ΝΟΕΜΒΡΙΟΣ Θ΄
ΕΥΣΤΟΛΙΑ & ΣΩΠΑΤΡΑ ΟΣΙΕΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί το· Μακάριος ἀνήρ· εἰς δέ το· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καί ψάλλομεν Προσόμοια τῶν Ὁσίων γ΄, δευτεροῦντες αὐτά. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τόν ἰσάγγελον, ἀπό νεότητος Μῆτερ, νουνεχῶς ποθήσασα, κόσμου τήν τερπνότητα, καταλέλιπας· καί σεπτόν σκήνωμα, ᾤφθης ἀπαθείας, ἐγκρατείᾳ διαλάμπουσα, καί καθαρότητι, καί τῶν ἀρετῶν ταῖς λαμπρότησι· Χριστῷ οὖν εὐηρέστησας, καί Ἀγγέλων γέγονας σύσκηνος· μεθ’ὧν ἐκδυσώπει, Ὁσία Εὐστολία ἐκτενῶς, πάσης ῥυσθῆναι στενώσεως, τούς σέ μακαρίζοντας.
Πόνοις τῆς ἀσκήσεως, ἐγκαρτερήσασα Μῆτερ, τήν ψυχήν ἐλάμπρυνας, καί σαρκός ἐνέκρωσας, τά σκιρτήματα· θεϊκῷ φόβῳ γάρ, πάσας τάς αἰσθήσεις, θεοφρόνως κυβερνήσασα, ἐχθροῦ κατήσχυνας, τάς ἐπιβουλάς καί τά ἔνεδρα, καί ᾤφθης ὁσιότητος, θεῖον ἀληθῶς ἐνδιαίτημα, Μῆτερ Εὐστολία, θεράπαινα καί νύμφη τοῦ Χριστοῦ, Ὅν ἐκδυσώπει δεόμεθα, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ὅτε σου ἑώρακε, τόν ἱερώτατον βίον, καί τῆς πολιτείας σου, Μῆτερ τήν χρηστότητα, καί σεμνότητα, Βασιλίς ἡ ἔνδοξος, καί σεμνή Σωπάτρα, Μαυρικίου θεῖον βλάστημα, Χριστοῦ τῷ ἔρωτι, τρωθεῖσα ὀπίσω σου ἔδραμε, θερμῶς καθικετεύουσα, Μῆτερ Εὐστολία συνεῖναί σοι· ὅθεν καί πορφύραν, σαφῶς ἐκδυσαμένη τήν φθαρτήν, μοναζουσῶν ἐνεδύσατο, σχῆμα ἱερώτατον.
Δόξα. Ἦχος πλ. α΄. Τῶν Ὁσίων.
Ἀμέμπτως Κυρίῳ δουλεύσασαι, καί δόκιμοι φανεῖσαι Αὐτῷ, ἐν τῇ ἐργασίᾳ τοῦ κρείττονος, τό δηνάριον τῆς ἄνω βασιλείας, ἐν τῷ τέλει τῶν ἀγώνων, ἀξίως εἰλήφατε, Μητέρες Ὅσιαι· διό μή παύσησθε μνημονεύουσαι, τῶν μεμνημένων ὑμῶν, Εὐστολία θεοδόξαστε, καί Σωπάτρα πανεύφημε, ὡς ἄν εὕρωμεν χάριν, εἰς εὔκαιρον βοήθειαν.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Προκείμενον. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιών το Ανάγνωσμα.
Υιέ άνοιγε σον στόμα λόγω Θεού, και κρίνε πάντα υγιώς· άνοιγε σον στόμα και κρίνε δικαίως. Διάκρινε δε πένητα και ασθενή` γυναίκα ανδρείαν τις ευρήσει; Τιμιωτέρα δε εστιν λίθων πολυτελών η τοιαύτη· θαρσεί επ` αυτή η καρδία του ανδρός αυτής· η τοιαύτη σκύλων ουκ απορήσει` ενεργεί γαρ τω ανδρί αυτής αγαθά, και ουκ κακά πάντα τον χρόνον ευρομένη έρια και λίνον, εποίησεν ευχάριστα τοις χερσίν αυτής τον πλούτον, και ανίσταται εκ νυκτός, και έδωκε βρώματα τω οίκω, και έργα ταις θεραπαίναις` θεωρήσασα γεώργιον επρίατο` από δε των καρπών των χειρών αυτού κατεφύτευσε κτήμα` αναζωσαμένη ισχυρών την οσφύν αυτής, ήρεισε του βραχίονα αυτής εις έργον` εγεύσατο ότι καλόν το εργάζεσθαι` και ου σβέννηται ο λύχνος αυτής όλην την νύκτα` τας χείρας αυτής εκτείνει επί τα συμφέροντα` τους πήχεις αυτής ερείδει εις άτρακτον. Θύρα δε αυτής διήνοιξε πένητι` καρπόν δε εξέτεινε πτωχώ. Ου φροντίζει τα εν οίκω ο ανήρ αυτής όταν που χρονίζει` πάντες γαρ αυτή, ενδεδυμένοι εισί` δισσάς στολάς και χλαίνας. Εποίησε τω ανδρί αυτής, εκ δε βύσσου και πορφύρας εαυτής ενδύματα` περίβλεπτος δε γίνεται πύλαις ο ανήρ αυτής, ηνίκα αν κάθηται εν συνεδρίω μετά των πρεσβυτέρων` και κατοίκων της γης` σινδόνας εποίησε και απέδοτο τοις Φοίνιξι` περιζώματα δε τοις Χαναναίοις` ισχύν και ευπρέπειαν ενεδύσατο` και ευφράνθη εν ημέραις εσχάταις` στόμα δε αυτής διήνοιξε προσεχόντως` και τάξιν εστείλατο της γλώσσας αυτής` στεναί διατριβών οίκων αυτής` σίτα δε οκνηρά ουκ έφαγε` ανέστη τα τέκνα αυτής και ήνεσαν αυτήν, και ο ανήρ αυτής επήνησεν αυτήν` πολλαί θυγατέρες εποίησαν δύναμιν` πολλαί εκτήσαντο πλούτον. Συ δε υπέρκεισαι και υπερήρας πάσας, ψευδείς αρέσκειαι, και μάταιον κάλος γυναικών ουκ έστιν εν σοι` γυνή γαρ συνετή ευλογείται` φόβον δε Κυρίου αύτη αινείτω. Δότε αυτή από καρπών χειλέων αυτής και αινείσθω εν πύλαις ο ανήρ αυτής.
Εἰς τὴν Λιτήν. Ἦχος β΄.
Ἀσκητικήν διαγωγήν ἀγαπήσασα, τῆς τοῦ κόσμου ἀγάπης, ἐξενώθης Ὁσία· ἔνθεν δι’ ἐναρέτων ἔργων, ἀποτελεσθεῖσα ἱερῶς, φωτός δοχεῖον ἐδείχθης, καί τῷ Χριστῷ ὁσίως ᾠκειώθης· Αὐτοῦ τῆς γλυκείας ἀπολαύουσα θέας, ἐν τῷ νυμφῶνι τῆς χαρᾶς· καταύγασον καί ἡμῶν τάς καρδίας, ταῖς πρός Αὐτόν πρεσβείαις σου, Εὐστολία ἀξιάγαστε.
Ἦχος πλ. β΄.
Τόν τῆς ἀγνείας θησαυρόν, ἄσυλον τηρήσασα, δι’ ἀσκητικῆς πολιτείας, ὁλοσχερῶς Χριστῷ ἀνετέθης· σῶμα γάρ καί ψυχήν, καί πάντα τά σά, Αὐτῷ καθιερώσασα, κάλλος ἀπόθετον ὤφθης, καί ὄργανον θεοδειδές, τῆς τοῦ Πνεύματος χάριτος, Σωπάτρα πανόλβιε, τῶν Παρθένων ἐγκαλλώπισμα, καί Ὁσίων ἡ δόξα, καί τῶν Βασιλίδων τό κλέος καί σέμνωμα· καί νῦν τῆς ὑπέρ νοῦν τρυφώσα ἀγαλλιάσεως, ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τόν Στίχον, Προσόμοια. Ἦχ. α΄. Τῶν οὐανίων Ταγμάτων.
Τίς τούς ἀγῶνας σου Μῆτερ, ἐκδιηγήσεται; Ὁσία Εὐστολία, οὕς ἀνέτλης γενναίως· τοῦ Πνεύματος τοῦ θείου γάρ τῇ ψυχῇ, σου ἡ χάρις σκηνώσασα, ἐνίσχυσέ σε βιῶσαι ὡς ἀληθῶς, ὑπέρ φύσιν παμμακάριστε.
Στ. Μῦρον ἐκκενωθέν ὀνομά Σου, διά τοῦτο νεάνιδες ἠγάπησάν Σε.
Ῥέουσαν δόξαν καί πλοῦτον, φθαρτόν ἐμίσησας, καί βασιλείαν ὅλως, ἀπεσείσω Σωπάτρα, τοῦ βίου καταλείψασα πάντα τερπνά, ὡς ἐπίκηρα πάνσοφε, ἀνθ’ ὧν ἐδέξω πλουσίως ἐν οὐρανοῖς, σύν Ἀγγέλοις τά αἰώνια.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.
Τάς οὐρανίους σκηνώσεις, οἰκοῦσα ἔνδοξε, καί σύν χοροῖς Ἀγγέλων, τοῦ Κυρίου τῷ θρόνῳ, φαιδρῶς παρισταμένη, ὑπέρ ἡμῶν, Εὐστολία ἱκέτευε, τόν σόν Νυμφίον καί Κτίστην καί Λυτρωτήν, σύν Σωπάτρα τῇ θεόφρονι.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρί τῆς ἀγάπης τοῦ Χριστοῦ ἀναφλεχθεῖσα, τοῖς ἴχνεσιν Αὐτοῦ ἠκολούθησας, πάντων ἀπαναστᾶσα τῶν τερπνῶν· ἰσαγγέλως δέ πολιτευθεῖσα, σαφῶς ἐφείλκυσας, πρός μίμησιν τοῦ ἐνθέου βίου σου, Σωπάτραν τήν καλλιπάρθενον, οἰκονομίᾳ θείᾳ, εὑροῦσα ταύτην, ἐν τῷ τῶν Βλαχερνῶν τῆς Θεοτόκου Ναῷ· μεθ’ἧς τῆς ἄνω δόξης τυχοῦσα, Εὐστολία θεόπνευστε, πρέσβευε τῷ Σωτῆρι καί Θεῷ ὑπέρ ἡμῶν, τῶν τήν σεπτήν ὑμῶν μνήμην, ἀνυμνολογούντων ᾄσμασι.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας, ἐν αὐλαῖς ταῖς ὁσίαις, ὦ Εὐστολία σεμνή, καί προσήνεγκας Χριστῷ, καρπόν ἠδύτατον, τήν Σωπάτραν τήν κλεινήν, καί χορείαν ἀσκουσῶν, παρθένων σοι ἑπομένων· μεθ’ ὧν ἱκέτευε, Μῆτερ, ὑπέρ ἡμῶν τόν Ὑπεράγαθον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετά την α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τόν τάφον Σου, Σωτήρ.
Τόν βίον εὐσεβῶς, διανύσασα Μῆτερ, ἀστήρ θεολαμπής, Εὐστολία ἐδείχθης, τοῖς πᾶσιν ἐκπέμπουσα, τάς τοῦ Πνεύματος χάριτας, ὧν τήν ἔλλαμψιν, ἡ πανολβία Σωπάτρα, ὡς ἐδέξατο, τήν τοῦ Πατρός βασιλείαν, ἀπώσατο χαίρουσα.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετά τήν β΄ Στιχολογίαν, Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἀπαλῶν ἐξ ὀνύχων καθιερώθης Θεῷ, ἀγρυπνίαις, νηστείαις, ἀεί σχολάζουσα, φλεγομένη δέ Χριστοῦ τῷ θείῳ ἔρωτι, Ῥώμην κατέλειπες, σπουδῇ, καί ἀνέδραμες θερμῶς, εἰς τήν τοῦ Βύζαντος πόλιν, τούς πόθους σου ἐκπληροῦσα, ὦ Εὐστολία παναοίδιμε.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς· Τήν Εὐστολίαν ὑμνῶ ἅμα τῇ Σωπάτρᾳ. Φ.Μ.Τ.Ε.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τήν χερσωθεῖσαν μου ψυχήν τοῖς πάθεσι, σύ καλλιέργησον νῦν, καί τά ἀκανθώδη, καί σαθρά ζιζάνια, τά τοῦ νοός μου ἔκτειλον, ὦ Τριάς Παναγία, ὅπως ὑμνήσω ἐν ᾄσμασι, μνήμην τῶν Ὁσίων Σου σήμερον.
Ἥλιος ἄλλος φαεινός ἀνέτειλεν, ἡ θεία μνήμη ὑμῶν, φωτίζουσα πάντων, τάς καρδίας χάριτι, ὦ Εὐστολία πάνσεμνε, καί θεόφρον Σωπάτρα, τῶν μετά πόθου καί πίστεως, ὑμῶν ἀνυμνούντων τά σκάμματα.
Νεανικῶς τόν δυσμενῆ κατεπάλαισας, Χριστόν ποθήσασα, καί τοῖς θείοις Τούτου ἑπόμενη ἴχνεσι, σύν ἀΰλοις Ἀγγέλοις, καί τῶν Ὁσίων τοῖς τάγμασι, ἀϊδίως Μῆτερ εὐφραίνεσθαι.
Θεοτοκίον.
Εὐλογημένη Θεοτόκε Δέσποινα, μόνη κυήσασα, τόν τοῦ Πατρός Λόγον, τόν ἀπερινόητον, Σέ ἱκετεύω Ἄχραντε, τῆς ψυχῆς μου τήν θλίψιν, καί τήν πικρίαν τήν ἄμετρον, τρέψον μου εἰς πένθος σωτήριον.
ᾨδή γ΄. Σύ εἶ τό στερέωμα.
Ὕμνους σοί ἄδομεν, πανευλαβῶς οἱ ἱκέται σου, τῶν πειρασμῶν, λύσιν ἐξαιτοῦντες, Εὐστολία πρεσβείαις σου.
Σοῦ τόν βίον δέδωκας, τῷ Ποιητῇ ἀκηλίδωτον, καί ἀρετῶν τήν περιουσίαν, ὥσπερ προῖκα πολύτιμον.
Τοῦ Χριστοῦ τῷ ἔρωτι, ἀναφλεχθεῖσα πανθαύμαστε, ὅλῃ ψυχῇ ἔσπευσας, Σωπάτρα εἰς Αὐτοῦ εὐαρέστησιν.
Θεοτοκίον.
Ὄρεξόν μοι Δέσποινα, τήν κραταιάν Σου βοήθειαν, σώζουσα νῦν, ἐκ τῆς κατεχούσης, τῶν παθῶν με συγχύσεως.
Κάθισμα τῶν Ὁσίων. Ἦχος πλ. δ΄. Τήν Σοφίαν καί Λόγον.
Ὡς ἐκλάμψασα αἴγλῃ παρθενικῇ, καί ἐμπρέψασα πόνοις ἀσκητικοῖς, πολλοῖς ἐχρημάτισας, σωτηρίας ὑπόθεσις, καί χορόν παρθένων Χριστῷ τῷ Νυμφίῳ σου, προσηγάγω Μῆτερ, ἐν αἷς καί διέλαμψεν, ἡ σεμνή Σωπάτρα, Βασιλίδων ἡ δόξα, φανεῖσα ἐφάμιλλος, τῶν σῶν πόνων σαφέστατα, Εὐστολία θεόνυμφε· μεθ’ ἧς ἀεί δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
ᾨδή δ΄. Σύ μου ἰσχύς, Κύριε.
Λελαμπρυσμένη παρθενίας τοῖς κάλεσι, καί ἀσκήσεως στερροῖς παλαίσμασι, τῷ οὐρανίῳ καί νοητῷ, ἡρμόσθης Νυμφίῳ, οἷαπερ νύμφη πολύφερνος· διό καί πρός παστάδα, σκηνώσασα τήν θείαν, κράζεις· δόξα Χριστέ τῇ δυνάμει Σου.
Ἰδεῖν Χριστοῦ, τήν ἀληθῆ ὡραιότητα, καί τήν θέαν ὄντως τήν ὑπέρφωτον, ἐπιποθοῦσα νυχθημερόν, ἐν ἀτρέπτῳ στάσει, διηνεκῶς Τούτῳ ᾤρθριζες· ἐντεῦθεν πληρωθέντος, τοῦ ἐνθέου σου πόθου, χαρμονῆς Εὐστολία πεπλήρωσαι.
Ἅπας πιστός, συγχορευέτω γηθόμενος, καί σκιρτάτω, σύν ἐμοί τῷ πνεύματι, βοᾷ ἡ Ῥώμη ἡ σή πατρίς, Μῆτερ Εὐστολία, ὅτι σέ βλάστημα ἔσχηκε, τερπνόν τε καί ὡραῖον· ἀλλά καί Κωνσταντίνου, τοῖς ἀγῶσι σου Πόλις σεμνύνεται.
Θεοτοκίον.
Νοῦν καί ψυχήν, τῷ Σῷ Υἱῷ Μητροπάρθενε, ἀναθεῖσαι, αἱ Ὁσιοπάρθενοι, σύν τῇ Σωπάτρᾳ ἡ θαυμαστή, Εὐστολία ὄντως, τῶν χαρισμάτων ἐπλήσθησαν, τοῦ Πνεύματος, καί τρίβους, καθωδήγησαν θείαις, νεανίδων ὁσίαν ὁμήγυριν.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὕλην τῶν παθῶν, τῷ πυρί τοῦ θείου Πνεύματος, καταφλέξασα Ὁσία ἀληθῶς, Εὐστολία, ἀρετῶν ὕλας συνήθροισας.
Μόνην τοῦ Χριστοῦ, ἡ Σωπάτρα δόξαν στέργουσα, ἀλουργίδα καί διάδημα φθαρτόν, κατεφρόνησεν ἐμφρόνως ἡ πανόλβιος.
Νόμοις τῆς ζωῆς, πειθαρχοῦσαι παναοίδημοι, στήλαι ἔμψυχοι ὡράθητε σαφῶς, πολιτείας ἱερᾶς, Μητέρες Ὅσιαι.
Θεοτοκίον.
Ὡς τοῦ Λυτρωτοῦ, Μήτηρ οὖσα τοῦ ὑψώσαντος, τήν πεσοῦσαν Κόρη φύσιν τῶν βροτῶν, ἐκ τῆς γῆς καί τῶν γηΐνων με ἀνύψωσον.
ᾨδή στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ἀκμάζων τῇ σῇ ψυχῇ, ὦ Εὐστολία πανσέβαστε, ὁ πόθος ὁ τοῦ Χριστοῦ, τήν Ῥώμην σέ ἔπεισε, θερμῶς καταλείψασθαι, καί περινοστῆσαι, τά σεβάσμια σκηνώματα.
Μακρύνασα ὡς τρυγών, ἐκ τῶν τοῦ κόσμου συγχύσεων, ἐν ἀταράχῳ ζωῇ, τόν νοῦν σου ἀθόλωτον, Σωπάτρα ἐτήρησας, καί τελείως τοῦτον, τῷ Χριστοῦ πόθῳ ἐπτέρωσας.
Ἀπό νεότητος σύ, τόν τοῦ Χριστοῦ ἐπωμάδιον, ὦ Εὐστολία σταυρόν, ἦρας καταισχύνασα, ἐχθρόν τόν παμπόνηρον, σαρκός ἀσθενείᾳ, θεοφρόνως ἀριστεύσασα.
Θεοτοκίον.
Τῷ ἔρωτι τοῦ ἐκ Σοῦ, τεχθέντος Κόρη Πανάμωμε, παρθένων πανευσεβῶν, χορεῖαι ἐτρώθησαν, θερμῶς καί ὀπίσω Σου, τῆς Πανάγνου Τούτῳ, ἐν ἀσκήσει προσηνέχθησαν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀπό νεότητος ποθήσασαι ἀοίδημοι, τά ἀγαθά τά ὑπέρ νοῦν πᾶσαν ἀπώσασθε, κόσμου σχέσιν, ἐν ἁγνείᾳ δέ καί ἀσκήσει, λαμπρυνθεῖσαι, τῆς Τριάδος οἴκοι ὤφθητε, Εὐστολία καί Σωπάτρα καταυγάζουσαι, τούς κραυγάζοντας· πανσεβάσμιοι χαίρετε.
Ὁ Οἶκος.
Τῷ θείῳ Σου ἔρωτι Χριστέ, τρωθεῖσα τήν καρδίαν ἡ θεόφρον ξυνωρίς τῶν Ὁσίων Μητέρων, Εὐστολία ἡ πανθαύμαστος, τό τῆς Ῥώμης τερπνότατον βλάστημα, καί Σωπάτρα ἡ πανένδοξος, τῆς Βασιλίδος τῶν πόλεων γόνος βασιλικός, πάντα τά ἐπί γῆς σκύβαλα ἐλογίσατο· διά στερρᾶς ἀσκήσεως καί παρθενίας ἀκραιφνοῦς, σεπτά δοχεῖα ἀνεδείχθησαν τῶν δωρεῶν τοῦ Ἁγίου Πνεύματος, καταυγάζουσαι τούς πρός αὐτάς μετά πόθου κραυγάζοντας· πανσεβάσμιοι χαίρεται.
Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ μηνός μνήμη τῶν Ὁσίων Εὐστολίας καί Σωπάτρας τῆς Βασιλίδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
ᾨδή ζ΄. Θεοῦ συγκατάβασιν.
Ἡ Ῥώμη ἡγίασται, σοῦ τοῖς σπαργάνοις, ἡ πάλαι ἔνδοξος· ἡ δέ νέα καυχᾶται, ὅτι ἐν ταύτῃ, τόν δρόμον διήνυσας, καί πρός Χριστόν μετά δόξης ἀνέδραμες, δοξολογοῦσα Αὐτοῦ τήν ἀγαθότητα.
Σωπάτρα ἡ πάνσοφος, τῶν Βασιλίδων κλέος καί σέμνωμα, μεγαλύνεται θείως, ὡς βασιλείαν λιποῦσα πρόσκαιρον, τήν ἐπί γῆς, ἀνθ’ ἧς καί κεκλήρωκεν, ἐν οὐρανοῖς, ἀληθῆ καί διαμένουσαν.
Ὡς ἄστρον φανότατον, ἡ θεία μνήμη ὑμῶν ἐξέλαμψε, θεοφόροι Μητέρας, μοαζουσῶν τά πλήθη φαιδρύνουσα, ᾠδάς ὁσίας, ὑμῖν ἀναμέλποντα, καί τόν ὑμᾶς στεφανώσαντα δοξάζοντα.
Θεοτοκίον.
Παρθένε Πανύμνητε, ἡ ἐν γαστρί Σου Θεόν χωρήσασα, τήν ἀθλίαν ψυχήν μου, ἐστενωμένην παντοίοις πάθεσι, μητρικαῖς Σου εὐχαῖς ἐλευθέρωσον, εἰς πλατυσμόν ἀπαθείας ὁδηγοῦσα με.
ᾨδή η΄. Τόν Βασιλέα.
Αἴγλῃ τῇ θείᾳ, τῆς ἀρχιφώτου Τριάδος, λαμπομένη τόν νοῦν Εὐστολία, ὁρᾶς εἰς αἰῶνας, Αὐτῆς τό θεῖον κάλλος.
Τρίβον Ὁσία, τήν τεθλιμμένην Σωπάτρα, πλατυσμῷ διελθοῦσα διανοίας, τῆς σῆς διδασκάλου, ὡράθης ἐκμαγεῖον.
Ῥάβδῳ τεμοῦσαι, τῇ τῆς πίστεως θείᾳ, τῶν παθῶν τάς θαλάσσας ὁσίαις, ἐδείξατε καρδίαις, διάβασιν εὐθεῖαν.
Θεοτοκίον.
Ἄχραντε Μῆτερ, εὐλογημένη Μαρία, τήν καρδίαν μου δεινῶς φαρμαχθεῖσαν, ἱῷ ἁμαρτίας, ἰάτρευσον ἐν τάχει.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Φορέσασα τό σχῆμα, τό σεπτόν Σωπάτρα, τόν ἀλαζόνα ἐχθρόν καί ἀρχέκακον, ἀσχημοσύνην ἐνέδυσας θεοτίμητε.
Μετά τῶν Ἀσωμάτων, καί Ὁσίων πάντων, ξύλου ζωῆς ἐντρυφῶσα τρισόλβιε, ὦ Εὐστολία, σῶν πόνων δρέπῃ τά ἔπαθλα.
Τοῦ ἀληθοῦς Ποιμένος, ἄμωμοι ἀμνάδες, ὦ Εὐστολία, Σωπάτρα πρεσβεύσατε, τοῦ σῶσαι ποίμνην, τιμῶσαν ὑμᾶς ἐν ἄσμασι.
Θεοτοκίον.
Ἐλπίς ἀπηλπισμένων, Ἄχραντε Παρθένε, τάς πανοσίας Μητέρας παράλαβε, καί ἐφ’ ἡμῖν τόν Υἱόν Σου, Ἁγνή, ἱλέωσαι.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τόν δρόμον τῆς ἀσκήσεως, διηνύσατε πόθῳ, σταυροῦ τῇ θείᾳ χάριτι, θεοφόροι ῥωσθεῖσαι, διό καί ἀνεδείχθητε, τῶν παρθένων καύχημα, μοναζουσῶν ὡραιότης, Εὐστολία θαυμαστή, καί Σωπάτρα εὐκλεής· διό ὑμᾶς εὐφημοῦμεν.
Αἶνοι. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Ὅτε, πρός νυμφῶνα νοητόν, κατεστολισμένη ὡς νύμφη, τῶν ἀρετῶν ταῖς στολαῖς, λαμπρῶς εἰσελήλυθας, ὦ Εὐστολία σεμνή, ἐπί γῆς καταλείψασα, διαδεξαμένην, Σωπάτραν τήν πάντιμον, τά σά παλαίσματα, τότε τοῦ φωτός τοῦ ἀδύτου, καί τῆς τοῦ Νυμφίου σου θέας, τέλειον Ὁσία κατετρύφησας. (Δίς)
Ὅτε, τῆς νεότητος ὁμοῦ, καί τῆς τοῦ πατρός βασιλείας, καταπεφρόνηκας, τότε πρός ἰσάγγελον, ζωήν ἐχώρησας, καί τῷ Λόγῳ μεμνήστευσαι, ἀσχέτῳ σου πόθῳ, δι’ ἄκρας ἀσκήσεως, καί παρθενίας λαμπρᾶς· ὅθεν τῆς ζωῆς τῆς ἀμείνω, τῇ θεαρχικῇ εὐδοκίᾳ, εὐκλεῶς Σωπάτρα κατηξίωσαι.
Ὅτε, φλεγομένη τῷ γλυκεῖ, ἔρωτι Χριστοῦ Εὐστολία, Ῥώμην κατέλιπας, καί τήν Βασιλεύουσαν, χαίρουσα ἔφθασας, τά σεβάσμια ἅπαντα, σκηνώματα πόθῳ, προσκυνῆσαι σπεύδουδα, ἅ καί ἀπήλαυσας, πόθον ἱερόν σου πληροῦσα, τότε ἐν ναῷ τήν Σωπάτρα, εὗρες ἀπιοῦσαν τῆς Θεόπαιδος.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρί τῆς ἀγάπης τοῦ Χριστοῦ ἀναφλεχθεῖσα, τοῖς ἴχνεσιν Αὐτοῦ ἠκολούθησας, πάντων ἀπαναστᾶσα τῶν τερπνῶν· ἰσαγγέλως δέ πολιτευθεῖσα, σαφῶς ἐφείλκυσας, πρός μίμησιν τοῦ ἐνθέου βίου σου, Σωπάτραν τήν καλλιπάρθενον, οἰκονομίᾳ θείᾳ, εὑροῦσα ταύτην, ἐν τῷ τῶν Βλαχερνῶν τῆς Θεοτόκου Ναῷ· μεθ’ἧς τῆς ἄνω δόξης τυχοῦσα, Εὐστολία θεόπνευστε, πρέσβευε τῷ Σωτῆρι καί Θεῷ ὑπέρ ἡμῶν, τῶν τήν σεπτήν ὑμῶν μνήμην, ἀνυμνολογούντων ᾄσμασι.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
Μεγαλυνάριον. Τῶν Ὁσίων κοινόν.
Σύμφρων καί ὁμόψυχος ἐν παντί, οὗσα τῶν Μητέρων, ἡ τρισόλβιος ξυνωρίς, θεία Εὐστολία καί ἡ σεμνή Σωπάτρα, καί δόξῃ ἰσοτίμῳ ἐμεγαλύνθησαν.
Τῆς Ὁσίας Εὐστολίας.
Στολήν Εὑστολία παρθενικήν, περιβεβλημένη, οὐρανίῳ καί νοητῷ, εἰσῆλθες νυμφῶνι, Χριστοῦ ἀγαλλομένη, ἀσκήσεως λαμπάδα, χερσί κατέχουσα.
Τῆς Ὁσίας Σωπάτρας.
Χαίροις Βασιλίδων ἡ καλλονή, καί μοναζουσῶν τε, ὑποτύπωσις ἀληθής· χαίροις Εὐστολίας, πνευματική θυγάτηρ, Σωπάτρα μακαρία, Ἀγγέλων σύσκηνε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου