ΣΕΠΤΕΜΒΡΙΟΣ Ζ΄!!
ΣΩΖΩΝ ΜΑΡΤΥΣ ΝΕΟΣ ΕΝ ΚΥΠΡῼ & ΣΥΝ ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό, Κύριε ἐκέκραξα, Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς δύο. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Ἰωακεὶμ
καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην
Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί,
μακαρίζοντες Παρθένον ἁγνήν.
Ἐξ
Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ
τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός,
πᾶσαν λύμην ἀγαθότητι.
Καὶ τοῦ Μάρτυρος δύο. Ὅμοια.
Βοσκὸν ἀλόγων προβάτων τὸν ἐνθεώτατον, τὸν ὡς ὁ προφητάναξ, ὁ Δαυΐδ καθ’ ἑκάστην, δοξάζοντα τὸν Κτίστην καὶ Ποιητήν, πάσης κτίσεως μέλψωμεν, Σώζοντα θεῖον Μαρτύρων πανευσθενῶν, καλλονήν τε καὶ ἀγλάϊσμα.
Ἀσπρογιᾶς τῆς ἐν Πάφῳ τὸ μέγα καύχημα, καὶ Ἀθλητῶν εὐψύχων, πολυτίμητον κλέος, σὺν Παίδων ἀνωνύμων πλήθει σεπτῷ, Ἀθλοφόρων τιμήσωμεν, θεοφορούμενον Σώζοντα ὡς φανόν, παμφαῆ Χριστοῦ τῆς πίστεως.
Δόξα. Ἦχος β΄.
Τὸν τῆς Ἀσπρογιᾶς ἐνθεώτατον γόνον, τῶν εὐσεβῶν νεαρῶν ποιμένων τὸ ἀκροθίνιον, καὶ ἐν ταῖς νάπαις πέριξ τῆς Ἁγίας Μονῆς, βόσκοντα τοὺς αὐτοῦ ἄρνας, κατὰ μίμησιν τοῦ καλοῦ ἀρχιποίμενος Χριστοῦ, Σώζοντα, τὸν καρτερόψυχον Μάρτυρα, ἐγκωμίων ἄνθεσι στέψωμεν. Οὗτος γὰρ ὑπομείνας Σαρακηνῶν δεινὴν ἐκδίωξιν, πυρὶ παρεδόθη σὺν ἄλλοις Παιδομάρτυσιν. Καὶ νῦν, ἐν σκηναῖς οὐρανίαις ἀγαλλιώμενος, Χριστὸν τὸν σεπτὸν ἀγωνοθέτην, ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὴν πανσέβαστον ἄθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν εὐσεβῶν, Ἀσπρογιᾶς τῆς Πάφου, τὰ πλήθη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, νῦν Σώζοντα τιμήσωμεν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Γάνυται καὶ σκιρτᾷ, ἡ νῆσος τῶν Κυπρίων, τελοῦσα τὴν σὴν μνήμην, Μαρτύρων κλέος Σῶζον, τὴν θείαν καὶ πανέορτον.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Φεύγων σῷ ἀνδρικῷ, φρονήματι τῶν παίδων, ἀθύρματα Μαρτύρων, χοροῖς συνηριθμήθης, Κυρίου Σῶζον ἔνδοξε.
Δόξα. Τριαδικόν.
Κράτος Σου ἐν αὐλῷ, ποιμενικῷ ἀνύμνει, Τριὰς ὑπεραγία, ὁ Σώζων ἀσιγήτως, ὁ Ἀθλητὴς Σὸν ἅγιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἴωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην, ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.
Παιδομάρτυρος δεῦτε εὐψύχου Σώζοντος, Πλακουντιδίου ποιμένος, κατακαέντος δεινῶς, ἐν σπηλαίῳ εὐφημήσωμεν τὴν ἄθλησιν, κράζοντες· σθένει ἀνδρικῷ, δι’ ἀγάπην ὁ φλεχθείς, Κυρίου δρυμοῖς ἐν Πάφου, χερσὶ βαρβάρων δυσώπει, ὑπὲρ ἡμῶν τὸν πολυεύσπλαγχνον.
Δόξα. Τῶν Παιδομαρτύρων. Ὅμοιον.
Τὸν χορὸν εὐσχημόνως ἀνευφημήσωμεν, εὐψύχων Παιδομαρτύρων, ἐν Πάφου Ἀσπρογιᾷ, σὺν τῷ Σώζοντι τῷ Μάρτυρι ἀθλήσαντα, καὶ θριαμβεύσαντα πληθύν, διωκόντων ἐκροαῖς, αἱμάτων αὐτῶν τιμίων, βοῶντες· ῥύσασθε βλάβης, ἐχθροῦ ὑμᾶς τοὺς μακαρίζοντας.
Καὶ νῦν. Ἀπολυτίκιον της ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Θεοτόκου τρία. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τῆς
παγκοσμίου τῷ κόσμῳ, χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν
ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ γεννήσει σου ἄχραντε· σὺ γὰρ μεσῖτις ἐδείχθης
τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος.
Ἡ
προεόρτιος αὕτη, δόξα σου ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας,
λαοῖς εὐεργεσίας· σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία
χαρὰς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις.
Ἡ
θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ,
σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν
τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.
Καὶ τοῦ Μάρτυρος γ΄. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐπαξίως τιμῶμέν σε, ὡς στεῤῥὸν Παιδομάρτυρα, τὸν ζωῆς ἀφθίτου, λαβόντα στέφανον, ἐκ τῶν χειρῶν τοῦ παντάνακτος, καὶ πίστει βοῶμέν σοι· Σῶζον Μάρτυς εὐσταλές, ὁ τὰ ἴδια πρόβατα, βόσκων ἄσμενος, καὶ ὑμνῶν ἠξιώθης ἐν τῇ πόλει, τῇ ἄνῳ δόξῃ ἀτέρμονος.
Ὅτε Πάφον κατέλαβον, οἱ διώκοντες Ἄραβες, καὶ Μονὴν Ἁγία Σῶζον ἐδήωσαν, ἐν ᾗ εἰκόνα κατέκαυσαν, τῆς θείας προστάτιδος, καὶ μητρὸς τῶν εὐσεβῶν, τῆς ἁγνῆς Θεομήτορος, τάχος ἔδραμες, ἵνα φύγῃς αὐτῶν μανίας Μάρτυς, σὺν χορῷ τῶν σῶν συνάθλων, εἰς μαρτυρίου σου σπήλαιον.
Σὲ εὑρόντες οἱ ἄνομοι, εἰ τὸ ἄντρον προστρέξαντα, ὀλεθρίῳ Σῶζον πυρὶ παρέδωσαν, σὲ παιδομάρτυς ἀήττητε, τὸν νῦν παριστάμενον, θρόνῳ τοῦ ἐν τῇ χειρί, πᾶσαν κτίσιν κατέχοντος, Παντοκράτορος, καὶ χαρᾶς ἀπολαύοντα τῶν θείων, καὶ φωτοειδῶν Ἀγγέλων, σὺν ἀνωνύμοις συνάθλοις σου.
Δόξα. Ἦχος πλ. Β΄
Ὡς ἄστρον ἀνατέταλκας παμφαέστατον, ἐν τῇ σῇ ἀσήμῳ πατρίδι, ἣν εὔσημον ἀνέδειξας ἀκτῖσι, τοῦ μαρτυρίου Σῶζον μακάριε. Ἀρεταῖς γὰρ καὶ ἀνδρείᾳ, καὶ ψυχῆς γενναιότητι κοσμούμενος, ὑπὲρ εὐσεβείας θανεῖν προείλου, καὶ κατεπάτησας ἐνστάσει σου Σαρακηνῶν τὸ ἐπηρμένον φρύαγμα· μαρτυρίου ὅθεν ἀνύσας τρίβους, σὺν Παιδομαρτύρων χορείᾳ πατρίδος σου, οὐρανῶν εἰς ἐπάλξεις κατήντησας, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ
ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν
ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου
οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τῆς Κύπρου, καὶ τέρπου καὶ ἀγάλλου Ἀσπρογιὰ ἡ ἐν Πάφῳ, τὴν μνήμην τελοῦσα τοῦ καλλιμάρτυρος τέκνου σου Σώζοντος, τοῦ ἀνδρικῷ φρονήματι ἀγωνισαμένου. Οὗτος γάρ, καταδιωχθεὶς ὑπὸ Σαρακηνῶν ἐπιδρομέων, ὡς καλάμη ἐν πυρὶ ἐφλέχθη, καὶ σὺν τοῖς αὐτοῦ συνάθλοις, πρὸς πόλον ἀνῆλθεν, ἔνθα Χριστὸν ἱκετεύει, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὸ πῦρ τῆς τοῦ Χριστοῦ ἀγάπης, ἐν τῇ καρδίᾳ δεξάμενος, τοῦ βρέμοντος πυρὸς τὴν φλόγαν, ὡς δρόσον ἐλογίζου, ἄλκιμε Μάρτυς Σῶζον μακάριε· διὸ καὶ διὰ πυρὸς διελθὼν εἰς ἀναψυχὴν ἐξῆλθες ἄληκτον, Χριστῷ πρεσβεύων αὐτῆς καὶ ἡμᾶς ἀξιῶσαι, τοὺς φλεγομένους ἐν τῷ πυρὶ τῶν παραπτωμάτων καὶ τῶν θλίψεων.
Ἦχος γ΄.
Πολιᾷ τῇ φρονήσει ἐν νεαρᾷ ἡλικίᾳ, οὐκ ἐφείσω τοῦ οἰκείου σου σώματος, ἀλλ’ ἀπτοήτῳ φωνῇ Χριστοῦ τὴν κλῆσιν περιτρανῶς ἐκήρυξας, Σῶζον Μάρτυς καρτερόψυχε· ὅθεν χάριν εἴληφας δαψιλῶς θεόθεν πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις, τὴν σὴν ἀήττητον καὶ πανένδοξον ἄθλησιν.
Ἦχος δ΄.
Τὸν βοσκὸν τῶν ἀλόγων προβάτων, τὸν καταισχύναντα Σαρακηνῶν τὸ στῖφος, κατακαυσάντων τὴν Εἰκόνα τῆς ἁγνῆς Θεομήτορος, καὶ ὑπομείναντα πυρὸς τὴν φλόγα ἐν σπηλαίῳ, Σώζοντα τὸν πανάριστον, ἐγκωμίων καταστέψωμεν ἄνθεσιν, ἐν ἀγαλλιάσει βοῶντες· ὁ Χριστοῦ τὸ ὄνομα δοξάσας, σῇ ἀκραιφνεῖ πολιτείᾳ, καὶ μαρτυρίου σου καμάτοις, παρ’ Αὐτοῦ ἀντεδοξάσθης θαυμάτων χάρισι, τοῦ παρέχοντος ἡμῖν οἰκτιρμῶν τὸ πλῆθος καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὴν πανέορτον μνήμην σου τελοῦντες Σῶζον πάνσεπτε, καὶ τὸ σπήλαιον τοῦ σοῦ μαρτυρίου προσιόντες, τὴν θείαν σου χάριν ἐκδεχόμεθα, τὴν ἰωμένην τὰ ἄλγη τῶν δερματικῶν νόσων, καὶ κατωδύνων ἐξανθημάτων, καὶ Χριστὸν δοξάζομεν, τὸν θαύμασιν ἀντιδοξάζοντά σε.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Τὴν πάνσεπτόν σου γέννησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας, τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν
Χαίροις, Μαρτύρων Σῶζον πυρσέ, Πλακουντουδίου τιμιώτατον καύχημα, καὶ Κύπρου τῆς Ἐκκλησίας, κοσμῆτορ περιφανές, ὁ κατακοσμήσας τῇ ἐνστάσει σου, καὶ τῷ μαρτυρίῳ σου, εὐσεβῶν τὰ συστήματα, τῶν ἐκτελούντων, τὴν πανσέβαστον μνήμην σου, νεαρώτατε, Ἀθλοφόρε ἀήττητε· στέφανον ὁ δεξάμενος, ἀφθίτου τερπνότητος, ἐν οὐρανίῳ μελάθρῳ, μὴ διαλείπῃς ἀείποτε, Χριστὸν ἱκετεύων, πέμψαι πᾶσιν ὑμνηταῖς σου, τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ τῶν προβάτων ποιμήν, ἐν ἐρημίαις σῆς πατρίδος πλανώμενος, πρὸς εὕρεσιν καταλλήλου, νομῆς καὶ γάλας αὐτῶν, ταπεινῶν ἀμέλγων, καὶ τοῖς πένησιν, ὡς ἄγαν φιλάνθρωπος, διανέμων μακάριε, πιστῶς βοῶμεν, Σῶζον θεοφορούμενε, καὶ σὴν ἄθλησιν, τὴν τιμίαν γεραίροντες, ἐν κατανύξει ψάλλομεν· περίσκεπε ἅπαντας, καὶ περιφρούρει τοὺς πόθῳ, ἐπιτελοῦντας τὴν μνήμην σου, κλυτὲ καλλιμάρτυς, τῶν ἐπάλξεων τῶν ἄνω, λαμπρὲ διάκοσμε.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ζήλῳ, τῷ τοῦ Θεοῦ πυρσωθείς, ἐν ἡλικίᾳ νεαρᾷ Σῶζον ἄλκιμε, κατέσβεσας διωκόντων, τὴν πλάνην ἁγιασμῷ, τοῦ σοῦ μαρτυρίου, καὶ τῆς καύσεως, σαρκὸς τῆς τιμίας σου, καὶ αὐτῆς τῶν συνάθλων σου, Παιδομαρτύρων, τῆς ἀσήμου πατρίδος σου, ἣν ἀνέδειξας, τῇ ἀθλήσει σου εὔσημον· ὅθεν σε μακαρίζοντες, ὡς πρώταθλον πίστεως, περιχαρῶς ἀνυμνοῦμεν, τοὺς πανιέρους καμάτους, σου, καὶ πέμπομεν δόξαν, τῷ ἰσχύσαντί σε τρῶσαι, ἐχθροὺς τῆς πίστεως.
Δόξα. Ἦχος πλ. Δ’.
Τὸν πολιᾷ φρονήσει, ὑπερόπτην ὀφθέντα τῆς ἀλκίμου νεότητος, καὶ ὑπομείναντα πυρὸς τὴν φλόγαν ὑπὲρ Χριστοῦ τῆς ἀγάπης, Σώζοντα τὸν ἀκατάβλητον ὑμνήσωμεν Μάρτυρα, ἐκθύμως κραυγάζοντες· Ἀθλητὰ τροπαιοφόρε, τοὺς ἀρυομένους ἐκ τοῦ ἁγιάσματος τοῦ σπηλαίου σου ἁγίαζε, καὶ ῥύου ἀλγηδόνων καὶ θλίψεων τοὺς σὲ μεγαλύνοντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.
Παιδομάρτυρος δεῦτε εὐψύχου Σώζοντος, Πλακουντιδίου ποιμένος, κατακαέντος δεινῶς, ἐν σπηλαίῳ εὐφημήσωμεν τὴν ἄθλησιν, κράζοντες· σθένει ἀνδρικῷ, δι’ ἀγάπην ὁ φλεχθείς, Κυρίου δρυμοῖς ἐν Πάφου, χερσὶ βαρβάρων δυσώπει, ὑπὲρ ἡμῶν τὸν πολυεύσπλαγχνον.
Δόξα. Τῶν Παιδομαρτύρων. Ὅμοιον.
Τὸν χορὸν εὐσχημόνως ἀνευφημήσωμεν, εὐψύχων Παιδομαρτύρων, ἐν Πάφου Ἀσπρογιᾷ, σὺν τῷ Σώζοντι τῷ Μάρτυρι ἀθλήσαντα, καὶ θριαμβεύσαντα πληθύν, διωκόντων ἐκροαῖς, αἱμάτων αὐτῶν τιμίων, βοῶντες· ῥύσασθε βλάβης, ἐχθροῦ ὑμᾶς τοὺς μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον της ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ
Τὸν βόσκοντα ἀμνούς, ἐν τοῖς ὄρεσι Πάφου, καὶ ἐν ποιμενικῷ, ἀναμέλποντες Κτίστην, αὐλῷ εὐφημήσωμεν, καλλιμάρτυρα Σώζοντα, τὸν ἀθλήσαντα, στεῤῥῶς καὶ ἀναλωθέντα, ὥσπερ φρύγανον, ἐν τῷ πυρὶ δι’ ἀγάπην, Χριστοῦ τοῦ παντάνακτος.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.
Τεχθεῖσα παραδόξως, στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων, ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἐπιδειξάμενος, σὴν γενναιότητα, καὶ τῆς καρδίας σου Σῶζον τὸ εὔτονον, οὐκ ἐδειλίασας τὸ πῦρ Ἀράβων τῶν διωκόντων· ὅθεν σὺν συνάθλοις σου τοῖς κλεινοῖς Παιδομάρτυσι, στέφος νίκης εἴληφας, ἀϊδίου τερπνότητος, πρεσβεύων τῷ σεπτῷ στεφοδότῃ, δοῦναι ἡμῖν ἰσχὺν κατ’ ἄμφω.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Θείας πίστεως
Ἑορτάζοντες, τὴν γέννησίν Σου, τὴν ὑπέρλαμπρον, Θεογεννῆτορ, ἐκ τῆς στείρας τῆς νηδύος τῇ χάριτι, τοῦ Σὲ Μητέρα Αὐτοῦ ἐπιλέξαντος, ἐν γῇ γενέσθαι ἐν πόλῳ ἀμήτορος, ἀνακράζομεν· βοήθει ἡμῖν ἑκάστοτε, Παρθένε τοῖς προστρέχουσι τῇ σκέπῃ σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐτύθης ὡς σφάγιον ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ὡς ἐνιαύσιος ἀμνὸς τὴν φλόγα πυρός, ἐκθύμως ὑπέμεινας, Σῶζον, ἀλκίφρον Μάρτυς· ὅθεν πάντες σὴν μνήμην, ἄγοντες τὴν ἁγίαν, καὶ σεπτὴν ἐκβοῶμεν· τὸ πῦρ ἡμῶν παθῶν ζοφερῶν, παῦσον πρεσβείαις σου.
Δοξα. Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Ἰούδα μεγαλύνθητι καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τίς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφός ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ΙΕ΄ 17-ΙΣΤ΄ 2). Ζήτει ἐν τῇ Λειτουργίᾳ τῆς ΚΓ’ Ἀπριλίου: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν…
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὸν λιπόντα τὴν αὐτοῦ ἄλογον ἀγέλην προβάτων, ἵνα τὸν ἀρχιποίμενα Χριστὸν δοξάζῃ ἀπαύστως, Σώζοντα τὸν πανεύφημον, ἀξιοχρέως εὐφημήσωμεν· οὗτος γὰρ παῤῥησίαν εὑρὼν πρὸς Κύριον, καύματος παθῶν ἡμᾶς ἀπαλλάσει, τοὺς αὐτοῦ ὑμνοῦντας τὴν ἀήττητον ἄθλησιν.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Σώζοντος καὶ αὐτοῦ συνάθλων αἴνεσις. Χ.
ᾨδὴ α’. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.
Συνέσεως πρότυπον, καὶ εὐψυχίας ὑπόδειγμα, Μαρτύρων τῆς πίστεως, ὤφθης εἰκὼν διαυγής, Σῶζον Ἅγιε, Πλακουντιδίου Πάφου, πυρσὲ παμφαέστατε, φύλαξ καὶ πρόμαχε.
Ὡράϊσας ἄθλοις σου, Σῶζον τὴν χθόνα πατρίδος σου, καὶ δῆμον θεόλεκτον, τῶν εὐσεβῶν σαῖς εὐχαῖς, τὸν γεραίροντα, τὴν ἱεράν σου μνήμην, καὶ στέφοντα ἄθλησιν, σὴν ὕμνοις πρέπουσι.
Ζηλώσας τὰ κρείττονα, ἀπὸ παιδὸς τὸν Παντάνακτα, ἀνύμνεις ἀείποτε, ποιμενικῷ σου αὐλῷ, καὶ ἐσχόλαζες, ὡς παδιαριογέρων, γερόντων πατρίδος σου, ἐν ταῖς συνάξεσιν.
Θεοτοκίον.
Ὁδοὺς καταξίωσον, βαδίσαι τοὺς ἀνυμνοῦντάς Σε, ἁγνὴ ἀειπάρθενε, Σὲ δυσωποῦμεν θερμῶς, οἱ τὴν ἄμετρον, πληθὺν Σῶν θαυμασίων, καρδίᾳ καὶ χείλεσι, μέλποντες πάντοτε.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Νεότητος σθένος καὶ τὸ κάλλος, προσώπου σου Σῶζον παριδών, πανευσθενῶς ἐνήθλησας, καὶ ὥσπερ ὁλοκάρπωμα, σαυτὸν Χριστῷ παρέδωκας, τῷ σὲ ἀξίως δοξάσαντι.
Τὰ πρόβατα βόσκων τῆς σῆς ποίμνης, Ἁγίας Μονῆς ἐν τοῖς δρυμοῖς, τὰ τῆς ψυχῆς σου ὄμματα, ἀνέτεινες πρὸς Κύριον, τὸν θεῖον ἀρχιποίμενα, Ὃν ἔσχες βίου σου πρότυπον.
Οὐ πῦρ σε χωρίσαι τῆς ἀγάπης, κατίσχυσε Σῶζον τοῦ Χριστοῦ, ἀλλ’ ἔστης Θείᾳ Χάριτι, ἐν πίστει τοῦ Παντάνακτος, ὁμολογῶν τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν Σῶζον ἄριστε.
Θεοτοκίον.
Σῶν δούλων ἐπάκουσον Παρθένε, φωνῆς τῶν ὑμνούντων ἀκλινῶς, ὡς κλίμακα οὐράνιον, πρὸς οὐρανοὺς ἀπάγουσαν, Σὲ πάντα τὰ συστήματα, τῶν χοϊκῶν ὑμνηπόλων Σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν ὁμότροπον, Δαυΐδ τοῦ θείου, προφητάνακτος ἐν τῇ βοσκήσει, τῶν ἀμνῶν καὶ αἴνῳ τοῦ ἀρχιποίμενος, αὐτοῦ αὐλῷ εὐλαβῶς εὐφημήσωμεν, ποιμενικῷ ὡς καλλίνικον Μάρτυρα, πίστει κράζοντες· ἀξίωσον καὶ ἱκέτας του, δοξάζει ἀσιγήτως τὸν Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἑορτάζοντες, τὴν γέννησίν Σου, τὴν ὑπέρλαμπρον, Θεογεννῆτορ, ἐκ τῆς στείρας τῆς νηδύος τῇ χάριτι, τοῦ Σὲ Μητέρα Αὐτοῦ ἐπιλέξαντος, ἐν γῇ γενέσθαι ἐν πόλῳ ἀμήτορος, ἀνακράζομεν· βοήθει ἡμῖν ἑκάστοτε, Παρθένε τοῖς προστρέχουσι τῇ σκέπῃ σου.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Κλεῖθρα τῆς ἐπουρανίου, Βασιλείας παρέλαβες, δι’ ἀθλήσεώς σου, Σῶζον εὐσθενοῦς παναοίδιμε, ἔνθα συγχαίρεις Ἀγγέλων ὁμηγύρεσι, καὶ συντάγμασι, τῶν Ἀθλοφόρων τῆς πίστεως.
Ἀθλητὴς τροπαιοφόρος, ὤφθης Σῶζον ἀήττητε, ὁ εὑρὼν τὴν χάριν, θεραπεύειν τὰ ἐξανθήματα, τῶν προσφευγόντων τῇ χάριτι τῇ θείᾳ σου, ἥνπερ εἴληφας, ὡς ἀντιμίσθιον ἄθλων σου.
Ἱκετεύομέν σε Σῶζον, τοῦ Χριστοῦ τὸν κρατύναντα, πίστιν τὴν ἁγίαν, ἐν πυρὶ Ἀράβων πανεύφημε, κατεποπτεύων μὴ παύσῃ τῶν τιμῶντάς σε, καὶ γεραίροντας, τὴν ἀνδρικήν σου ἐνάθλησιν.
Θεοτοκίον.
Ἄνοιξόν μοι Θεοτόκε, ὑπερύμνητε Δέσποινα, ὄμματα καρδίας, γνῶναι πλῆθος ἀνομημάτων μου, καὶ διδάξόν με ὁδὸν ἐν ᾗ πορεύσομαι, ὁ πολύστηνος, ἱκέτης Σῆς θείας Χάριτος.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦμεν τοὺς ἄθλους σου, στεῤῥόφρον Σῶζον πάντοτε, ὁ πυρὶ φλεχθεὶς Χριστοῦ ἀγάπης, τοῦ φιλευσπλάγχνου, καὶ παναγάθου Θεοῦ, καὶ πνεῦμά σου θεῖον παραδούς, τοῖς αὐτοῦ βραχίοσιν, ἐν πυρὶ μάκαρ βρέμοντι.
Τῶν ἄθλων πυρσεύμασι, τῶν σῶν καταλαμπόμενος, ἔστης λαμπροχίτων πρὸ τοῦ θρόνου, τοῦ παντεπόπτου, Χριστοῦ τὸν ζόφον ἡμῶν, παθῶν διαλύων σαῖς λιταῖς, Σῶζον ἱερώτατε, Ἀθλητῶν Κύπρου κλέϊσμα.
Ὁ Σῶζον ὁ ἔνθεος, Ἀσπρογιᾶς τὸ καύχημα, διωκτῶν τὸ πῦρ οὐκ ἐπτοήθης, καὶ στεφανίτης, ἐδείχθης περικλεής, ἀθλήσας στεῤῥῶς ὑπὲρ Χριστοῦ, πολιὰν τὴν φρόνησιν, ἔχων ἐν τῇ νεότητι.
Θεοτοκίον.
Ὑμνεῖν οὐ παυόμεθα, εἰς τοὺς αἰῶνας Δέσποινα, ὡς παραμυθίαν τεθλιμμένων, καὶ χριστωνύμων, ἁπάντων καταφυγήν, Σὲ Μῆτερ φιλόστοργε Χριστοῦ, ἔφορε καὶ πρόμαχε, τῶν πιστῶς δεομένων Σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην
Στεῤῥόφρον Σῶζον ἡγίασας, τοῖς ῥείθροις τῶν τιμίων αἱμάτων σου, χθόνα πατρίδος σου, καὶ σὸν πανίερον σπήλαιον, ἐν ᾧπερ κατεκαύθης, μάκαρ ὡς φρύγανον.
Ὑμνεῖ εὐτάκτοις σε ᾄσμασιν, ἡ σὲ τρισμάκαρ Σῶζον βλαστήσασα, καὶ νῦν κατέχουσα, φρουρὸν καὶ ῥύστην καὶ πρόμαχον, Ἀσπρογιὰ ἐν δίναις, καὶ περιστάσεσι.
Ναὸν ἀθλήσεως πάμφωτον, ἀνέδειξας ἀλκίφρον τὸ σπήλαιον, τοῦ μαρτυρίου σου, ᾧ προσιόντες ἐκ πίστεως, σὲ ἀνυμνολογοῦμεν, Σῶζον θειότατε.
Θεοτοκίον.
Αἱ τῶν πιστῶν ὁμηγύρεις νῦν, τιμῶντες θείου Σώζοντος ἄθλησιν, Σὲ μεγαλύνομεν, ἐκθύμως Θεογεννήτρια, καὶ τὸν μονογενῆ Σου, Υἱὸν δοξάζομεν.
Κοντάκιον Προεόρτιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον
Ἡ Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.
Κοντάκιον. Τοῦ Μάρτυρος. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς εὐψυχίας καὶ σεμνότητος θησαύρισμα, καὶ ἀριστείαςν θαυμαστῆς λαμπρὸν ὑπόδειγμα, νεαρᾷ ἐν ἡλικίᾳ τὸν ἐπωφθέντα, Ἀθλοφόρον ἀνδρικὸν ἔχοντα φρόνημα, εὐφημήσωμεν ψαλμοῖς καὶ ὕμνοις πρέπουσι, πόθῳ κράζοντες· Χαίροις Σῶζον ἀήττητε.
Ὁ Οἶκος.
Ἄριστε Ἀθλοφόρε Σῶζον, ἔνδον σπηλαίου, τοῦ σοῦ πυρὶ ἐνύλῳ ἐφλέχθης, ἀνωνύμων σὺν Παίδων χορῷ, σῆς πατρίδος μάκαρ· ὅθεν σοῦ μέλποντες, ἀγῶνας ἀνακράζομεν, ψυχῆς ἐν κατανύξει ταῦτα·
Χαῖρε, ὁ στῦλός τῶν Ἀθλοφόρων·
χαῖρε, τὸ εὖχος τῶν νικηφόρων.
Χαῖρε, στεῤῥοψύχων βοσκῶν ἐγκαλλώπισμα·
χαῖρε, ἀηττήτων Μαρτύρων ἀγλάϊσμα.
Χαῖρε, κέρας ἀγαπήσεως τοῦ οἰκτίρμονος Χριστοῦ·
χαῖρε, σέλας τῆς ἀθλήσεως καὶ κατάπτωμα ἐχθροῦ.
Χαῖρε, ὅτι εὐτόλμως τῷ πυρὶ παρεδόθης·
χαῖρε, ὅτι ἐνδόξως πρὸς τὸν πόλον μετέστης.
Χαῖρε, αὐλὸς δοξάζων τὸν Ὕψιστον·
χαῖρε, σκηπτὸς ἐκκαίων τὸν ἔχθιστον.
Χαῖρε, σεπτοῦ ἁγιάσματος φρέαρ·
χαῖρε, Χριστοῦ θείας πίστεως ἧμαρ.
Χαίροις, Σῶζον ἀήττητε.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος τοῦ Νέου τοῦ ἐν Ἀσπρογιᾷ τῆς Κύπρου καὶ τῶν σὺν αὐτῷ Ἀνωνύμων Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Κασσιανῆς τῆς Ποιήτριας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐψύχιος ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος τοῦ Κύπριου
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Δανιήλ, τοῦ Κατουνακιώτου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ θαυματουργοῦ, ἀρχιεπισκόπου Νοβογορδίας Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σεραπίωνος Πσκῶφ τοῦ Ῥώσσου.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Θέλων στέφανον, λαβεῖν αἰωνιότητος, Ἀράβων ᾔσχυνας, τὴν ἐπηρμένην ὀφρύν, ἀήττητε πρώταθλε, Χριστοῦ τῆς πίστεως, Σῶζον ἔνδοξε, Πλακουντουδίου καύχημα, καὶ λαμπρὸν τῆς Πάφου θρέμμα.
Λάμπων ἤνυσας, ἀκτῖσιν εὐψυχίας σου, ὁδὸν ἀθλήσεως, ἐν σῇ πατρίδι καλῶς, καὶ ἔσβεσας ζόφωσιν, ἐχθρῶν τῆς πίστεως, μαρτυρίου σου, βολίσι Σῶζον Ἅγιε, νεαρῶν Μαρτύρων φέγγος.
Ὡς πολύολβον, τῆς πίστεως θησαύρισμα, ἀνευφημοῦντές σε, Σῶζον βπῶμεν πιστῶς· θειότατε πρόβολε, τῆς γενναιότητος, καὶ ἀσάλευτον, ἑδραίωμα χρηστότητος, οὐρανόθεν ἐδοξάσθης.
Θεοτοκίον.
Νύκτα δίωξον, χαμαιζηλίας δούλων Σου, Θεογεννήτρια, Σῆς μητρικῆς προσευχαῖς, πρεσβείας πρὸς Τόκον Σου, τὸν ὑπεράγιον, καὶ ἀνάτειλον, ἡμῖν αὐγὴν σωτήριον, ψυχοτρόφου μετανοίας.
ᾨδὴ η᾿ Παῖδας εὐαγεῖς
Ἄνθος μυροβόλον ἀριστείας, καθήδυνας εὐωδίᾳ μαρτυρίου σου, εὐσεβεῖς πατρίδος σου, Σῶζον παμμακάριστε, καὶ ηὔφρανας φιλέορτον, Κυπρίων σύλλογον, τελούντων σὴν ὑπέρφωτον μνήμην, ᾄσμασιν εὐτάκτοις, καὶ θείοις ἐφυμνίοις.
Ἴσχυσας δυνάμει Παρακλήτου, ἱστάναι ἐν πίστει Μάρτυς παναοίδιμε, καὶ ἀνῦσαι δίαυλον, εὐσθενοῦς ἀθλήσεως, Ἀσπρογιᾶς καλλώπισμα, Σῶζον ὑπέρτιμε· διόπερ νῦν τιμῶντές σε πόθῳ, τὰς θεοπειθεῖς σου, αἰτούμεθα πρεσβείας.
Νίκης στέφος βίου αἰωνίου, ἐδέξω ἐκ τῶν χειρῶν τοῦ Παντοκράτορος, Σῶζον τρισμακάριστε, Ἀθλητῶν ἀκρώρεια, καὶ νεαρῶν ἐκτύπωμα, βοσκῶν ὧν σύλλογος, ἠγλάϊσας τῷ σῷ μαρτυρίῳ, τροπαιοῦχε Μάρτυς, Χριστοῦ τοῦ Ζωοδότου.
Θεοτοκίον.
Εὕρομέν Σε ἄγρυπνον προστάτιν, ἀνύστακτον βοηθὸν καὶ ἀντιλήπτορα, ἐν τοῦ βίου κλύδωσι, Παναγία Δέσποινα, καὶ σπεύδοντες ἑκάστοτε, Σῇ σκέπῃ κράζομεν· μὴ παύσῃ βοηθοῦσα Σοῖς δούλοις, μεγαλύνουσί Σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σῶσον ἡμᾶς ἐκ φθορᾶς, κινδύνων καὶ θλίψεων, τοὺς εὐφημοῦντάς σε, Σῶζον ὡς μυράλειπτρον, χρηστοηθείας, καὶ γενναιότητος, καὶ μυροθήκην εὔοσμον, εὐψύχου δράσεως, ἵνα πάντες, ἐκτελῶμεν μνήμην σου, τὴν λαμπρὰν μελιχροῖς μελῳδήμασιν
Ἵλεων ἡμῖν, τὸν Κτίστην ἀπέργασαι, τοῖς ἀνυμνοῦσί σου, Σῶζον τὰ παλαίσματα, καὶ τὴν στεῤῥάν σου, ὄντως ἐνάθλησιν, δι’ ἧς ἰδεῖν ἠξίωσαι, Θεοῦ τὸ πρόσωπον, καὶ Ἀγγέλοις, συγχορεύειν πάντοτε, καὶ συγχαίρειν ἐν θείοις σκηνώμασι.
Στῦλος ἀκλινής, Χριστοῦ θείας πίστεως, Σῶζον στεῤῥότατε, ἐποφθεὶς ἐστήριξας, σῇ ἐναθλήσει, πιστῶν τὸν σύλλογον· μὴ φοβηθεὶς διώκοντας, ἀγρίως Ἄραβας, παραδοῦντας, τῆς πανάγνου ἔκτυπον, τῇ φλογὶ τοῦ πυρὸς θεοστήρικτε.
Θεοτοκίον.
Χάριτος κρουνέ, ἁγνὴ ἀειπάρθενε, ὑψόθεν ἔπιδε, ἐφ’ ἡμᾶς ὑμνοῦντάς Σε, καὶ κατ’ ἀξίαν, Σὲ μεγαλύνοντας, ὡς θεῖον καταφύγιον, τῶν προστρεχόντων Σοι, καὶ νοσούντων, ἰατρεῖον ἄμισθον, Θεοτόκε δεινῶν ὀλετήριον.
Ἐξαποστειλάριον τοῦ Μάρτυρος. Γυναῖκες ἀκουτίσθητε
Ἀράβων φεύγων τάχιστα, μανίαν Σῶζον ἔνδοξε, ἦλθες εἰς ἄνικμον ἄντρον, ἐν ᾧ πυρὶ παρεδόθης, σὺν Παίδων ὁμηγύρεσι, συνάθλων σου θεσπέσιε· μεθ’ ὧν πρεσβεύεις πάντοτε, ὑπὲρ τῶν σὲ ὑμνούντων, τῷ σῷ Θεῷ καὶ Δεσπότῃ.
Προεόρτιον. Ὅμοιον.
Ἡμέραν τὴν γενέθλιον, ἐκθύμως ἑορτάζοντες, τῆς Θεοτόκου Μαρίας, βροτῶν προστάτιδος θείας, καὶ πανσθενοῦς ἀκέστορος, βοῶμεν· Μητροπάρθενε, Ἰωακεὶμ τοκέως Σου, καὶ Ἄννης βλάστημα πέμψον, ἡμῖν χαρὰν οὐρανόθεν.
Αἶνοι. Ἦχος πλ. Δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Σῶζον, εὐσταλὲς μεγάλαθλε, Πλακουντουδίου πυρσέ, καὶ περίβλεπτον καύχημα, ὁ Θεοῦ τῇ χάριτι, καταισχύνας τοὺς Ἄραβας, καὶ μεγαλύνας, Αὐτοῦ τὸ ὄνομα, τῇ σῇ ἀθλήσει, ἡμῶν ἐπάκουσον, τῶν δεομένων σου, καὶ παράσχου ἅπασι, ταῖς σαῖς λιταῖς, ἄμφω τὴν ὑγιείαν, ἰσχὺν καὶ δύναμιν.
Σῶζον, καλλιμάρτυς ἔνδοξε, καθάπερ χόρτος ξηρός, καὶ καλάμη καὶ φρύγανον, σὺν τοῖς Παιδομάρτυσιν, ἱερὸν ὁλοκαύτωμα, ἔνδον σπηλαίου, τοῦ σοῦ γενόμενος, ἔδειξες πᾶσι, τὸ πῦρ καρδίας σου, διὰ τὸν Κύριον, τὸν ἡμῖν παρέχοντα σαῖς προσευχαῖς, οἰκτιρμῶν τὸ πέλαγος, καὶ μέγα ἔλεος.
Σῶζον, ἀθλητὰ περίλαμπρε, πυρὶ ὁλοκαυτωθείς, τῇ Τριάδι προσενήνεξαι, παρ’ ἧς στέφος ἄφθαρτον, ἐκομίσω ὡς ἔπαθλον, τῶν σῶν καμάτων· διὸ τιμῶντές σε, μελισταγέσιν, ᾠδαῖς καὶ ᾄσμασι, μνήμην τελοῦμέν σου, τὴν λαμπρὰν καὶ πάμφωτον πανευλαβῶς, καὶ τὴν θείαν χάριν σου, θερμῶς αἰτούμεθα.
Σῶζον, καρτερόφρον μνήμην σου, τὴν ἱερὰν καὶ σεπτήν, ἐκτελοῦντες γηθόμενοι, εὐχαρίστῳ στόματι, σοὶ βοῶμεν· πανεύφημε, τοὺς προσιόντας, ἄθλων σπηλαίῳ σου, ἐν σῇ πατρίδι, καὶ σὸν ἁγίασμα, πίνοντας λύτρωσαι, ἀλγηδόνων σώματος ὀδυνηρῶν, ἰατρὸς ὡς ἄριστος, καὶ ἑτοιμότατος.
Δόξα. Ἦχος πλ. Α΄.
Τὸν καταλιπόντα νεότητος ἰσχὺν καὶ κάλλος, καὶ ἐν τῇ πατρίδι αὐτοῦ μαρτυρίου ἀνύσαντα στάδιον, ὁλοθύμῳ ψυχῆς ἐφέσει, Σώζοντα τὸν καλλίνικον, ὡς Ἀθλητὴν ὑμνήσωμεν ἄριστον, ἐκ μυχίων ψυχῆς βοῶντες· σὺν τοῖς Παισὶ συμμάρτυσί σου, καὶ φίλοις σου, μεθ’ ῳν συναυλίζῃ ἐν θείοις δώμασι, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν ἀνυμνούντων τὴν μακαρίαν σου ἄθλησιν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε,
ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε. Ὄντως μακάριος εἶ Ἰωακείμ,
τοιαύτης παιδὸς χρηματίσας Πατήρ· μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς
ζωῆς ἡμῶν ἐβλάστησε· μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν
τρέφοντα πᾶσαν πνοήν· Ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἀθλητὴν τὸν θεῖον Ἀσπρογιᾶς, Σώζοντα ἐν ὕμνοις, εὐφημήσωμεν εὐλαβῶς, σὺν Παιδομαρτύρων, χορῷ τῶν Ἀνωνύμων, ὡς στῦλον εὐσεβείας, καὶ βάθρον πίστεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου