ΙΟΥΝΙΟΣΝ ΚΓ΄
ΑΝΤΩΝΙΟΣ ΟΣΙΟΣ ΡΩΣΣΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀντώνιε, σκεῦος ἐκλογῆς, τοῦ Ἁγίου Πνεύματος, βλαστὲ θειότατε Νόβγκοροντ, ἄνθος τῆς πίστεως, τὸ εὐωδιάσαν, λίμνην Ντύμαν ἄθλων σου, ὀδμαῖς ἀσκητικῶν, πάντας ηὔφρανας, τοὺς προσιόντας σοι, καὶ λαβεῖν εὐχὴν τὴν θείαν σου, αἰτουμένους, πρὸς βίου ενίσχυσιν.
Ἀντώνιε, κλέος ἀσκητῶν, ὁ ἐκ τῆς νεότητος, μισήσας πάντα τὰ ῥέοντα, καὶ τὰ φθειρόμενα, καὶ σαφῶς ποθήσας, τὰ ἐν πόλῳ ἄῤῥευστα, καὶ εἰς διηνεκὲς παραμένοντα, ὅλῃ ἐφέσει σου, ἀρετῶν ἀνῆλθες κλίμακα, πρὸς σκηνώσεις, παμφώτους ἀπάγουσαν.
Ἀντώνιε μάκαρ, θεαυγῶν, ἀσκητῶν ὑπόδειγμα, ἄντρον παρόχθιον ᾤκησας, πρῶτον καὶ ὕστερον, ἔπηξας καλύβην, ἐν τῆς σῆς ἀσκήσεως, τῷ τόπῳ, πολιστὰ θεοτίμητε, καὶ χαριτόβρυτε, λίμνης Ντύμας, ἰσοστάσιε, Θηβαΐδος, Πατρὸς φερωνύμου σου.
Ἀντώνιε Ὅσιε, μονὴν, μόχθοις σου ἐδόμησας, τῷ Ἀντωνίῳ τῷ μάκαρι, καὶ τῇ Θεόπαιδι, Παναγίᾳ Σκέπῃ, τῶν πιστῶν, ἣν ἔδειξας, ἁπάσης ἀρετῆς οἰκητήριον, καὶ ἐργαστήριον, προσευχῆς ἀόκνου, σέμνωμα, εὐσεβείας, καὶ χάριτος τίμιον.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἰσάγγελον ἄνθρωπον, φερώνυμον καὶ ἰσοστάσιον Ἀντωνίου τοῦ Μεγάλου, καὶ τοῦ Προδρόμου ὁμόζηλον, ἁγιάσαντος Ἰορδάνεια ῥεῖθρα, ἀσκητὴν ὄχθας λίμνης Ντύμα ἱδρώτων ῥεύμασιν ἁγιάσαντα, ὡς σκληραγωγίας ἄκρας ἔκτυπον εὐφημήσωμεν κράζοντες· ὁ μεγάλως κοπιάσας καὶ μισθοῦ ἀξιωθεὶς μεγάλου ἐν πόλῳ, μεγίστων δωρεῶν ἡμᾶς ἀξίωσον, τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης και θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, τῶν ἀσκητῶν, Ἀντώνιε λαμπρότης, ὁ ἐν τῆ λίμνῃ Ντύμᾳ, Θεῷ εὐαρεστήσας, ἀσκητικοῖς παλαίσμασι.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαῖρε, ὁ μαθητὴς, τοῦ Βαρλαὰμ τοῦ θείου, ὁ ἁγιάσας χθόνα, τοῦ Νόβγκοροντ συντόνοις, ἀσκήσεσι καὶ δάκρυσι.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε, ὁ τῆς Μονῆς, τῆς Παναγίας Σκέπης, καὶ θείου Ἀντωνίου, δομῆτορ, φερωνύμου, σεπτοῦ σῆς ὁσιότητος.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, περιφανεῖς Ἁγίους, δεικνὺς εἰς τοὺς αἰῶνας, Τριὰς Ὑπεραγία, ἀμέριστε καὶ σύνθρονε.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, μὴ παύσῃ δυσωποῦσα, τὸν Σὸν Υἱὸν διδόναι, τοῖς μεγαλύνουσί Σε, ἰσχὺν ἄμφω καὶ δύναμιν.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ἐν Ντύμᾳ τῇ λίμνῃ κατατηκόμενον, τὴν σάρκα κακοπαθοῦντα καὶ ἀσιτοῦντα λαμπρῶς, εὐφημήσωμεν θειότατον Ἀντώνιον, ὡς ἀρετῶν ὑφηγητὴν, καὶ διδάσκαλον σοφὸν, συντάγματος μονοτρόπων, αὐτοῦ θερμὰς ἱκεσίας, πρὸς τὸν Θεάνθρωπον αἰτούμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καί τὸ Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Σκληραγωγούμενος πάνυ, κατατηκόμενος, ἀσκήσει τὸ σαρκίον, προσευχόμενος, νήφων, καὶ κλίνων γόνατά σου, Πάτερ σεπτέ, τὸ σὸν πνεῦμα πρὸς Κύριον, ἔτεινας, πᾶσι δωρούμενον τοῖς πιστοῖς, θεῖον ἔλεος, Ἀντώνιε.
Τὸν εὐθαλέστατον γόνον, ἐγκωμιάσωμεν, τοῦ Νόβγκοροντ καὶ ἴον, τῆς Χριστοῦ Ἐκκλησίας, Ἀντώνιον, εὐῶδες καὶ εὐανθές, ἀρετῶν καὶ στερήσεων, ὀδμαῖς ἡδύνοντα πάντας μνήμην αὐτοῦ, ἐκτελοῦντας τὴν πανέορτον.
Ἐκ Βαρλαὰμ τῶν χειλέων, τοῦ οὐρανόφρονος, Ὁσίου τῆς Ῥωσίας, τὸν τρυγήσαντα νέκταρ, γλυκύτατον ἀμέμπτου διαγωγῆς, προσευχῆς καὶ συνέσεως, σοφὸν Ἀντώνιον, μέλψωμεν ἐκτενῶς, φιλοσίων τὰ συστήματα.
Ἐπανακάμψας εἰς Μάνδραν, τῆς μετανοίας σου, μετὰ τῶν θείων Τόπων τὴν προσκύνησιν, μάκαρ, ἀπέλαβες τὸ χρῖσμα διαδοχῆς, Βαρλαάμ, τοῦ σοῦ Γέροντος, οὗπερ ἰσάξιος ὤφθης τῇ ἀρετῇ, καὶ σεμνότητι, Ἀντώνιε.
Τῇ ἀρωγῇ ἡγεμόνος, ὁσίου ἤγειρας, τοῦ Ἀλεξάνδρου Νέφσκυ, καὶ σεπτῇ εὐλογίᾳ, ποιμένος Ἡσαΐου, πανευλαβοῦς, θεοφόρε, τοῦ Νόβγκοροντ, τῇ Θεομήτορος Σκέπῃ Μονὴν λαμπρὰν, καὶ περίδοξον, Ἀντώνιε.
Παρὰ τὰς ὄχθας τῆς λίμνης, Ντύμα ἐνήσκησας, μετὰ σαρκός, στεῤῥόφρον, ὡς ἀσώματος ὄντως, ἁλύσεσι σάρκιον σοῦ τό φθαρτὸν, δεδεμένος, Ἀντώνιε, κακουχουμένων Ὁσίων ὁ ἀκρεμὼν, καὶ τὸ ἔνθεον ὑπόδειγμα.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν εἰς ἀσκητικὸν μεταβαλόντα Παράδεισον, τοὺς παροχθίους τῆς λίμνης Ντύμα λόφους, οὓς καθηγίασεν ἱδρῶσι νυχθημέροις καὶ δάκρυσιν, Ἀντώνιον τὸν Ὅσιον τιμήσωμεν, ὡς ἐραστὴν προσευχῆς καὶ σαρκὸς κατατήξεως, ἐν κατανύξει αὐτῷ κραυγάζοντες· ἰσάγγελε ἄνθρωπε καὶ σαρκοφόρε Ἄγγελε, ὁ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, καὶ ἐπιζητῶν ζωὴν τὴν αἰωνίζουσαν, ὑπερόπτας ἡμᾶς δεῖξον ἀπολαύσεων τῶν προσκαίρων, καὶ ζηλωτὰς τῆς ἐν οὐρανοῖς ἀλήκτου μακαριότητος.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄ 1 - 11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἐπ’ Αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος Αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε Αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο Αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1 - 10).
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε Αὐτὸν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ Πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐ δὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει, εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐσεβῶν γεννητόρων τὸ βλάστημα, τὸν τὴν εὐσέβειαν εἰς ἀσκητικὴν διαγωγὴν μεταποιήσαντα, καὶ θεῖον ἔρωτα ἐκ νεότητος, Ἀντώνιον, τοῦ Νόβγκοροντ καύχημα, τιμήσωμεν ψάλλοντες· τοῦ τῆς Θηβαΐδος Μεγάλου φερωνύμου σου ἰσοστάσιε, ὁ προκρίνας σοφῶς Θεῷ ἀρέσκειν ἢ ἀνθρώποις, καὶ τὴν κλίμακα τῶν ἀρετῶν ἀνελθὼν ἀσκήσεσι συντόνοις, ἐν ἀρεταῖς ἡμᾶς πολιτεύεσθαι ἀξίωσον, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ἦχος β΄.
Ἁλύσεσι δεδεμένος ἔνδοθεν τοῦ εὐτελοῦς σου τρίβωνος, νυχθημερὸν ἐκακοπάθεις πρὸς παθῶν νέκρωσιν, Ἀντώνιε, Ὁσίων Πατέρων Ῥωσίας σεμνολόγημα· ὅθεν ἀξιοχρέως τοὺς καμάτους σου μεγαλύνοντες, καὶ τὴν μνήμην σου ἑορτάζοντες, τὰς πρὸς Κύριον εὐχάς σου ἀπεκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ βίον κρείττονα.
Ἦχος γ΄.
Αἴρων τὸν σταυρόν σου ἐπωμάδιον, τὸν προσωπικόν σου Γολγοθᾶν ἀνῆλθες χαίρων, παρὰ τὰ ῥεῖθρα τῆς λίμνης Ντύμας, καὶ κατήντησας εἰς τὴν ἄληκτον μακαριότητα, τρισμάκαρ Ἀντώνιε, Ὁσίων ἐγκαλλώπισμα, ἔνθα Χριστὸν θερμῶς ἱκετεύεις, ὑπὲρ τῶν τιμώντων τὴν πάνσεπτον μνήμην σου.
Ἦχος δ΄.
Μονὴν ἐγείρας τῇ Παναγίᾳ Σκέπῃ τῆς Θεοτόκου, καὶ τῷ φερωνύμῳ σου Ὁσίῳ τῆς Θηβαΐδος, Ἀντώνιε, πλῆθος ἀζύγων ἐν αὐτῇ συνεκέντρωσας, ποθούντων τὴν θέωσιν· χειραγωγήσας οὖν αὐτοὺς πρὸς ἀρετῆς ὁλοκλήρωσιν, καὶ ἰσαγγέλως πολιτευσάμενος, ἀπῆλθες Χριστῷ ἐν πόλῳ ὑπαντῆσαι, τῷ παρέχοντι πᾶσιν εὐχαῖς σου, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Δεῦτε πάντες οἱ εὐσεβόφρονες ἐν κατανύξει, ἐγκωμιάσωμεν Ἀντώνιον τὸν Ὅσιον, ὡς διάκοσμον τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ κληρονόμον τῆς αἰωνίου μακαριότητος, οὕτω λέγοντες· τὸν λίμνας καὶ πηγὰς καὶ θαλάσσας ποιήσαντα Κύριον, τὸν σὲ ἀξιώσαντα μονὴν παρὰ τὴν λίμνην Ντύμας ἐγεῖραι, πρὸς ἀέναον Αὐτοῦ δοξολογίαν, ἐκτενῶς δυσώπει ὑπὲρ τῶν τιμώντων σε, καὶ ποθούντων μιμήσασθαι τὰ σὰ θεοφιλεῖ κατορθώματα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θαυμαστὸς ἀσκητής, τοῦ Βαρλαὰμ ὁ μαθητὴς ὁ θειότατος, τοῦ Νόβγκοροντ θεῖος γόνος, ἐπ’ ἀρετῇ, προσευχῇ, καὶ σκληραγωγίᾳ, τοῦ σαρκίου σου, Ἀντώνιε Ὅσιε, διαπρέψας καὶ σύλλογον, τῶν φοιτητῶν σου, κατευφράνας διδάγμασι, νουθεσίαις σου, καὶ πανσόφοις σου φθέγμασι, Πάτερ πανιερώτατε, ὁ στῦλος τῆς πίστεως, τῆς Ἐκκλησίας κοσμῆτορ, καὶ μονοτρόπων διάκοσμε, ὁ πάντας φαιδρύνων, ταῖς ἀκτῖσι σῆς προνοίας, καὶ ἀντιλήψεως.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἐν δασυσκίοις δρυμοῖς, παρὰ τὰς ὄχθας λίμνης Ντύμας, Ἀντώνιε, δομήσας λαμπρὸν σεμνεῖον, τῇ Σκέπῃ τῇ ἀῤῥαγεῖ, τῆς Ἀειπαρθένου, Θεομήτορος, καὶ τοῦ φερωνύμου σου, Θηβαΐδος οἰκήτορος, ὃ μονοτρόπων, τῆς πληθύος ἀνέδειξας, ἐνδιαίτημα, ἀρετῆς πρὸς τελείωσιν, τῆς ψυχοτρόφου, Ὅσιε, διδάσκαλε πάνσοφε, καὶ ἀπλανὲς κατευθῦντορ, ἀζύγων πρὸς θεῖα δώματα, ὁ πᾶσι θεόθεν, χαρᾶς ἀτέρμονος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, θεολαμπὴς ὡς ἀστὴρ, λαμπρῶς φωτίσας ἀρεταῖς σου, Ἀντώνιε, θεόφρον, περιοικίδα, τῆς σῆς πατρῴας χθονός, Νόβγκοροντ καὶ λίμνης, Ντύμας, Ὅσιε, τὰς ὄχθας ἐλλάμψεσι, σῆς συντόνου ἀσκήσεως, πνευματοφόρε, Θείου Πνεύματος σκήνωμα, καὶ περίλαμπρον, Παρακλήτου κειμήλιον· σοῦ γὰρ τὴν μνήμην σήμερον, τὴν πάμφωτον ἄγοντες, καὶ μεγαλύνοντες πόθῳ, τὰ παμφαῆ σου παλαίσματα, αἰτούμεθα πίστει, τὴν θερμήν σου προστασίαν, ἐν περιστάσεσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ὁ κατοπτριζόμενος ἐν τοῖς γαληνοῖς λιμναίοις ὕδασιν, ὡς ἥλιος ἀρετῆς, πραότητος καὶ νήψεως, Ἀντώνιε, λίμνης Ντύμας οἰκῆτορ θεοειδέστατε, χάριν εὗρες πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν βοώντων σοι· ἀξίωσον ἡμᾶς τοὺς ἀσόφους ὑμνητάς σου, σοφῶς πολιτεύεσθαι, καὶ ἀντικατοπτρίζεσθαι ἐν τοῖς διαυγέσιν ὕδασι, τῆς σῆς ἀρετῆς καὶ τελειότητος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ἐν Ντύμᾳ τῇ λίμνῃ κατατηκόμενον, τὴν σάρκα κακοπαθοῦντα καὶ ἀσιτοῦντα λαμπρῶς, εὐφημήσωμεν θειότατον Ἀντώνιον, ὡς ἀρετῶν ὑφηγητὴν, καὶ διδάσκαλον σοφὸν, συντάγματος μονοτρόπων, αὐτοῦ θερμὰς ἱκεσίας, πρὸς τὸν Θεάνθρωπον αἰτούμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τῶν πόνων ζηλωτὴς, φερωνύμως ἐδείχθης, Μεγάλου ἀσκητοῦ, Θηβαΐδος, θεόφρον, Ἀντώνιε, κλέϊσμα, πολυτίμητον Νόβγκοροντ, Ντύμας σέμνωμα, τῆς λίμνης καὶ ὡραιότης, θείας πίστεως, ἣν ἐμεγάλυνας βίῳ, ἀμέμπτῳ σου, Ὅσιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Θεόθεν εὐσεβεῖς, ἐλεοῦσα μὴ παύσῃ, τοὺς σπεύδοντας ἀεὶ, Σῇ θερμῇ προστασίᾳ, ἑτοίμῃ πρεσβείᾳ Σου, ἀντιλήψει, Μητρόθεε, Παντευλόγητε, καὶ ἀκλινεῖ μεσιτείᾳ, πρὸς τὸν Τόκον Σου, τὸν ἀπονέμοντα πᾶσι, πιστοῖς θεῖον ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως ἄγαλμα, καὶ προσευχῆς ἀκρεμών, Ἀντώνιε πάνσοφε, λίμνης τῆς Ντύμας σεπτὲ, οἰκῆτορ, ἐνίδρυσας, Σκέπῃ τῇ Παναγίᾳ, καὶ σεπτῷ Ἀντωνίῳ, μάνδραν, ἣν ἐναρέτου, ἐργαστήριον βίου, ἀνέδειξας ταῖς σαῖς διδαχαῖς, Νόβγκοροντ καύχημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὑψόθεν ἐπόπτευε, καὶ περιφρούει ἡμᾶς, τοὺς Σὲ μεγαλύνοντας, ψαλμοῖς καὶ ὕμνοις φαιδροῖς, Μητρόθεε Πάναγνε, σκέπη καὶ προστασία, Χριστωνύμων ἁπάντων, βίου ἐν περιστάσει, καὶ δεινῇ καταστάσει· ὑπάρχεις γὰρ πιστῶν ἀρωγός, τεῖχος καὶ πρόμαχος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὃν ἐξετίμησε, καὶ Μάνδρας ἔδειξεν, αὐτοῦ διάδοχον, ἐγκωμιάσωμεν, ὁ θεοφόρος Βαρλαάμ, Ἀντώνιον θεοφόρον, ταπεινὸν καὶ ἄμεμπτον, ἀσκητὴν ἁγιάσαντα, λίμνης Ντύμας ὕδατα, τῶν δακρύων τοῖς χεύμασι, καὶ λόφους τοὺς αὐτῆς παροχθίους, χαῖρε, πιστῶς αὐτῷ βοῶντες.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Τὸν τῆς ἀρετῆς σύνοικον καὶ τῆς σοφίας συνέστιον, ἐν ἄκρᾳ σκληραγωγίᾳ τὸν βίον ἀνύσαντα, καὶ θεωθέντα κατὰ μέθεξιν, Ἀντώνιον τιμήσωμεν, τὸν Ὅσιον, ἐν κατανύξει αὐτῷ ψάλλοντες· ὁ τῆς ἐρήμου οἰκιστὴς ἐνθεώτατος, καὶ τῆς λίμνης Ντύμας τῶν παροχθίων λόφων πολιστὴς θειότατος, μὴ παύσῃ Χριστὸν ἡμῖν ἐξιλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν σεβασμίαν σου κοίμησιν.
Οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Ἀντώνιον, Ντύμας ἀσκητήν, μεγαλύνω. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ἄνθος κακοπαθίας, Ἀντώνιε θαυμαστέ, ὁ ἐν Ντύμᾳ τῇ λίμνῃ ὡς ἀσκητὴς ἀσώματος, βιώσας, κατηύφρανας, εὐωδίᾳ πόνων σου, νυχθημέρων τοὺς σοὶ προστρέχοντας.
Νόβγκοροντ θεῖε γόνε, Ἀντώνιε, Βαρλαὰμ, μαθητὴς τοῦ Ὁσίου, αὐτοῦ σοφῶς ἐβάδισας, τὰ ἴχνη ἀσκήσεως, καὶ εἰς ὕψος ἔφθασας, τελειώσεως δυσαντίβλεπτον.
Τέκνον σεμνῶν γονέων, Ἀντώνιε ἱερέ, εὐσεβείας ἕδρανον, ἐκ χρόνων σῆς νεότητος, τοὺς τρόπους ἐζήλωσας, Βαρλαὰμ ἀσκήσεως, διδασκάλου σου οὐρανόφρονος.
Θεοτοκίον.
Ὦ Κεχαριτωμένη, παρθένων ἡ καλλονὴ, καὶ μητέρων λαμπρότης πασῶν, Θεογεννήτρια, μὴ παύσῃ στηρίζουσα, καὶ φρουροῦσα δούλους Σου, Σὲ τιμῶντας ὡς θρόνον Κτίσαντος.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Νικήσας τὸν πτερνιστὴν τοῦ γένους, Ἀντώνιε, τοῦ βροτείου, Πάτερ, ἀπείληφας στέφανον, πάγχρυσον Κυρίου ἐκ χειρῶν, Νόβγκοροντ μαργαρῖτα, χρηστοηθείας ἴον εὔοσμον, καὶ τερπνὸν ἀσκήσεως λείριον.
Ἰθύνας πρὸς Βαρλαὰμ τὸν θεῖον, Ἀντώνιε, ὅλῃ σου ἐφέσει ψυχῆς τὰ σὰ βήματα, πέφηνας ἐκείνου φοιτητής, τρόπων τῆς ἰσαγγέλου, διαγωγῆς σαφῶς ὁμόζηλος, καὶ ἐν τῷ Σεμνείῳ διάδοχος.
Ὁ κατατήξας σαρκὸς τὰ πάθη, Ἀντώνιε, πόνοις νυχθημέροις, γονάτων ταῖς κλίσεσι, νήψει, ἀσιτίᾳ, προσευχῇ, Πάτερ, καὶ ταπεινώσει, ἔτεινας πνεῦμά σου πρὸς Κύριον, σὲ ἀντιδοξάσαντα θαύμασι.
Θεοτοκίον.
Νικητηρίους ᾠδὰς σεμνῶς ἐξυφαίνομεν, Σοί Θεογεννῆτορ, Παρθένε Ἄχραντε, ἡ καταβαλοῦσα τὸν ἐχθρὸν, σθένει Μονογενοῦς Σου, τοῦ εὐϊλάτου Παντοκράτορος, τοῦ τὸν πτερνιστὴν θριαμβεύσαντος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Προσευχόμενος ἀπαύστως, νήφων, κακουχούμενος, δακρύων, Πάτερ, ἀγρυπνῶν καὶ ἀσιτῶν πνεῦμα ἔτεινας, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα τοῦ σύμπαντος, πνευματοφόρε Ἀντώνιε, Ὅσιε, Οὗ ἠξίωσαι Αὐτοῦ ἀπολαύειν πάντοτε, τοῦ κάλλους τοῦ προσώπου, ἀξιάγαστε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παντευλόγητε Θεοκυῆτορ, καταφύγιον ἐμπεριστάτων, παραμύθιον θερμὸν τῶν ἐν θλίψεσι, καὶ ἰατρεῖον νοσούντων ἀδάπανον, μὴ διαλείπῃς ἡμᾶς ἐποπτεύουσα, καὶ παρέχουσα τὰ πρόσφορα τοῖς ἐν ᾄσμασι, τερπνοῖς Σε εἰς αἰῶνας μεγαλύνουσι.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας Σου κένωσιν.
Νεκρώσας τὸ σαρκίον, Ἀντώνιε, ἀσκητικῇ σου ἀγωγῇ, σκληραγωγίᾳ καὶ δάκρυσι, πρὸς ὕψος ἄῤῥητον ἤρθης, θεώσεως σαφῶς δυσαντίβλεπτον.
Ταμεῖον ἀκτησίας ἀσύλητον, ἐν τοῖς ταμείοις οὐρανῶν, πλοῦτον πολὺν ἐθησαύρισας, τὸν εἰς αἰῶνας αἰώνων, φθειρόμενον μηδόλως, Ἀντώνιε.
Ὑπάρχων ὁδηγὸς ἀπλανέστατος, τῶν εὐπειθῶν σου φοιτητῶν, πρὸς οὐρανῶν τὰ σκηνώματα, αὐτούς, Ἀντώνιε μάκαρ, ἠξίωσας ἀλήκτου τερπνότητος.
Θεοτοκίον.
Μὴ παύσῃ ἐποπτεύουσα δούλους Σου, Θεογεννῆτορ Ἀγαθή, καὶ ἐφορῶσα ἀείποτε, αὐτοὺς τιμῶντας ἐν ὕμνοις, πληθὺν τῶν θαυμασίων Σου, Δέσποινα.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἀσκητῶν, Ἀντώνιε, γέρας ἀτίμητον, ἐπισκεψάμενος Τόπους Ἁγίους, οὓς Θεοῦ ἡγίασε Λόγος τοῦ Ὑψίστου, Αὐτοῦ ἐπλήσθης χάριτος.
Στήριγμα ἀσάλευτον δήμου, Ἀντώνιε, τῶν μονοτρόπων Μονῆς σου παγκάλου, ἀκλινῶς ἐστήριξας τούτους ἐν κινδύνοις, καὶ πειρασμοῖς καὶ θλίψεσιν.
Ἀκτησίας μέλαθρον, Πάτερ, θεότευκτον, Χριστοῦ πτωχείαν ὄντως ἐζήλωσας, θαυμαστὲ Ἀντώνιε, Νόβγκοροντ καύχημα, ὁ οἰκιστὴς Ντύμας ἔνθεος.
Θεοτοκίον.
Σωτηρίας πρόξενε πάντων τιμώντων Σε, καὶ δοξαζόντων Τόκον τὸν θεῖόν Σου, Θεοτόκε Δέσποινα, ῥύου στενώσεων, καὶ συμφορῶν τοὺς οἰκέτας Σου.
ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Κόσμημα, Ἀντώνιε, μάκαρ, ἀκραιφνοῦς διαγωγῆς, ὁ ἰσαγγέλως πολιτευσάμενος, πόνοις σου σεπτοῖς, Ντύμας τὰ ῥεῖθρα ἐκόσμησας.
ᾜσχυνας τὸν ἔχθιστον, σῇ σκληραγωγίᾳ τῆς σαρκός, νηστείᾳ, νήψει, γονάτων κλίσεσι, καὶ σαῖς προσευχαῖς, ταῖς ἀσιγήτοις, Ἀντώνιε.
Ταπεινῷ φρονήματι, καὶ ὑπακοῇ τῷ Βαρλαὰμ, τῷ Γέροντί σου ὑψώθης, Ὅσιε, ὕψος πρὸς λαμπρὸν, τῆς ἀπαθείας, Ἀντώνιε.
Θεοτοκίον.
Ἡ χαρὰ τῶν δούλων Σου, καὶ τὸ σθένος, Μῆτερ τοῦ Θεοῦ, ἐξ ἀσθενείας ἡμᾶς ἐξάρπασον, τοὺς πανευλαβῶς, Σὲ μακαρίζοντας, Ἄχραντε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κακοπαθείας ἐραστὴν σαρκὸς τιμήσωμεν, νῦν ἀσκητὴν θεοφορούμενον τοῦ Νόβγκοροντ, ἁγιάσαντα τὰς ὄχθας τῆς λίμνης Ντύμας, ὀχετοῖς αὐτοῦ ἱδρώτων καὶ τοῖς ῥεύμασι, τῶν ἱδρώτων ἀρετῆς πρὸς κτῆσιν κράζοντες, μετὰ πίστεως· χαίροις, μάκαρ Ἀντώνιε.
Ὁ Οἶκος.
Ἄγγελοι σοὺς ἀγῶνας τοὺς τιμίους ἐν Ντύμᾳ ἐθαύμασαν, Ἀντώνιε μάκαρ, ὁ μαράνας σαρκὸς τὰς ὁρμὰς νυχθημέροις πόνοις καὶ πολλοῖς δάκρυσι καὶ φοιτητῶν σου σύλλογοι ἐξέστησαν καὶ ἀνεβόων·
Χαῖρε, Ὁσίων ἡ ὡραιότης·
χαῖρε, Πατέρων ἡ κοσμιότης.
Χαῖρε, τὸ θειότατον Νόβγκοροντ βλάστημα·
χαῖρε, τὸ πανεύφημον Πνεύματος σκήνωμα.
Χαῖρε, λίμνης Ντύμας ἔνδοξος καὶ θεόφρον οἰκιστής·
χαῖρε, ποίμνης τοῦ Σεμνείου σου ἰθυντὴρ ὁ ἀπλανής.
Χαῖρε, ὁ μαθητεύσας Βαρλαὰμ παρὰ πόδας·
χαῖρε, ὁ ἁγιάσας λίμνης Ντύμας τὰς ὄχθας.
Χαῖρε, φωστὴρ συντόνου ἀσκήσεως·
χαῖρε, σβεστὴρ κακίας τῆς χείρονος.
Χαῖρε, θαυμάτων κρουνὸς πολυχεύμων·
χαῖρε, ἐνθέων καμάτων πυξίον.
Χαίροις, μάκαρ Ἀντώνιε.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐκ Νόβγκοροντ, ἐν τῇ λίμνῃ Ντύμᾳ θεοφιλῶς ἀσκήσαντος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Νόβγκοροντ, Ἀντώνιε, φωστὴρ τηλαυγέστατε, διέλυσας ζόφωσιν, τῶν πίστει μελῳδούντων· ὁ Θεός, εὐλογητός εἶ.
Μοναστῶν, Ἀντώνιε, Ῥωσίας θησαύρισμα, αὐτῶν χείλη ἤνοιξας, ἐν κατανύξει ψάλλειν· ὁ Θεός, εὐλογητός εἶ.
Ἔμψυχον, Ἀντώνιε, σοφίας ἐκτύπωμα, ἀζύγους ἐδίδασκες, καθ’ ἑκάστην ψάλλειν· ὁ Θεός, εὐλογητός εἶ.
Θεοτοκίον.
Γῆθεν πρὸς οὐράνια, σκηνώματα ἕλκυσον, Παρθένε Πανύμνητε, τοὺς χείλεσι πάντοτε, καὶ καρδίαις μελῳδοῦντας· ὁ Θεός, εὐλογητός εἶ.
ᾨδὴ η΄. Σοὶ τῷ Παντουργῷ.
Αἴγλης θεϊκῆς, Ἀντώνιε, ἀξίως, ἀπήλαυσας, Ὅσιε, ὁ ψάλλων πάντοτε· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λάμψον φῶς ἡμῖν, Ἀντώνιε θεόφρον, τῆς πανσθενοῦς Τριάδος, ὁ ψάλλων πάντοτε· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕμνοις καὶ ᾠδαῖς, Ἀντώνιε, τιμῶμεν, τὴν πάσεπτόν σου μνήμην ἀεὶ τοῦ ψάλλοντος· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νίκας κατ’ ἐχθρῶν, δὸς δούλοις Σου, Παρθένε, τοῦ Τόκου Σου, ἐν πίστει ψάλλουσι· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ὥστερ πνευματέμφορον, λίμνης Ντύμας, Πάτερ, οἰκιστήν, Ἀντώνιε, λαμπροῖς μέλπομεν ᾠδαῖς, σὲ πόθῳ καὶ μνήμην σου, τὴν παμφαῆ ᾄσμασι φαιδροῖς, Ὅσιε, στέφομεν, ἀσκουμένων θεῖον ἔκτυπον.
Χαῖρε ὄλβε νήψεως, ἀπαθείας, καὶ διαγωγῆς, Ἀντώνιε, σεμνῆς, Πάτερ θαυμαστέ, ὁ τήκων τὴν σάρκα σου, τὴν χοϊκὴν σκάμμασι στεῤῥοῖς, πόνοις, στερήσεσι, καὶ κακοπαθείαις πάντοτε.
Μέμνησο προσφύγων σου, καὶ θεόθεν, πέμψον δαψιλῶς, Ἀντώνιε, ἡμῖν θεῖον ὑετὸν, ἑτοίμης πρεσβείας σου, καὶ ἐναργοῦς ἀρωγῆς, σοφέ, ὕμνοις τοῖς μέλπουσι, τὰ σεπτά σου κατορθώματα.
Θεοτοκίον.
Μὴ ἐλλείπῃς, Δέσποινα, δυσωποῦσα, Σὸν μονογενῆ, Υἱόν, τὸν τοῦ Θεοῦ Λόγον ἀγαθόν, βραβεῦσαι τοῖς δούλοις Σου σθένος, ἰσχύν, δύναμιν Ἁγνὴ, Θεογεννήτρια, καὶ χαρὰν τὴν αἰωνίζουσαν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὡς θῆρα τὸν οἰκήσαντα, ἐν ἄντρῳ εὐφημήσωμεν, καὶ ἐν ξυλίνῃ καλύβῃ, παρὰ τὰς ὄχθας τῆς λίμνης, τῆς Ντύμας νῦν Ἀντώνιον, τὸν Ὅσιον δομήτορα, Μονῆς ὡς θείας κτίτορα, τὸν ἀρετῶν ἀναβάντα, πανσόφως κλίμακα ὕμνοις.
Θεοτοκίον.
Γαλήνη τῶν ἐν κλύδωσιν, Εὐλογημένη Δέσποινα, πολεμουμένων εἰρήνη, τῶν ἀσθενῶν συμμαχία, δεινῶς νοσούντων ἴασις, καὶ ἀπλανὴς ἰθύντειρα, πρὸς πόλον τῶν προσφύγων Σου ὑπάρχεις, Θεογεννῆτορ, ἡμῶν χαρὰ τῶν ἐν λύπαις.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ θαυμαστέ, Ἀντώνιε, τῆς εὐσεβείας λαμπτήρ, λύχνε πάμφωτε Νόβγκοροντ, λίμνης Ντύμας σέμνωμα, καὶ λαμπρὸν ἐνδιαίτημα, κακοπαθείας, νηστείας, νήψεως, ἠθῶν ἀρίστων, καὶ ταπεινώσεως, πάντοτε πρέσβευε, τῷ Σωτῆρι κτίσεως ὑπὲρ ἡμῶν, τῶν τιμώντων μνήμην σου, τὴν ἀεισέβαστον.
Πάτερ θεαυγές, Ἀντώνιε, τοῦ Βαρλαὰμ μαθητὰ, τοῦ Ὁσίου ὁμότροπε, καὶ σεπτὲ διάδοχε, ὁ δομήσας περίδοξον, τῇ θείᾳ Σκέπῃ, καὶ φερωνύμῳ σου, τῆς Θηβαΐδος, Ὁσίῳ, ἔνθεε, Μάνδραν, ἱκέτευε, τὸν σεπτὸν Θεάνθρωπον ὑπὲρ ἡμῶν, ἀνυμνούντων ᾄσμασι, σὰ κατορθώματα.
Πάτερ ἱερέ, Ἀντώνιε, τῶν ἀσκητῶν τοῦ βοῤῥὰ, τιμαλφέστατον μάργαρον, τῆς Ῥωσίας σάπφειρε, καὶ κορούνδιον Νόβγκοροντ, σκληραγωγίᾳ, σαρκὸς βροτείου σου, ὁ ἀνατείνας, τὸ σὸν πρὸς Κύριον, πνεῦμα καὶ χάριτος, διαυγὲς κυάθιον ἀναδειχθεὶς, ἀκλινῶς ἁγίαζε, τοὺς μελῳδοῦντάς σε.
Μνήμην σὴν σεπτήν, Ἀντώνιε, καὶ παμφαῆ ἀληθῶς, ἑορτάζοντες σήμερον, Χριστωνύμων σύλλογοι, καταστέφομεν ᾄσμασι, μελισταγέσι, σὰ κατορθώματα, ἐν λίμνῃ Ντύμᾳ, πνευματοφόρητε, Πάτερ, καὶ κράζομεν· θαυμασίων τέμενος, ἡμᾶς ἀεὶ, σκέπε, καθαγίαζε, καὶ φρούρει, Ὅσιε.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἱδρῶσιν ἀσκητικοῖς καὶ ἀειῤῥύτοις δάκρυσι, καθαγιάσαντα τῆ λίμνης Ντύμας τὰ ῥεῖθρα, καὶ δι’ αὐτῶν ποτίσαντα ψυχὰς ἀζύγων πρὸς σωτηρίαν, Ἀντώνιον, τὸν ὁσιώτατον τοῦ Νόβγκοροντ Πατέρα, ὑμνήσωμεν οὕτω λέγοντες· ὁ τὴν κακοπάθειαν τοῦ σαρκίου ψυχῆς ἀγαλλίασιν λογιζόμενος, καὶ τὰς στερήσεις πλατυσμὸν καὶ ἀνάψυξιν, ἀξίωσον τοὺς τιμῶντάς σε σὺν σοὶ ἐπαγάλλεσθαι, ἐν τοῖς ἐνδρόσοις λειμῶσι τῆς ἄνω Πόλεως.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις, λίμνης Ντύμας ὁ οἰκιστής, Νόβγκοροντ ὁ γόνος, Θείας Σκέπης σεπτῆς Μονῆς, κτίτορ, ἀσκουμένων, Ἀντώνιε, λαμπρότης, ὁ διαπρέψας ἄκρᾳ, σκληραγωγίᾳ σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου