν ἑορτάζοντες, τὰς πρὸς τὸν Κύριον πρεσβείας ἐκδεχόμεθα, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Πιστούμενος
Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος
θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν,
ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος
νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ
σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι, καὶ Ἄγγελοι ὑποδέχονται·
ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον
ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν
μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα·
ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι
διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κωνσταντῖνον τὸν Ἄρχοντα Νεομάρτυρα, τὸν ἐναθλήσαντα πίστει σὺν τῇ τετράδι αὐτοῦ, τῶν υἱῶν καὶ θησαυροῦ αὐτοῦ τῷ φύλακι, χερσὶ στυγνῶν Ἄγαρ υἱῶν, δι’ ἀγάπην τοῦ Χριστοῦ, ἐν Πόλει τῇ Βασιλίδι, ἀνευφημήσωμεν πόθῳ, εὐχὰς αὐτοῦ θερμὰς αἰτούμενοι.
Δόξα... Καὶ νῦν ... τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς νέον Ἀθλητὴν, καὶ Κυρίου ὁπλίτην, τιμῶντές σε λαμπρῶς, Κωνσταντῖνε γενναῖε, τὴν μνήμην σου γεραίρομεν, σὺν αὐτῇ τῶν συνάθλων σου, μεθ’ ὧν πρέσβευε, τῷ σὲ ἰσχύσαντι δοῦναι, τοῖς ἱκέταις σου, ἄμφω ὑγίειαν πᾶσι, ψυχῆς τε καὶ σώματος.
Δόξα... Καὶ νῦν ... τῆς Ἑορτῆς
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς ἄστρον νεόφωτον τὴν Ἐκκλησίαν Χριστοῦ, πυρσεύεις ἐνστάσεως τῆς σῆς εὐψύχου βολαῖς, τὴν νῦν ἑορτάζουσαν, μνήμην σου Κωνσταντῖνε, τὴν σεπτὴν καὶ ἁγίαν, ἔνδοξε Νεομάρτυς, καὶ ὀλέτα τῆς πλάνης, τῶν Ἄγαρ ἀπογόνων, στεῤῥὲ πίστεως Πρώταθλε.
Δόξα... Καὶ νῦν ... τῆς Ἑορτῆς
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν κάραν κλίναντα, προθύμως μέλψωμεν, ἀπίστοις ἔνδοξον, ἄρτι Νεόαθλον, νῦν Κωνσταντῖνον τὸν κλεινόν, καὶ ἔνθεον Ἡγεμόνα, σὺν αὐτοῦ τῷ φύλακι, θησαυροῦ καὶ τοῖς τέσσαρσι, τέκνοις οὐρανόφροσι, τοῖς αὐτοῦ ὕμνοις πρέπουσι, κραυγάζοντες φωναῖς μελιῤῥύτοις· χαῖρε, Νεομαρτύρων εὖχος.
Δόξα... Καὶ νῦν ... τῆς Ἑορτῆς
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 32-36, ια΄ 1): Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων …
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Τῇ ἀγάπῃ Χριστοῦ ὠχυρωμένος τὴν καρδίαν, τῆς Ἄγαρ ἀπάτης τὸ ὀχύρωμα καθεῖλες, Κωνσταντῖνε, μοχλῷ τῶν ἀγώνων σου· καὶ Χριστῷ προσάγων αἱμάτων σου τὰ ῥεῖθρα, καὶ τῆς τῶν υἱῶν σου τετράδος τὰ χεύματα, χάριν εὗρες πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς· Κωνσταντίνῳ εὐψύχῳ νεοάθλῳ αἶνος. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον φέγγει με, τῆς σῆς λαμπρότητος Ἅγιε, εὐκλείας τῆς κρείττονος, ὁ ἐν τῷ πόλῳ τυχών, ἵνα μέλψω σου, τὴν μνήμην Κωνσταντῖνε, τὴν θείαν καὶ σκάμματα, σοῦ τῆς ἀθλήσεως.
Ὡς κτίτορα σέβοντες, σὲ νέον μάνδρας τοῦ Ἄθωνος, Νεόαθλε ἄριστε, Ἁγίου Παύλου λαμπρῶς, ἀνακράζομεν· τρισμάκαρ Κωνσταντῖνε, ἀζύγους τιμῶντάς σε, σκέπε ἀείποτε.
Νεόδρεπτον λείριον, τῆς Ἐκκλησίας τοῦ Κτίσαντος, ὀδμαῖς σου καθήδυνας, ἀνδραγαθίας λαὸν, τὸν χριστώνυμον, θεόφρον Κωνσταντῖνε, Ῥουμάνων περίδοξον, χώρας καλλώπισμα.
Θεοτοκίον.
Σωτῆρος τῆς κτίσεως, Χριστοῦ ναὲ φωτοστόλιστε, Ἁγνὴ Ἀειπάρθενε, Θεογεννῆτορ Σεμνή, οἶκον δεῖξόν με, Αὐτοῦ τῆς ἐνεργείας, τὸν νοῦν μου καθαίρουσα, ῥύπου φαυλότητος.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τὸν ἔνθεον Ἄρχοντα καὶ Κτίστην, Μονῆς τοῦ Χουρὲζ πανευλαβῶς, τιμήσωμεν ὡς πίστεως, κρηπίδωμα καὶ θέμεθλον, νῦν Κωνσταντῖνον ἅπαντες, τὸν ταπεινὸν καὶ φιλάρετον.
Ἀστὴρ ὡς νεόφωτος ἐκλάμπεις, ἀθλήσει τῇ σῇ ὑπὲρ Χριστοῦ, τῇ Ἐκκλησίᾳ ἔνδοξε, Αὐτοῦ καὶ ταῖς λαμπρότησι, τῶν ἄθλων φαίνεις ἅπασιν, ὦ Κωνσταντῖνε τοῖς πέρασι.
Ναὸς φωτοστόλιστος ἀνδρείας, ἐν χρόνοις δουλείας ζοφερᾶς, ὦ Κωνσταντῖνε πέφηνας, ἀθλήσας ὡς ἀσώματος, ἐν Βασιλίδι Πόλεων, σὺν τῇ τετράδι τῶν τέκνων σου.
Θεοτοκίον.
Τὸν νοῦν μου τὸν βεβορβορωμένον, ῥυπώδει θελήματι ταχύ, ἀπόπλυνον ὑσσώπῳ Σου, τῶν πρεσβειῶν πρὸς Κύριον, εὐλογημένη Δέσποινα, καὶ ὑπεράγαθον Τόκον Σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν αἰσχύναντα, υἱοὺς τῆς Ἄγαρ, καὶ ἀθλήσαντα, ὑπὲρ Κυρίου, τῆς ἀγάπης ἐν ἐσχάτοις τοῖς ἔτεσι, πανευσταλῆ Κωνσταντῖνον τιμήσωμεν, σὺν τῇ αὐτοῦ συνοδίᾳ κραυγάζοντες· νέων πίστεως Μαρτύρων ἑξὰς ἱκέτευε, Χριστὸν ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα
Ἐν
τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν
θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα;
πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ
Κεχαριτωμένη.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰωάννου Κωνσταντῖνε κεφαλὴν ὄλβου φύλακος, σοῦ ἐν Βασιλίδι, ἔταμον τῶν Πόλεων ἄνομοι, ἔκγονοι Ἄγαρ πρὸ θείου μαρτυρίου σου, ἀναδείξαντες, αὐτὸν σοῦ ἄριστον σύναθλον.
Νέε Μάρτυς Κωνσταντῖνε, καρτερῶς πρὸ τοῦ βήματος, ἔστης τῶν τυράννων κράτος, τὸ αὐτῶν μὴ πτοούμενος, καὶ τοῦ Σωτῆρος ἐκήρυξας τὸ ὄνομα, πρὸς Ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ὡς τετράφωτον λυχνίαν, ἀριστείας γεραίρομεν, πάντες Κωνσταντῖνε Ῥάδε τε Ματθαῖε καὶ Στέφανε, ὑμᾶς στεῤῥοῦ Κωνσταντίνου γόνοι πάνσεπτοι, οἱ καθεύδοντες, ἐν σκοτομήνῃ τῶν θλίψεων.
Θεοτοκίον.
Ἐκ βορβόρου με τῶν ἔργων ἀποκάθαρον Δέσποινα, οἰκτιρμῶν Σου ῥείθροις, τὴν καρδίαν δούλου ἀχρείου Σου, ὥσπερ ἐλέους χειμάῤῥουν τὸν μολύναντα, τὴν καρδίαν μου, παραπτωμάτων τοῖς πλήθεσι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦμεν ἀγῶνάς σου, οὕς Κωνσταντῖνε ἄλκιμε, ἔτλης σὺν υἱῶν σου τῇ τετράδι, ἐν Βασιλίδι ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἐν χρόνοις ἐσχάτοις ὑπ’ ἐχθρῶν, δυσσεβῶν ὡς ἄνομος, Νεομάρτυς θεσπέσιε.
Ψυχῆς εὐγενείᾳ σου, τῶν κολασμῶν ἀνώτερος, ὤφθης Κωνσταντῖνε καὶ γενναίως, κατηγωνίσω μὴ καταπτήξας θυμόν, ὀργήν τε καὶ κάθειρξιν εἱρκτῆς, τῶν ἐχθρῶν τῆς πίστεως, Ἀθλητὰ καρτερόψυχε.
Ὑπέρμαχος πίστεως, ὀφθεὶς τὴν κάραν ἔκλινας, πρὸ υἱῶν τῆς Ἄγαρ Κωνσταντῖνε, ἀνόμου στίφους, καὶ πρεσβευτῶν φεῦ λαῶν, Χριστὸν λατρευόντων ἀπαθῶς, καθορόντων ἔκτμησιν, τοῦ τιμίου αὐχένος σου.
Θεοτοκίον.
Χαρίτωσον Δέσποινα, τοὺς ἀνυμνολογοῦντάς Σε, καὶ ἐκδεχομένους Σὰς πρεσβείας, πρὸς τὸν Υἱόν Σου καὶ Ποιητὴν τοῦ παντός, χαρίτων τὸν δείξαντα πολλῶν, θησαυρὸν πολύολβον, Σὲ καὶ σκεῦος πολύτιμον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὡς νέον Μάρτυρα πίστεως, ὑμνοῦμεν Κωνσταντῖνε σὲ ἅπαντες, τὸν ἐναθλήσαντα, σὺν τῇ τετράδι τῶν τέκνων σου, καὶ καταξιωθέντα, εὐκλείας κρείττονος.
Νῦν ὕμνοις στέφομεν μνήμην σου, τὴν θείαν Κωνσταντῖνε νεόαθλε, καὶ ἀνακράζομεν· πρὸς τὴν ζωὴν τὴν αἰώνιον, ὁδήγησον εὐχαῖς σου, τοὺς σὲ γεραίροντας.
Ἐδέξω κότινον ἄφθαρτον, παρὰ τοῦ Ζωοδότου ὡς εὔψυχος, Μάρτυς τῆς πίστεως, καὶ Ἀθλητῶν ἰσοστάσιος, ἐδείχθης, Κωνσταντῖνε, τῶν πάλαι πάντιμε.
Θεοτοκίον.
Οἱ σεσωσμένοι Πανύμνητε, γλυκεῖα Μῆτερ Θεογεννήτρια, διὰ τοῦ Τόκου Σου, περιχαρῶς μεγαλύνομεν, εἰς πάντας τοὺς αἰῶνας, τὰ Σὰ θαυμάσια.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ματθαῖον Ῥάδον Κωνσταντῖνον τε καὶ Στέφανον, τῶν αὐταδέλφων Ἀθλητῶν τετράδα μέλψωμεν, σὺν αὐτῶν πατρὶ θεόφρονι Κωνσταντίνῳ, καὶ αὐτοῦ τοῦ θησαυροῦ εὐψύχῳ φύλακι, Ἰωάννῃ, ὡς πυρσεύματα νεόφωτα, θάῤῥους κράζοντες· Χαίροις, δῆμε νεόαθλε.
Ὁ Οἶκος.
Ἄνθη ὡς μυροβόλα ἐξηνθήσατε ἄρτι Χριστοῦ ἐν τῷ λειμῶνι, Πατέρες Νεομάρτυρες, οἱ ταπεινῶς τῇ μαχαίρᾳ Ἄγαρ τῶν υἱῶν κλίναντες ὑμῶν αὐχένας, Ἅγιοι· διὸ ὑμῖν βοῶμεν πόθῳ·
Χαῖρε, πανένδοξε Κωνσταντῖνε·
χαῖρε, υἱὲ θεῖε τούτου Ῥάδε.
Χαῖρε, Κωνσταντῖνε, ὁπλῖτα στεῤῥότατε·
χαῖρε, ἀθλοφόρε θειότατε, Στέφανε.
Χαῖρε, στῦλε γενναιότητος, ὦ Ματθαῖε, ἀῤῥαγές·
χαῖρε, φάρε τιμιότητος, Ἰωάννη, φωταυγές.
Χαῖρε, τῆς εὐποιΐας, Κωνσταντῖνε, ἀκρότης·
χαῖρε, στεῤῥοψυχίας, ὦ Ματθαῖε, φαιδρότης.
Χαῖρε, πυξίον, Ῥάδε, συνέσεως·
χαῖρε, ἀγγεῖον, Στέφανε, χάριτος.
Χαίρετε, γόνοι τῆς Οὐγκροβλαχίας·
χαίρετε, αὖχη τῆς Ἐκκλησίας·
Χαίροις, δῆμε νεόαθλε.
Μηνολόγιον
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ἁγίου Νεομάρτυρος Κωνσταντίνου, τοὐπίκλην Μπρινκοβεάνου Βασαράβα, τοῦ τῆς Οὐγκροβλαχίας Ἡγεμόνος, τῶν τεσσάρων αὐτοῦ τέκνων, Στεφάνου, Ματθαίου, Ῥάδου καὶ Κωνσταντίνου καὶ τοῦ θησαυροῦ αὐτοῦ τοῦ φύλακος Ἰωάννου, μεθ’ ὧν ἤθλησεν ἀρτίως ἐν τῇ Βασιλίδι τῶν Πόλεων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀκατάβλητε, τῆς Ῥουμανίας πρώταθλε, ἀπίστων ἔκλινας, χειρὶ τὴν σὴν κεφαλήν, σὺν ὄλβου σου φύλακι, καὶ θείοις τέκνοις σου, μάκαρ τέσσαρσιν, ἐν Βασιλίδι Πόλεων, Κωνσταντῖνε ἀθλοφόρε.
Θανατούμενοι, Χριστὸν ὡμολογήσατε, κλεινοὶ ὁμαίμονες, Στέφανε Ῥάδε σεπτέ, Ματθαῖε πανεύφημε, καὶ στῦλε πάμφωτε, γενναιότητος, ὁ φαίνων πᾶσι πέρασι, Κωνσταντῖνε Νεομάρτυς.
Λύχνε πίστεως ἑξάφωτε, κατηύγασας, τοῖς σοῖς πυρσεύμασιν, ἀνδρείας πᾶσαν τὴν γῆν, καὶ Ἄγαρ τὴν ζόφωσιν, υἱῶν ἐσκέδασας, μαρτυρίου σου, στεῤῥοῦ τοῖς ἀμαρύγμασι, καὶ βολαῖς σου εὐψυχίας.
Θεοτοκίον.
Ὡς πανεύοσμον, τῆς σωτηρίας λείριον, θεοβλαστούργητε, ῥάβδε Παρθένε ἁγνή, Χριστὸν ἐξανθήσασα ὑπὲρ κατάληψιν, μεγαλύνομεν, Σὲ τὴν εὐωδιάσασαν, κόσμον διὰ τοῦ Σοῦ Τόκου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄθλησιν ἠγώνισαι ἁγίαν, ἐν ἔτεσι Κωνσταντῖνε γενναιότατε, τοῖς ἐσχάτοις ἴχνεσιν, Ἀθλητῶν ἑπόμενος, τῶν πάλαι· μεθ’ ὧν ὄλβιε, νῦν ἀξιούμενος, ἀῤῥήτων, ἀγαθῶν τῶν ἐν πόλῳ, μέμνησο τῶν πίστει, τελούντων τὴν σὴν μνήμην.
Ἴθυνας τοῦ οἴκου καὶ λαοῦ σου, πορείαν πρὸς ἐφετῶν τὸ ἄκρον Ἅγιε· ὅθεν καὶ τὸν θάνατον, καρτερῶς ὑπέμεινας, σὺν τῇ τετράδι τέκνων σου, δοξάζων Κύριον, καὶ κράζων· δέξαι Σῶτερ τὸ πνεῦμα, Σοῦ ἀχρείου δούλου, τοῦ διὰ Σὲ ἀθλοῦντος.
Νέοι καλλιμάρτυρες Κυρίου, ἐδείχθητε Κωνσταντῖνε ἐνθεώτατε, Κωνσταντῖνε ἕτερε, Ῥάδε καρτερόψυχε, Ματθαῖε γενναιότατε, καὶ φύλαξ τίμιε, τοῦ ὄλβου, Ἰωάννη μελάθρου, τοῦ συναθλητοῦ σου, Ῥουμάνων Ἡγεμόνος.
Θεοτοκίον.
Ὅρμῳ τῆς ζωῆς προσορμησθῆναι, τοὺς δούλους Σου καταξίωσον Παντάνασσα, νῦν τοὺς διαπλέοντας, πέλαγος τῶν θλίψεων, καὶ ἀθανάτου λήξεως ἡμᾶς ἀξίωσον, ἐν δόμοις, οὐρανῶν ἀπολαῦσαι, ἔνθα τῶν Μαρτύρων, ἀγάλλονται οἱ δῆμοι.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σθένος θεϊκόν, σεπτὲ ἐνδυσάμενος, αἰκίας μάστιγας, ἀπειλὰς φυλάκισιν, καὶ τμῆσιν κάρας, τῆς σῆς ὑπέμεινας, ἀτρέπτως γενναιότατε, δοξάζων Κύριον, τὸν ἀξίως, στέφος ἀφθαρτότητος, ἀπονείμαντά σοι ὑπερένδοξε.
Χαίρετε στεῤῥοί, ἑξάριθμοι Μάρτυρες, νέοι τῆς πίστεως, Κωνσταντῖνε ἔκλαμπρε, Ματθαῖε Ῥάδε, τρισμάκαρ Στέφανε, καὶ Κωνσταντῖνε ἕτερε, σὺν τῷ θεόφρονι, Ἰωάννῃ, ἄστρα τηλαυγέστατα, ὁπλιτῶν νεαυγῶν τοῦ Παντάνακτος.
Μάρτυς ἀληθής, Χριστοῦ ἀναδέδειξαι, ἀθλήσας ἄριστα, Κωνσταντῖνε πάντιμε· διὸ τοὺς πίστει σὲ μακαρίζοντας, καὶ τοὺς τιμῶντας μνήμην σου, τὴν ἀεισέβαστον, ῥῦσαι βλάβης, πειρασμῶν καὶ θλίψεων, ἀσιγήτοις εὐχαῖς σου πρὸς Κύριον.
Θεοτοκίον.
Μέγα καὶ φρικτὸν, τῆς κυοφορίας Σου, τῆς ὑπὲρ ἔννοιαν, πέλει τὸ μυστήριον, Θεογεννῆτορ ἀειμακάριστε· Θεὸν γὰρ ἐσωμάτωσας, τὸν Ὑπερούσιον, Ὃν δυσώπει, πέμψαι τοῖς τιμῶσί Σε, δαψιλῶς τὸ Αὐτοῦ μέγα ἔλεος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς ἐδόξασας, ἐν τοῖς ἐσχάτοις ἔτεσι, τὸν Ἰησοῦν Κωνσταντῖνε, τῇ σῇ εὐψύχῳ ἐνστάσει· ἐτύθης γὰρ ὡς σφάγιον, σὺν τέκνοις σου τοῖς τέσσαρσι, καὶ Ἰωάννῃ φύλακι, σοῦ θησαυροῦ φυλακίου, ἐν Βασιλίδι τῇ Πόλει.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος!
Νέε Ἀθλητὰ τῆς πίστεως, ἐν πόλῳ συγκοινωνός, τῆς εὐκλείας τῆς κρείττονος, Κωνσταντῖνε γέγονας, τῶν Μαρτύρων τῆς πίστεως· σὺ γὰρ ἀθλήσας στεῤῥῶς ὑπέμεινας, αἰκίας πλείστας, καὶ τὸ νεώτερον, τέκνον σου Ἅγιε, πρὸ τομῆς τῆς κάρας σου τῆς ἱερᾶς, ἐναθλῆσαι προὔτρεπες, ἀνὴρ ὡς τέλειος.
Χαίροις, συνοδία πάνσεπτε, νεοφανῶν Ἀθλητῶν, Ἡγεμόνος θεόφρονος, Κωνσταντίνου σύναξις, ἱερὰ καὶ στεῤῥόψυχε, ἐν Βασιλίδι, πασῶν τῶν Πόλεων, ἡ τοῦ Κυρίου, ἡμῶν τὸ ὄνομα, ὁμολογήσασα, πρὸ ἀπίστου βήματος Ἄγαρ υἱῶν, καὶ αἱμάτων χύσασα, αὐτῆς τὰ ῥεύματα.
Χαίροις, Κωνσταντῖνε ἄριστε, καὶ θεαυγὲς Ἡγεμών, ὁ ταῖς Μάνδραις τοῦ Ἄθωνος, δαπανήσας πλοῦτόν σου, ἀφειδῶς τὸν ἐπίγειον, καὶ ἐξαιρέτως, Μονὴν περίπυστον, ἀνακαινίσας, καὶ θεοφρούρητον, Παύλου θεσπέσιε, τοῦ Ὁσίου μνήμην σου νῦν τὴν λαμπράν, μελιῤῥύτοις ᾄσμασι, πανηγυρίζομεν.
Χαίροις, τετρακτὺς πανένδοξος, τῶν Αθλητῶν ἀδελφῶν, Κωνσταντῖνε μακάριε, Ῥάδε παναοίδιμε, γενναιότατε Στέφανε, καὶ εὐψυχίας, εἰκὼν μειράκιον, Ματθαῖε πάνυ, οὐ δειλιάσατε, πρὸ θέας, Ἅγιοι, τῶν ἐχθρῶν τῆς πίστεως ξίφους ἀκμῇ, ἀλλ’αὐχένας ἄσμενοι, αὐτῇ ἐκλίνατε.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς μιμητὴς τῶν καμάτων τῶν πάλαι Ἀθλητῶν τῆς πίστεως, Χριστὸν εὐθαρσῶς ὡμολόγησας σὺν υἱοῖς σου τοῖς τέσσαρσι, καὶ τῷ φύλακι τοῦ θησαυροῦ σου, Κωνσταντῖνε ἀοίδιμε· ἀπτοήτως γὰρ ὑπῆλθες τὸ σκάμμα τοῦ μαρτυρίου ἐν Βασιλίδι, ἄχρι τέλους νουθετῶν, τὸν πρὸς στιγμὴν δειλιάσαντα Ματθαῖον, τὸν μείρακα υἱόν σου πρὸ ξίφους δημίου· Χριστὸν οὖν ἐν ἄθλοις δοξάσας, τῆς οὐρανίου δόξης ὤφθης κληρονόμος, ἧς καὶ ἡμᾶς ἀξίωσον, τοὺς τιμῶντας τὴν ἐτήσιον μνήμην σου, εὐχαῖς σου ἀδιαλείπτοις πρὸς Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Κωνσταντῖνε νεολαμπές, ἄστρον Ἐκκλησίας, σὺν τετράδι τῶν σῶν υἱῶν, Κωνσταντίνῳ Ῥάδῳ, Στεφάνῳ καὶ Ματθαίῳ· μεθ’ ὧν ἐν Βασιλίδι, ἄρτι ἐνήθλησας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου