ΜΑΡΤΙΟΣ ΙΣΤ΄.
ΣΑΒΙΝΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ΄καί ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ΄. Κύριε, εἰ καὶ κριτηρίῳ.
Κύριε, Σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν Σου τὸ ἔλεος.
Κύριε, Σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατ’ ἐχθρῶν, ἀνέδειξας ὁπλίτην Σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ Σε Φιλάνθρωπε.
Κύριε, Σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ, τῶν νοουμένων πτερύγων Σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν Σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Κύριε, δέξαι Σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος Σου, καὶ ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον Ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν.
Ἤ Σταυροθεοτοκίον. Ὅμοιον.
Κύριε, ὅτε Σε ὁ ἥλιος εἶδεν, ἐπὶ ξύλου κρεμάμενον, Ἥλιε τῆς Δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός Σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.
Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Κηρύξας εὐσεβῶς, ἀσεβῶν ἐναντίον, τῶν πάντων Ποιητήν, σαρκωθέντα ἀτρέπτως, Σαβῖνε παμμακάριστε, ἱερῶς ἠνδραγάθησας· ὅθεν ἔφθασας, πρὸς ἀφθαρσίας χειμάρρουν, τέλος ἅγιον, ἐν ποταμῷ δεδεγμένος· διὸ εὐφημοῦμέν σε.
ΟΡΘΡΟΣ
Ὁ Κανών τοῦ Μάρτυρος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸ ὄμμα καθάραντες τῆς ψυχῆς, ἐγκρατείας πόνοις καὶ δακρύων κατάῤῥοαῖς, νοητῶς τὸν Ἥλιον τῆς δόξης, ἐξαναστάντα θεασώμεθα.
Ἐν ὕψει τῆς γνώσεως τοῦ Χριστοῦ, σοφῇ διανοίᾳ, Ἀθλοφόρε ἀναδραμών, τοῦ ψεύδους κατέλιπες τὴν πλάνην, καὶ οὐρανίου δόξης ἔτυχες.
Χρυσοῤῥόας Μάρτυς ἄλλος Χριστοῦ, ἐν γῇ Αἰγυπτίων, καὶ ἐν κόσμῳ ἀθλητικῶς, πλημμυρήσας αἵμασι Σαβῖνε, θεογνωσίᾳ ἀνθρώπους κατήρδευσας.
Θεοτοκίον.
Γαλήνης Πανάχραντε ὁ ἐκ Σοῦ, τεχθεὶς ὑπὲρ λόγον, ταῖς πρεσβείαις Σου ἐκπληροῖ, τὸν παρόντα χρόνον καὶ ἰθύνει, τοὺς Σὲ δοξάζοντας Πανάμωμε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Σὺ ἡμᾶς ἐνίσχυσον, διὰ νηστείας Σοι Κύριε, εὐαρεστεῖν, καὶ πληροῦν προθύμως, τὰ σεπτά Σου θελήματα.
Κράτος ἀπροσμάχητον, θωρακισάμενος ἔνδοξε, τὴν τοῦ Χριστοῦ, πίστιν καὶ ἀγάπην, κατ’ ἐχθρῶν σὺ ἠρίστευσας.
Πλάνης τὰ θεμέλια, τῇ καρτερίᾳ σου ἔσεισας, καὶ εἰς βυθόν, βωμοὺς τῶν εἰδώλων, Σαβῖνε καταβέβληκας.
Θεοτοκίον.
Ἐν Σοὶ δυναμούμενοι, καὶ κραταιούμενοι, Ἄχραντε, ἐν τῷ καιρῷ τῷ τῆς ἐγκρατείας, παθῶν νικῶμεν τὸν πόλεμον.
Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἀθλοφόρε μέγιστε, τῆς ἀληθείας ὁπλῖτα, Χριστομάρτυς ἔνδοξε, Κήρυξ τῆς θείας Τριάδος, αἴτησαι, τοῖς σὲ τιμῶσιν ἐξ ὕψους χάριν, δώρησαι, ταῖς σαῖς πρεσβείαις πᾶσιν εἰρήνην, τοῖς ἀπαύστως ἀνυμνοῦσι, τὴν θείαν μνήμην, τῆς σῆς ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς Σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον.
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ Σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ Σε ἀπαύστως μεγαλύνοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς σαρκὸς τὰ σκιρτήματα, νηστείᾳ καὶ πόνοις καθυποτάξαντες, ἀπαθῶς Χριστοῦ ὀψόμεθα, καὶ ἁγνῶς τὰ Πάθη τὰ σωτήρια.
Ὥσπερ μάστιγι ἔπληξας, ῥήμασι Σαβῖνε ὁμολογίας σου, τῆς ἐνθέου τοὺς διώκοντας, καὶ αὐτὸς ἐσώθης ἀπαράτρωτος.
Τοὺς τῇ κτίσει λατρεύοντας, ἔπεισας Σαβῖνε καὶ καθωδήγησας, εἰς λατρείαν τοῦ τῶν ὅλων Θεοῦ, ὁδηγὸν σε Μάρτυς καταγγέλλοντας.
Θεοτοκίον.
Ὡς ἀγκύρας δεξάμενοι, τῆς Σῆς προστασίας μόνη Πανύμνητε, τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν, εἰς λιμένα θεῖον ἀναγόμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμπρυνον ἡμᾶς, τῆς νηστείας ταῖς ἐλλάμψεσι, καὶ ἀξίωσον ἁγνῶς κατιδεῖν Σε, τῆς Δόξης καὶ Δικαιοσύνης τὸν Ἥλιον.
Ἔχων ἐν ψυχῇ, ὥσπερ λύχνον φαεινότατον, τὴν Χριστοῦ θείαν ἀγάπησιν, πρὸς Τοῦτον Μάρτυς, ὡδηγήθης δι’ ἀθλήσεως.
Ἔκτεινας σοφέ, Αἰγυπτίων τὰ σεβάσματα, ἐν τῇ ῥάβδῳ τῆς σοφίας σου, τὸν τῶν ἁπάντων Ποιητὴν δοξάζων Κύριον.
Θεοτοκίον.
Ῥώμην τὴν ἡμῶν, περιβάλλουσα ἀσθένειαν, ἐν καιρῷ τῆς ἐγκρατείας Ἁγνή, κατὰ πολέμων, καὶ παθῶν ἡμᾶς ἐνίσχυσον.
ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπόλαυσιν ἀγαθῶν, καὶ μέθεξιν ἀκηράτου τρυφῆς, ἡ νηστεία προξενεῖ τοῖς ταύτης μετέχουσι, καὶ Χριστὸν δοξάζουσι, καθαρᾷ καρδίᾳ σωτηρίας μόνον πρόξενον.
Εὐπρέπειαν ὁρατήν, καὶ κοσμικὴν περιφάνειαν, ἐβδελύξω εὐσεβῶς, καὶ δόξης τῆς κρείττονος, καὶ πλούτου τοῦ μένοντος, ἐραστὴς ἐδείχθης, Ἀθλοφόρε παναοίδιμε.
Τὴν ζάλην τοῦ μοχθηροῦ, Σαβῖνε βίου κατέλιπες, εἰς ὅρμον δὲ τῆς Χριστοῦ κατήντησας πίστεως, δι’ ἧς τῆς ἀθλήσεως, τὸν πλοῦτον εἰς θεῖα, ταμεῖα ἐναπέθηκας.
Θεοτοκίον.
Γευσάμενοι τοῦ φυτοῦ, παρακοῇ οἱ Πρωτόπλαστοι, ἐξόριστοι τῆς τρυφῆς, γεγόνασιν Ἄχραντε· ἡμεῖς δὲ μετέχοντες, τοῦ ἐκ Σοῦ τεχθέντος, ἐντρυφῶμεν ἀκηράτῳ ζωῇ.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πρὸς ὕδωρ ζωῆς, καὶ πέλαγος χρηστότητος, ἰθύνης σαφῶς, ἱστίῳ τῷ τοῦ Πνεύματος, ποταμίοις ὕδασι, προσριφεὶς Σαβῖνε πανεύφημε· διὸ λύσιν ἁμαρτιῶν, ὀμοβρίζεις ἀπαύστως, προσευχαῖς σου ἡμῖν.
Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἀχλὺν τῶν ὀμμάτων, τῆς ψυχῆς, ἀφελόντες διὰ νηστείας τὸ φῶς, τὸ ἔνθεον τῇ πίστει, δεξώμεθα ἐν φόβῳ καὶ ἁγνείᾳ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Τῆς ψυχῆς τὸ ὡραῖον, τῷ τοῦ σώματος Μάρτυς, κάλλει ἐνέφηνας· φαιδρὸς γὰρ θεωρίαις, ἡδύς τε ἐν τοῖς λόγοις, ἀνεδείχθης καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Γενναιότητι Μάρτυς, τῆς ψυχῆς καὶ ἀνδρείᾳ θράσος ἀντίπαλον, τυράννων ἀνομούντων, διήλεγξας Σαβῖνε, καὶ Χριστῷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον.
Ἰδεῖν Θεοκυῆτορ, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὴν θείαν Ἔγερσιν, νηστείᾳ καθαρθέντας, ἀξίωσον τοὺς πίστει, εὐλογοῦντας καὶ λέγοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τὸν Βασιλέα, τῶν οὐρανῶν κοσμηθέντες, τὰς ψυχὰς νηστείᾳ καὶ δεήσει, πίστει ἀδιστάκτῳ, δεξώμεθα ἐνθέως.
Τοῦ Παρακλήτου ταῖς νοηταῖς Ἀθλοφόρε, ἀρδευθεὶς ῥοαῖς, καρποὺς προσῆξας, τοὺς τοῦ Μαρτυρίου, Σαβῖνε τῷ Κυρίῳ.
Οἱ τῶν αἱμάτων σοι ποταμοὶ πλημμυροῦντες, ἐπὶ γῆς Σαβῖνε ἰαμάτων, νάματα τοῖς πᾶσι, προχέουσιν ἀνθρώποις.
Θεοτοκίον.
Οἱ ἐγκαυχώμενοι ἐπὶ Σοὶ Θεοτόκε, τύχοιμεν τῆς δόξης τοῦ Υἱοῦ Σου, καὶ ταῖς Σαῖς ἱκεσίαις, ἐν τῇ Αὐτοῦ Ἐγέρσει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὰ πάθη χαλινοῦντες, διὰ ἐγκρατείας, καθυποτάξωμεν νοῒ καθαρῷ, ἵνα τῷ πάντων Δεσπότῃ συμβασιλεύσωμεν.
Κρατήσας Ἀθλοφόρε, νοητῶν πολέμων, καὶ ὑποτάξας τυράννους γενναίᾳ ψυχῇ, τῷ Ποιητῇ τῶν ἁπάντων συμβασιλεύεις Χριστῷ.
Ἀπάρας πρὸς τὸν πόλον, ἐκ τῆς γῆς Σαβῖνε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε πρέσβευε, τῷ Ποιητῇ τῶν ἁπάντων καὶ Στεφοδότῃ σου.
Θεοτοκίον.
Ὑπάρχεις Θεοτόκε, δόξα τῶν Σῶν δούλων, καὶ παρρησία καὶ σθένος καὶ καύχημα, καὶ ἀσφαλὴς ἀπαρτία τῆς προσδοκίας μου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου