Σάββατο 28 Αυγούστου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 1. ΟΣΙΑ ΕΥΑΝΘΙΑ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ Α΄.

ΕΥΑΝΘΙΑ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου μητρ. Ῥόδου)

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Προσόμοια τῆς Ἰνδίκτου γ. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῆς αὐτολέκτου καὶ θείας, διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.

 

Ὡς τῶν Ἑβραίων τὰ κῶλα, ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, Σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη, οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.

 

Ὁ ἐν Σιναίῳ τῷ ὄρει, τὰς πλάκας γράψας ποτέ, Αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ Σοί.

 

Τῆς Ὁσίας.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Εὐανθίαν τιμήσωμεν, τὴν Ὁσίαν ἐν ᾄσμασι, φιλεόρτων σήμερον τὰ συστήματα· Χριστὸν γὰρ αὕτη ποθήσασα, ὡς Ἄγγελος ἔζησε, τῇ ἀσκήσει ἐπὶ γῆς, καὶ Ἀγγέλων τοῖς τάγμασι, συνηρίθμηται, μετ’  αὐτῶν τῷ Θεῷ παρισταμένη, καὶ ἡμῖν ἐξαιτουμένη, χάριν, εἰρήνην καὶ ἔλεος.

 

Πυρωθεῖσα τῷ ἔρωτι, τοῦ Χριστοῦ τὴν καρδίαν σου, τῶν ἐν κόσμῳ ἔνδοξε κατεφρόνησας, καὶ δι’  ὁσίας ἀσκήσεως, Αὐτῷ ὡς Νυμφίῳ σου, ἐνυμφεύθης μυστικῶς, Εὐανθία ἀοίδιμε· Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς τελοῦντας ἐτησίως, τὴν ἱεράν σου πανήγυριν.

 

Ταῖς ῥοαῖς τῶν δακρύων σου, καὶ ἱδρῶσι τῶν ἔργων σου, τῆς ψυχῆς τὴν ἄρουραν καταρδεύσασα, τῆς ἀπαθείας ἐξήνθησας, φαιδρῶς τὴν εὐπρέπειαν, Εὐανθία θαυμαστή, καὶ λειμὼν ἀναδέδειξαι, εὐωδέστατος, ἀρεταῖς ἐν παντοίαις εὐανθοῦσα, καὶ μυρίζουσα καρδίας, τῶν κατὰ χρέος ὑμνούντων σε.

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιον φίλτρον πρὸς Κύριον, ὡς κεκτημένη Εὐανθία πανεύφημε, τῶν ἐπὶ γῆς φθαρτῶν κατεφρόνησας, καὶ ἐπ’  ὤμων τὸν Σταυρὸν ἀραμένη, διὰ τῶν ἔργων τῆς ἀσκήσεως, Αὐτῷ εὐσεβῶς ἠκολούθησας· διὸ ἐν ἀρεταῖς, σαφῶς φερωνύμως ὀφθεῖσα, τὴν μυστικὴν παστάδα, τῆς ἀθανάτου ζωῆς ἐκληρονόμησας, καὶ ταῖς φρονίμοις Παρθένοις συνηρίθμησαι. Διὸ πρέσβευε ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν παναγίαν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὁ αὐτός. Βυζαντίου.

Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων Σου.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ξα΄ 1-10).

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεὰ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Ἀντί τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γάρ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

 

 

 

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα (Κεφ. κστ΄ 3-12,14-17,19-20,22,33,40-41).

Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· ἐὰν τοῖς προστάγμασί μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς καὶ εὐλογήσω ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν Θεός καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν καὶ διώξονται ὑμᾶς καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ Αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ἀγγελικῶς ἐπὶ γῆς βιοτεύσασα, ταῖς ἀγγελικαῖς συνήφθης χοροστασίαις, Εὐανθία Μῆτερ ἀξιάγαστε· Χριστὸν γὰρ ἀγαπήσασα, τῶν ἐπιγείων τερπνῶν κατεφρόνησας, καὶ ἀσκητικῶς ἠγωνίσω, κατὰ σαρκὸς καὶ κοσμοκράτορος. Ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ εὐαγές σου μνημόσυνον.

 

Ἦχος β΄.

Τῶν ἀρετῶν ἐπὶ γῆς, διαδραμοῦσα τὴν τρίβον, τῆς οὐρανίου δόξης ἠξίωσαι, καὶ Χριστῷ παρέστης, τῷ ἀθανάτῳ Νυμφίῳ σου, Εὐανθία Ὁσίων ἐγκαλλώπισμα. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, παραπτωμάτων ἡμῖν, τὴν ἄφεσιν δωρήσασθαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν, ὡς μόνος Ἐλεήμων καὶ Φιλάνθρωπος.

 

Ἦχος δ΄.

Δεῦτε πιστοί, Εὐανθίαν τὴν ἀοίδιμον, ἐν κατανύξει εὐφημήσωμεν, βοῶντες πρὸς αὐτήν· χαῖρε εὐαγγελικῶν ἀρετῶν, θεόπνευστον ὄργανον· χαῖρε δωρεῶν πνευματικῶν, οὐράνιον γεώργιον· χαῖρε ἡ Χριστοῦ τρωθεῖσα τῷ ἔρωτι, καὶ ἀθανασίας στεφθεῖσα, τῷ ἀμαράντῳ διαδήματι. Ἀλλ’  ὡς ἔχουσα παῤῥησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς τῶν ὑμνούντων σε.

 

Δόξα. Ἦχος β΄.

Τῶν Ὁσίων τὸ καύχημα, καὶ ἁγίων Γυναίων τὸ διάδημα, τὸ σκεῦος τῆς ἐγκρατείας, καὶ κειμήλιον τῆς ἀσκήσεως, τὴν Χριστοῦ ἀμνάδα Εὐανθίαν, χαρμονικῶς οἱ πιστοὶ εὐφημήσωμεν· αὕτη γὰρ ἀσκητικῶς, τὴν σάρκα νεκρώσασα, τῆς ἀπαθείας τὴν χάριν ἐξήνθησε, καὶ ὡς φωστὴρ νοητός, τῷ στερεώματι τῆς Ἐκκλησίας ἀνέτειλε, φωτίζων Ὀρθοδόξων τὸ πλήρωμα. Ὅθεν πρὸς αὐτήν, ἐν ἀγαλλιάσει ἀνακράξωμεν· Ὁσία παγγέραστε, ἐν οὐρανοῖς τρυφῶσα, τῆς αἰωνίου χαρᾶς καὶ ἀπολαύσεως, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν εὐσεβῶς ὑμνούντων σε.

 

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.

Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν, παντοδυνάμῳ Σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος.

 

 

 

Εἰς τόν Στίχον, Ἰδιόμελα τῆς Ἰνδίκτου. Ἦχος α΄. Ἰωάννου Μοναχοῦ.

Ἐπέστη ἡ εἴσοδος τοῦ ἐνιαυτοῦ, συγκαλοῦσα γεραίρειν ταύτην τοὺς λαμπρύνοντας, Καλλίστην, Εὔοδον καὶ Ἑρμογένην, τοὺς αὐταδέλφους ἀθλητάς, Συμεὼν τὸν ἰσάγγελον· Ἰησοῦν τὸν τοῦ Ναυῆ, τοὺς ἐν Ἐφέσῳ Ἑπταρίθμους Παῖδας, καὶ τὴν τετραδεκαπύρσευτον τῶν Ἁγίων Γυναικῶν χορείαν· ὧν ταῖς μνείαις κοινωνοῦντες, φιλέορτοι, βοήσωμεν ἐκτενῶς· Κύριε, εὐλόγησον τὰ ἔργα τῶν χειρῶν Σου, καὶ καταξίωσον ἡμᾶς λυσιτελῶς περαιῶσαι, τὴν τοῦ χρόνου περίοδον.

 

Στ. Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών.

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ, καὶ τὴν Πόλιν ἡμῶν φύλαττε ἀπολιόρκητον· τοὺς δὲ πιστοὺς Βασιλεῖς ἡμῶν, ἐν τῇ δυνάμει Σου εὔφρανον, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων, διὰ τῆς Θεοτόκου, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἦχος β΄. Στ. Πλησθησόμεθα ἐν ἀγαθοῖς τοῦ οἴκου Σου.

Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα Σου, καὶ αἱ ὁδοί Σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ Θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε· διὰ τοῦτό Σοι βοῶμεν· Ἀγαθὲ Κύριε, δόξα Σοι.

 

Τῆς Ὁσίας. Ὁ αὐτός. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Ὁσία Μῆτερ, σαρκὸς καταφρονήσασα, ἀσκήσει ἐγκαρτερήσασα, καὶ ἀρεταῖς φερωνύμως εὐανθήσασα, ἐν Παραδείσῳ ἔσχες, πλουσίαν τῶν πόνων τὴν ἀντίδοσιν, Χριστῷ τῷ Θεῷ παρισταμένη, καὶ Τούτῳ πρεσβεύουσα, ῥυσθῆναι ἐκ πειρασμῶν καὶ θλίψεων, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὁσία Μῆτερ, Εὐανθία ἀξιάγαστε, τὴν ἀγαθὴν μερίδα, εὐαγγελικῶς ἐκλεξαμένη, τῶν ἀρετῶν μυστικόν, ἐδείχθης καλλιέρημα· Χριστῷ γὰρ ἠκολούθησας, τῷ ἀγαθῷ γεωργῷ τῶν ψυχῶν, καὶ εὖ μάλα ἐξήνθησας, ἐν τῷ λειμῶνι τῆς ἀσκήσεως, ἀνθηφοροῦσα ταῖς δωρεαῖς τοῦ Πνεύματος. Ὅθεν σήμερον οἱ πιστοί, τῇ εὐωδίᾳ εὐφραινόμενοι, τῆς ἄνωθεν δοθείσης σοι χάριτος, τὴν μνήμην σου ἐπιτελοῦμεν, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν ἐν σοὶ θαυμαστὸν ὡς γέγραπται.

 

 

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.

Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου Φιλάνθρωπε τῇ γῇ Σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς Σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν, Σῶτερ· ἀλλ᾿ Αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ Σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος β΄. Τῆς Ἰνδίκτου.

Ὁ πάσης Δημιουργός τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν Πόλιν Σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Δόξα. Τῆς Ὁσίας. Ἦχος γ΄. Θείας πίστεως.

Θείων ἔργων σου, τῇ γεωργίᾳ, τῆς ἀσκήσεως, ἐν τῷ λειμῶνι, Εὐανθία εὖ μάλα ἀνθήσασα, ταῖς ἀνθηπνόοις ὀσμαῖς τῶν χαρίτων σου, τῆς Ἐκκλησίας μυρίζεις τὸ πλήρωμα. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος βαρύς.

Χαῖρε Κεχαριτωμένη, Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ Σοῦ γὰρ ἐσαρκώθη, ὁ Λυτρωτὴς τοῦ Κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη· πρέσβευε Χριστῷ τῶ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Πτερωθεῖσα ἀγάπῃ τῇ θεϊκῇ, κατεφρόνησας πάντων τῶν ἐπὶ γῆς, καὶ χαίρουσα ἔδραμες, πρὸς ἀσκήσεως σκάμματα, ἐν παννύχοις στάσεσι, νηστείαις τε δάκρυσιν, εὐχαῖς καὶ ἀγρυπνίαις, ἀπαύστως σχολάζουσα. Ὅθεν ἀπαθείας, ἀνελθοῦσα πρὸς ὕψος, Ἀγγέλων τὰ τάγματα, ὡς ἐπόθησας ἔφθασας, Εὐανθία ἀοίδιμε· μεθ’ ὧν τῷ ἀθανάτῳ Θεῷ, μελῳδοῦσα ὕμνον τὸν τρισάγιον, τῶν εὐσεβῶν μὴ ἐλλίπῃς, θερμῶς μνημονεύουσα.

Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὅμοιον.

Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων Σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν Πόλιν Σου· οἱ οἰκτιρμοὶ καὶ γάρ Σου, εἰς πάντα τὰ ἔργα Σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· Σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην τιμήσωμεν, τῆς Εὐανθίας πιστοί, καὶ ταύτῃ βοήσωμεν, ἐν κατανύξει ψυχῆς· Ὁσία πανεύφημε, πρέσβευε τῷ Κυρίῳ, ἐν πολλῇ παῤῥησίᾳ, δοῦναι παραπτωμάτων, ὡς Θεὸς ἐλεήμων, ἡμῖν τοῖς ἀπεγνωσμένοις, τελείαν συγχώρησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε· λῦσον τὰς περιστάσεις, τῶν εἰς Σὲ προστρεχόντων· σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων Σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τὸν Νυμφίον τῶν ψυχῶν, ὡς ἐρασθεῖσα μανικῶς, ἠκολούθησας Αὐτῷ, ἐπὶ τῶν ὤμων τὸν Σταυρόν, ὦ Εὐανθία πανεύφημε ἀραμένη, καὶ ἀσκητικοῖς, ἀγωνίσμασι, Τούτου ἐκλεκτή, νύμφη πέφηνας, καὶ εἰς ζωῆς τὸν ἄφθαρτον νυμφῶνα, πανευπρεπὴς εἰσελήλυθας. Διὸ δυσώπει, ὑπὲρ τῶν πίστει, τὴν σὴν μνήμην τελούντων.

Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὅμοιον.

Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, Σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· ὑπὸ τῆς Σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς, τῆς τεκούσης Σε, καὶ πάντων τῶν ἀεί, εὐαρεστούντων Σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι Σοι, ὡς Ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς Σε δοξάζοντας.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…

Τὰ πρόσκαιρα λιποῦσα, καὶ οὐράνιον ζωήν, ἐν σώματι βιοτεύσασα, τὰ αἰώνια ἐκτήσω, καὶ οἷα νύμφη τοῦ Χριστοῦ, Εὐανθία δεδόξασαι. Ὅθεν πρέσβευε ἐκτενῶς, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

 

Εἶτα οἱ Κανόνες· τῆς Ἰνδίκτου καὶ τῆς Ὁσίας, φέρων ἀκροστιχίδα κατ᾿ Ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις· Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀνθήσασα ἄνθη τῶν ἀρετῶν, εὖ μάλα ἐν πόνοις, Εὐανθία ἀσκητικοῖς, τῆς σὲ εὐφημοῦσι διαπνέεις, τὴν μυστικὴν εὐωδίαν τῆς χάριτος.

Βιώσασα Μῆτερ ἀσκητικῶς, καὶ καταβαλοῦσα, τὸν δυνάστην καρτερικῶς, ἐκτήσω ἀξίως Εὐανθία, παρὰ Θεοῦ τῶν καμάτων τὰ ἔπαθλα.

Γεώδεις φροντίδας καὶ ἠδονάς, προθύμως λιποῦσα, ἠκολούθησας τῷ Χριστῷ, ᾧ καὶ ἐνυμφεύθης Εὐανθία, τὰς ἀρετὰς Αὐτῷ προῖκα προσάξασα.

Θεοτοκίον.

Κυήσασα Κόρη ἄνευ σπορᾶς, ἁγνῶν ἐξ αἱμάτων, τὸν Σωτῆρα ἡμῶν Χριστόν, ἀνθρώπων ἐλύτρωσας τὸ γένος, τῆς ἁμαρτίας· διό Σε δοξάζομεν.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Δοχεῖον ὑπέρτιμον, ἐγένου Μῆτερ τῆς χάριτος, παθῶν Εὐανθία τὰς κινήσεις, τῇ ἀσκήσει νεκρώσασα.

Ἐλέους τὸν Κύριον, προσδεχομένη ὡς πάνσοφος, τῷ Εὐαγγελίῳ Εὐανθία, τὴν ζωήν σου ἐῤῥύθμισας.

Ζηλοῦσα τὰ κρείττονα, τῶν ἐπιγείων ἠλόγησας, καὶ ἐν καρτερίᾳ Εὐανθία, τὸν Σταυρόν σου ἐβάστασας.

Θεοτοκίον.

Ὑμνοῦμεν Πανάχραντε, τὸ μέγα θαῦμα τοῦ τόκου Σου, δι᾿ οὗ τοῖς ἀνθρώποις ἐπεφάνη, τοῦ Θεοῦ τὸ σωτήριον.

 

 

 

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἀναθεῖσα εὐσεβῶς, τὴν ἔφεσίν σου τῷ Χριστῷ, ἀπηρνήσω νουνεχῶς, πᾶσαν φροντίδαν κοσμικήν, καὶ ἐν νηστείαις, εὐχαῖς τε καὶ ἀγρυπνίαις, Τοῦτον ἐπὶ γῆς, ἐθεράπευσας, καὶ ἐν οὐρανοῖς, τῶν ἀγώνων σου, εἰς ἑκατὸν ἐκτήσω Εὐανθία, σὺ κατ’  ἀξίαν τὰ ἔπαθλα. Διὸ δυσώπει, ψυχὰς σωθῆναι, τῶν πιστῶς σε ὑμνούντων.

Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ὅμοιον.

Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, Σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· ὑπὸ τῆς Σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς, τῆς Τεκούσης Σε, καὶ πάντων τῶν ἀεί, εὐαρεστούντων Σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι Σοι, ὡς Ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς Σε δοξάζοντας.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ ὑπέρτιμος μνήμη σου, Εὐανθία σήμερον ἀνατείλασα, ὡς φωστὴρ λάμπει τοῖς πέρασι, καὶ φωτίζει πάντας τοὺς τιμῶντάς σε.

Θεὸς ἄμωμον νύμφην σε, Ἑαυτῷ προσήκατο προσδεξάμενος, σῆς ἀσκήσεως τὰ σκάμματα, Εὐανθία προῖκα ὡς πολύτιμον.

Ἱερεῖον εὐπρόσδεκτον, σεαυτὴν προσήγαγες τῷ Κυρίῳ σου, νεκρωθεῖσα δι’ ἀσκήσεως, Εὐανθία κόσμῳ καὶ τοῖς πάθεσι.

Θεοτοκίον.

Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ παντοίων θλίψεων καὶ στενώσεων, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου, καὶ ὑμνοῦντας πόθῳ τὴν λοχείαν Σου.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Κόσμου ὁλικῶς, τοῦ ματαίου κατεφρόνησας, καὶ ἐφαύλισας τὸ φρόνημα αὐτοῦ, Εὐανθία ἀρετῶν τοῖς κατορθώμασι.

Λόγος οὐκ ἀρκεῖ, Εὐανθία ἐπαινέσαι σε· γενναιότητι γὰρ πίστεως ἐχθρόν, τὸν τῆς Εὔας πτερνιστὴν καταπεπάτηκας.

Μένει ἐσαεί, Εὐανθία σὸν μνημόσυνον, ὅτι δίκαιος ἐφάνης ἐπὶ γῆς, ὡς φυλάξασα Θεοῦ τὰ δικαιώματα.

Θεοτοκίον.

Ἴδε ἐφ᾿ ἡμᾶς, Θεοτόκε Ἀειπάρθενε, καὶ θεράπευσον τὰ τραύματα ἡμῶν, ἡ τὸν μέγα ἰατρὸν Χριστὸν κυήσασα.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ναμάτων ζωοποιῶν, ἐπλήσθης ὅλη τοῦ Πνεύματος, ξηράνασα τῶν παθῶν, ἀσκήσει τοὺς ῥύακας, καὶ βλύζεις χαρίσματα, Μῆτερ Εὐανθία, τοῖς τιμῶσί σε ἐν ᾄσμασι.

Ξενότροπον βιοτήν, ἐπὶ τῆς γῆς ἐκτελέσασα, ξενίας τῆς ὑπὲρ νοῦν, ἐν πόλῳ ἀπήλαυσας· Χριστὸν γὰρ ποθήσασα, κόσμου τοῦ ματαίου, Εὐανθία κατεφρόνησας.

Ὁ βίος σου θαυμαστός, καὶ πλήρης ὤφθη τῆς χάριτος· λειμῶνα γὰρ ἀρετῶν, ψυχὴν ἀπετέλεσας, ὁσίως ἀνθήσασα, Μῆτερ Εὐανθία, γεωργίᾳ τῆς ἀσκήσεως.

Θεοτοκίον.

Λαμπάδα Σε φαεινήν, Θεοκυῆτορ γινώσκοντες, τοῦ ἀνεσπέρου φωτός, πιστῶς ἐκβοῶμέν Σοι· φωτὶ τῆς πρεσβείας Σου, φώτισον τὸ σκότος, τῶν ψυχῶν τῶν ἀνυμνούντων Σε.

 

Κοντάκιον τῆς Ἰνδίκτου. Κυρίλλου Πατριάρχου.  Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ὁ ἀῤῥήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ Αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ Σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τὰς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν Σου θέλημα.

Ἕτερον τῆς Ὁσίας. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἐν καρδίᾳ φέρουσα, τὸν ἐπουράνιον πόθον, τὴν ὁδὸν ἐβάδισας, τῶν ἀρετῶν θεοφρόνως· ᾔσχυνας, τὴν πανουργίαν τοῦ παλαμναίου· ἔλαμψας, καθάπερ ἥλιος τῇ ἀσκήσει· διὰ τοῦτο Εὐανθία, ἐδόξασέ σε, ὁ ἐν Τριάδι Θεός.

Ὁ Οἶκος.

Τήν τοῦ Κυρίου φωνήν ἀκούσα λέγουσαν, ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι, τά ἐν κόσμῳ προφρόνως κατέλιπες καί εὐαγγελικῶς Αὐτῷ ἠκολούθησας, ἐν νηστείαις, προσευχαῖς καί ἀγρυπνίαις σχολάζουσα καί τῷ σώματι ἀσκήσει κακοπαθοῦσα. Τίς οὖν ὑμνήσει τήν καλήν προθυμίαν σου ἤ τίς μακαρίσει τῆς πολιτείας σου τά ὑπέρ φύσιν ἀγωνίσματα; Ὁσίως γάρ καί δικαίως ἐπολιτεύθης καί εὖ μάλα φερωνύμως ἐξήνθησας τῶν ἀρετῶν τά ευώδη βλαστήματα, τῇ μυστικῇ γεωργίᾳ τῆς χάιτος· διά τοῦτο Εὐανθία ἐδόξασά σε ὁ ἐν Τριάδι Θεός,

 

Μηνολόγιον.

Τῇ Α΄ τοῦ αὐτοῦ μηνὸς, Μνήμη τῆς Ὁσίας Εὐανθίας.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Πόνοις ἀτρύτοις Εὐανθία, τῆς ἀσκήσεως φαιδρῶς ὡραϊσμένη, πρὸς τὴν ἄνω ζωήν, μετέστης μετὰ δόξης, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῶν τιμώντων σε ἐκ πόθου.

Ῥώμη ῥωσθεῖσα Εὐανθία, τῆς πρὸς Κύριον ἀγάπης τὴν καρδίαν, τῷ ἀρχαίῳ ἐχθρῷ, ἀνδρείως συνεπλάκης, καὶ τούτου ἐθριάμβευσας, τὴν ἀπύθμενον κακίαν.

Σάρκα Ὁσία Εὐανθία, ταπεινώσασα τελείᾳ ἐγκρατείᾳ, τὴν ψυχὴν πρὸς Θεόν, ἀνύψωσας καὶ εὗρες, νυμφῶνα τὸν οὐράνιον, εἰς τερπνήν σου κατοικίαν.

Θεοτοκίον.

Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, τῆς Σῆς χάριτος ἀπλέτῳ φωταυγείᾳ, ἡ τοῦ κόσμου τὸ φῶς, Χριστὸν τὸν Ζωοδότην, ὑπερφυῶς κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῇ ἐναρέτῳ, ὦ Εὐανθία ζωῇ σου, μεγαλύνασα τὸν Κύριον τῆς δόξης, Αὐτοῦ ἐν ὑψίστοις, τῆς θέας ἠξιώθης.

Ὑμνολογίαις, σὲ Εὐανθία τιμῶμεν, ὡς διάδημα γυναίων θεοφρόνων, σκεῦος ἐγκρατείας, καὶ τύπον εὐσεβείας.

Φαίνεις τῷ κόσμῳ, τῆς χάριτός σου τῇ αἴγλῃ, ὥσπερ ἥλιος φωσφόρος Εὐανθία, φωτίζουσα πάντας, τοὺς μακαρίζοντάς σε.

Θεοτοκίον.

Ὁ σὺν Πατρί τε, καὶ Θείῳ Πνεύματι Λόγος, βασιλεύων τῶν αἰώνων Θεοτόκε, ἐκ Σοῦ ἐσαρκώθη, βροτῶν εἰς σωτηρίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χαρᾶς ἀνεκλαλήτου, μέτοχος ἐγένου, ἐν προσευχαῖς τε νηστείαις καὶ δάκρυσιν, ὦ Εὐανθία θεόφρον, τὸ σῶμα θλίψασα.

Ψαλμοῖς σε Εὐανθία, ἀνυμνολογοῦμεν, ὅτι Κυρίῳ ἀμέμπτως δουλεύσασα, ἐταμιεύσω τὸν θεῖον, πλοῦτον τῆς χάριτος.

Ὤ Μῆτερ Εὐανθία, σκέπε ἐν κινδύνοις, τοὺς ἐκτελοῦντας εὐφήμως τὴν μνήμην σου, καὶ εὐφημοῦντας ἐκ πόθου, τὰς ἀριστείας σου.

Θεοτοκίον.

Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἐκ Σοῦ προῆλθεν ἐν χρόνῳ ὁ Ἄναρχος, ἀνθρώπων σῴζων τὸ γένος, τῆς καταπτώσεως.

 

Ἐξαποστειλάριον. Τῆς Ἰνδίκτου. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε, ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, Δημιουργέ, Παντοκράτορ, Σοὶ προσπίπτομεν πάντες, καὶ Σὲ καθικετεύομεν· τὸ παρόν ἔτος τοῦτο, ὡς Ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τοὺς Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν Σου Οἰκτίρμον.

Τῆς Ὁσίας. Ὅμοιον.

Εὖ μάλα ἐξανθήσασα, τῇ καλῇ γεωργίᾳ, τῶν ἐν ἀσκήσει πόνων σου, φερωνύμως Ὁσία, καὶ ἀνθηφόρος ὀφθεῖσα, ἀρεταῖς ἀνθυπνόοις, εὐωδιάζεις χάριτι, μυστικῶς τὰς καρδίας τῶν εὐσεβῶν, τῶν ἐπιτελούντων σου Εὐανθία, ἐν κατανύξει σήμερον, τὴν πανίερον μνήμην.

Θεοτοκίον.

Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ Σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων Σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης Σε, καὶ τῶν θείων Ἀγγέλων.

 

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου γ΄  Ἦχος γ´. Ἰωάννου Μοναχοῦ.

Προαιώνιε Λόγε τοῦ Πατρός, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ συστησάμενος τὴν κτίσιν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, καὶ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, δωρούμενος εἰρήνην ταῖς Ἐκκλησίαις Σου, νίκας τῷ πιστοτάτῳ Βασιλεῖ, εὐφορίαν τε τῇ γῇ, καὶ ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος δ´. Τοῦ αὐτοῦ.

Ἡ Βασιλεία Σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν· εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν Σοι· Κύριε δόξα Σοι.

 

Ὁ αὐτός. Ἀνδρέου Πυροῦ.

Αἱ πορεῖαί Σου ὁ Θεός, αἱ πορεῖαί Σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς οἰκονομίας Σου, τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον Σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀράν, τοῦ παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ, καιροὺς καὶ χρόνους ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν Σου ἀγαθότητα· Κύριε δόξα Σοι.

 

Τῆς Ὁσίας.Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῆς Εὐανθίας συμφώνως, ἐπιτελέσωμεν, οἱ εὐσεβεῖς τὴν μνήμην, πρὸς αὐτὴν ἐκβοῶντες· πάρεσο Ὁσία, ὡς εὐμενής, πρὸς ἡμᾶς τοὺς τιμῶντάς σε, ἐξαιρουμένη κινδύνων παντοδαπῶν, τὴν ζωὴν ἡμῶν πρεσβείαις σου.

 

Ἀσκητικῇ γεωργίᾳ, ἀνθηφορήσασα, τῶν ἀρετῶν τὰ ἄνθη, Εὐανθία Ὁσία, εἰς κόρον διαπνέεις τὴν μυστικήν, εὐωδίαν τῆς χάριτος, τῶν ἐκτελούντων τὴν μνήμην σου εὐσεβῶς, τὰς ψυχὰς ἀρωματίζουσα.

 

Ἐν τῆς ζωῆς τῷ νυμφῶνι, κατασκηνώσασα, καὶ ἐν αὐτῷ συνοῦσα, τοῖς χοροῖς τῶν Ἁγίων, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Εὐανθία ἀοίδιμε, ὡς ἂν ῥυσθῶμεν ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ τοῦ παναλάστορος.

 

Δόξα. Τῆς Ὁσίας. Ἦχος πλ. δ΄.

Εὐαγγελίου τὰ ῥήματα φυλάττουσα, ἀσκητικῇ πολιτείᾳ διέπρεψας, καὶ ἀγγελικὴν ἐπεδείξω ἅμιλλαν, ἐν γυναικείῳ σώματι, καταγωνισαμένη τὸν ἀντίπαλον, Εὐανθία Μῆτερ ἀξιάγαστε· διὸ στεφανηφόρος ἀναδέδειξαι, καὶ ὡραϊσμένη παρέστης, ἐν οὐρανοῖς τῷ Χριστῷ, τῷ ἀθανάτῳ Νυμφίῳ σου. Αὐτῷ οὖν πρέσβευε ἀεί, ἐν παῤῥησίᾳ πολλῇ δεόμεθα, διδόναι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Γερμανοῦ.

Ὁ ἀῤῥήτῳ σοφίᾳ, συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν Σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα, ἐν τῇ δυνάμει Σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος Ἀγαθὸς καὶ Φιλάνθρωπος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Εὐανθία ἡ ἐπὶ γῆς, ταῖς ἀσκητικαῖς σου, εὐανθήσασα ἀρεταῖς, καὶ τῇ εὐωδίᾳ, τῆς χάριτος πλησθεῖσα, δι’ ἧς εὐωδιάζεις, τοὺς εὐφημοῦντάς σε.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου