ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ΄
ΣΥΜΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ δύο. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι
Ὑψουμένου σου Δέσποτα, ἐν Σταυρῷ συνανύψωσας, τοῦ Ἀδὰμ τὴν ἔκπτωτον, φύσιν ἅπασαν· διὸ ὑψοῦντες τὸν ἄχραντον, Σταυρόν σου φιλάνθρωπε, τὴν ἐξ ὕψους σου ἰσχύν, ἐξαιτοῦμεν κραυγάζοντες· Σῶσον Ὕψιστε, ὡς Θεὸς ἐλεήμων τοὺς τιμῶντας, τὴν σεπτήν τε καὶ φωσφόρον, τοῦ σοῦ Σταυροῦ θείαν ὕψωσιν.
Ὑψουμένου σου Δέσποτα, ἐν Σταυρῷ συνανύψωσας, τοῦ Ἀδὰμ τὴν ἔκπτωτον, φύσιν ἅπασαν· διὸ ὑψοῦντες τὸν ἄχραντον, Σταυρόν σου φιλάνθρωπε, τὴν ἐξ ὕψους σου ἰσχύν, ἐξαιτοῦμεν κραυγάζοντες· Σῶσον Ὕψιστε, ὡς Θεὸς ἐλεήμων τοὺς τιμῶντας, τὴν σεπτήν τε καὶ φωσφόρον, τοῦ σοῦ Σταυροῦ θείαν ὕψωσιν.
Καὶ τοῦ Ἁγίου δύο. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀπὸ νεότητος Πάτερ σαὐτὸν ἀνέθηκας, Χριστῷ τῷ Ζωοδότῃ, ὁλικῇ διαθέσει, ἁπάντων ἀλογήσας τῶν γεηρῶν, καὶ δοχεῖον ὑπέρτιμον, τοῦ Παρακλήτου γεγένησαι Συμεών, διὰ βίου τελειότητος.
Ἱερωσύνης τὴν χλαῖναν ἀμφιασάμενος, ἀρχιερεὺς θεόφρον, καὶ σοφὸς ποιμενάρχης, τῆς Θεσσαλονικέων θείᾳ βουλῇ, Ἐκκλησίας γενόμενος, τῶν ὀρθοδόξων δογμάτων μυσταγωγεῖς, Συμεὼν Πάτερ τὴν ἔλλαμψιν.
Δόξα. Ἦχος β΄.
Τῶν ἀρετῶν τῇ ἐλλάμψει καταλαμπρύνας, τὴν ζωὴν νυμφαγωγὸς θεῖος ὤφθης, καὶ παιδευτὴς ἱερός, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Συμεὼν Πάτερ Ὅσιε· ἡ γὰρ χάρις τοῦ Πνεύματος, διὰ σοῦ ἡμῖν φθέγγεται, πῶς δεῖ ἀναστρέφεσθαι, τοὺς λελυτρωμένους τῷ θείῳ αἵματι· διὸ εὐγνωμόνως γεραίρομεν, τὴν ἁγίαν μνήμην σου, καὶ διὰ σοῦ αἰτούμεθα, παρὰ Θεοῦ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίῳ πνευματικῷ, καὶ διδαχαῖς ἁγίαις, ἐμπρέπων Ἱεράρχα, τῆς ταπεινοφροσύνης, ἐδείχθης ἐνδιαίτημα.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ῥήτωρ θεοειδής, τῶν θείων μυστηρίων, γενόμενος ἐκφαίνεις, τὴν κεκρυμμένην τούτων, ὦ Συμεὼν λαμπρότητα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στόματι ἱερῷ, τοὺς εὐσεβεῖς παιδεύεις, πρὸς κτῆσιν τῶν ἀρίστων, ὡς θεῖος μυστολέκτης, ὦ Συμεὼν Πατὴρ ἡμῶν.
Δόξα. Τριαδικόν.
Μίαν σε ἐν τρισίν, οὐσίαν χαρακτῆρσι, μυσταγωγεῖ ἐνθέως, ὁ Συμεὼν ὁ θεῖος, Τριὰς πανυπερούσιε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ποιμὴν Θεσσαλονίκης ἐναδείχθης ἐν Πνεύματι, καὶ θεῖος ὑποφήτης μυστηρίων τῆς χάριτος, σοφίᾳ καὶ φωτὶ τῶν ἀρετῶν, ἐκλάμπων Ἱεράρχα Συμεών· διὰ τοῦτο ὥσπερ θεῖον μυσταγωγόν, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἡμῖν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ γ΄. Ἦχ. πλ. β'. Ὅλην ἀποθέμενοι
Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτείνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διό σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.
Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.
Καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τῆς χάριτος σκήνωμα, δι’ ἀγώνων ἀσκήσεως, τὴν καρδίαν Ὅσιε ἐργασάμενος, τοῦ θείου Πνεύματος ὄργανον, καὶ σκεῦος πολύτιμον, ἀρετῶν παντοδαπῶν, Συμεὼν ἐχρημάτισας, καὶ τῇ ἄνωθεν, προμηθείᾳ σοφὸς ἀρχιεράρχης, Ἐκκλησίας ἀνεδείχθης, καὶ μυστογράφος θεόληπτος.
Ταπεινώσεως κλίμακι, Ἱεράρχα χρησάμενος, ἀρετῶν ἀνέδραμες εἰς ἀκρώρειαν, καὶ φωτισθεὶς θείῳ Πνεύματι, δογμάτων τῆς πίστεως, καὶ θεσμῶν τῶν ἱερῶν, καὶ σεπτῶν παραδόσεων, τὴν ἀκρίβειαν, θεοῤῥήμονι γλώττῃ ἀναπτύσσεις, Συμεὼν πνευματοφόρε, Ὀρθοδοξίας διδάσκαλε.
Τῶν Πατέρων τοῖς ἴχνεσιν, ἀκλινῶς ἐφεπόμενος, Ἱεράρχης ὅσιος ἀναδέδειξαι, Θεσσαλονίκης δὲ πρόεδρος, Συμεὼν μακάριε, καὶ ποιμὴν ἀληθινός, Ἐκκλησίας ἁπάσης δε, στόμα ἔνθεον, καὶ σοφὸς ὁδηγὸς ἐπὶ τὰ κρείττω, θεοφθόγγοις ὑποθήκαις, καὶ ἱεραῖς παραινέσεσι.
Δόξα. Ἦχος πλ. Β΄.
Τῶν ἀρετῶν τοὺς καρπούς, τῇ καταλλήλῳ ζωῆ γεωργήσας, ἱερωσύνης ἐκπληρώσω τὸ ἔνδυμα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Συμεὼν Πάτερ Ὅσιε· ἐν ὁσιότητι γὰρ καὶ ἀληθείᾳ κεκοσμημένος, Ἱεράρχης ἔνθεος ὤφθης, καὶ τοῦ Εὐαγγελίου τὸν λόγον, πράξει ἱερουργῶν, τῶν ἀῤῥήτων μυσταγωγὸς πέφηνας, καὶ τῆς Ἐκκλησίας θεῖος νυμφοστόλος· ὅθεν Θεσσαλονικέων οἱ δῆμοι, ὁ σὸς περιούσιος λαός, τῇ τῶν λειψάνων σου θήκῃ παριστάμενος, εὐλαβῶς βοᾷ σοι· Ποιμὴν ἡμῶν ἱερέ, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητά, μὴ παύσῃ πρεσβεύων Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἴσοδος
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου...
Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν...
Στίχ. Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες...
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας και τὰ Ἀναγνώσματα,
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῆς σοφίας τοῦ Θεοῦ, σκεῦος εὔχρηστον γενόμενος, ἐν Ἐκκλησίᾳ πολλῇ λελάληκας, σωτηρίας διδάγματα, Συμεὼν ἱεράρχα μακάριε. Καὶ τῶν ψυχῶν τὰς ἀρούρας, τῷ λόγῳ καθαίρων, τῆς αἰωνίου ζωῆς τὰς χάριτας, ἐν αὐταῖς ἐθησαύρισας. Βίῳ γὰρ ἐκφαίνων, τῆς εὐσεβείας τὴν λαμπρότητα, ἀσφαλῶς καθοδηγεῖς, τῷ θείῳ θελήματι, τοὺς τῷ Σωτῆρι βοῶντας· Κύριε, δόξα Σοι.
Ἦχος β΄.
Τῶν ἀρετῶν ταῖς ἰδέαις διαλάμπων θεολήπτῳ φρονήματι, τῆς ἀπαθείας ἐταμιεύσω τὸν πλοῦτον Συμεὼν ἱερώτατε. Καὶ τῇ ἀνωθεν ῥοπῇ ἐκλελεγμένος, ἱεράρχης ὅσιος καὶ ἄκακος, τῆς Ἐκκλησίας ὤφθης, ὡς Θεοῦ θεράπων γνησιώτατος, καὶ Ἀποστόλων ζηλωτής. Καὶ καλῶς διαγαγών, τὴν δοθεῖσάν σοι ἐξουσίαν, εὐαγγελικῶς τὸ σὸν τάλαντον ηὔξησας, καὶ τῆς χαρᾶς τοῦ Κυρίου ἐπαξίως μετέσχες. Αὐτῆς καὶ ἡμεῖς τύχοιμεν, θεοδέκτοις λιταῖς σου, Πάτερ ἁγιώτατε.
Ἦχος γ΄.
Τῇ ταπεινώσει ὑψούμενος, Ὀρθοδοξίας τὸ ὕψος ἐκφαίνεις, τῷ λόγῳ τῆς χάριτος, ἱεράρχα Συμεὼν θεόσοφε. Καὶ τῶν θείων δογμάτων μυσταγωγῶν τὸ κάλλος, μυστογράφος ἐνθεώτατος, τῇ ἐπιπνοίᾳ τοῦ Πνεύματος, ὡς καθαρὸς τῇ καρδίᾳ, ἀνεδείχθης ἡμῖν Ὅσιε. Ταῖς σοφαῖς γὰρ ὑποθήκαις σου, πρὸς γνῶσιν θείαν ἀναγόμεθα, καὶ ἐναρέτου ζωῆς τὰς ἀναβάσεις μυούμεθα. Οἰκονόμος γὰρ ψυχῶν, καὶ παιδευτὴς θεοειδεὴς πέφηνας, τοῖς εὐλαβῶς ἐγκύπτουσι, τῇ δέλτῳ τῶν λόγων σου.
Δόξα. Ἦχος δ΄.
Πρακτικῆς πολιτείας συγκομίζων τὸν καρπόν, θεϊκῆς ἐπιπνοίας εἰσεδέξω τὴν ἔλλαμψιν, ὡς καθαγνίσας τὸν νοῦν, συντόνῳ σπουδῆ. Καὶ ἀγγελικῶς Θεῷ ἱερατεύσας, ἀποστολικῶν προτερημάτων τύπος ὤφθης Συμεὼν ἱεράρχα· ὅθεν τὴν σὴν ἱερουργίαν, ο Χριστὸς προσδεξάμενος, τῆς αἰωνίου δόξης σε ἠξίωσεν, ἀφθαρσίας παροχών σοι τὸν στέφανον, ἀπαύστως πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τὸν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ ἱερὸς Συμεών, Θεσσαλονίκης ὁ ποιμὴν ὁ θεόσοφος, καὶ πάσης τῆς Ἐκκλησίας, ὑφηγητὴς ἱερός, ὁ τῶν μυστηρίων τὴν λαμπρότητα, σοφῶς ἐξηγούμενος, θεοῤῥήμονι γλώσσῃ σου, καὶ ἀναπτύσσων, ἐπιπνοίᾳ τῇ ἄνωθεν, τὴν ὑπάρχουσαν, ἐν αὐτοῖς χάριν ἄφθονον· λύχνος ὁ φαεινότατος, δογμάτων τῆς πίστεως, καὶ παραδόσεων θείων, βίβλος σοφίας ἀνάπλεως. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ ἱερὸς Συμεών, τοῦ Παρακλήτου τὸ ὑπέρτιμον σκήνωμα, ὁ τύπος ζωῆς ἀμέμπτου, τῶν ἀρετῶν ὁ λειμών, ταπεινοφροσύνης ἐνδιαίτημα· ὁ νοῦς ὁ ἀνάπλεως, οὐρανίου ἐλλάμψεως, στόμα τὸ θεῖον, διδαγμάτων τῆς πίστεως, ἐξ οὗ ῥήματα, ζωῆς θείας πηγάζουσι· κλῆμα τὸ εὐφορώτατον, προβάλλον τοῖς πέρασι, τῆς εὐσεβείας τὸν βότρυν, τῇ ἐνεργείᾳ τῆς χάριτος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ ἱερὸς Συμεών, ἱεραρχῶν τὸ ἱερὸν ἐγκαλλώπισμα, ὁ μύστης τῆς θείας δόξης, ὁ πρὸς ἀγάπην Χριστοῦ, τῶν πιστῶν ἐκκαίων τὴν διάνοιαν· ὁ λόγων λαμπρότητι, καὶ σοφαῖς ἀποδείξεσιν, αἱρετιζόντων, διελέγχων τὴν ἄνοιαν, καὶ τῆς πίστεως, ἁρμονίαν τὴν ἔνθεον, ἅπασι προστιθέμενος, καὶ τάξιν τὴν εὔτακτον, τῆς Ἐκκλησίας ῥυθμίζων, καὶ συντηρῶν ὑποθήκαις σου. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. Δ΄.
Ἱεραρχίας τὴν στολήν, ἱερῶς ἐνδεδυμένος, θεοπρεπῶς ἱερούργησας, τὸ Εὐαγγέλιον Χριστοῦ, Συμεὼν ἱεράρχα ἔνδοξε. Τὰς μυστικὰς γὰρ τελετάς, πιστῶς Θεῷ ἀναφέρων, τὸ θεῖον εἵλκυσας ἐκεῖθεν φωτισμόν, καὶ πᾶσι μετέδωκας, ἧς ἐτρύφησας δωρεᾶς, ὁσίαις χερσί. Καὶ νῦν τῆς δόξης τοῦ Χριστοῦ, ὁρῶν τὴν λαμπρότητα, ἀμαυρώσεως παθῶν ἀπάλλαξον, τοὺς ἑορτάζοντας Πάτερ τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ, τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ποιμὴν Θεσσαλονίκης ἀνεδείχθης ἐν Πνεύματι, καὶ θεῖος ὑποφήτης μυστηρίων τῆς χάριτος, σοφίᾳ καὶ φωτὶ τῶν ἀρετῶν, ἐκλάμπων Ἱεράρχα Συμεών· διὰ τοῦτο ὥσπερ θεῖον μυσταγωγόν, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διά σου χάριν ἡμῖν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετά τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τόν Τάφον Σου, Σωτήρ.
Φωτί τῶν ἀρετῶν, λαμπρυνθείς τὴν καρδίαν, νεόφωτος φωστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐδείχθης Πάτερ Ὅσιε, καὶ πυρσεύεις τοῖς λόγοις σου, τοὺς γεραίροντας, τὴν φωτοφόρον σου μνήμην, καὶ ὑμνοῦντας σε, ὦ Συμεών Ἱεράρχα, ὡς θεῖον θεράποντα.
Δόξα. Καί νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὑψώθης ἐν Σταυρῷ, ἑκουσίως Οἰκτίρμον, καὶ ὕψωσας ἡμῶν, τὴν πεσοῦσαν οὐσίαν· διὸ Σταυρὸν τὸν τίμιον, ἀνυψοῦντες βοῶμέν σοι· τὰς ψυχὰς ἡμῶν, πρὸς τὸν σὸν ὕψωσον πόθον, καὶ κατάβαλε, τὴν καθ’ ἡμῶν δυναστείαν, ἐχθροῦ τοῦ ἀλάστορος.
Μετά τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τῷ λόγῳ τῆς χάριτος, ὡς Ἱεράρχης σοφός, ῥυθμίζων ἑκάστοτε, τῶν εὐσεβῶν τὰς ψυχάς, πρὸς βίον ὑπέρτερον, ὤφθης θεολογίας, ἐνδιαίτημα θεῖον, βίου δέ ἐναρέτου, παιδευτής θεοφόρος· διό σε μακαρίζομεν, Συμεών Πατήρ ἡμῶν.
Δόξα. Καί νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὑψοῦντες τὸν Τίμιον, καὶ Ζωηφόρον Σταυρόν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐν εὐλαβείᾳ πολλῇ, αὐτῷ ἐκβοήσωμεν· Σῶτερ ὁ ἐν τῷ ξύλῳ, τὴν ἀρὰν ἀφανίσας, πᾶσι δὲ ἀφθαρσίαν, καὶ ζωὴν ἐξανθήσας, ζωῆς τῆς αἰωνίου, ἡμᾶς καταξίωσον.
Μετά τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μυστηρίων τὴν χάριν διασαφῶν, καὶ τὸν πλοῦτον προφαίνων τῶν ἀρετῶν, σοφαῖς ἀναπτύξεσι, Συμεών ἱερώτατε, πρὸς ἐντολῶν τῶν θείων, ὁδόν τὴν σωτήριον, καθοδηγεῖς ἐνθέως, πιστῶν τὰ συστήματα· ὅθεν τὴν ἁγίαν, ἐκτελοῦντες σου μνήμην, ᾠδαῖς ἀνυμνοῦμεν σε, καὶ πιστῶς ἐκβοῶμεν σοι, Ἱεράρχα μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καί νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Κεκρυμμένον τῷ πάλι ὑπὸ τὴν γῆν, τὸν Σταυρὸν τοῦ Κυρίου μετὰ σπουδῆς εὗρε καὶ ἀνείλετο, βασιλὶς ἡ θεόστεπτος, Ἑλένη ἡ Ἁγία, καὶ τοῦτον προτέθεικεν, ἐπ’ ὄψεσιν ἁπάντων, πιστῶν εἰς βοήθειαν· ὅθεν τὴν ἁγίαν, τούτου ὕψωσιν πάντες, πιστῶς ἑορτάζοντες, τῷ ἐν τούτῳ δι’ ἔλεος, σταυρωθέντι βοήσωμεν· δόξα Σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις Σταυρῷ τῷ τιμίῳ σου, τοὺς πιστῶς προσκυνοῦντας, τὴν σὴν ἀγαθότητα.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 – 16): Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα...
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Τῇ ἐναρέτῳ ζωῇ εὐαρεστήσας Κυρίῳ, τῆς Ἐκκλησίας τοὺς οἴακας, παρά Χριστοῦ ἐδέξω, Συμεών μακάριε, ὡς τοῦ Ἁγίου Πνεύματος ἔμψυχος θησαυρός· ὅθεν τῇ σῇ κυβερνήσει, ἡ ἐν Θεσσαλονίκῃ Ἐκκλησία τοῦ Θεοῦ καυχᾶται, καὶ πιστῶς βοᾷ σοι· ἀοράτως προΐστασο, τῆς κληρουχίας σου Πάτερ, ὡς ἄν ἀσφαλῶς πορευόμεθα τὴν τρίβον, τὴν εἰς ζωήν ὁδηγοῦσαν ἄληκτον.
Οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Τὴν Συμεών ὑμνήσω χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τοῦ Παρακλήτου τῷ φωτί λαμπόμενος, οἷα θεράπων Θεοῦ, Συμεών παμμάκαρ, Ἱεράρχα Ὅσιε, τὸν νοῦν μου φωταγώγησον, φωτοφόροις λιταῖς σου, ὅπως ὑμνήσω τοῦ βίου σου, τὰ θεοπρεπῆ προτερήματα.
Ἡ καθαρά σου πολιτεία Ὅσιε, ἀπὸ νεότητος, οἷάπερ θυσία, καθαρά καὶ ἄμωμος, Κυρίῳ προσενήνεκται· διά τοῦτο ἐδέξω, τοῦ Παρακλήτου τὴν ἔλλαμψιν, Πάτερ Συμεὼν τῇ καρδίᾳ σου.
Νεκρῶσαι Πάτερ τῆς σαρκός τὸ φρόνημα, κατεπειγόμενος, τὸν Σταυρόν Κυρίου, ἦρας ἀγαλλόμενος, καὶ μοναστὴς θεόληπτος, Κωνσταντίνου τῇ πόλει, ὡς ἀληθῶς ἀναδέδειξαι, πάντων τῶν φθαρτῶν ἀφιστάμενος.
Θεοτοκίον.
Σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων Σου, τὸν πρώην ἄσαρκον, Λόγον ἀποῤῥήτως, ἐν δυσί ταῖς φύσεσι, μιᾷ τῇ ὑποστάσει δέ, Θεοτόκε τεκοῦσα, ἐκ τῆς φθορᾶς ἠλευθέρωσας, τοὺς Σέ ὀρθοδόξως δοξάζοντας.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὑποπιάζων τῆς σαρκός, τὰς ἀκαθέκτους ὀρέξεις, ἐγκρατείᾳ καὶ συντόνῳ δεήσει, ἐνεργείας θεϊκῆς, τὴν σὴν ψυχήν ἐπλήρωσας, καὶ ὤφθης ἀπαθείας, Πάτερ δοχεῖον πολύτιμον.
Μυσταγωγὸς θεοειδής, τῶν τοῦ Θεοῦ μυστηρίων, Συμεών καὶ λειτουργὸς θεοφόρος, ἀνεδείχθης ἀληθῶς, καὶ θεηγόροις λόγοις σου, τὴν ἐν αὐτοῖς πλουσίαν, χάριν προφαίνεις τοῦ Πνεύματος.
Ἐκλελεγμένος ἐκ Θεοῦ, εἰς ὑπουργίαν τὴν θείαν, Ἱεράρχης ἐκλεκτὸς ἀνεδείχθης, καὶ Ποιμὴν ἀληθινός, τῆς Ἐκκλησίας γέγονας, τῶν Θεσσαλονικέων, ὡς Ἀποστόλων ὁμόζηλος.
Θεοτοκίον.
Ὡραϊσμένη κροσσωτοῖς, τῆς ὑπερκάλου ἁγνείας, τὸν Ὑπέρθεον ἐκύησας Λόγον, ἐξ αἱμάτων Σου ἁγνῶν, Παρθένε παναμώμητε, καὶ μετὰ τόκον ὤφθης, ὡς πρὸ τοῦ τόκου πανάφθορος.
Κάθισμα. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἱεράρχης ἐχρίσθης Ἁγίῳ Πνεύματι, Συμεών θεηγόρε ὡς καθαρός τὴν ψυχήν, καὶ ἱέρευσας Θεῷ, καθάπερ Ἄγγελος· ὅθεν Ἀγγέλων τοῖς χοροῖς, μετά τέλος ἱερόν, συνήφθης καθικετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν ἱεράν σου μνήμην Ὅσιε.
Δόξα. Καί νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τοῦ Σταυροῦ τῇ ὑψώσει ὕμνον μεθέορτον, προσκομίσωμεν πάντες ἐν διανοίᾳ θερμῇ, ὡς ἄν λάβωμεν παθῶν ταχεῖαν ἴασιν· ὁ γάρ ἐν τούτῳ προσπαγείς, πολυέλεος Σωτήρ, παρέχει τοῖς προσκυνοῦσι, τὸ ζωοδώρητον Ξύλον, ψυχῆς καὶ σώματος ἰάματα.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Νόμων Θεοῦ, καὶ ἱερῶν διατάξεων, ἀναπτύσσων, Πάτερ τὴν ἀντίδοσιν, καὶ ἀμοιβὰς τὰς ὑπερφυεῖς, ἅπαντας προτρέπεις, πρὸς ἀρετῶν τελειότητα, κραυγάζων τῷ Σωτῆρι, Συμεὼν Ἱεράρχα· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ἀνευφημῶν, ἐν ἱεροῖς Πάτερ ᾄσμασι, Δημητρίου, τοῦ ἁγίου Μάρτυρος, τὰς ἀρετὰς καὶ τὴν προχοήν, τοῦ εὐόσμου μύρου, εὐωδιάζεις τοῖς λόγοις σου, ἡμῶν τὰς διανοίας, καὶ παθῶν τὸ δυσῶδες, Συμεὼν ἀπελαύνεις ἑκάστοτε.
Νοῦν καθαρόν, δι’ ἐγκρατείας κτησάμενος, ὑπεισέδυς, γνόφον τὸν ἀόρατον, καὶ συγκραθεὶς ὡς ἧν δυνατόν, τῷ Θεῷ τῶν ὅλων, ἐν μυστηρίῳ μακάριε, θεώσεως τὸν πλοῦτον, Συμεὼν ἐκομίσω, ἀποῤῥίψας σαρκὸς τὴν παχύτητα.
Θεοτοκίον.
Ὕδωρ ζωῆς, οἷα νεφέλη θεόδροσος, ὄμβρησόν μοι, τηκομένῳ ἄχραντε, τῆς ἁμαρτίας τῷ πυρετῷ, καὶ δακρύων ῥείθροις, τὴν ῥυπωθεῖσαν καρδίαν μου, ἀπόπλυνον Παρθένε, καὶ ζωῆς με τῆς ἄνω, κοινωνὸν μετά τέλος ἀνάδειξον.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μυστηρίων ἁγίων, καὶ τῶν ἱερῶν τελετῶν τὴν διάταξιν, Πνεύματι Ἁγίῳ, καὶ τὴν σύστασιν καὶ τὴν λαμπρότητα, πᾶσι σαφηνίζων, τὴν αὐτοῖς πλουσίαν χάριν, Συμεὼν διεκφαίνεις τῷ λόγῳ σου.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ, τῇ καθαρωτάτῃ ζωῇ σου μακάριε, ζωηφόρον χάριν, οὐρανόθεν ἐδέξω θεόληπτε, καὶ πρὸς ἐναρέτου, ζωῆς τὰς τρίβους κατευθύνσεις, Συμεὼν τὴν απόλευκτον ποίμνην σου.
Ἡ ἁγία σου γλῶσσα, οἷα γλυκασμὸν σωτήριον βλύσασα, θείας ὑποθήκας, καὶ ζωῆς μακαρίας διδάγματα, Συμεὼν ἐξαίρεις, παθῶν πικρίαν ψυχοφθόρων, καὶ εὐφραίνεις ἡμῶν τὴν διάνοιαν.
Θεοτοκίον.
Σαρκωθέντα ἀτρέπτως, ἐκ τῶν παναγίων αἱμάτων Σου Δέσποινα, τὸν τῶν ὅλων Κτίστην, ὑπὲρ νοῦν καὶ διάνοιαν τέτοκας· ὅθεν Σοῦ τὸν Τόκον, τὸν ἀκατάληπτον ὑμνοῦμεν, Θεοτόκον ἁγνήν Σε κηρύττοντες.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς θεῖος, μυσταγωγὸς Ἱεράρχα, ἀρετῶν μυσταγωγεῖς τὰς ἐλλάμψεις, καὶ ὀρθοδόξων δογμάτων τὴν χάριν, ταῖς ἐναρέτοις κοσμούμενος πράξεσι, καὶ διελέγχεις Συμεών, πᾶν ὀθνεῖον καὶ ἔκφυλον φρόνημα.
Χορεύει, Θεσσαλονίκη ἡ πόλις, τῇ σοφῇ σου ποιμανσίᾳ παμμάκαρ, καὶ σὺν αὐτῇ ἡ Χριστοῦ Ἐκκλησία, σύμπασα θείοις γεραίρει σε ᾄσμασιν, οἷα διδάσκαλον σοφόν, Συμεὼν καὶ τῶν θείων ἐκφάντορα.
Ἀμέμπτως, ἱερουργήσας Κυρίῳ, ὡς θυσίαν λογικήν τὸν σὸν βίον, καὶ τοὺς λαμπρούς σου καὶ θείους ἀγῶνας, ἐν ταπεινώσει πολλῇ προσενήνοχας, τῷ Βασιλεῖ τῶν οὐρανῶν, Συμεὼν Ἱεράρχα μακάριε.
Θεοτοκίον.
Ῥανίσι, τῶν οἰκτιρμῶν Σου Παρθένε, τηκομένων τῶν παθῶν τῇ φλογώσει, τὴν τῆς ψυχῆς μου κατάρδευσον χώραν, καὶ τοῦ νοός μου τὸ σκότος διάλυσον, τῆς χάριτός Σου τῷ φωτί, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μυστογράφος ἄριστος, τῆς Ἐκκλησίας, ἐν Ἁγίῳ Πνεύματι, ὤφθης παμμάκαρ Συμεών· τῶν μυστηρίων τὴν χάριν γάρ, τὴν κεκρυμμένην, ἐκφαίνεις τῷ λόγῳ σου.
Ὁ Οἶκος.
Ὁλικῶς τῷ Θεῷ ἀνακείμενος, τῆς Αὐτοῦ εὐσπλαγχνίας τὴν ἄβυσσον, ὡς καθαγνίσας τὴν ψυχήν, ἐκ τῶν παθῶν τῆς μετοχῆς, μεμύησαι θεόφρον· καὶ καθαρωτάτῃ πολιτείᾳ εὐδοκιμήσας, Ἀρχιερεύς ἄξιος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῇ ἄνωθεν προμηθείᾳ γέγονας· ἀποστολικαῖς γάρ ἀρεταῖς διαπρέπων, καὶ ταπεινώσεως ὑψούμενος τρόποις, ὁσίως καὶ σοφῶς ἐποίμανας τὴν ἐν Θεσσαλονίκῃ ἁγίαν Ἐκκλησίαν, λόγῳ θείῳ τρέφων τὰς ψυχάς τῶν πιστῶν, καὶ σοφίᾳ θεϊκῇ καταρτίζων αὐτάς, πρὸς θείαν εὐαρέστησιν, Συμεών Ἱεράρχα· ἔνθεν μυστηρίων τὴν χάριν τὴν κεκρυμμένην ἐκφαίνεις τῷ λόγῳ σου.
Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Συμεών Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἵθυνας λόγων βακτηρίᾳ, Πάτερ Ὅσιε, πρὸς χλόην σωτηρίας, καὶ πρὸς ὕδωρ, τοὺς λογικούς σου ἄρνας, ὦ Συμεών μακάριε, ὡς θεόφρον Ποιμενάρχης.
Νόμου τοῦ θείου ἀναπτύσσων, τὰ διατάγματα ἐν θεηγόρῳ γλώσσῃ, Συμεὼν ἱερέ, ψυχῶν καθαίρεις ῥύπους, καὶ ἀνομίαν ἅπασαν, κενολόγων διελέγχεις.
Γνώσει τῇ θείᾳ διαλάμπων, καὶ ὡς Ἄγγελος ἱερουργῶν Κυρίῳ, Συμεὼν ἱερέ, Θεσσαλονίκης κλέος, φωστὴρ ὤφθης πολύφωτος, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας.
Θεοτοκίον.
Ἔργοις τοῦ σκότους ἐδουλώθην, καὶ ἠμαύρωσα ψυχῆς μου τὸ ὡραῖον· ἀλλ’ ὦ Μῆτερ Θεοῦ, Παρθένε Θεοτόκε, τῆς συνεχούσης ῥῦσαί με, δυναστείας τοῦ Βελίαρ.
ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες.
Ῥήμασι θείοις ῥυθμίζων καὶ κατευθύνων, πρὸς εὐαρέστησιν θείαν, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, τῶν αἱρέσεων πᾶσαν, ἐκλύεις ἐπηρείαν.
Ἀπὸ Θεοῦ δεδεγμένος τὴν θείαν χάριν, ὑφηγητὴς εὐσεβείας, καὶ θεηγόρος διδάσκαλος, τῆς Ἐκκλησίας ὤφθης, Συμεὼν μακάριε.
Στόμα τὸ θεῖον ἀνοίγων Ἀρχιεράρχα, πᾶσι ζωῆς ἐναρέτου, πηγάζεις θεῖα διδάγματα, Συμεὼν καὶ δογμάτων, ὀρθῶν τὴν ἀκρίβειαν.
Θεοτοκίον.
Ἰλύος ῥῦσαι παθῶν με τῶν ἀκαθάρτων, καὶ ἀπαθείας τῷ φέγγει, καταύγασόν με πανάχραντε, ἀπελαύνουσα πόῤῥῳ, ἐχθροῦ πᾶσαν μεθοδείαν.
ᾨδὴ θ΄. Ὄρους παρῆλθες.
Μύστης τῆς θείας χρηστότητος, καὶ Ἱεραρχῶν λαμπρὰ ὑποτύπωσις, ἐδείχθης τῷ σῷ βίῳ Συμεών Ὅσιε· διό τῆς ἀφθαρσίας, χαίρων ἐδέξω τὸν στέφανον.
Ὁ τῶν πιστῶν θεῖος πρόβολος, καὶ Θεσσαλονίκης Ποιμήν ἐνθεώτατος, ὁ Συμεὼν ὑμνείσθω θείοις ἐν ᾄσμασιν, ὡς πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν φιλάνθρωπον Θεόν ἡμῶν.
Ὑπὲρ ἡμῶν ἀεὶ πρέσβευε, Πάτερ Συμεὼν τῶν πιστῶν τιμώντων σε, καὶ συμπαθῶς τὸν ὕμνον μου δέξαι Ἅγιε, καὶ νέκρωσον παθῶν μου, τὴν ἐπανάστασιν πρεσβείαις σου.
Θεοτοκίον.
Ὕλης παθῶν τὴν καρδίαν μου, κένωσον Ἁγνὴ τῇ Σῇ ἀγαθότητι, καὶ πλήρωσον τὸν νοῦν μου φωτὸς τῆς χάριτος, ἵνα Σὲ Θεοτόκε, δοξολογῶ τὴν σωτηρίαν μου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἱεραρχῶν ἀγλάϊσμα, Θεσσαλονίκης καύχημα, καὶ ὀρθοδόξων δογμάτων, ὄργανον θεῖον ἐδείχθης, ὡς Ἱεράρχης ὅσιος, ὦ Συμεὼν Πατὴρ ἡμῶν· διό πιστῶς τιμῶμεν σε, καὶ τὴν ἁγίαν σου μνήμην, γεραίρομεν κατὰ χρέος.
Καί τῆς Ἑορτῆς. Ὅμοιον.
Ὑψώθης Παντοδύναμε, ἐπὶ Σταυροῦ θελήματι, καὶ ὕψωσας τῶν ἀνθρώπων, τὴν συντριβεῖσαν οὐσίαν· διό σου τὸν πανάγιον, Σταυρὸν ὑψοῦντες κράζομεν· Σῶσον ἡμᾶς φιλάνθρωπε, τῇ τοῦ Σταυροῦ Σου ὑψώσει, ἐκ τῶν βελῶν τοῦ Βελίαρ.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος!
Πάτερ Συμεών μακάριε, ἀνακαθάρας τὸν νοῦν, τῶν παθῶν τῆς συγχύσεως, τοῦ Ἁγίου Πνεύματος, οἰκητήριον γέγονας, καὶ δεδεγμένος στολήν τὴν ἔνθεον, ταύτην λαμπρύνεις φωτί τῶν ἔργων σου· ὅθεν ὑμνοῦμεν σε, ὡς Θεοῦ θεράποντα καὶ τὴν σεπτήν, καὶ ἁγίαν μνήμην σου, πανηγυρίζομεν.
Πάτερ Συμεών θεόληπτε, ἄνθρακι θείου πυρός, καθαρθείς τὴν διάνοιαν, καὶ φωτί τῆς χάριτος, μυστικῶς λαμπρυνόμενος, λόγον ἠρεύξω βίου λαμπρότητος, καὶ ὀρθοδόξων δογμάτων ῥήματα, πάντας παιδεύοντα, πρὸ γνῶσιν σωτήριον καὶ ἀρετῶν, καὶ ἠθῶν σεμνότητος, τὴν κτῆσιν Ἅγιε.
Πάτερ Συμεών θεόσοφε, τῇ ἱερᾷ σου ζωῇ, καὶ σοφίᾳ τῇ ἄνωθεν, Ἱεράρχης ὅσιος, ἀληθῶς ἀναδέδειξαι· Θεσσαλονίκης ἐντεῦθεν Πρόεδρος, καὶ Ἐκκλησίας πάσης διδάσκαλος, ὤφθης ἐν Πνεύματι, τῷ Ἁγίῳ ἔνδοξε φωταγωγῶν, ταῖς διδασκαλίαις σου, τοὺς προσιόντας σοι.
Πάτερ Συμεών μακάριε, ἐν ταπεινώσει πολλῇ, διανύων τὸν βίον σου, πρὸς θείαν ἀνύψωσιν, ἀρετῶν τελειότητος, πάντας παιδεύεις τῷ ὑποδείγματι, τῆς μακαρίας ζωῆς σου Ἅγιε· ὅθεν ὑμνοῦμεν σε, ὡς Ποιμένα ἔνθεον καὶ ἱερόν, τύπον καὶ παράδειγμα, ἐπὶ τὰ κρείττονα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ φωτί τῶν ἀρετῶν, τὴν τοῦ Πνεύματος ἐδέξω ἔλλαμψιν, οὐρανόθεν φοιτήσασαν, τῇ καθαρᾷ σου καρδίᾳ Ὅσιε· ὡς Ἀποστόλων γάρ μιμητής, τὴν ψυχήν προθύμως τέθεικας ὑπὲρ τῆς Ἐκκλησίας, Συμεών Ἱεράρχα μακάριε, καλῶς ἀγωνισάμενος· καὶ νῦν τοῖς ἄνω Λειτουργοῖς, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καί νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ, τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Θεσσαλονίκης, Ποιμενάρχης θεοειδής· χαῖρε θεῖον σκεῦος, τῆς ταπεινοφροσύνης, Ἀρχιερέων κλέος, Συμεών Ὅσιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου