Δευτέρα 30 Αυγούστου 2021

ΑΥΓΟΥΣΤΟΣ 17. ΟΣΙΟΣ ΑΛΥΠΙΟΣ ΕΙΚΟΝΟΓΡΑΦΟΣ ΡΩΣΣΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΙΖ΄

ΑΛΥΠΙΟΣ ΟΣΙΟΣ ΕΙΚΟΝΟΓΡΑΦΟΣ ΡΩΣΣΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστῶν αἱ χορεῖαι, ἀνευφημήσωμεν, τοῦ ἀγγελομιμήτου, Ἀλυπίου τοὺς πόνους, οὕς ἔτλη καθ’ ἑκάστην ἐπιζητῶν, τὴν ζωὴν τὴν αἰώνιον, ἐν τῇ Μονῇ τῶν Σπηλαίων πανευσθενῶς, τοῦ Κιέβου ὁ μακάριος.

 

Τὸν ἐποφθέντα χαρίτων, Θεοῦ κυάθιον, καὶ ὀλετῆρα λέπρας, ἀνιάτου ἐν ὕμνοις, τιμήσωμεν εὐήχοις πάντες πιστοί, θεοφόρον Ἀλύπιον, ὡς ἀσκητὴν καὶ πατέρα πνευματικόν, ἀπλανέστατον καὶ φίλεργον.

 

Τὸν ἐν Σπηλαίοις Κιέβου, λαμπρῶς ἀσκήσαντα, πνευματικὸν πατέρα, χριστωνύμου πληθύος, καὶ κλέος μονοτρόπων περιφανές, θεοφόρον Ἀλύπιον, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, μελιῤῥύτοις μελωδήμασι.

 

Εἰκονογράφον τὸν θεῖον, Ἀγγέλους ἔχοντα, ἐν ἀσθενείας ὥρᾳ, βοηθοὺς ἐν τῇ τέχνῃ, μορφὰς Ἁγίων γράφειν τὰς ἱεράς, ὑπὲρ λόγον Ἀλύπιον, τὸν ἀσκητὴν τὸν θεόπνουν καὶ θαυμαστόν, εὐλαβῶς ἀνευφημήσωμεν.

 

Δόξα. Ἦχος δ΄.

Ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, δοχεῖον διαυγὲς τοῦ θείου Παρακλήτου ἐγένου, Ἀλύπιε Ὅσιε· φιλεργία γάρ, προσευχῇ καὶ νηστείᾳ, σεαυτὸν καθάρας, πρὸς τὴν ἄλυπον ἐν οὐρανοῖς ζωὴν μετέστης· διό σου τὴν μνήμην εὐλαβῶς ἑορτάζοντες, τὸν λαμπρῶς σὲ δοξάσαντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὴν πάνσεπτόν Σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς Σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε, καὶ Ἀπειρόγαμε.

 

 

 

 

Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔνθεε ἀσκητά, σεπτὲ εἰκονογράφε, καὶ ἀπλανὲς ἰθῦντορ, πιστῶν πρὸς σωτηρίαν, Ἀλύπιε ὑμνοῦμέν σε.

 

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις ὁ ἰατήρ, νοσούντων ἀνιάτως, σημειοφόρε Πάτερ, ψυχῶν τε καὶ σωμάτων, Ἀλύπιε τρισόλβιε.

 

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἄγγελοι τοῦ Θεοῦ, ὑπείκοντες λιταῖς σου, ἡμιτελῆ σου ἔργα, Ἀλύπιε πρὸς δόξαν, Κυρίου ἐπεράτωσαν.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς Ὑπεραγία, λιταῖς τοῦ Ἀλυπίου, ἀχλὺν τῆς λύπης δίωξον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Λάβε μοι κατὰ νοῦν, τὴν κλίνην τῆς Παρθένου, χοροῖς τῶν Ἀποστόλων, εὐκόσμως κυκλουμένην, ᾄδουσι τὸν ἐξόδιον.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τὸν συνάναρχον Λόγον.

Ἀσκητὴν τῶν Σπηλαίων Κιέβου φίλεργον, τὸν εἰληφότα τὴν χάριν, γράφειν εἰκόνας σεπτάς, καὶ πρὸς τοῦτο ὑπ’ Ἀγγέλων βοηθούμενον, Ὅσιον καὶ θαυματουργόν, ἐπαινέσωμεν πιστοί, Ἀλύπιον τὸν θεόπνουν, ἀναβοῶντες· εἰκόνας, ἡμᾶς ἀνάδειξον χρηστότητος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δε τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ἀζύγων Ἀλύπιε φωστήρ, ἐν Κιέβῳ ἔλαμψας, τῶν ἀρετῶν σου πυρσεύμασι, καὶ κατεφώτισας, τὴν Μονὴν Σπηλαίου, ἀστραπαῖς ἀσκήσεως, τῆς σῆς· διὸ τὴν μνήμην σου σέβοντες, σὲ μεγαλύνομεν, ὡς Πατέρων ἐκλαμπρότατον, σέλας μάκαρ, τὸ φαῖνον τοῖς πέρασιν.

 

Εἰκόνων Ἀλύπιε χρωστήρ, ὤφθης θεοκίνητος, καὶ ἰθυντὴρ πρὸς τελείωσιν, πιστῶν ἀλάνθαστον· ὅθεν ἠξιώθης, ἰατὴρ ταχύτατος, γενέσθαι θείᾳ χάριτι Ὅσιε, καὶ λέπρας σώματος, ὀλετὴρ θεοφορούμενε, ἀσκουμένων, ἐνθέως ἀρχέτυπον.

 

Πάντας συκοφάντας σου σοφέ, τοῦ Θεοῦ ἡ δύναμις, ἡ πανσθενὴς ἀπεστόμωσεν, Ἀγγέλους πέμπουσα, ἀχειροποιήτως, περατῶσαι ἔργα σου, καὶ γράψαι ἐπὶ ξύλου τὰ πρόσωπα, Ἁγίων πίστεως, ἃ σὺ ἔδει εὐσεβόφροσι, παραδοῦναι, Ἀλύπιε τίμιε.

 

Ἀλύπιε Ὅσιε Θεῷ, οὐρανίῳ ἔρωτι, ἀνατεθεὶς ἐκ νεότητος, πανσόφως ἤσκησας, ἐν Μονῇ Σπηλαίων, καὶ ἀξίως εἴληφας, τὴν χάριν ἰαμάτων θεσπέσιε· διὸ τιμῶντές σε, θαυμασίων ὥσπερ χείμαῤῥον, ἐκτελοῦμεν, σὴν μνήμην γηθόμενοι.

 

Πραότητος φάρε τηλαυγές, ἀκτησίας πρόβολε, στηλογραφία σεμνότητος, κανὼν ἀσκήσεως, προσευχῆς ταμεῖον, ἐργασίας ἔρεισμα, καὶ βάθρον ἐγκρατείας Ἀλύπιε, τῷ Παντοκράτορι, ἀρετῶν σου εὐηρέστησας, τῇ πληθύϊ, καὶ σοῖς κατορθώμασι.

 

Χοροὶ δεῦτε νῦν τῶν ευσεβῶν, συνελθόντες σήμερον, ᾠδαῖς καὶ ὕμνοις ἐμπρέπουσι, τὴν μνήμην στέψωμεν, τοῦ πνευματοφόρου, Ἀλυπίου κράζοντες· μὴ παύσῃ θεοείκελε Ὅσιε, πρεσβεύων Κτίσαντι, καταπέμψαι τοῖς τιμῶσί σε, θείαν χάριν καὶ ἄμετρον ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ πνευματοφόρου Ἀλυπίου μνήμη, ὡς τηλαυγέστατος φωστὴρ ἐπέστη, τὴν Ἐκκλησίαν φαιδρύνουσα· ἀσκητικῶς γὰρ πολιτευσάμενος, καὶ ταπεινὸν δεικνύμενος φρόνημα, πρὸς ὕψος ἀνῆλθεν ἀρετῶν δυσαντίβλεπτον· καὶ νῦν Ἁγίων μορφὰς θεώμενος, ἃς ἐν γῇ ἐπὶ ξύλου κατέγραφε, Χριστῷ ἀεὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς, συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· χαῖροις, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Σοφίας Σειράχ τὸ Ἀνάγνωσμα (Κεφ. ια΄ 10-17).

Τέκνον, μὴ περὶ πολλά, ἔστωσαν αἱ πράξεις σου, ἐὰν πληθυνῇς, οὐκ ἀθῳωθήσῃ. Καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς καὶ οὐ μὴ ἐκφύγῃς διαδράς, ἔστι κοπιῶν καὶ σπεύδων καὶ τόσῳ μᾶλλον ὑστερεῖται, ἔστι νωθρός καὶ προσδρόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχεία περισσεύει. Καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ τῆς ταπεινώσεως αὐτοῦ καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ’ αὐτῷ πολλοί, ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. Δόσις Κυρίου παραμένει εὐσεβέσι καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. κδ΄ 1-12).

Υἱέ, μὴ ζηλώσης κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσης εἶναι μετ’ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως ἐμπίπλανται ταμεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφός ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς. Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν, σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου, ἀλλὰ λογίζονται ἐν συνεδρίοις. Ἀπαιδεύτοις συναντᾷ θάνατος, ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. Ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείσῃ· ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

Εἰς τὴν Λιτὴν, Ἰδιόμελα. Ἦχος α´.

Ἀγάλλου ἐν Κυρίῳ πληθὺς ἡ χριστώνυμος, τὴν μνήμην τελοῦσα τοῦ θεόφρονος Ἀλυπίου, Ὁσίων Πατέρων συναριθμηθέντος δήμοις. Οὗτος γάρ τῶν πάλαι ἀσκητῶν ἀναζωγραφήσας τὸν βίον, ἐν σπηλαίοις Κιέβου θεοφιλῶς ἤσκησεν ἐν χρόνοις ὑστέροις, καὶ Θεῷ ἀκραιφνεῖ διαγωγῇ εὐηρέστησε· καὶ νῦν ὡς υἱὸς καὶ κληρονόμος φωτός, ἀπολαύων τῆς ἀφθίτου μακαριότητος, Χριστῷ τῷ Θεῷ ἡμῶν πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἀσκητῶν Ὁσίων τὸ ἔμψυχον ἀγαλλίαμα, καὶ εἰκονογράφον πνευματέμφορον, Ἀλύπιον τὸν πανένδοξον οἱ πιστοὶ μακαρίσωμεν. Οὗτος γάρ, ἐν ἀσθενείας ὥρᾳ παραδόξως, Ἄγγελον Θεοῦ ἔσχε βοηθὸν ἐν τῇ ἱστορήσει, εἰκόνος τῆς Κοιμήσεως τῆς Θεοτοκου. Θαυμάτων οὖν αὐτουργὸς γενόμενος, ὡς γνησιότατος Κυρίου θεράπων καὶ φίλος, Αὐτῷ χάριν εἴληφε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τὸν θεόκριτον ὁδηγὸν εὐσεβούντων χορείας, τὸν δεδεγμένον θαυμάτων χάριν πλουσίως θεόθεν, Ἀλύπιον ἀξιοχρέως ὑμνήσωμεν· ἑαυτὸν γάρ ποιήσας προσευχῆς ἐργαστήριον, καὶ φιλοπονίας ὀφθεὶς ἐνδιαίτημα, ἠξιώθη στεφάνους δρέψασθαι ἀϊδιότητος· ὅθεν Ἀγγέλοις νῦν συναγαλλόμενος, καὶ Κυρίου τὸ ἀμήχανον κάλλος θεώμενος, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει, σωθῆναι πάντας ἡμᾶς.

 

Ἦχος δ΄.

Ἀσκητικαῖς ἀριστείαις σεαυτὸν καθαγνίσας, λεπρὸν ἐκ τῆς νόσου ἐκάθηρας, καὶ Ἀγγέλους ἔσχες βοηθούς, ἐν τῇ ἱστορήσει τῶν εἰκόνων σου, Ἀλύπιε θεοδόξαστε· ὅθεν τῶν νυχθημέρων πόνων σου κηρύττοντες τὴν χάριν, καὶ τὴν σεπτήν μνήμην ἑορτάζοντες, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα Κύριον δοξάζομεν, Ἀσκητὰ Ὁσιώτατε.

Δόξα. Ὁ αὐτός.

Τῶν ἀρετῶν σου πυρσεύμασιν αὐγαζομένη, ἡ τοῦ Χριστοῦ Ἐκκλησία θεοπρεπῶς μακαρίζει σε, Ἀλύπιε Πάτερ θειότατε· ἐξέλαμψας γὰρ ἐν ὑστέροις χρόνοις, ὡς παμφαέστατος λαμπτήρ, ἀρετῆς θεαρέστου, καὶ θαυμάτων ξενοφανῶν σέλας ἀείφωτον· ὡς οὖν τῶν Ἀγγέλων ὁμόσκηνος, σὺν αὐτοῖς ἱκέτευε τὸν ἀγαθόδωρον Κύριον, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον· καὶ τὸ ζωα-χικόν καὶ θεοδόχον Σου σῶμα κηδεύσαντες, ἔχαιρον Πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν· δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην Σου ἑορτάζοντες, ἐκβοῶμέν Σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἀπλανὴς ὁδηγός, καὶ ὁδοδείκτης πρὸς τὸν Κτίστην ἀλάνθαστος, Ἀλύπιε θεοφόρε, ἡ τῶν θαυμάτων πηγή, ἰαμάτων ῥεῖθρα, ἀναβλύζουσα· λεπρὸν γὰρ ἐκάθηρας, τῷ τιμίῳ χρωστῆρί σου, καὶ σκοτοδίνην, ψυχικὴν ἀπεδίωξας, τούτου Ὅσιε, τῇ ἀφθόνως δοθείσῃ σοι, χάριτι· ὅθεν σήμερον, τιμῶντες τοὺς πόνους σου, τοὺς ἱεροὺς καὶ τελοῦντες, τὴν πανσεβάσμιον μνήμην σου, δοξάζομεν πίστει, τὸν λαμπρῶς δοξάσαντά σε, Χριστὸν καὶ Κύριον.

 

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ τοῦ Λουκᾶ μιμητής, τοῦ Ἀποστόλου εὐλαβῶς ἱστορήσαντος, εἰκόνας τῆς Θεοτόκου, τὰς πρώτας καὶ ἱεράς, σπηλαιῶτα Πάτερ, πνευματέμφορε, Ἀλύπιε Ὅσιε, τῶν Ἀγγέλων ὁμόσκηνε, εἰκονογράφε, θαυμαστὲ καὶ περίδοξε, πιστῶν τὰ συστήματα, εὐεργετήσας σοῖς λόγοις, καὶ πλήθει τῶν θαυμασίων σου· διό σε τιμῶντες, τὴν ὑπέρλαμπρόν σου μνήμην, πανηγυρίζομεν.

 

 

 

 

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ πρᾶος καὶ ἀφανής, εἰκονογράφος τῶν Σπηλαίων ὃν Κύριος, ἐδόξασε κατ’ ἀξίαν, ὡς τηρητὴν τῶν Αὐτοῦ, ἐντολῶν καὶ φίλον, γνησιότατον, Ἀλύπιε πάντιμε, τῆς ἀγάπης ὁ χείμαῤῥος, χρηστοηθείας, καὶ συνέσεως πρόβολος, ὑποτύπωσις, ἀληθὴς τῆς ἀσκήσεως· Ἄγγελος γὰρ εἰκόνα σου, σεπτὴν τῆς Κοιμήσεως, τῆς Θεοτόκου προστάξει, Θεοῦ ταχὺ ἐπεράτωσεν, ἣν οὐκ ἡδυνήθης, περατῶσαι διὰ λόγους, τῆς ὑγείας σου.

 

Δόξα. Ἦχος δ΄.

Τῆς ἀδικίας ἀγογγύστως αἵρων τὸν σταυρὸν Ἀλύπιε, καὶ χαίρων ἐν τοῖς πειρασμοῖς καὶ τοῖς παθήμασί σου, παρὰ τοῦ δικαιοκρίτου Κυρίου ἄρτι ἐδοξάσθης. Κατιδὼν γὰρ ὁ Βλαδίμηρος τὸν ναὸν καέντα, καὶ ἀβλαβεῖς τὰς ἐν αὐτῷ σοὶ παραγγελθείσας εἰκόνας, ἃς χρωστὴρ Ἀγγέλων ἐπεράτωσε ξένως, τὸ μεγαλεῖον τῆς σῆς ταπεινώσεως διεκήρυττε· διὸ νῦν καὶ ἡμεῖς σὺν αὐτῷ, ὡς ἀρετηφόρον Πατέρα μεγαλύνοντες, καὶ τὸ ἄμετρον τῶν σῶν χαρίτων ἀναμέλποντες, Χριστὸν δοξάζομεν τὸν σὲ δοξάσαντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον Σου σῶμα κηδεύσαντες, ἔχαιρον Πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν· δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην Σου ἑορτάζοντες, ἐκβοῶμέν Σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τὸν συνάναρχον Λόγον.

Ἀσκητὴν τῶν Σπηλαίων Κιέβου φίλεργον, τὸν εἰληφότα τὴν χάριν, γράφειν εἰκόνας σεπτάς, καὶ πρὸς τοῦτο ὑπ’ Ἀγγέλων βοηθούμενον, Ὅσιον καὶ θαυματουργόν, ἐπαινέσωμεν πιστοί, Ἀλύπιον τὸν θεόπνουν, ἀναβοῶντες· εἰκόνας, ἡμᾶς ἀνάδειξον χρηστότητος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Θεράπων τοῦ Θεοῦ, ἱερὸς ἀνεδείχθης, Ἀλύπιε σοφέ, σῇ ἀόκνῳ ἀσκήσει· διόπερ δόξαν ἄληκτον, ὥσπερ κλῆρον ἀπείληφας, ὁσιώτατε, ἐν ᾗ μὴ παύσῃ πρεσβεύων, τῷ Παντάνακτι, πέμψαι τοῖς σὲ ἀνυμνοῦσι, χαρὰν καὶ ὑγείαν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

     Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

     Τῷ ἔρωτι Ὅσιε τοῦ Ζωοδότου Θεοῦ, φλεχθεὶς ἐγκατέλιπες, τὴν κοινωνίαν ταχύ, τοῦ κόσμου Ἀλύπιε, καὶ μιμητὴς Ἀγγέλων, χρηματίσας ἐδείχθης, θαυμάτων ξενοτρόπων, αὐτουργὸς καὶ ἰθύντωρ, πιστῶν πρὸς τὴν ἀγήρω ζωήν, καὶ δόξαν ἄληκτον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

     Τὴν Σὴν ἑορτάζομεν, Κοίμησιν Ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ Σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, προσλαβεῖν τὸ Σὸν πνεῦμα, καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις Σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς Σε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

     Χριστοῦ θεράποντα, θεοειδέστατον, καὶ διαυγέστατον, Ὁσίων ἔκτυπον, εἰκονογράφον τὸν σεπτόν, Σπηλαίων μονῆς Κιέβου, πάντες εὐφημήσωμεν, ὡς χαρίτων τοῦ Πνεύματος, σκήνωμα καὶ χείμαῤῥον, θαυμασίων πολύῤῥυτον, ἀεὶ ἐν κατανύξει βοῶντες· χαίροις Ἀλύπιε θεόφρον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὰ οὐράνια, ἡ νοερά Σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά Σου σκηνή, μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται Παναγία. Ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ Κύριος· δόλον γὰρ εἰργάσαντο, τῷ τιμίῳ Λειψάνῳ Σου. Διὸ σὺν Ἀποστόλοις βοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

     Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

     Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

     Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὁ Ν΄ (50) Ψαλμός.

     Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...

     Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

     Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Τὴν ἀγαθὴν μερίδα ἐκλεξάμενος Ἀλύπιε παμμακάριστε, εὐαγγελικῶς ἀπεστράφης τὸν κόσμον, καὶ Ὁσίων Πατέρων ἠκολούθησας τρίβοις· ὀφθεὶς οὖν Μονῆς Σπηλαίων ἐγκαλλώπισμα, τῆς ἄνω Βασιλείας μέτοχος ἠξιώθης γενέσθαι· ἧς καὶ ἡμᾶς ἀξίωσον θερμαῖς Πάτερ ἱκεσίαις σου.

 

     Εἷτα οἱ Κανόνες· ὁ β΄ τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀλύπιον εἰκονογράφον γεγηθὼς μέλπω. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τό στόμα μου.

     Ἀλύπιον Ὅσιον, εἰκονογράφον περίδοξον, χρωστῆρα οὗ Ἄγγελοι, σαφῶς ἐκίνουν ᾠδαῖς, καταξίωσον, μελισταγέσι στέψαι, τὸν ἄμουσον δοῦλόν Σου, Σῶτερ Πανύμνητε.

     Λαμπτὴρ ἀγαθότητος, καὶ σέλας πάμφωτον νήψεως, Ἀλύπιε ηὔγασας, τῶν σῶν χαρίτων βολαῖς, τοὺς μονάζοντας, ἐν τῇ Μονῇ Σπηλαίων, Κιέβου καὶ πλήρωμα, ἅπαν χριστώνυμον.

     Ὑψίστῳ Ἀλύπιε, Θεῷ ἡμῶν εὐηρέστησας, ἀσκήσεως τρόποις σου, ὑπακοῇ προσευχῇ, καὶ τοῖς ἅλατι, σοῖς λόγοις ἠρτυμένοις, Πατέρων σεμνείου σου, ταῖς ὁμηγύρεσι.

Θεοτοκίον.

     Παντάνασσα Δέσποινα, Χριστιανῶν καταφύγιον, Κυρίῳ προσάγαγε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τὰ αἰτήματα, τῶν Σὲ μεγαλυνόντων, ὡς ἔνθερμον πρέσβειρα, πάντων τῶν δούλων Σου.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

     Ἰθύνας Ἀλύπιε σοὺς πόδας, εἰς μάνδραν Σπηλαίων τὴν σεπτήν, ἁγιογράφος γέγονας, ἐνάρετος καὶ ἄριστος, καὶ ἀσκητὴς πανόσιος, χαρίτων θείων ἀνάπλεως.

     Ὁσίων Ἀλύπιε λαμπρότης, ἀπέκτησας χάριτι Θεοῦ, τὴν δύναμιν οὐράνια, ἀποτυποῦν χαρίσματα, ἐν ταῖς μορφαῖς τῶν Ἁγίων σου, ἅπερ αὐτοὺς κατεστόλιζον.

     Νυχθημερὸν Ὅσιε ἀγῶνα, Ἁγίων ἐγένου μιμητής, τῶν παλαιῶν Ἀλύπιε, Πατέρων νέμων χρόνον σου, τῇ προσευχῇ καὶ ἔργῳ σου, εἰκόνων τῆς ἱστορήσεως.

Θεοτοκίον.

     Ἐλέους πηγὴ Θεογεννῆτορ, εὐΐλατον Κτίστην καὶ Θεόν, δυσώπει Ὃν ἐκύησας, ὑπερφυῶς διδόναι μοι, παραπτωμάτων ἄφεσιν, τῷ Σὲ ὑμνοῦντι Μητρόθεε.

    

Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. β΄. Αὐτόμελον.

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

     Παμφαέστατε, σοφίας λύχνε, θεοδώρητον, χαρίτων σκεῦος, καὶ ἀόκνου ἐργασίας κειμήλιον, εἰκονογράφε σεπτὲ καὶ συνέκδημε, τῆς εὐσεβείας παμμάκαρ Ἀλύπιε, τὸν Παντάνακτα, δυσώπει ἀεὶ δωρήσασθαι, τοῖς πόθῳ σε τιμῶσι θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Τὴν ὡραιότητα.

Ἐν τῇ Γεννήσει Σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει Σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἱερότητι τοῦ βίου, ἀσκητὴς ἐνθεώτατος, ὤφθης ἐν τῷ κόσμῳ, Ὅσιε παμμάκαρ Ἀλύπιε, ὁ φιλακόλουθος φίλεργος καὶ ἄγρυπνος, τῶν τιμώντων σε, νῦν πρεσβευτής πρὸς τὸν Κύριον.

Καθαρώτατον δοχεῖον, Παρακλήτου Ἀλύπιε, ἐκ τῆς ἀνιάτου, νόσου μολυνθέντα ἐκάθηρας, τῇ βοηθείᾳ χρωστῆρος τοῦ τιμίου σου, ἐκτυπώματα, φίλων Θεοῦ εἰκονίζοντος.

Ὁσιότητος πυξίον, θεοφόρε Ἀλύπιε, φαύλους συκοφάντας, ἀφιλαργυρίας σου ᾔσχυνας, ἔχων Ἀγγέλους συνεργάτας σου, πρὸς περάτωσιν, παρηγγελμένων εἰκόνων σοι.

Θεοτοκίον.

Νοητὴ νεφέλη Μῆτερ, τοῦ Ὑψίστου Πανύμνητε, νέμοντος τῷ κόσμῳ, ὑετὸν ἀγήρω βιώσεως, Σοὺς ὑμνητὰς πανταχόθεν περισκέπασον, καὶ ἐπόμβρισον, χαρᾶς ῥανίδας τοῖς δούλοις Σου.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Οὐράνιε ἄνθρωπε, Ἀγγέλων ἰσοστάσιε, σοὶ τῷ ὑπομείναντι ἀσμένως, τὴν ἀδικίαν ἐπιβραβεύων Θεός, κατάνυξιν θείαν κοινωνόν, σὲ χορείας ἔδειξε, τῶν δικαίων Ἀλύπιε.

Γαλήνην οὐράνιον, καὶ φωτισμὸν Ἀλύπιε, μάκαρ δεδεγμένων μονοτρόπων, συμμοναστῶν σου συκοφαντίας ἀχλύν, ἐσκέδασας σθένει θεϊκῷ, καὶ τῷ κόσμῳ ἔλαμψας, ὡς ἀστὴρ ἀγαθότητος.

Ῥανίσιν ἱδρώτων σου, τῶν ἱερῶν Ἀλύπιε, ῥύπου ἀπεκάθηρας ἀργίας, τὴν βιοτήν σου καὶ φιλεργίας εἰκών, ὀφθεὶς διαυγὴς καὶ καθαρά, πρότυπον μιμήσεως, μονοτρόποις γεγένησαι.

Θεοτοκίον.

Ἀβρόχως τὸ πέλαγος, τὸ ζοφερὸν βοήθησον, πάντας διαπλεῦσαι Σοῖς οἰκέταις, ἱστίῳ Μῆτερ, Σῆς ἀπλανοῦς ἀρωγῆς, καὶ ἴθυνον τάχιστα ἡμᾶς, πρὸς λιμένα εὔδιον, χαρμονῆς τῆς ἀρτέμονος.

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Φωτὸς ἀδύτου ἀπαύγασμα, Ἀλύπιε Σπηλαίων ἐλάμπρυνας, μονὴν τὴν ἔνδοξον, τῶν νυχθημέρων σου στάσεων, καὶ βίου ἐναρέτου, φαιδροῖς πυρσεύμασιν.

Ὀδμαῖς τερπναῖς χαρισμάτων σου, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας σου, τοῦ κόσμου σύμπαντα, ἀρωματίζουσιν Ὅσιε, Ἀλύπιε ζωγράφων, λαμπρῶν ὀσφράδιον.

Ναὸν ποιήσας φωτόλαμπρον, εὐχῆς ἀδιαλείπτου καὶ νήψεως, ἐδέξω χάριν τοῦ Πνεύματος, ἀφθόνως τοῦ Ἁγίου, θεοφορούμενε.

Θεοτοκίον.

Γραφίδα κίνησον Δέσποινα, Σοῦ δούλου πρὸς θαυμάτων Σου ὕμνησιν, ὡς τοῦ οἰκέτου Σου, τοῦ Ἀλυπίου τοῦ ἔμφρονος, ἐκίνησας χρωστῆρα, πρὸς Σὴν εἰκόνισιν.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Εἰκονογράφον τὸν σεπτὸν καὶ ἀγγελόβιον, χαριτωθέντα οὐρανόθεν ὡς ἑπόμενον, ἀρετῇ Ὁσίων πάλαι κλεινῶν Πατέρων, ἐν Σπηλαίοις τοῦ Κιέβου τὸν ἀσκήσαντα, καὶ πρὸς δόμους οὐρανῶν πολλοὺς ἰθύναντα, πίστει κράζοντες· Χαίροις μάκαρ Ἀλύπιε.

Ὁ Οἶκος.

Ἄλυπον τὸν ἐν πόλῳ, ἐπεπόθησας βίον, Ἀλύπιε χαρὰ τῶν Ἀγγέλων· ἀκραιφνοῦς γὰρ ὀφθεὶς ἀγωγῆς, προβολεὺς χαρίτων θεϊκῶν γέγονας, ἀναπλέως καὶ ηὔφρανας, σοῖς ῥήμασι τοὺς ἐκβοῶντας·

Χαῖρε, Κιέβου ἡ εὐκοσμία·

χαῖρε,  ἐνθέου χαρᾶς αἰτία.

Χαῖρε, γεηρῶν φρονημάτων ὑπέρτερε·

χαῖρε,  ὑψηλῶν νοημάτων συμμέτοχε.

Χαῖρε, ὅτι ἀπεκάθηρας ξενοτρόπως τὸν λεπρόν·

χαῖρε,  ὅτι ἀπημαύρωσας τὸν Σατὰν τὸν βδελυρόν.

Χαῖρε, εἰκονογράφον θεοφόρων λαμπρότης·

χαῖρε,  πνευματοφόρων Ἱερέων φαιδρότης.

Χαῖρε, πιστῶν φωτίσας συστήματα·

χαῖρε,  ψυχῶν αὐγάσας τὰ μύχια.

Χαῖρε, θαυμάτων κρουνὸς πολυχεύμων·

χαῖρε,  ναμάτων πηγὴ ζωηῤῥύτων.

Χαίροις, μάκαρ Ἀλύπιε.

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Εἰκονογράφου, τοῦ ἐν τοῖς Σπηλαίοις Κιέβου ἀσκήσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐνθεώτατε, ἐν ὥρᾳ ἀσθενείας σου, Ἀγγέλους ἔπεμψεν, ἀχειροτεύκτως Χριστός, ποιῆσαι Ἀλύπιε εἰκόνα Ὅσιε, τῆς Κοιμήσεως, τῆς μόνης Θεομήτορος, Ὑπεράγνου Παναγίας.

Γνώσει Ὅσιε, τῇ τῶν κρειττόνων χάριτι, Θεοῦ Ἀλύπιε, θεοσεβή μυηθείς, ἀπέστης ῥευστότητος καὶ ματαιότητος, ἐπειγόμενος, πρὸς τὴν ζωὴν τὴν ἄλυπον, καὶ τὴν ἄπονον ἐν πόλῳ.

Ἡ τοῦ Κτίσαντος, καὶ παντουργοῦ Ἀλύπιε, ἰσχὺς καὶ δύναμις, πρὸς χάριν σὴν ἀσκητά, εἰκόνας ἐχάραξεν ἃς καὶ διέσωσε, θαυματόβρυτε, ἐκ τοῦ πυρὸς τεφρώσαντος, τὸν ναὸν αὐτῶν τὸν θεῖον.

Θεοτοκίον.

Θεοτίμητε, Ἁγνὴ Θεογεννήτρια, τῶν ἐν ταῖς θλίψεσι, στενόντων πάντων χαρά, ἡμῶν μεταποίησον εἰς ἀγαλλίασιν, πανευφρόσυνον, τὴν λύπην ἵνα μέλψωμεν, Σὲ εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Ὤφθης εὐλαβῶν εἰκονογράφων, ἀρχέτυπον πνευματέμφορε Ἀλύπιε, ἀσκητῶν περίδοξον, εὖχος καὶ ἀλάνθαστος, πυξὶς πρὸς τὸν οὐράνιον, Βοῤῥᾶν τὸν πάμφωτον, πληθύος εὐσεβῶν Ὀρθοδόξων, τῶν καταφευγόντων, τῇ σῇ ποδηγεσίᾳ.

Στέφος χρυσοποίκιλτον ἐδέξω, Ἀλύπιε ἐκ χειρῶν τοῦ Παντοκρά-ορος, τοῦ ἐπιβραβεύσαντος, τῇ σῇ ὁσιότητι, χαρὰν καὶ ἀγαλλίασιν, διαιωνίζουσαν, καὶ χάριν δαψιλῆ θαυμασίων, ξένων θεοφόρων, Πατέρων κοσμιότης.

Μύρον διαχέεις φιλοθέου, Ἀλύπιε ἀγωγῆς καὶ ἀγαθότητος, τοῖς ποθοῦσι κρείττονα, βιοτὴν καὶ σπεύδουσιν, ὑμνῆσαι τὴν σὴν ἄσκησιν, δι’ ἧς τῷ Κτίσαντι, Κυρίῳ εὐηρέστησας Πάτερ, ἄκρα ταπεινώσει, ὑπακοῇ καὶ νήψει.

Θεοτοκίον.

Ἔχει Σε χριστώνυμος χορεία, προστάτιν ἐν τοῖς δεινοῖς καὶ ἀντιλήπτορα, ταχινὴν Παντάνασσα, Παναγία Δέσποινα· διὸ καὶ σπεύδει πάντοτε, τῇ ἀντιλήψει Σου, καὶ σκέπῃ τῇ ἁγίᾳ βοῶσα· χαίροις Θεοτόκε, πιστῶν ἡ σωτηρία.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Λάμψας ὡς φωστήρ, εὐχῆς παμφαέστατος, καὶ διακρίσεως, πάντας κατεφώτισας, ἐνασκουμένους, καλῶς Ἀλύπιε, ἐν τοῖς Σπηλαίοις Ὅσιε, Κιέβου θείαις σου, λαμπηδόσιν· ὅθεν τὴν πανσέβαστον, ἐκτελοῦμεν γηθόμενοι μνήμην σου.

Πνεύματος σοφέ, τοῦ θείου ὀσφράδιον, ὀδμαῖς χαρίτων σου, ηὔφρανας ὁμήγυριν, τῶν χριστωνύμων τὴν νῦν τιμῶσάν σε, πνευματοφόρε Ὅσιε, Πατέρων σέμνωμα, μυροθήκην ἀρετῆς ὡς ἔμψυχον, εὐωδίαν Χριστοῦ τὴν ἐκχέουσαν.

Ὡς τῶν στρατιῶν, τῶν ἄνω ὁμόσκηνος, καὶ ἰσοστάσιος, ἀσκητῶν Ἀλύπιε, σημειοφόρων τὸν Παντοκράτορα, συντρίβειν πανουργεύματα ἐχθροῦ ἱκέτευε, ἅπερ οὗτος, καθ’ ἡμῶν τεκταίνεται, ἵνα χαῖρέ σοι πάντοτε.

Θεοτοκίον.

Χάριτος κρουνέ, ζωήῤῥυτε Δέσποινα, πιεῖν τοῖς δούλοις Σου, δὸς σοφίας νάματα, καὶ ὑγείας ὕδωρ εὐφρόσυνον, ἵνα πιστῶς βοῶμέν Σοι· Θεογεννήτρια, τὸν Υἱόν Σου, καὶ Σωτῆρα κτίσεως, ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων Σε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Εἰκονογράφον ἄριστον, Λουκᾶ σεπτοῦ ὁμότεχνον, καὶ ζηλωτὴν πολιτείας, τῶν φωτομόρφων Ἀγγέλων, οὗ τὸν χρωστῆρα Κύριος, ἐκίνει εὐφημήσωμεν, θεοπρεπῶς Ἀλύπιον, ὡς ἀρετῶν μυροθήκην, καὶ δωρεῶν θείων σκεύος.

Καὶ τῆς Ἑορτῆς.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ Σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Πάτερ, θαυμαστὲ Ἀλύπιε, ἐν τοῖς Σπηλαίοις καλῶς, τοῦ Κιέβου ἐνήσκησας, καὶ τὴν χάριν εἵλκυσας, τοῦ Θεοῦ σῇ σεμνότητι, ἀγαθωσύνῃ, παννύχοις στάσεσι, δακρύων ῥείθροις, ἱδρώτων χεύμασι, καὶ ταπεινότητι· ὅθεν πάντες μνήμην σου τὴν παμφαῆ, καὶ φωσφόρον μέλπομεν, λαμπροῖς μελίσμασι.

 

Κλέος, ἀσκητῶν Ἀλύπιε, ὡς ὑπερόπτην φθαρτῶν, καὶ ματαίων ὑμνοῦμέν σε, τὸν σοφῶς ζηλώσαντα, τὰ ἀεὶ διαμένοντα, εἰκονογράφον, τὸν ἱερώτατον, μορφὰς Ἁγίων, Θεοῦ τῇ χάριτι, ἀποτυπώσαντα, ἐκφραζούσας σύνολον τῶν ἀρετῶν, τῶν αὐτῶν σαφέστατα, καὶ τὰ χαρίσματα.

 

Θεῖος, ἰατὴρ Ἀλύπιε, σημειοφόρε λεπροῦ, ἐπομφθεὶς ἀπεκάθηρας, σὺν τῇ νόσῳ σώματος, καὶ ψυχῆς τὴν ἀσθένειαν, Αὐτοῦ δυνάμει, Θεοῦ μακάριε, ὁ ῥύπον πάντων, καθαίρων Ὅσιε, ταῖς πρὸς τὸν Κύριον, ῥυπτικαῖς πρεσβείαις σου καὶ ταῖς ῥοαῖς, τῶν εὐχῶν σου χείμαῤῥε, πνευματικότητος.

 

Πάτερ, εὐκλεὲς Ἀλύπιε, περὶ τὸν θρόνον Χριστοῦ, τοῦ Θεοῦ αὐλιζόμενος, καί Ἀγγέλων τάγμασι, θείων συναγαλλόμενος, μὴ διαλίπης, πρεσβεύων πάντοτε, ὑπὲρ τῶν πίστει ἐκτελούντων σου, μνήμην τὴν πάντιμον, καὶ σεπτὴν ἐν ᾄσμασι θεοειδές, ἀσκητὰ πολύτιμον, δοχεῖον χάριτος.

Δόξα. Ἦχος πλ. α΄.

Τὴν τρίβον τὴν στενὴν βαδίσας, καὶ πρὸς τὴν ἀγήρω ζωήν, ἀσφαλῶς μετοικήσας, παρὰ τοῦ ἀγωνοθέτου Χριστοῦ, τὸν ἀκήρατον ἀπείληφας στέφανον, ἀρετῇ καλλωπιζόμενον, καὶ ἀφθαρσίᾳ ὡραϊζόμενον, θεοφόρε Πάτερ Ἀλύπιε. Χριστῷ οὖν στεφηφόρος παριστάμενος, ὑπὲρ ἡμῶν δεήσεις Αὐτῷ προσάγαγε, ἵνα καὶ ἡμεῖς δόξης κρείττονος τύχωμεν, οἱ τοὺς ἀσκητικοὺς καμάτους σου ἀναμέλποντες, καὶ τὴν ἐτήσιον μνήμην σου, ᾠδαῖς μελισταγέσι καὶ ὕμνοις καταστέφοντες.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν, τὸν ἐπὶ πᾶσι μὴ χωρούμενον· καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν Σου Κοίμησιν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τῆς φιλοπονίας τὸν ἐραστήν, τὸν ἐν τοῖς Σπηλαίοις, τοῦ Κιέβου ἀσκητικῶς, λάμψαντα ἐκθύμως, Ἀλύπιον τὸν θεῖον, εἰκογράφον πάντες, ἀνευφημήσωμεν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου