ΑΠΡΙΛΙΟΥ ΚΘ΄
ΕΠΤΑ ΜΑΡΤΥΡΕΣ ΕΝ ΚΕΡΚΥΡᾼ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Λῃστοῦ δικαίου τὸν τρόπον, ἐκμιμησάμενοι, τοῦ Μνήσθητι βαλόντος, ὡς κλειδὶ Παραδείσου, τοῦ πρῴην ὑμῶν βίου τὸ δυσαχθές, ἀρνησάμενοι Ἅγιοι, σὺν Σωσιπάτρῳ ἠθλήσατε θαυμαστῶς, καὶ Κερκύρᾳ καὶ Ἰάσονι.
Τῶν Ἀποστόλων Κυρίου, τοὺς ἄθλους βλέποντες, εἱλκύσθητε εἰς πίστιν, σταυρωθέντος Κυρίου, Ὃς ἦλθε σῶσαι πάντας ἁμαρτωλούς, ὡς ὁ Παῦλος ἐδίδαξεν, ἀποτινάξαντες σύνεπτα τὸν ζυγόν, τῆς λῃστείας τὸν βαρύτατον.
Τοῦ διαβόλου ἐργάται, ὄντες τὸ πρότερον, εἶτα Κυρίου δοῦλοι, θαυμαστῇ μετανοίᾳ, ἐφάνητε Κερκύρας ἑπτὰ Λῃσταί, καταπλήξαντες ἅπαντας, ὡς ὑπομείναντες πόνους μαρτυρικούς, καὶ στεφθέντες ὡς χριστόαθλοι.
Τοῦ μαρτυρίου λαβόντες, βάπτισμα Ἅγιοι, ὅπερ δευτέροις ῥύποις, οὐ μολύνεται ὅλως, συμφώνως καὶ ἀφόβως διὰ Χριστόν, τὰς βασάνους ὑπέστητε, καὶ Παραδείσου γεγόνατε οἰκισταί, σὺν Ἁγίων Πάντων τάγμασι.
Τῆς δωδεκάτης ἐργάται, ὤφθητε Ἅγιοι, λαβόντες ἐκ Κυρίου, τὸν μισθὸν ὑμῶν πλήρη, διδάσκοντες τοῖς πᾶσιν, ὡς ἀληθεῖ, μετανοίᾳ ἐρχόμενος, ἔξω Νυμφῶνος ἀφθάρτου μένει οὐδείς, ἀλλ’ αὐτοῦ γίνεται μέτοχος.
Τῆς φιλαγίου Κερκύρας, πιστοὺς φυλάττετε, ὑμῶν σεπταῖς πρεσβείαις, Ἑπτὰ Μάρτυρες θεῖοι, ἀπὸ παντὸς κινδύνου καὶ πειρασμοῦ, ὅπως ὕμνοις γεραίρωσι, τὴν ἱερὰν ὑμῶν μνήμην καὶ τὸν Θεόν, εὐγνωμόνως μεγαλύνωσι.
Δόξα. Ἦχος β΄.
Τῆς λῃστρικῆς συμμορίας τὰς κακοπραγίας ἀρνηθέντες, καὶ τῇ ἀνθρωποσωτηρίῳ οἰκονομίᾳ τοῦ σαρκωθέντος Κυρίου Ἰησοῦ πιστεύσαντες, διὰ τῆς θαυμαστῆς ἐν φυλακῇ θεοσημείας, συμφώνως ἐνηθλήσατε, καὶ τῇ ἐκχύσει τῶν μαρτυρικῶν αἱμάτων, τὰς διὰ τῶν παρ’ ὑμῶν ἀδίκως ἐκχυθέντων αἱμάτων καταχρανθείσας χεῖρας τελείως ἀπεπλύνατε, ἑπτάριθμοι ἅγιοι Λῃσταί, διδάσκοντες πᾶσι τὴν ἄκραν φιλανθρωπίαν τοῦ Θεανθρώπου Δεσπότου. Ὃν διὰ παντὸς ἱκετεύετε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν ὑμῶν ἄθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῆς φιλανθρώπου λῃστείας τοῦ Κυρίου γενόμενοι θύματα, ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, εἰς τὸ φῶς τῆς ζωῆς ἀνηνέχθητε αἰφνιδίως, καὶ τὸν Χριστὸν ὁμολογήσαντες μόνον Θεόν, τοῖς αἵμασιν ὑμῶν ἐφοινίχθητε, ἑπτάριθμοι Λῃσταὶ τῆς Κερκύρας. Ὅθεν τὴν σεβάσμιον μνήμην ὑμῶν ἑορτάζοντες, δεόμεθα πρεσβεύειν διὰ παντὸς τῇ Τριάδι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Καιρὸν εὐπρόσδεκτον εἰς σωτηρίαν εὑρόντες, τὴν ἐν φυλακῇ θαυμασίαν ὄψιν, ἑπτάριθμοι Ἅγιοι, διὰ τῆς τοῦ Ἰάσονος διδασκαλίας, τῷ Κυρίῳ προσηνέχθητε, ὡς λογικὰ πρόβατα· καὶ Τούτου τὴν θεότητα ἀνακηρύξαντες τρανῶς, ὡς σφάγια ἐθελόθυτα ἐθυσιάσθητε, δηλώσαντες τρανῶς, ὅτι πᾶς χρόνος κατάλληλος εἰς σωτηρίαν, τοῖς φιλοτίμως ἀσπαζομένοις τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον.
Ἦχος γ΄.
Οἱ πρώην πολλοὺς δεσμεύσαντες ἀπανθρώπως, δεσμῷ σωτηρίῳ ἐδεσμεύθητε, τῆς ἐν Χριστῷ ἐλευθερίας, ἐν φυλακῇ διατρίβοντες, ἑπτάριθμοι ἅγιοι Λῃσταί. Καὶ τὴν πίστιν τοῦ Δεσπότου εὐθὺς ἀσπασθέντες, ἀμέσως ἐκ θυτῶν θύματα μαρτυρικὰ ἐγένεσθε, κληρονομήσαντες τὸν Παράδεισον. Ἔνθα παριστάμενοι τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἀεὶ ὡς φιλάδελφοι πρεσβεύσατε.
Ἦχος δ΄.
Ὢ τῆς φιλανθρώπου ἀγάπης τοῦ Κυρίου, δι’ ἧς λῃστὰς καὶ πόρνας καὶ τελώνας, εἰς τὸ ἐπουράνιον Δεῖπνον τῆς Βασιλείας Αὐτοῦ πανταχόθεν, τρόποις θαυμαστοῖς συνεκαλέσατο, καὶ ἐκ σκευῶν μεμιασμένων καὶ ἀκαθάρτων, τίμια μέλη τοῦ σώματος τῆς Ἐκκλησίας ἀναδείκνυσιν. Οὕτω γὰρ καὶ τοὺς ἑπταρίθμους Λῃστὰς τῆς Κερκύρας Μάρτυρας τῆς ἀγάπης Αὐτοῦ ἐναπέδειξεν, εἰς ἐνίσχυσιν ἡμῶν, ἐπιζητούντων τὸν ποθητὸν Παράδεισον.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν κεκλεισμένην πύλην τῆς Ἐδέμ, πρῶτος ἀνοίξας ὁ ἐν Γολγοθᾷ εὐγνώμων Λῃστής, ὁδὸν εὐεπίβατον πρὸς αὐτὴν ἡμῖν ὑπέδειξεν, διὰ τῆς ἀληθοῦς μετανοίας. Ταύτην ὡς κλειδὶ χρῃσάμενοι, καὶ ἡ τῆς Κερκύρας ἑπτάριθμος λῃστρικὴ συμμορία, μαρτυρικὴ ἀνεδείχθη θαυμαστῶς συνοδία. Ἧς τὴν πανίερον μνήμην ἑορτάζοντες, δοξάζομεν τὸν φιλάνθρωπον Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τόν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε οἱ Ἀπόστολοι Χριστοῦ, σὺν τῷ Σωσιπάτρῳ Ἰάσων εἱρκτῇ ἐκλείσθησαν, τότε ὁ Φιλάνθρωπος Χριστὸς ηὐδόκησεν, ἐκ λῃστῶν δεῖξαι Ἅγιοι, ὑμᾶς σκεύη θεῖα, διὰ τῆς ὁράσεως, τοῦ ὑπερλάμπρου φωτός· ὅθεν ἑλκυσθέντες εἰς πίστιν, σύνεπτα ἠρνήσασθε βίον, λῃστρικὸν τὸν πρότερον μακάριοι.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δύναμιν λαβόντες ἐκ Θεοῦ, καὶ σοφίαν Πνεύματος θείου, ἅγιοι Μάρτυρες, πλάνην κατεπτύσατε, τὴν τῶν εἰδώλων ὁμοῦ, καὶ Χριστῷ συνηνώθητε, διὰ μαρτυρίων, ἅπερ ὑπεμείνατε ἐν καρτερίᾳ λαμπρᾷ· ὅθεν, Παραδείσου πολῖται, σὺν Λῃστῇ δικαίῳ ἀμέσως, τῷ ἐν Γολγοθᾷ πάντες γεγένησθε.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε τῆς Κερκύρας οἱ πιστοί, τὴν φιλανθρωπίαν Κυρίου, ὑπερθαυμάσωμεν, δι’ ἧς ἐναπέδειξεν εὐθὺς Λῃστὰς τοὺς ἑπτά, Ἑαυτοῦ θείους Μάρτυρας, σὺν τοῖς Ἀποστόλοις, τούτους χαρισάμενος, ἡμῶν κλεινοὺς πρεσβευτάς· ὅθεν ἐν εὐγνώμοσιν ὕμνοις, μνήμην τὴν αὐτῶν ἐκτελοῦντες, μετανοίας τρόπους αἰτησώμεθα.
Δόξα. Ἦχος πλ. β΄.
Τὸ κατ’ εἰκόνα ναρκοῦν ἐν ταῖς ψυχαῖς ὑμῶν, τῇ θείᾳ φωτοφανείᾳ εὐθὺς ἐγρηγόρησεν, ἑπτὰ ἅγιοι Λῃσταί, καὶ ἀντὶ ἀπολωλότων προβάτων, ἔνθεοι κήρυκες τῆς τοῦ Χριστοῦ θεότητος, πρὸ τῶν εἰδωλομανούντων σύμψυχοι γεγόνατε. Ὅθεν πολλαῖς βασάνοις ὑποβληθέντες, σὺν τοῖς ἁγίοις Μάρτυσι καὶ τῷ ἐν τῷ Σταυρῷ Λῃστῇ, τὸ στέφος ἐκομίσασθε παρὰ τοῦ δικαίου Κριτοῦ. Ὃν μὴ παύσεσθε πρεσβεύοντες, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πάνσεπτον μνήμην ὑμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἰακίσχολε Μάμμε, Σατουρνῖνε, Εὐφράσιε, σὺν Φαυστιανῶ, Μαρσαλίῳ, Ἰανουάριε ἔνδοξοι, τῇ θείᾳ ἐπιλάμψει τοῦ Χριστοῦ, ἀφέντες τῆς λῃστείας τὸν ζυγόν, καὶ εἰδώλων ἀρνησάμενοι τὴν ἀχλύν, προθύμως συνηθλήσατε· ὅθεν Κερκύρας τοὺς πιστούς, πάντοτε προστατεύετε, ταῖς πρὸς τὸν Κύριον εὐχαῖς, ὑμῶν θεομακάριστοι.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν λῃστρικὸν ζυγόν, ἀπετινάξατε, καὶ ὡς ἀμνοὶ Χριστοῦ, ἐμαρτυρήσατε, φιλανθρωπίαν τοῦ Θεοῦ, κηρύττοντες εἰς αἰῶνας. Ἅγιοι ἑπτάριθμοι, τῆς Κερκύρας καυχήματα, πάντας ἀξιώσατε, Παραδείσου εὐχαῖς ὑμῶν, βιοῦντας εὐαρέστως Κυρίῳ, ἐν μετανοίᾳ καὶ σεμνότητι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸ Φῶς καὶ ἡ Ζωή, τῶν ἀνθρώπων ἁπάντων, Χριστὸς ὁ Λυτρωτής, καὶ ὑμᾶς τοὺς ἐν σκότει, τῆς πλάνης ἐκάλεσεν, δι’ ὀμφῆς Ἑπτὰ Μάρτυρες, καὶ ἐτίμησε, τοῦ μαρτυρίου τῷ στέφει, εἰς Παράδεισον, εἰσαγαγὼν σὺν Ἁγίων, χοροῖς καὶ τοῖς τάγμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θαῦμα μέγιστον, πῶς ἐκ τοῦ σκότους, εἰς ἐπίγνωσιν θεοσεβείας, οἱ ἑπτάριθμοι Λῃσταὶ ἦλθον Χάριτι, καὶ ὡς ἀμνοὶ τοῦ Χριστοῦ κατεσφάγησαν, ἀπειληφότες Μαρτύρων τὸν στέφανον, καὶ ἐγένοντο, Κερκύρας σεπτὰ καυχήματα, καὶ ἐν κινδύνοις τῶν πιστῶν, πρέσβεις θερμότατοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οἱ χρανθέντες αἱμάτων ἀνθρώπων χύσεσιν, ἀπελούσθητε πάντες Χριστοῦ τῷ αἵματι, ὅτε Θεὸν ἀληθινὸν ἐκηρύξατε, πρὸ τυράννων εὐθαρσῶς, οἱ Ἑπτάριθμοι Λῃσταί, Αὐτὸν καὶ βασάνοις πλείσταις, ὑποβληθέντες σὺν Μαρτύρων, τοῖς θείοις τάγμασιν ἠριθμήθητε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ ́ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσουσι.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22): Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων…
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Μαρτύρων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός....
Τὸν κεκρυμμένον θεῖον σπινθῆρα τοῦ κατ’ εἰκόνα ἐν ὑμῖν, ἐζωογόνησεν ὁ εὔσπλαγχνος Θεός, καὶ ἐκ λῃστῶν φοβερῶν τῶν ἀνθρώπων, Μάρτυρας ἀνέδειξεν τῆς φιλανθρωπίας Αὐτοῦ. Ὅθεν τὴν ἱερὰν ὑμῶν μνήμην γεραίροντες Ἅγιοι, αἰτούμεθα ἀπὸ ψυχῆς, πρεσβεύειν διὰ παντός, ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ἑπτὰ Κερκύρας Μάρτυρας ἐν ὕμνοις ᾄδω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην φαραώ.
Ἑπταδικὴν κακοπραγίαν Ἅγιοι, ἑπτὰ Λῃσταὶ ἐν εἱρκτῇ, νουνεχῶς λιπόντες, θεωρίᾳ κρείττονι, Ἰάσονα Σωσίπατρον, ὁδηγοὺς σωτηρίας, θείᾳ προνοίᾳ ἐφεύρατε, καὶ πρὸς φῶς Χριστοῦ ὡδηγήθητε.
Πᾶσαν τὴν νῆσον τῆς Κερκύρας αἵμασι, κατεμολύνατε, σφάττοντες ἀφόβως, καὶ καταλῃστεύοντες, ἄχρις ἡμέρας Ἅγιοι, ἐν δεσμοῖς τοῦ Κυρίου, ὑμῖν ἡ Χάρις ἐπέλαμψε, καὶ ἀκαταλήπτως ἠλλοίωσε.
Τίς τοῦ Κυρίου τὴν πολλὴν καὶ ἄμετρον, εἰπεῖν δυνήσεται, πρὸς ἀνθρώπων γένος, πατρικὴν συμπάθειαν, δι’ ἧς σκεύη τὰ ἄχρηστα, θαυμαστῶς ἐκκαθαίρει, καὶ ἐκ Λῃστῶν τέκνα Χάριτος, τρόποις ἀνεκφράστοις ἐργάζεται.
Θεοτοκίον.
Ἀγγελικὰ καθυπερβᾶσα τάγματα, Ἁγνὴ Θεόνυμφε, ἐν γαστρί Σου ἔσχες, τὸν δημιουργήσαντα, τὰ σύμπαντα καὶ πλάσαντα, ἐκ χοὸς τοὺς ἀνθρώπους, οὓς πεπτωκότας ἀνέπλασεν, εἰληφὼς ἐκ Σοῦ σάρκα πάναγνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κεκρυμμένην ἀγνώστως, ἐν τῇ ψυχῇ ἔχοντες, καὶ ἠσβολωμένην εἰκόνα, τοῦ ἡμᾶς πλάσαντος, αἴφνης τῇ Χάριτι, τοῦ Φιλανθρώπου Δεσπότου, ταύτην ὑπανάψατε, Ἑπτὰ συμμάρτυρες.
Ἐν λουτρῷ ἁγνοψύχῳ, τοῦ Ἰησοῦ Ἅγιοι, πρόβατα ἐγένεσθε πάντες, καὶ τοῖς διδάγμασι, θείου Ἰάσονος, καὶ Σωσιπάτρου πεισθέντες, πρὸς σφαγὴν σωσίψυχον, ἤχθητε χαίροντες.
Ῥόδον εὔοσμον ὤφθη, καὶ τὴν ὁδὸν ἤνοιξε, τὴν μαρτυρικὴν πρῶτος πάντων, ὑμῶν Ἀντώνιος, ὅστις τὸν Κύριον, ὁμολογήσας γενναίως, ὥσπερ κλῆμα τέτμηται, καὶ ἐστεφάνωται.
Θεοτοκίον.
Καταφύγιον κόσμου, Χριστιανῶν καύχημα, σκέπη καὶ ἀντίληψις πάντων, τῶν ἐλπιζόντων εἰς Σέ, τοὺς πεποιθότας Σοι, μὴ ὑπερίδῃς Παρθένε, ἀλλὰ τῷ ἐλέει Σου, πάντοτε φύλαττε.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Καλῶς ἠλλοιώθητε, ἑπτὰ Λῃσταὶ ἐν εἱρκτῇ, ἰδόντες τὸν ἄγγελον τῶν Ἀποστόλων Χριστοῦ, αὐτοὺς περισκέποντα· ὅθεν ὡς ἐκ συμφώνου, ἀποπτύσαντες πλάνην, Μάρτυρες στεφηφόροι, ἀνεδείχθητε πάντες, τὴν Κέρκυραν ἐμπλήσαντες, θάμβους μακάριοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ὑπερφυῶς Κύριος, σὲ Ἰακίσχολε, ἐκ τῆς πλάνης δυσσεβείας ἔσωσε, καὶ πρὸς τὸ φῶς τὸ ἀληθινόν, ἤγαγε συνάμα, τοῖς συλλῃσταῖς σου ὡς εὔσπλαγχνος, καὶ θέλων σωτηρίαν, ἁπάντων τῶν ἀνθρώπων, τὸν σταυροῦ κατεδέξατο θάνατον.
Ῥύπους ψυχῆς ἔπλυνας, Ἰανουάριε, καὶ λῃστείας πάντα ἁμαρτήματα, διὰ λουτροῦ θείου βαπτισμοῦ· ὅθεν φιλοτίμως, Χριστὸν κηρύξας δεσπότην σου, ἐνώπιον τυράννων, ἐν λέβητι ἐβλήθης, καὶ χοροῖς τῶν Μαρτύρων ἠρίθμησαι.
Ἁμαρτιῶν θάλασσαν, καὶ ἀνομήματα, ὁ Δεσπότης πάντα ἐξηφάνισε Φαυστιανέ, ὅτε ἐκ ψυχῆς, Τοῦτον Θεὸν Λόγον, καὶ Λυτρωτὴν ἀνεκήρυξας, καταλιπὼν λῃστείας, ψυχόλεθρον φορτίον, καὶ σεσῳσμένοις συνηρίθμησαι.
Θεοτοκίον.
Στένω πικρῶς, ἐκ βάθους νῦν τῆς καρδίας μου, ἐννοῶν μου, τὴν ἀπερινόητον, πληθὺν κακῶν τὴν ὡς ἀληθῶς, ψάμμον τῆς θαλάσσης, τῷ ἀριθμῷ ὑπερβαίνουσαν· διό με Θεοτόκε, πρὸ τοῦ τέλους εὐχαῖς Σου, ἐπιστρέψασα σῶσον τὸν δοῦλόν Σου.
ᾨδὴ ε΄. Ἱνατί με ἀπώσω.
Μάμμε Μάρτυς Κυρίου, ἅμα τῷ βαπτίσματι ἀνδρεῖος γέγονας, καθομολογήσας, τὴν θεότητα Τούτου καὶ εἴληφας, στέφος ἀφθαρσίας, καὶ Παραδείσου θεῖον κλῆρον, ἔνθα ὢν τῶν τιμώντων σε μνήσθητι.
Ἀκατάληπτοι ὄντως, Ἐλεήμονος τρόποι δι’ ὧν τὸν ἄνθρωπον, πρὸς τὴν σωτηρίαν, ὁδηγεῖ γενναιόφρον Εὐφράσιε, ὥσπερ ἐγεγόνει, καὶ σὴ ἐκ σκότους αἰφνιδία, πρὸς τὸ φῶς Παραδείσου, κατάπαυσις.
Ῥύπους πάντας ψυχῆς σου, Σατουρνῖνε ὁ Κύριος ἐξηφάνισεν, ὅτε μετανοίᾳ, Ἀποστόλους Αὐτοῦ παρεκάλεσας, φόρτον ἁμαρτίας, τὸν ἐκ λῃστείας ἀποσεῖσαι, καὶ λαβεῖν τὸ καθάρσιον βάπτισμα.
Θεοτοκίον.
Τῇ θερμῇ Σου πρεσβείᾳ, τῇ πρὸς τὸν Υἱόν Σου, κεχρημένη Πάναγνε, ὑπὲρ τοῦ ἀχρείου, καὶ πολλὰ ἐπταικότος ἱκέτου Σου, ὅπως εὕρω λύσιν, ἁμαρτιῶν μου τὸν Σωτῆρα, ἐκδυσώπησον πρὸ τῆς ἐτάσεως.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ὑπῆλθες Χριστοῦ ζυγῷ, τῷ χρηστοτάτῳ Μαρσάλιε, λῃστείας βαρὺν ζυγόν, εὐθὺς ἀρνησάμενος, ὅτε τὸ φιλάνθρωπον, ἔγνωκας Κυρίου, καὶ μετάνοιαν ἐζήλωσας.
Ῥωσθέντες πίστει Χριστοῦ, Αὐτὸν Θεὸν ἐκηρύξατε, καὶ σύνεπτα ἀθληταί, ἐφάνητε Ἅγιοι, ἐν λέβητι βράζοντι, ἐμβληθέντες ἅμα, καὶ Παράδεισον ἐφεύρατε.
Ἀντώνιε ἱερέ, τὴν δωδεκάτην ἠξίωσαι, γνωρίσαι τὸν Ἰησοῦν, ἐν θείαις ἐμφάσεσιν· ὅθεν πλεῖστα ἔπαθες, δι’ Αὐτὸν καὶ στέφος, τῆς ζωῆς ἐκληρονόμησας.
Θεοτοκίον.
Σκαιότητος γνωμικῆς, καὶ φυσικῆς ἐμπαθείας με, καὶ φθόνου τῶν δυσμενῶν, καὶ πάσης φαυλότητος, Παναγία Δέσποινα, καὶ κακίας ῥῦσαι, τῆς τοῦ βίου Σαῖς δεήσεσι.
Κοντάκιον. Ἦχος δ ́. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Καταλιπόντες τῆς λῃστείας τὸ ἄχθος, ἐν τῇ εἱρκτῇ θείῳ φωτὶ ἐλλαμφθέντες, Ἰάσονα Ἀπόστολον εὑρόντες ὁδηγόν, τοῦ Χριστοῦ ὑπήχθητε, τῷ ζυγῷ ὁλοθύμως, καὶ Αὐτὸν κηρύξαντες, ὡς Θεὸν Λόγον μόνον, διὰ βρασμοῦ ἐν λέβητι φρικτῷ, τῆς ἀφθαρσίας, τὸ στέφος εἰλήφατε.
Ὁ Οἶκος.
Τοῦ φιλανθρώπου Ἰησοῦ δικτύοις ἀγρευθέντες, ἀπὸ λῃστῶν αἱμοδιψῶν διὰ τοῦ Ἀποστόλου Ἰάσονος, θύματα ὤφθητε σεπτὰ ἐλέγξαντες τὴν πλάνην, τῆς ἀγνωσίας τοῦ Θεοῦ τοῦ Πνεύματος δυνάμει. Ὅθεν διὰ βρασμοῦ ἐν πίσσῃ κοχλαζούσῃ μαρτυρήσαντες, ἐφάνητε σύνεπτα θεαπόδεκτα ἐδέσματα καὶ νικηταὶ τοῦ ἀνθρωποκτόνου βελίαρ γενόμενοι, πρὸς τὴν ἀκύμαντον Βασιλείαν τοῦ φωτὸς ἠγκυροβολήσατε ὁμοφρόνως μακάριοι, ἔνθα τῆς ἀφθαρσίας,τὸ στέφος εἰλήφατε.
Συναξάριον.
Τὴ ΚΘ´τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων πρῴην λῃστῶν, Σατορνίνου, Ἰακισχόλου, Φαυστιανοῦ, Ἰανουαρίου, Μαρσαλίου, Εὐφρασίου καὶ Μάμμου, οἳ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ, ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔνδον τῆς κοχλαζούσης πίσσης, φωνὴν ἤκουσας, ἄνωθεν Σατουρνῖνε, ἐνισχύουσαν σέ, καὶ τοὺς συμμάρτυράς σου, μεθ’ ὧν θυσία εὔοσμος, ἀνηνέχθητε Δεσπότῃ.
Νίκην νικήσαντες ὑψίστην, θεῖοι Μάρτυρες, κατὰ τοῦ ἀρχεκάκου, οὗ τὸ θέλημα πρίν, ἐπράττετε ὡς δοῦλοι, λῃστεύοντες καὶ σφάττοντες, ἀδεῶς τε καὶ ἀγρίως.
Ὕφανεν πάλλευκον χιτῶνα, ὁ φιλάνθρωπος, καὶ ἀγαθὸς Δεσπότης, δι’ ὑμᾶς Ἀθληταί, ἐν λέβητι βληθέντας, μεθ’ οὗ εἰς τὸν Παράδεισον, συνηνώθητε Ἁγίοις.
Θεοτοκίον.
Μόνη χαρὰ τῶν θλιβομένων, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες μου τῇ ψυχῇ, καὶ Σοῦ μὴ ἀποστρέψῃς, τὸ τοῦ ἐλέους πρόσωπον, ἀπ’ ἐμοῦ Θεογεννῆτορ.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦν τοῦ Χριστοῦ κτησάμενοι, μέγα θαῦμα ὡράθητε, πᾶσι Κερκυραίοις, τοῖς ὑμᾶς γνωρίζουσι, πῶς αὖθις γεγένησθε ἀπὸ λῃστῶν μακάριοι, πρόβατα Κυρίου, καὶ τῆς πίστεως Τούτου, μάρτυρες θεοφόροι, μηδαμῶς φοβηθέντες, βράσματα θανατοῦντα, ἐν λέβητι βληθέντες.
Οὓς ὁ Χριστὸς ἐσφράγισεν, ὡς ἰδίους τῇ Χάριτι, Πνεύματος Ἁγίου, πέτανται ὡς ἄϋλοι, μηδόλως φροντίζοντες, τῶν ἀναγκῶν τοῦ σώματος, ἀλλὰ μεθιστῶσι νοῦν πρὸς ἄνω πατρίδα, οὖσαν τῶν Πρωτοτόκων, τῶν ἀπογεγραμμένων, πρὸ πάντων τῶν αἰώνων, ὡς ἡ ἑπτὰς Μαρτύρων.
Ἱερωτάτην ἤκουσεν, πᾶς λαὸς παριστάμενος, ἄνωθεν ἐλθοῦσαν, Σατουρνῖνε πρόσκλησιν, καλοῦσαν ἑπτάριθμον, ὑμῶν Μαρτύρων ἄθροισμα, πρὸς τὰς ἀπολαύσεις ποθητοῦ Παραδείσου, ἐν Ἀβραὰμ τοῖς κόλποις, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ τάγμασιν Ἀγγέλων, δοξάζουσι Τριάδα.
Θεοτοκίον.
Σοὶ ὡς Λῃστὴς κραυγάζω Σοι· μνήσθητί μου Φιλάνθρωπε, κλαίω ὡς ἡ Πόρνη, καὶ βοῶ Σοι· ἥμαρτον, ὡς πάλαι τὸν Ἄσωτον, μετανοοῦντα δέξαι με, τὸν ἀπεγνωσμένον, διὰ τῆς Θεοτόκου, προθύμως ἵνα μέλπω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀγάλλου νῆσος Κέρκυρα ἐν Χριστῷ, ἡ πλουτοῦσα ἑπτάδα θεόθυτον ὡς πρεσβευτάς, οὕς περ ἐξ ἀγρίων πρῴην θηρῶν, εἰς πρόβατα ἀνέδειξεν, καὶ μεγίστους κήρυκας τῆς Αὐτοῦ, θεότητος Δεσπότης, καὶ Μάρτυρας λαβόντας, κληρονομίαν ἐπουράνιον.
Δεήσεις πρὸς Δεσπότην ὑπὲρ ἡμῶν, Σατουρνῖνε, Μαρσάλιε, Μάρτυρες, Φαυστιανέ, Μάμμε Ἰακίσχολε θαυμαστοί, Εὐφράσιε μακάριε, καὶ Ἰανουάριε ἱερέ, μὴ παύσησθε ποιοῦντες, αἰτούμεθα οἱ μνήμην, ὑμῶν τιμῶντες θείοις ᾄσμασιν.
Ὡς δῶρα τῷ Κυρίῳ ὑμᾶς αὐτούς, προσηνέγκατε ἅγιοι Μάρτυρες ὁλοτελῶς, Ὅστις πολιτείαν τὴν λῃστρικήν, μετέστρεψεν τῇ Χάριτι, εἰς ὁμολογίαν μαρτυρικήν, τὸν πλοῦτον τῆς ἀγάπης, δεικνὺς ἣν πρὸς ἀνθρώπους, ἔχει ὁ μόνος Πολυέλεος.
Θεοτοκίον.
Ἀΰλων ἐκ λειμώνων τῶν τῆς ψυχῆς, τῶν ᾀσμάτων τὰ ἄνθη δρεψάμενος καὶ τῇ ῥοῇ, μίξας τῶν δακρύων μου ἐν πυρί, τῷ τῆς καρδίας ἔψησα, Δέσποινα καὶ μῦρον ἐσκευακώς, τὸν ὕμνον ὡς ἡ πόρνη, τοὺς Σοὺς ἀχράντους πόδας, ἐν τούτῳ βρέχων κράζω· σῶσόν με.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὁ πάντων προνοούμενος, σωτηρίαν ἀνθρώπων, Δεσπότης ὁ φιλάνθρωπος, καὶ ὑμᾶς ἐκ τοῦ σκότους, τῆς λῃστρικῆς συμμορίας, πρὸς τὴν πίστιν ἑλκύσας, Μάρτυρας θείους ἔδειξε, θαυμαστοῖς γεγονόσιν· ὅθεν Αὐτῷ, πάντοτε πρεσβεύετε Ἀθλοφόροι, ὑπὲρ τὴν ἀεισέβαστον, ὑμῶν μνήμην τελούντων.
Τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ τῆς μεγίστης ἀγάπης σου, παντελεῆμον Χριστέ, δι’ ἣν ἄνθρωπος γέγονας, καὶ ἐκ βάθους πτώσεως, τὴν ἡμῶν φύσιν ἤγειρας, καὶ καθ’ ἑκάστην σῴζεις ὡς εὔσπλαγχνος, μετανοοῦντας, θείᾳ Σου χάριτι, ὥσπερ ἑπτάριθμον, συμμορίαν πρότερον τὴν λῃστρικήν, τῆς Κερκύρας ἔδειξας, σεπτούς Σου Μάρτυρας.
Ἐκ λύκων πρόβατα ὤφθητε, καὶ ἐκ λῃστῶν Ἀθληταί, τοῦ Δεσπότου τῇ χάριτι, Ἅγιοι ἑπτάριθμοι, ἐν εἱρκτῇ ὄντες δέσμιοι, δι’ Ἀποστόλων Χριστῷ πιστεύσαντες, καὶ ἐν τῷ ἅμα, δειχθέντες Μάρτυρες, πλήθη ἑλκύσαντες, πρὸς ζωὴν αἰώνιον, βρασμὸν ὑμῶν, βλέποντα ἐν λέβητι, ἐν καρτερίᾳ πολλῇ.
Τοῦ ἐν Σταυρῷ τὴν θεότητα, γνόντος δικαίου Λῃστοῦ, τὴν Ἐδὲμ διανοίξαντος, πρώτου καὶ τὴν εἴσοδον εὐεπίβατον δείξαντος, πᾶσιν ἀνθρώποις, ὑμεῖς μακάριοι, πρότερον ὄντε ςαὐτοῦ ὁμότροποι, ὅτε ἐκλήθητε, εὐπειθεῖς ἐγένεσθε καὶ τῷ Χριστῷ, ὡς Θεὸν πιστεύσαντες, ἠκολουθήσατε.
Μάμμε Μαρσάλιε ἔνδοξοι, Φαυστιανὲ ἱερέ, Σατουρνῖνε μακάριε, θεῖε Ἰακίσχολε, καὶ χριστόφρον Εὐφράσιε, Ἰανουάριε θεοδόξαστε, νῆσον Κερκύρας ἀεὶ φυλάττετε, ἐκ πάσης θλίψεως, πάντοτε τὸν Κύριον δι’ Ὃν ὁμοῦ, σύνεπτα ἠθλήσατε, καθικετεύοντες.
Δόξα. Ὁ αὐτός.
Τοῦ αἰωνίου ψυχεραστοῦ τοῖς δικτύοις ἀγρευθέντες, διὰ τῶν ἁγίων Ἀποστόλων μακάριοι, ἐξ ἀγριελαίων καλλιέλαιοι ἐν Χριστῷ ἀπεδείχθητε· καὶ ὥσπερ ἀπανθρώπως τὸ πρότερον ἐλῃστεύετε, οὕτως φιλανθρώπως πρὸς σωτηρίαν καθειλκύσθητε. Διὸ ὡς Μάρτυρες καλλιστέφανοι ὄντες, ὑπὲρ Κερκύρας τὸν Δεσπότην ἱκετεύετε, καὶ πάντων τῶν τιμώντων ὑμᾶς θεοστεφάνωτοι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίρετε Κερκύρας ἑπτὰ σεπτοί, Μάρτυρες Κυρίου, Σατουρνῖνε, Φαυστιανέ, σὺν τῷ Μαρσαλίῳ, Εὐφράσιε καὶ Μάμμε, ἅμα Ἰακισχόλῳ, Ἰανουάριε.
Τὴν λῃστῶν ἀφέντες διαγωγήν, Μάρτυρες Δεσπότου, ἀπεφάνθητε θαυμαστῶς· ὅθεν παῤῥησίαν, ἔχοντες Ἀθλοφόροι, ὑπὲρ τῶν ἀνυμνούντων, ὑμᾶς πρεσβεύσατε.
Ὡς τοῦ Ἀμπελῶνος τοῦ Ἰησοῦ, ἐργάται φανέντες, δωδεκάτης ὥρας ἑπτά, Μάρτυρες Κερκύρας, αἰῶνος τοῦ ὀγδόου, εἰς Πόλιν τὴν ἁγίαν, εἰσεληλύθατε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου