Σάββατο 28 Αυγούστου 2021

ΜΑΪΟΣ 11. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΩΚΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΪΟΣ ΙΑ΄!!

ΜΩΚΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 


 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοιον τῶν Ἐγκαινίων τῆς Κ/Πόλεως γ΄ Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἡ τῶν πόλεων Ἄνασσα, τῇ Κυρίᾳ τῆς κτίσεως, τὴν αὐτῆς νῦν σύστασιν ἀνατίθεται· ἐν γὰρ αὐτῇ καὶ κρατύνεται, καὶ φῦλα πολέμια, καὶ ὑψαύχενα ἐχθρόν, τοῖς ποσίν ὑποτίθησι, τῶν πιστῶν αὐτῆς, Βασιλέων βοῶσα· Σὺ Παρθένε, καὶ τοῦ στέφους καὶ τῶν σκήπτρων, καὶ τῶν ἀνάκτων κραταίωμα.

Προσόμοια τοῦ Ἱερομάρτυρος. Ὅμοια

Φωταυγὴς ὥσπερ ἥλιος, ἐκ δυσμῶν ἀνατέταλκας, καταυγάζων ἅπασαν τὴν ὑφήλιον, ταῖς ἀστραπαῖς τῆς ἀθλήσεως, θεόφρον πανόλβιε, ἀθλητῶν ἡ καλλονή, Ἱερέων εὐπρέπεια, ἰσοστάσιε, τῶν ἁγίων Ἀγγέλων, ὁ τῆς πλάνης, τὴν ἰσχὺν ἐξαφανίσας, θεομακάριστε Μώκιε.

Εὐσεβείᾳ πυρούμενος, καὶ ἀθλήσει στομούμενος, καὶ ἀνδρείᾳ Μώκιε λιπαινόμενος, οὐρανοχάλκευτος γέγονας, ἀοίδιμε μάχαιρα, παρατάξεις δυσμενῶν, παντελῶς ἀφανίζουσα· ὅθεν σήμερον, τὴν φωσφόρον ἐκ πόθου καὶ ἁγίαν, ἑορτάζομέν σου μνήμην, κλέος Μαρτύρων καὶ καύχημα.

 

Ἕτερα τοῦ Ἱερομάρτυρος γ΄. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.

Ἔχων ἐν δρακὶ τὰ σὺμπαντα, καὶ οἰκῶν φῶς Χριστέ, ἔδειξας τοῖς πέρασιν, ἀήττητον ἀθλητήν, καταγελάσαντα, δαιμόνων τὴν στρατιάν, Ἱερομάρτυρα Μώκιον εὔτολμον, ὡς μώκημα κραταιὸν τῆς ἀσθενείας ἐχθίστων δυνάμεων, ᾍδου καὶ στεφανηφόρον, παρὰ Σοῦ γενόμενον∙ οὗ πρεσβείαις ἁγίαις, πάντας Σῶτερ ἡμᾶς οἴκτειρον.

 

Μώκιον τὸν μέγαν σήμερον, ἑορτίοις ὠδαῖς, πάντες εὐφημήσωμεν∙ ἡγίασε γὰρ λαὸν τῆς Ἀμφιπόλεως, καὶ Θρὰκην ἣν διελθών, εἰς Βυζαντίδος τὴν χώραν ἀπέλιπε, τὸν βίον μαρτυρικῶς, ὡς καὶ ἀθέων τοὺς δήμους κατέπληξε∙ πίστει στεῤῥοτάτῃ, ἅμα, καρτερᾷ ἐνστάσει τε∙ οὗ πρεσβείαις ἁγίαις, Σῶτερ σῶσον τοὺς οἰκέτας σου.

 

 

Μώκιε ποιμὴν πανάριστε, ἐν βασάνοις, πυκναῖς, τὸν Θεὸν ἐδόξασας· ταῖς μάστιξι γὰρ στιχθείς, οὐδόλως ἔπτηξας∙ καμίνω δὲ ἐμβληθείς, ἄφνω τρισὶ σὺν Ἀγγέλοις ἀλώβητος, ὡράθης καὶ τοῖς τροχοῖς, σὺν τοῖς θηρίοις σκεπόμενος χάριτι∙ τῇ ὑπερφυεῖ τοῦ Κτίστου, πάντων καὶ Δεσπότου σου∙ Ὃν ἀεί ἐκδυσώπει, τοῦ σωθῆναι τοὺς ὑμνοῦντάς σε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πιστῶν Ὀρθοδόξων αἱ χορεῖαι καὶ φιλομαρτύρων πληθύς, ἑορτάσωμεν ἐμφρόνως, μνήμην τὴν πανεύφημον θείου Ἱερομάρτυρος, Μωκίου τοῦ ἐνδοξοτάτου, ὃς ἐφώτισε λαὸν Ἀμφιπόλεως καὶ εἰς θεογνωσίαν ἤγαγεν∙ ὃς καὶ πολυτρόπως αἰκισθείς, ἐφοίνιξε τοῖς αἵμασιν αὐτοῦ γῆν Μακεδονίας, Θράκης καὶ Βυζαντίδος∙ ὅθεν ταῖς ἀρδείαις τῶν αὐτοῦ αἱμάτων ἁγίων καὶ ἰχώρων πιανθεῖσαι, δαψιλῶς καὶ Πνεύματος χάριτι ὀμβρισθεῖσαι, καρπούς ἐξηνέγκασι, γλυκασμοῦ ἀρετῶν καὶ εὐωδίας Χριστοῦ, ἐν χρόνοις πολλοῖς, εἰς ψυχάς ἀπειραρίθμους∙ ἀλλ’ ὦ Ἱερομάρτυς Μώκιε, ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι ἡμᾶς τοὺς πόθῳ τιμῶντας καὶ ἀεί σε μακαρίζοντας.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄1-9).

Δικαίων ψυχαί ἐν χειρί Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα∙ οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται∙ ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς  αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ∙ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 – στ΄3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διά τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου∙ ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα∙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν∙ συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δὲ συγκλύσουσιν ἀποτόμως∙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς∙ καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε∙ μάθετε, δικασταί περάτων γῆς∙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμὲνοι ἐπὶ ὄχλοις ἐθνῶν∙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 7-15).

Δίκαιος ἐάν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γάρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλά δὲ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη∙ καὶ ζῶν μεταξύ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ. Βασκανία γάρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ρεμβασμός ἐπιθυμίας, μεταλλεύει, νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς∙ ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχή αὐτοῦ∙ διά τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί ἰδόντες καὶ μὴ νοήσαντες, μηδέ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ἡ Σοφία τοῦ Θεοῦ σὲ κατεκόσμησε σοφίᾳ καὶ δυνάμει θείᾳ ἐκραταίωσεν, ἀντιπαραταχθῆναι σε πρὸς ἐχθροὺς θρασυτάτους. Καί τούτων καταγελᾶν, μωκίζειν δὲ φερωνύμως φληναφίας τούτων, Μώκιε, πανσεβάσμιε Ἱερομάρτυς∙ βωμοὺς γὰρ εἰδωλικούς συνέτριψας καὶ ἄτρωτος ἐφάνης ἐν ταῖς βασάνοις, Κυρίῳ πεποιθώς, ὡς λέων πέποιθεν ἀλκῆ αὐτοῦ, καὶ μὴ δειλιῶν οὐδεπώποτε∙ μωροὺς δαιμόνων θεραπευτάς, ἐμυκτήρισας πανσόφως ὡς πάλαι Ἠλιού ὁ πυρφόρος καὶ ζηλωτὴς Προφήτης· λαόν σου δὲ πιστὸν πλουσίως ἐξέθρεψας τῷ Ἄρτῳ τῆς ζωῆς ἐξ οὐρανοῦ καταβάντι καὶ ὡς ἄλλος Ἰωσὴφ σιτοδότης ἐν Αἰγύπτῳ πάλαι ἔδειξας, νέον Ἰσραὴλ σεσωσμένον χάριτι Κυρίου, Ὅν αἴτησαι ἐλεηθῆναι καὶ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ἦχος β΄.

Ἔπρεπε, τῇ Βασιλίδι τῶν Πόλεων πλουτῆσαιίσε, ὡς μέγαν θησαυρὸν πολυτίμητον, ἐν ἀρούραις ταύτης κεκρυμμένον∙ πρότερον γὰρ ἀσήμου οὔσης, σὺ ἐν αὐτῇ μαρτυρικῶς ἐτελεύτησας καὶ θέμεθλον ταύτης μυστικῶς γεγονώς, μετά χρόνους πλείστους ἐγνωρίσθης τοῖς λαοῖς∙ Θεός δὲ σὲ ἐδόξασε δι’ ἄνακτος ἁγίου, ὃς καὶ οἶκόν σοι ἐδείματο∙ ἀλλὰ Μώκιε Ἱερομάρτυς τοῦ Χριστοῦ, μνήσθητι πάντων ἡμῶν τῶν τιμώντων σε, καὶ πρέσβευε Κυρίῳ, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Ἦχος γ΄.

Δεῦτε Ἀμφιπόλεως πιστοὶ Θρᾶκες, σὺν Μακεδόσιν ὑμνήσωμεν ἐν ᾠδαῖς Μώκιον τὸν μέγαν Ἱερομάρτυρα∙ ἅμα συμπαραλαβόντες, πᾶσαν κώμην καὶ χώραν γῆς, ἔνθα Ὀρθοδόξων δῆμοι συναυλίζονται∙ καὶ ἴδωμεν ὡς ἄρνα ἐν μέσῳ λύκων σπαραττόμενον ἄφωνον καὶ Θεὸν δοξάζοντα∙ φρόνιμον δ’ ὡς ὄφιν καὶ τηροῦντα νοῦν ἁγιώτατον Χριστοῦ∙ αὖθις δ’ ὡς περιστερὰν ἀκεραιότατον, μὴ ἔνδοντα ταῖς βασάνοις, ἀλλὰ πτέρυξιν ἁγίαις ἀρετῶν, εἰς ὕψος οὐρανῶν πετόμενον∙ προσκυνήσωμεν οὖν πάντες τούτου τὰ παθήματα καὶ ὠτειλάς∙ αἰτοῦντες ἅμα, πρεσβείαις θείαις εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Ἦχος βαρύς.

Ὄντως τεθαυμάκασι, τῆς μαρτυρικῆς σου καρτερίας τὴν ἔνστασι, τῶν ἀνόμων φιλοτάραχοι ὄχλοι, καὶ ἐζήτουν σε ἀπολυθῆναι∙ ἐξίσταντο γάρ ὁρῶντες σε ἐν ποικίλαις βασάνοις ἀσινῆ, καὶ ἀλώβητον μένοντα∙ ξεόμενον, μαστιζόμενον, ἐν καμίνῳ ῥιπτόμενον, εἴδωλον συντρίβοντα, θηρίοις προσριφθέντα, καὶ φερωνύμως μωκίζοντα, τῆς εἰδωλομανίας τὴν σκοτόμαιναν, καὶ δαιμόνων τὴν παράνοιαν∙ ἀλλ’ ἄνδρισον καὶ ἡμᾶς πρὸς ἀγῶνας πνευματικούς ταῖς εὐχαῖς σου, Μώκιε Ἱερομάρτυς Χριστοῦ, καὶ αἴτει πάντοτε σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Δόξα. Ἦχος πλ.α΄.

Ἐν Ῥώμῃ παλαιᾷ, θέατρον ἐγενήθησαν Ἀγγέλοις καὶ ἀνθρώποις, τῶν Μαρτύρων οἱ μυριάριθμοι δῆμοι∙ ἐν δὲ τῇ νέᾳ, ὡς εἰς ἀπαρχάς τῷ Κυρίῳ σὺν Μάρτυσι πολλοῖς καιρῶν ἀγνώστων, προσήχθη αἷμα τὸ τιμιώτατον Μωκίου Ἱεροάθλου τοῦ πανσέπτου∙ ὃς κατηγωνίσατο βασιλείας τοῦ σκότους, ἔφραξε στόματα λεόντων αἰσθητῶν, καὶ δρακόντων νοητῶν∙ ἐγενήθη ἰσχυρότατος ἐν πολέμῳ κραταιῷ, κατ’ ἐχθρῶν ὁρατῶν ὠμῶν καὶ ἀοράτων ὠμοτάτων∙ ἔσβεσεν αὖθις δύναμιν πυρός, τῇ δρόσῳ τῆς Χάριτος, καὶ παρεμβολὰς δαιμόνων ἔκλινεν ὑπὸ Κυρίου, σοφισθείς καὶ θεατρίσας τούτους παρεδειγμάτισε τρανότατα, ὡς ἀλλοτρίους, Θεοῦ εἰς τέλος∙ ἀλλ’εὐσεβῶς πανηγυρίζοντες καὶ τιμῶντες αὐτὸν εἴπωμεν∙ Μώκιε ἁγιώτατε, πρέσβευε Κυρίῳ ἐκτενῶς τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱερομάρτυς Χριστοῦ, ὁ ἐκτεφρώσας πάσης πλάνης ζιζάνια, πυρί τῷ τοῦ Θεανθρώπου, ὅπερ βαλεῖν ἐπὶ γῆν, ἦλθεν Οὗτος ἤδη καὶ κατέφλεξε, δεινῆς ματαιότητος, μοχθηρὰν ὕλην Μώκιε, καὶ τῷ ἀπλέτῳ, πάντα σύμπαντα ηὔγασε, τῆς θεότητος, τριλαμπεῖ ἀπαστράπτοντι, θείῳ φωτί τῆς χάριτος, δι’ οὗ κατηυγάσθημεν, οἱ ἐν νυκτί καὶ τῷ σκότει, τῆς ἀνομίας καθεύδοντες∙ ἀλλ’ αἴτει Κυρίῳ, Φωτοδότη φωτισθῆναι, τοὺς σὲ γεραίροντας.

 

Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Χαίροις, Ἱερομύστα Χριστοῦ, ὁ τοὺς ἀνόμους τῇ μαχαίρᾳ τοῦ Πνεύματος, πατάξας  ὑπεναντίους καὶ πᾶσαν ποίμνην Χριστοῦ, λογικὴν φυλάξας, πάτερ Μώκιε. Τυθεὶς δ’ ὡς ηὐδόκησεν, ὑπὲρ μάνδρας σου Κύριος, ἔδειξας πᾶσι, δυνατὸν κραταιότατον, τὸν  Δεσπότην σου, καὶ ἰθύνονταν σύμπαντα∙ ὅθεν τμηθείς ὡς ἄμωμος, ὁ θύτης καὶ θῦμα τε, Χριστῷ ἠνέχθης ὡς ἄρτος, καὶ πανευῶδες θυμίαμα∙ ἀλλ’ αἴτει Κυρίῳ, τὰς ψυχάς ἡμῶν σωθῆναι, τῶν ἀνυμνούντων σε.

 

Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, Ἱεροφάντα Θεοῦ, ὁ ἐνδυθεὶς τὴν πανοπλίαν τοῦ Πνεύματος, καὶ φαίνων τοῖς ἐν τῷ σκότει, ἀπαστραπτούσαις αὐγαῖς, τρισηλίου αἴγλης καὶ λαμπρότητος∙ διδάσκαλος ἔνθεος, Ἱερεύς ἐννομώτατος, Μάρτυς γενναῖος, θαυμαστὸς ἐν ἀθλήσει σου, ἣν καὶ ἄνομοι, καθορῶντες ἐξέστησαν∙ ὅθεν τιμῶντες μνήμην σου, πανίερον Μώκιε, πίστει καὶ πόθῳ αἰτοῦμεν, τὰς σὰς δεήσεις πρὸς Κύριον∙ σωζόμενοι ὅπως, μετά πάντων τῶν Ἁγίων, ἂν εὑρεθοίημεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Πλάκας μὲν θεογράφους πάλαι δέδωκε Μωϋσῆς, τῷ λαῷ τοῦ Κυρίου ἐν ἐρήμῳ∙ στήλη δὲ ζῶσα ἔμψυχος ἐγένου, διδασκαλίας θείου Πνεύματος ἐν Ἀμφιπόλει, ἥτις ὡς ὄασις ἐφαίνετο ἐν ἐρήμῳ, εἰδωλομανίας ἀκράτου, καὶ θεοστυγοῦς κόσμου τοῦ ἀκοσμωτάτου, Μώκιε μακάριε Ἱερομάρτυς Χριστοῦ, καὶ θεοφάντορ λαοῦ τῆς χάριτος∙ ἔθνη τὰ ἀλλόφυλα οὐδόλως ἐπτοήθης, εἰς ἔθνος ἅγιον ζῶν τῆς Ἐκκλησίας, ὑπὲρ ἧς καὶ τέθνηκας∙ βασάνους ὑπέμεινας, Χριστῷ συσταυρούμενός, συμπάσχων καὶ συνανιστάμενος∙  ἀλλ’ ἐν δόξῃ νῦν ὑπάρχων ἔπιδε ἐφ’ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου Ἀμφιπόλεως, γῆς Μακεδονίας, Θράκης καὶ Βύζαντος, συμπαραθέων καὶ συμπαραδοεύων ἀοράτως∙ ἄγων δὲ πάντας ἀεί μὴ παύσῃ πρὸς ὁδόν, τὴν τεθλιμμένην καὶ ἀπάγουσαν εἰς ἀτελεύτητον ζωὴν καὶ βασιλείαν∙ ἧς ἀξίωσον ἡμᾶς, ἀεννάοις εὐχαῖς σου πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις, Τρισάγιον,

 

Ἀπολυτίκιον. Γενεθλίων/Ἐγκαινίων Κων/πόλεως. Ἦχος δ΄.

Τῆς Θεοτόκου ἡ Πόλις, τῇ Θεοτόκῳ προσφόρως, τὴν ἑαυτῆς ἀνατίθεται σύστασιν∙ ἐν αὐτῇ γάρ ἐστήρικται διαμένειν, καὶ δι’ αὐτῆς περισώζεται καὶ κραταιοῦται, βοῶσα πρὸς αὐτήν· χαῖρε ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Πανσοφία ἀνδρείᾳ ἀνόμους ἤσχυνας, πνευματικῇ σοι δοθείση καταμωκίσας αὐτούς, Ἱερόαθλε τρανῶς Μώκιε ἔνδοξε, τῆς Ἀμφιπόλεως ποιμὴν, Μακεδονίας φωστήρ, ἀδάμας δὲ Βυζαντίου∙ Χριστῷ πρεσβεύων μὴ παύσῃ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Καί νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετά τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτὴρ.

Πυρί τῷ τοῦ Θεοῦ, ὡς ἐμπύρινος ὤφθης, πυρὸς ἐξ αἰσθητοῦ, ἀκατάφλεκτος μείνας, καὶ ἔσχες συμμάχους σοι, τρεῖς Ἀγγέλους, ὦ Μώκιε, οἵπερ ἔφλεξαν, τοὺς ἑστηκότας καμίνου, ἔξω ἅπαντας, ἀλλὰ ἐξάρπασον δούλους, Χριστοῦ ἐκ κολάσεως.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετά τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τοῖς τροχοῖς ἔνδον βληθείς, διεφυλάχθης ἀσινής, παραδόξως ἀθλητά, Ἱερομάρτυς τοῦ Χριστοῦ, ὑπὸ θηρῶν δὲ ἀγρίων οὐκ ἀπεκτάνθης∙ ἀπέκτεινας σοφῶς, πάθη τὰ ἄλογα, ἐδόξασας Θεὸν, κρημνίσας εἴδωλον∙ καὶ ἐδοξάσθης ἐν τῷ μέσῳ, τῶν ἀσεβῶν ὡς ηὐδόκησε, Χριστὸς ὃν αἴτει, ὑπὲρ σῶν δούλων, τῶν τιμώντων σε Μώκιε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετά τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὰ σεβάσματα πλάνης καταγελῶν, κατεμώκισας δαίμονας ἀσθενεῖς, ὦ Μώκιε ἔνδοξε, φερωνύμως δ’ ἀπέδειξας, δύναμιν τοῦ Ὑψίστου, εἰς ἅπαν ἀήττητον∙ παντὶ δὲ βουλομένῳ ἀεὶ διδομένῃ τε∙ ὥσπερ σὺ ἐν πόνοις, πειρασμοῖς, καὶ βασάνοις, οὐδόλως ἐνέδωκας, πεποιθὼς τῷ Κυρίῳ σου, καὶ φερέπονος γέγονας∙ πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι ἡμῖν τοῖς πόθῳ τιμῶσι, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον.  Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων…

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…

Κύριος Παντοκράτωρ, δέδωκέ σοι Μώκιε θύραν ἀνεῳγμένην ἐν Πνεύματι τῷ ποιμνίῳ, ἣν οὐδεὶς ἠδυνήθη κλεῖσαι∙ καίπερ δύναμιν ἔχων μικράν, λόγον Αὐτοῦ ἐτήρησας, καὶ οὐκ ἠρνήσω τὸ ὄνομα Αὐτοῦ∙ ἀλλ’ ὅτε συναγωγή τοῦ σατανᾶ προσέπεσέ σοι φανερῶς καὶ ἀφανῶς, λόγον ὑπομονῆς ἐτήρησας Σωτῆρος, κἀκεῖνος σὲ ἐτήρησεν ἐκ πειρασμῶν πολυτρόπων, βασάνων ποικίλων, ἀλισγημάτων βδελυρῶν, εἰδωλικῶν τε προσοχθισμάτων, καὶ παντὸς βρόχου δαιμονίων· ὅθεν νενίκηκας δι’ Αὐτοῦ τοῦ εἰδότος σου τὰ ἔργα ἀγάπης, πίστεως, ἐλεημοσύνης, ὑπομονῆς, ὁμολογίας καὶ εἴληφας παρ’ Αὐτοῦ, μάννα τὸ κεκρυμμένον, ψῆφον λευκὴν, ὄνομα καινὸν εἰς τοὺς αἰῶνας∙ ὧνπερ καὶ ἡμᾶς Ἱερομάρτυς, ἀξίωσον τυχεῖν εὐχαῖς σου πρὸς Κύριον, τοὺς εὐλαβῶς ἑορτάζοντας τὴν μακαρίαν σου ἄθλησιν.

 

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς, τῶν Γενεθλίων τῆς ΚΠόλεως καὶ τοῦ Ἁγίου. 

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τριάς Ἁγία καὶ Μονὰς Τρισήλιε, ἡ φωτουργαία πηγή, φώτισόν μου σκότος, ἵνα Ἱερόαθλον, Μώκιον μέλψω σήμερον τὸν ἀνδρεῖον ἀξίως, καὶ Ἀναργύρων ὁμότροπον, τοῦ σατὰν πλοκὰς διαλύσαντα.

Ἐξ Ἀμφιπόλεως Σεῤῥῶν ἐβλάστησας, Μακεδονίας τῆς γῆς∙ καὶ Χριστὸν ποθήσας, Τούτῳ ὡς θυμίαμα, προσήχθης εὐωδέστατον, ταπεινὸν ἱερεῖον, Ἀρχιποιμένος παμπόθητον, τοῦ Ἀμνοῦ Θεοῦ Παντοκράτορος.

Κατακοσμήσας ἱερῶς, τοῖς ἄθλοις σου, τὴν Ἐκκλησίαν Χριστοῦ, Μώκιε τρισμάκαρ, κόσμησον δεόμεθα, ψυχὰς τῶν ἀνυμνούντων σε, ἀρεταῖς ταῖς ἐνθέοι, καὶ θεοσδότοις χαρίσμασι∙ θείαις σου πρεσβείαις πρὸς Κύριον.

Θεοτοκίον.

Ἀπειρογάμως, Θεὸν Λόγον τέτοκας∙ αἰτία πάντων χαρᾶς, μείνασα Παρθένος, Πνεύματος τῇ χάριτι∙ ὡς φρούριον ἀπόρθητον, παρθενίας παρθένων, τέκνα Σου ἄτρωτα τήρησον, ἐξ ἐπιφορῶν τῶν τοῦ ὄφεως.

 

 

Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.

Ἐν κακώσεσι πάντες, καὶ πειρασμοῖς θλίψεσι, Μώκιε ἔσμεν τε καὶ νόσοις· ὅθεν πρεσβείαις σου, ἕξιν φερέπονον, περιποιοῦ σοῖς ἐκγόνοις, πρὸς ζωὴν δ’ ἀκήρατον, σπεύδειν ἱκάνωσον.

Τοὺς παγίσιν ἁλόντας, τοῦ πονηροῦ Μώκιε, δούλους σου ἐξάρπασον τρόπους δούς, πλείστους χάριτι∙ καὶ παλινόστησιν  τῆς μετανοίας παράσχου, τούτοις Ἱερόαθλε, ταῖς μεσιτείαις σου.

Ἴδε μάνδραν Κυρίου, πολυπληθῆ πέλουσαν∙ δεῦρο οὖν ἐξάγαγε ἄρνας, πάντας καὶ ζώωσον, εἰς χλοερώτατον, θείων Γραφῶν τὸν λειμῶνα, ὅπως ἂν καὶ εὕροιεν, βρῶσιν οὐράνιον.

Θεοτοκίον.

Ἀσθενούντων ἡ ῥῶσις, Μῆτερ Θεοῦ Ἄχραντε, καὶ τῶν κακουμένων ὑπάρχεις, θεία παράκλησις∙ ἀλλὰ τὴν δύναμιν, ἐν ἀσθενείᾳ ὁρᾶσθαι, τοῦ Θεοῦ ἱκάνωσον, πάντας Πανάμωμε.

 

Κάθισμα. Ἦχος γ΄. Θείας Πίστεως.

Τίς ἐχώρισε Χριστοῦ ἀγάπης, φλὸξ καὶ μάστιγες, ξεσμοὶ θηρία∙ οὐδέν τούτων ἀλλ’ ἤ βέλη ἐγένοντο, νηπίων πάντα μωρῶν σοι ἀσχήμονα, καὶ μαρτυροῦντα δαιμόνων ἀσθένειαν∙ ὅθεν Μώκιε, πυρός θεϊκοῦ τοῦ φλέγοντος, κακίας καὶ ἡμῖν μετάδος ἅπασι.

Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.

Τόπου διήμειψας, γῆς Ἀμφιπόλεως, Θράκην ἡγίασας, τῇ διελεύσει σου, καὶ Βυζαντίδος ἀγαθά, ἡτοίμασας ἀθλήσει σου∙ τρόπους δὲ ἐνθέους σου, διαθήκην αἰώνιον, τέκνοις σου κατέλιπες, καὶ Χριστοῦ σου τὰ στίγματα∙ ἅ φέρων ἐν τῷ σώματι εὖξαι∙ ἡμᾶς συμμιμηθῆναί σου πολίτευμα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ὠδή δ΄. Σύ μου ἰσχύς, Κύριε.

Φλόγα πυρός οὐκ ἐδειλίασας Μώκιε∙ οὐκ ἐφλέχθης, Πνεύματι φραττόμενος∙ ὅθεν ἡμῶν, φλέξον χαλεπά, πάθη τὰ σκαιώδη, ταῖς σαῖς εὐχαῖς πρὸς τὸν Κύριον∙ ὑφάναψον δὲ πόθον, ἐν πυρί ἡμῖν θείῳ, πρὸς Θεὸν καὶ ζωὴν τὴν αἰώνιον.

Ὥσπερ ποιμὴν ἡμᾶς ὁδήγησον Μώκιε, πρὸς λειμῶνας, θείους τοὺς ἀτέρμονας, ἔχων αὐλόν, βίον σου σεπτόν, βόσκημα δὲ πάντων, θείων Γραφῶν τὰ διδάγματα∙ ἀπέλασον δὲ λύκους, μαρτυρίου σου τρόποις, ἐξ ἡμῶν τῶν πιστῶς ἑπομένων σοι.

Θείους καρπούς τοὺς γλυκερούς ἔσχες Μώκιε, τοῦ Ἁγίου Πνεύματος ἐμπλήσαντος, καρτερικὴν ἄδολον ψυχήν, σοῦ χαράν, ἀγάπην, πίστιν εἰρήνην χρηστότητα∙ ἀλλὰ ἡμᾶς μετόχους, τῆς τραπέζης Δεσπότου, καὶ καρπῶν θείου Πνεύματος ποίησον.

Θεοτοκίον.

Μῆτερ Ἁγνή, Παντοβασίλισσα, οἴκτειρον, τὸν λαόν Σου ἅπαντα καὶ λύτρωσαι κατακλυσμοῦ, θείας τῆς ὀργῆς, εἰς τὰς ἀνομίας πάσας ἡμῶν, καὶ παιδεύσεων, πυρί ἐπαγομένων, ὑλικῷ καὶ ἀΰλῳ, ἐν καιρῷ τῷ παρόντι καὶ μέλλοντι.

 

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.

Μαρτυρίων σου ἆθλα, ἔπαινον τὸν θεῖον καὶ γέρας ἐδέχθησαν∙ Μάρτυρας ὡσαύτως καὶ ἡμᾶς μιμητάς σου ἀνάδειξον, πρὸς ὑπεναντίους, τοὺς ὁρατούς, καὶ ἀορὰτους, ὁμοτρόπως σοι πάντως ἀνθίστασθαι.

Μνημονεύειν εὐκαίρως, ἔσχατα τοῦ βίου καὶ πόλιν οὐράνιον, δὸς ἡμῖν καὶ πόθον, ἀναφαίρετον σχεῖν τε καὶ ἄτρεπτον, πρὸς ζωήν ἀγήρω, ἔνθα δικαίων κατοικίαι, καὶ Θεοῦ θεωρία ἡ πάντερπνος.

Τὰς μυρίας ἐνέδρας, θήρατρα καὶ πάγας σὺν ἄρκυσι δράκοντος, τοῦ ἀνθρωποκτόνου, ἐν σοφίᾳ φυγεῖν ἡμᾶς δίδαξον, ὥστε κατεάξαι, αὐτὸν καὶ πάντῃ θριαμβεῦσαι, ἐν σπουδῇ πολεμεῖν, δὲ ἱκάνωσον.

Θεοτοκίον.

Παναγία Παρθένε, χαῖρε Σοι βοῶμεν, τοῦ κόσμου διάσωσμα, Μήτηρ κατά χάριν, καὶ Ἰάτραινα νόσων τῶν τέκνων Σου, ἕλκυσον παιδία, τὰ σά ἐν πάσῃ οἰκουμένη, εἰς ζωήν καὶ χαράν ἀνεκλάλητον.

 

ᾨδή στ΄. Τὴν δέησιν ἐκχεῶ.

Ὡς μώκημα, τῶν ἐχθρῶν σου Δεσπότης, σὲ κατέδειξε σαφῶς ἐν βασάνοις∙ καρτερικῶς γάρ ὑπέμεινας πάσας, κατασοφίζων δαιμόνων ἀπόνοιαν, καὶ κράτος θεῖον ἐνδεικνύς, κρατερῶς πολεμίους ὀλλύμενον.

Θηρίοις, σὲ τοῖς ἀγρίοις ἀγρίως, σὲ ἀπέῤῥιψαν ὡς θῆρες οἱ πλάνοι, καὶ λατρευταὶ τῶν δαιμὸνων φανέντες, τῆς ἀλογίας αὐτῶν ἀλογώτεροι∙ ἀλλ’ εἴλιχόν σὲ λογικῶς, Θεοῦ Λόγου τῷ νεύματι εἴκοντα.

Νενίκηκας, ἐναγῆ συμμορίαν, τῶν πλανώντων οἰκουμένην ἀθλίως, καὶ ἀσεβῶς πλανωμένων εἰδώλοις, ἐν οἷς τὰ στίφη δαιμόνων ἐγκέκρυπται∙ ἀλλὰ ἐφώτισας λαούς, καὶ φωτίζεις ἀεί θεῖε Μώκιε.

Θεοτοκίον.

Ἐγέννησας, ἀλοχεύτως Σωτῆρα, θείου Πνεύματος Ἁγνή ἐπελεύσει, καὶ τὴν καινὴν ἐν Χριστῷ πολιτείαν, ἔσχες ὡς Μήτηρ Αὐτοῦ τελεώτατα∙ ὡς δοῦλοι ὅθεν Σοι πιστοί, μεγαλύνομεν πάντες Σέ Ἄχραντε.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τῶν Ἁγίων σήμερον, χοροί εὐφραίνονται πάντες∙ ἱερέ σε ἔχοντες, μέσον ὦ Μώκιε Μάρτυς∙ πάταξον, ὀρδάς δαιμόνων ταῖς σαῖς πρεσβείαις∙ στήριξον, Ὀρθοδοξίᾳ τοὺς σοὺς ἱκέτας, Ἀμφιπόλεως καὶ πάσης, τῆς γῆς τιμῶντας, μνήμην σου θείαν σεπτῶς.

Ὁ Οἶκος.

 

Θαυμαστός εἶ Κύριε ἐν τοῖς Ἁγίοις Σου πᾶσι καὶ ἐνδοξαζόμενος ἐν αὐτοῖς εἰς καιρούς, τόπους, χώρας, ἐν παντί τόπῳ τῆς δεσποτείας σου καὶ χρόνοις διαφόροις ὡς εἰκός∙ νῦν δὲ μεγαλύνει Σε λαμπρῶς Μώκιος ὁ πιστὸς Σου θεράπων καὶ ἱερόαθλος∙ ὁ καλὸς ποιμὴν καὶ ὑπὲρ τῶν Σῶν προβάτων τὴν ψυχήν τιθείς∙ ὁ πολλάς βασάνους  ὑπομείνας καὶ ἀθέους καταπλήξας τῇ καρτερίᾳ αὐτοῦ∙ ὁ δείξας πᾶσιν ἐναργῶς, ὅτι οὐ δύνανται χωρίσαι Σου Δέσποτα, οὔτε μάστιγες, οὐ πῦρ καὶ θηρῶν ὁρμαί, οὐ στρεβλώσεις, ὅτε ψυχή εὐγνώμων συναφθῆ Σοι ἀγάπῃ καὶ πόθῳ πυριφλέκτῳ, ἅπερ ἦλθες βαλεῖν ἐπὶ τὴν γῆν∙ ἀλλὰ δεόμεθά Σου Σῶτερ∙ ἐλέησον τοὺς οἰκοῦντας γῆν ταύτην, τὴν ἅγνισθεῖσαν αἵμασι τοῦ πολυάθλου Μωκίου, προσδεχόμενος αὐτοῦ τὰς ἱκεσίας· καὶ σῶσον τὸν λαόν Σου τοῦτον ἐν Ἀμφιπόλει, Θράκῃ, Μακεδονίᾳ καὶ Βυζαντίῳ ὁμοῦ, καὶ ἁπανταχοῦ τῆς γῆς πάντας τοὺς εὐσεβῶς καὶ ὀρθοδόξως τιμῶντας Σε, τὸν πάντων Θεὸν σὺν Ἁγίοις Σου καὶ νῦν τούτου τὴν θείαν μνήμην σεπτῶς.

 

Συναξάριον.

Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδή ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐν θαλάσσῃ ἀγρία, τῶν παθῶν καὶ δαιμόνων δεινῶς ἐκπλέομεν, σπιλάδων καὶ σιφώνων, βραχῶν τε καὶ θηρίων, ἀλλὰ Μώκιε, πρόφθασον, καὶ ἐξελοῦ σαῖς εὐχαῖς, ἡμᾶς ἐκ τούτων πάντων.

Ἀρετῶν ἐργασίας, ἐν σπουδῇ καὶ πόθῳ σοφῶς ἀντέχεσθαι∙ καὶ πάθη τὰ δυσώδη, βδελύττεσθαι καὶ φεύγειν, θεῖε Μώκιε δίδαξον, ἡμᾶς ὡς τέκνα πιστά, καὶ ὑμνητάς σου πάντας.

Ὡς καλός στρατιώτης, τοῦ Χριστοῦ ἐκακώθης, πολλοῖς παθήμασιν∙ ἀλλ’ ἄνδρισον σὰ τέκνα, πρὸς μάχας ἀοράτους, καὶ βραβεῖα αἰώνια∙ πίστιν ἡμῖν ἐντιθείς, καὶ νήφουσαν καρδίαν.

Θεοτοκίον.

Τὸν Σωτῆρα τεκοῦσα, τῶν ἀσώτως βιούντων θερμὴν ἀνάκλησιν∙ δυσώπησον, Παρθένε, ἡμᾶς ἐπαναστρέφειν, πρὸς τὰ κάλλη αἰώνια, τοῦ Παραδείσου ποσίν, ἀόκνοις καὶ ἑτοίμοις.

 

ᾨδή η΄. Ἑπταπλασίως κάμινον.

Ὥσπερ ὁρμίσκος πάγκαλος, καὶ ὡς πύργος ὁ τράχηλος, Μώκιε ἐφάνη, ἐν πολλαῖς βασάνοις σου∙ καὶ στῦλοι αἱ κνῆμαί σου, ἐπὶ χρυσίου βάσεις λαμπραί, χεῖρες τορευταί σου θείαν στάξασαι σμύρναν∙ ἐγένοντό σοι ὅθεν, σὲ τιμῶμεν ἐκ πόθου, ὁμοῦ σοι καὶ αἰτοῦμεν, λιταῖς σου ἡμᾶς σκέπε.

Ἐπὶ θαλάσσης ἕστηκας, ὑαλίνης σὺν Μάρτυσι, τοῖς νικῶσι, πάντα, τοῦ θηρός τὰ ἔνεδρα∙ εἰκόνος, χαράγματος μεμιασμένων ἔξω σταθείς, ᾄδεις τὴν ὠδὴν νικητικῶς τῷ Ἀρνίῳ, Χριστῷ σὺν τοῖς Ἁγίοις, καὶ Μαρτύρων χορείαις, ὁμοῦ καὶ συμπρεσβεύεις, Σωτῆρι ὑπὲρ κόσμου.

Ἱερομάρτυς Μώκιε, δός ἡμῖν πόθον ἔνθεον, ἵνα ἐν πολέμοις, νοητοῖς ἀήττητοι, φανῶμεν καὶ ἅπαντα, πεπυρωμένα βέλη ἐχθρῶν, θείᾳ φυλακῇ καταγελάσωμεν πάντες∙ καὶ θάρσους ἡμᾶς πλῆσον, λεοντίου ἀφόβως, δραμεῖν ὁδόν Κυρίου, ἐλπίδι ἀδιστάκτῳ.

Θεοτοκίον.

Ζωαρχικόν τὸ σῶμα Σου, Θεοτόκε πανύμνητε, πλήρωμα τὸ θεῖον, εἰσδεχθὲν θεότητος∙ ταμεῖον χαρίτων τε, ὑπερφυῶν ἀπείρου Θεοῦ, γέγονας πολλῶν ἅς διανέμεις ἀφθόνως, Ἀγγέλοις καὶ ἀνθρώποις ἁγιάζουσα πάντας∙ ἡμᾶς δὲ σῶσον Μῆτερ, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδή θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Κατῴκησας ἀξίως ἐν οὐρανοῖς, ποικιλθείς ταῖς πληγαῖς τῶν βασάνων σου καὶ ὀδυνῶν, στέφανόν σου φέρων τῶν ἀρετῶν, ὑμνῶν καὶ ἀγαλλόμενος σὺν Ἁγίοις πᾶσι διηνεκῶς, Τριάδα τὴν Ἁγίαν, ἥν αἴτει ὑπὲρ πάντων, ἑορταζόντων τὴν σὴν ἄθλησιν.

Ὁρῶν διεσπαρμένα τέκνα Θεοῦ, πανταχοῦ οἰκουμένης, ὦ Μώκιε, ποίει εὐχάς, ἵνα ἑνὶ στόματι καὶ ψυχῇ, ὑμνοῦσι Θεὸν Κύριον, ἔχωσι δὲ ἔνθεον βιοτήν∙ ἐν ὥρᾳ δὲ τῆς δίκης, προβάτοις συνταχθῆναι, τοῖς τοῦ Θεοῦ οἰκείοις ἅπασι.

Παράσχου μετανοίας τὴν δωρεάν, τοῖς σεπτῶς ἑορτάζουσι Μώκιε, σε καὶ καρπὸν, Πνεύματος Ἁγίου δός τὸν ἡδύν, πρεσβείαις σου καὶ κάθαρσιν, τῶν ψυχῶν ἀπάθειαν δὲ καὶ φῶς, τρισήλιον Τριάδος, Ζωαρχικῆς καὶ τέλος, θείας ζωῆς, τὸ ἀτελεύτητον.

Θεοτοκίον

Ὑπάρχουσα ὡς ἔμψυχος Κιβωτός, τοῦ σεπτοῦ ἁγιάσματος Ἄχραντε ὑπερφυῶς∙ δέχου ἐκ τοῦ κλύδωνος Σὸν λαόν, θαλάσσης μαινομένης τε, καὶ ἐν ἀσφαλείᾳ τὸν πλοῦν λοιπὸν, εὐποίει Θεοτόκε, πρὸς ἄνω Βασιλείαν, ταῖς Σαῖς πρεσβείαις ἐκβιβάζουσα.

 

Ἐξαποστειλάρια. Ἦχος γ΄. Ἐν Πνεύματι τῷ Ἱερῷ.

Ἐκάλλυνας παθήμασι, τοῖς σοῖς ποίμνην Κυρίου, Ἱερομάρτυς Μώκιε, καὶ ηὐτέλισας πλήθη, τῶν ἀνομούντων ἀφρόνων καὶ εἰδώλων λατρευτῶν∙ ἀλλ’ αἴτει πάντας σωθῆναι, τὴν πανίερον ὄντως, μνήμην θείαν σου πιστῶς τελοῦντας μετ’ εὐλαβείας.

Παράλαβε Ἀκάκιον,  Βυζαντίῳ τυθέντα, Ἱερομάρτυς Μώκιε, καὶ ἐγκαίνισον πάντας, πνευματικῶς πρεσβείαις σου, συνωδά τοῖς ἅπασιν, Ἁγίοις ὧδε καὶ πάσῃ, οἰκουμένῃ φανεῖσιν, ἵνα κτίσιν ὡς καινὴν, ἀθροίσωμεν Ἐκκλησίαν.

Τῶν Ἐγκαινίων. Ὅμοιον.

Ἐφύλαξας τὴν Πόλιν Σου, Θεομῆτορ, ἐν χρόνοις, πολλαπλασίως Πάναγνε, ἐξ ἐχθρῶν πολυτρόπων· ἀλλὰ καὶ νῦν ἐγκαίνισον, ἐν Θεῷ τὰ τέκνα Σου∙ ὥστε βαδίζειν ἐνθέως, ἐν καινότητι βίου∙ ἵν’ ἀπάραντες ἐκ γῆς, εἰσίωμεν Πόλει θείᾳ.

Καί τῆς τυχούσης Ἑορτῆς.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Μώκιε θαῦμα ἐξαίσιον, πᾶσιν ὑπάρχεις λαοῖς, καὶ Ἀγγέλοις πανθαύμαστον, φέρων ἐν τῷ σώματι, τοῦ Χριστοῦ σου τὰ στίγματα∙ ἐν δὲ ψυχῇ σου μύρον πολύτιμον, ἐκ πανεώδους τερπνοῦ λειμῶνος τε, Πνεύματος χάριτι, ἀρετῶν ἀνθέων σου περικαλλῶν∙ ὅθεν καθικέτευε, Χριστὸν σωθῆναι ἡμᾶς.

 

Μώκιε ἔσχες τρανότατα, δύναμιν θείαν Χριστοῦ, ἐν πολλαῖς περιστάσεσι, θλίψεσι βασάνοις τε, ἐν πληγαῖς καὶ κακώσεσιν, ὡς ἄλλου πάσχοντος ἐκαρτέρησας, ἥδιστα φέρων, πλήγματα τραύματα∙ χαίρων, τετέλεκας, μαρτυρίου δίαυλον πολυπαθῇ∙ ὅθεν καθικέτευε, Χριστόν σωθῆναι ἡμᾶς.

 

Μώκιε μέγας γενόμενος, ἐν Ἀμφιπόλει σου γῆ, μείζων ὤφθης τῇ χάριτι, τοῦ Θεοῦ δοξάσαντος, σὲ ἐν χώραις καὶ ἔθνεσι, τῇ Ἐκκλησίᾳ πάσῃ πολύαθλε, ὡς χρυσοπτέρυξ καταμωκώμενος, πλάνους τῷ πνεύματι, ἀετός ὡς ἔνθεος καὶ κραταιός∙ ὅθεν καθικέτευε, Χριστὸν σωθῆναι ἡμᾶς.

 

Μώκιε πρόσεξαι ὕμνους σοι, τοὺς τῶν πενήτων ἡμῶν, καὶ ψυχάς ἡμῶν ἔπαρον, πόθον πρὸς οὐράνιον, ἐν πυρὶ θείου Πνεύματος∙ καὶ συσταυροῦσθαι δός τοῖς ἱκέταις σου, Χριστῷ συμπάσχειν, ἵν’ Ἀναστάσεως, μέτοχοι ἅπαντες, γεγονότες εὕρωμεν θείαν ζωήν∙ ὅθεν καθικέτευε Χριστὸν σωθῆναι ἡμᾶς.

 

Δόξα. Ἦχος πλ. α΄.

Πανηγύρεως ἡμέρα ἐφὲστηκε τῇ Ἐκκλησίᾳ Χριστοῦ∙ Μώκιος γάρ ὁ Ἱερόαθλος, ἄδει ἆσμα Θεῷ παναρμόνιόν καὶ πάντως νικητήριον∙ τῷ Σωτῆρι γάρ συνδεδόξασται, σὺν πᾶσι τοῖς Ἁγίοις Αὐτοῦ∙ ὡς ἀμπεχόνην πεποικιλμένην φέρων, ἀρετὰς πολυτιμοτέρας σμαράγδων καὶ σαπφείρων∙ ἔχων δὲ διπλοΐδα φοινιχθεῖσαν ταῖς τῶν πολλῶν μαρτυρίων βαφαῖς, βασίλειον ἱεράτευμα ἔστιν οὗτος, γένους ἐκλεκτοῦ καὶ ἔθνους ἡγιασμένου, τῆς Ἐκκλησίας Χριστοῦ∙ θεῖαι δὲ ὑψώσεις τῶν τοῦ Κυρίου ἐντολῶν, σύνεισιν ἀείποτε ἐν τῷ λάρυγγι αὐτοῦ, καὶ δίστομοι ῥομφαῖαι πίστεως κραταιᾶς, καὶ καρτερίας ἀπείρου αὐτοῦ, ἐν ταῖς χερσὶ πατάσσουσι τῶν ἀνόμων ἀπειροπληθύν∙ ἀλλ’ ἡμεῖς πρεπόντως εἴπωμεν∙ Μώκιε πανένδοξε, τήρει ἡμᾶς ἀσαλεύτους ἐν πειρασμοῖς καὶ θλίψεσι, σκέπε εὐχαῖς σου Ὀρθοδόξων τοὺς λαοὺς, καὶ φρούρει τέκνα σου εὐλαβῆ, Ἀμφιπόλεως σὺν πόλεσι καὶ χώραις, ἕως τῆς πάλαι Βυζαντίδος, ἐν αἷς ἐτέχθης καὶ ἐτύθης σώματι καὶ πνεύματι, ποιῶν οὕτω τοὺς σούς ὑμνητὰς πολίτας, Βασιλείας τοῦ Θεοῦ εἰς αἰῶνας συμπαθέστατε.

Καί νῦν. τῶν Ἐγκαινίων. Ἦχος πλ. α΄.

Ἐγκαινίζεσθε νῆσοι φησίν Ἡσαΐας, αἵ πρότερον οὖσαι προσοχθίσματα  δι’ εἰδωλομανίαν∙ καὶ ἐν γῇ καινῇ καὶ οὐρανῷ καινῷ, ἥξουσιν ἐκ πὰντων ἐθνῶν οἱ πεπιστευκότες  Κυρίῳ∙ ἀλλά γε σήμερον τὴν δόξαν προετύπου τῆς καινῆς κτίσεως καὶ Βασιλείας, Κωνσταντῖνος ὁ Μέγας εὐσεβῶς καὶ πνευματοκινήτως, Θεὸν δοξάζων καὶ τὴν Αὐτοῦ Μητέρα θεομητροπρεπῶς, καὶ πόλιν ἣν ἔδειμεν, ὑπὸ τὴν σκέπην Αὐτῆς τίθησι καὶ δείκνυσι πᾶσι τὰ τοῦ Πάθους σύμβολα· Σταυροῦ τοὺς ἥλους, ἀλλὰ καὶ τοῦ ἐλέους, κοφίνους δώδεκα ἄρτων τῶν πληθυνθέντων. Πλήν οὐκ ἔχομεν πόλιν ὧδε μένουσαν, ἀλλὰ τὴν μέλλουσαν αἰωνίαν ἐπιζητοῦμεν, βοῶντες εὐλαβῶς∙ Δέσποτα Χριστέ ἐλέησον ἡμᾶς, καὶ δὸς ἡμῖν ἐν καινότητι ζωῆς περιπατεῖν, πολίτευμα δ’ οὐράνιον κεκτῆσθαι, καρδίαν καινὴν καὶ πνεῦμα καινὸν, ἵν’ ὡς ἀετοί πτεροφυήσωμεν καὶ πρὸς Σὲ πτᾶσθαι, εἰς οὐρανούς ταπεινώσεως γεγράφθαι δ’ ἡμᾶς, ἀναπαυθῆναι καὶ καταπαῦσαι∙ μὴ  παύσῃ δὲ ἀνακαινίζων ἀεί, πρόσωπον γῆς παλαιουμένης δι’ἁμαρτίας, δεχόμενος πρέσβεις ἐξαιρέτως Σήν Μητέρα, Μώκιον τὸν σεπτόν Σου Ἱερόαθλον, καὶ πάντων Ἁγίων πλήθη καὶ Ἀσωμάτων, ὅπως σωθέντες Σὲ ὑμνοῦμεν εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Μώκιε ἱέρευσας τῷ Θεῷ, ἤνεγκας δὲ ἄρας, σεσωσμένους σου πρὸς Αὐτὸν· θῦμα δὲ ἐγένου, τυθείς γενναιοφρόνως, καὶ ἕλκεις φιλοθέους, πάντας πρὸς μίμησιν.

Στέφανον ἀπέλαυες πολλαπλῶς, τῆς Ἱερωσύνης καὶ ἐνθέου σου βιοτῆς, τῆς διδασκαλίας, σεπτῆς Ὁμολογίας, καὶ χύσεως αἱμάτων, Μώκιε πάντιμε.

 

ΕΤΕΡΟΣ ΚΑΝΩΝ.

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀθλητικὸν Μώκιος ἤνυσεν δρόμον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Ἀθλητικόν, στέφανον ἐκ λόγων πλέξαντες, τῷ ἱερεῖ καὶ Μάρτυρι, πιστῶς προσάξωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, τοῦ Πνεύματος τὴν χάριν, ἀντιλαμβάνοντες.

Θεοπτικῆς, χάριτος ἔνδοξε Μώκιε, ἀξιωθεὶς τεθέασαι, Χριστοῦ μυστήρια, ἃ ἐκήρυξας πᾶσιν, ὡς μύστης καὶ λειτουργός, Αὐτοῦ ἐπάξιος.

Λύμην σοφέ, ἥλασας τῆς ἀθεότητος, ἐνθέοις λόγοις Μώκιε, καὶ τῇ τοῦ Κτίσαντος, ἐπιγνώσει ἀνθρώπους, ἰάτρευσας ὡς Μάρτυς, καὶ θεῖος κῆρυξ Αὐτοῦ.

Ἡ πυρφαής, ἄνωθεν αἴγλη τοῦ σώματος, ἐν σοὶ ἐπιδημήσασα, πύρινον Μώκιε, ἱερέα καὶ μύστην, ἔδειξέν σε τῷ κόσμῳ, καὶ θεῖον Μάρτυρα.

Θεοτοκίον.

Γῆθεν ἡμᾶς, ἥρπασε πρὸς τὰ οὐράνια, ὁ σαρκωθεὶς πανάχραντε, ἐκ τῶν πανάγνων Σου, καὶ ἀχράντων αἱμάτων, Θεοτόκον κυρίως, ἀεὶ ὑμνοῦντάς Σε.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Τοῖς ἔργοις βεβαιῶν, τοὺς λόγους Μώκιε, τῆς θείας τοῦ Λόγου οἰκονομίας, ὑπὲρ ταύτης καὶ ἐνήθλησας, καὶ νομίμων στεφάνων κατηξίωσαι.

Ἰσχὺν τοῦ δυνατοῦ, περιζωσάμενος, γενναίως τῆς πλάνης τὰς παρατάξεις, ἐπολέμησας καὶ ἔτρεψας, καὶ βραβεῖα τῆς νίκης ἦρας Μώκιε.

Κρατῆρος νοητοῦ, Χριστοῦ τῆς γνώσεως, ἐνθέως γευσάμενος Ἀθλοφόρε, ποταμοὺς πᾶσιν ἀνέβλυσας, τοῖς ἀνθρώποις σοφίας τῆς τοῦ Πνεύματος.

Θεοτοκίον.

Ἐφαίδρυνας ἡμῶν, τὴν φύσιν ἄχραντε, ἐλλάμψει τοῦ τόκου Σου τοῦ ἀχράντου, διὰ τοῦτο ἐγκαλλώπισμα, Σὲ οἰκεῖον δοξάζουσα ἀγάλλεται.

 

Κάθισμα. Ἦχος δ΄ Ὁ ὑψωθείς.

Ὁ περιβόητος παντὶ Ἀθλοφόρος, ὁ τὸν ἐχθρὸν ὁλοσχερῶς ταπεινώσας, ὁ τοῦ πυρὸς τὴν βάσανον, ἐνέγκας καρτερῶς, Μώκιος ὁ ἔνδοξος, ἐγκωμίοις τιμάσθῳ· οὗτος γὰρ ὑπέμεινεν, ἀνυποίστους βασάνους, ἐκτμηθεὶς τὴν κάραν πρὸς Χριστόν, στεφανηφόρος ἀνῆλθε γηθόμενος.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Οἱ τῶν λόγων σου Μώκιε, θεῖοι κρουνοὶ καὶ ὄμβροι τῶν αἱμάτων, τὴν τῆς ἀσεβείας ὕλην κατέκλυσαν.

Νεουργῶν τῷ βαπτίσματι, παλαιωθέντας Μάρτυς ἀθεΐᾳ, ἀνθρώπους προσῆξας Κυρίῳ Μώκιε.

Ὡς ἀείφωτον Μώκιε, σὲ ἡ Χριστοῦ λαμπτῆρα δεξαμένη, Ἐκκλησία λόγοις τοῖς σοῖς φαιδρύνεται.

Θεοτοκίον.

Ὡς πηγὴ ἀνεξάντλητος, οὖσα ἁγνὴ θαυμάτων ἀειῤῥύτων, καὶ ἡμᾶς αῤδεύοις, τῇ ἐπισκέψει Σου.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Κραταιωθεὶς ἐν Χριστῷ, τοῦ πολεμήτορος ἐχθροῦ Μώκιε, τὰς μηχανάς, καὶ ἐπαναστάσεις, ἐνίκησας ἀθλῶν, ὑμνῶν ἀσιγήτως, τὸν σὲ ἐνισχύσαντα.

Ἰλὺν παθῶν ὑπεκδύς, καὶ ἀπαθείᾳ κοσμηθεὶς Μώκιε, ἱερουργός, τοῦ Θεοῦ τῶν ὅλων, ἐδείχθης καθαρός, ᾧ ὡλοκαυτώθης, πυρὶ τῆς ἀθλήσεως.

Ὁ τῶν χαρίτων δοτήρ, σὲ τῶν θαυμάτων δωρεαῖς Ὅσιε, ὡς ἀθλητήν, γενναῖον καὶ μύστην, αὐτοῦ καὶ λειτουργόν, ἐν τῇ Ἐκκλησίᾳ, ἐνθέως ἐπήξατο.

Θεοτοκίον.

Ῥώμην ἀεὶ κατ’ ἐχθρῶν, τῶν ἀοράτων νοητῶν ἔχοντες, Σὲ οἱ Θεοῦ, Μητέρα ὑμνοῦντες, τροπούμεθα ἁγνή, τὰς ἐπαναστάσεις, αὐτῶν καὶ βουλεύματα.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Σωφροσύνης τοῖς ὅπλοις φραξάμενος, πάθη τὰ ἀλλόφυλα κατεπολέμησας, καὶ κατ’ αὐτῶν ἀοίδιμε, γενναιότητι τρόπαια ἔστησας.

Ἡ ὑπέρφωτος αἴγλη τοῦ Πνεύματος, ἐν τῇ ἀθολότῳ σου ψυχῇ οἰκήσασα, φωστῆρά σε ἀνέδειξεν, ἐπὶ γῆς ἱερώτατε Μώκιε.

Νομοθέτης καὶ κῆρυξ τῆς πίστεως, ἐν τῇ Ἐκκλησίᾳ προστρέχων Χριστοῦ τοῦ Θεοῦ, λαοὺς ἐχειραγώγησας, πρὸς Αὐτὸν παναοίδιμε Μώκιε.

Θεοτοκίον.

Γηγενεῖς τῇ ἀχράντῳ κυήσει Σου, χάριτι γεγόναμεν θεοχαρίτωτε, υἱοὶ Θεοῦ αἰτίαν Σε, τῆς ἡμῶν σωτηρίας δοξάζοντες.

 

Κοντάκιον. Ἠλιοὺ ἐμιμήσω.

Εὐσεβῶν ἐκ γονέων κληρονομήσας, ἀληθῆ τὴν Χριστοῦ διδασκαλίαν, καὶ Βυζαντίῳ λιπὼν ἐπεσφράγισας, πρὶν τοῖς σοῖς τρόποις, καὶ αὖθις τοῖς αἵμασιν, Ἱερομάρτυς Μώκιε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ὑλώδη ζωήν, ἀπωσάμενος σοφὲ δι’ ἐγκρατείας, ἐν γῇ ὑπάρχων βίον ἄϋλον, καὶ πολιτείαν διήνυσας· ὅθεν ὡς ἀσώματος πάσχων, ἐν τῇ ἀθλήσει ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαυτὸν ἀναθείς, ἀπὸ βρέφους τῷ Θεῷ ἱερομύστα, καὶ τῇ ἀγάπῃ τούτου Μώκιε, συνεκτρεφόμενος ἔφθασας, εἰς ἀθλητικῶν παλαισμάτων, καὶ μαρτυρίου τελείωσιν, εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Ἐν γῇ τῇ σαρκί, λειτουργὲ καὶ ἀθλητὰ τοῦ Θεοῦ Λόγου, ἐνδιατρίβων τὴν διάνοιαν, ἔσχες ἀεὶ θεῖον ἔρωτα, τὸν τοῦ Βασιλέως τῆς δόξης, ᾧ ἀσιγήτως ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νεάζων σοφέ, τῇ ἀνδρείᾳ καὶ γενναίᾳ καρτερίᾳ, καὶ τῇ σοφίᾳ παλαιότατον, δεικνὺς τὸ φρόνημα Μώκιε, ἔργοις καὶ ἐν λόγοις ἐνθέοις, τοῦ ἀρχεκάκου κατήσχυνας, τὰς προσβολὰς ὑμνολογῶν, τὸν τῶν Πατέρων Θεόν.

Θεοτοκίον.

Ἰλύος παθῶν, ἐκκαθαίρουσα ἡμῶν τὰς διανοίας, ταῖς Σαῖς πρεσβείαις Θεονύμφευτε, ἁγνῶς ἡμᾶς καταξίωσον, δέξασθαι τὸ φῶς τὸ τοῦ Υἱοῦ Σου, ἀκαταπαύστως κραυγάζοντας· εὐλογημένη Σὺ ἁγνή, ἐν γενεαῖς γενεῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Δρόμον ἀνύων εὐσθενῶς, τῆς ἀθλήσεως σοφὲ εἰς τὰ ὀπίσω, τῇ ψυχῇ οὐκ ἐπεῖδες, ἀλλ’ εἰς τὸ πλήρωμα, τῶν πόνων καὶ ἀγώνων ἔφθασας, Μώκιε κραυγάζων· Χριστὲ εὐλογητὸς εἶ.

Ῥώμη σε θρέψασα σοφέ, διδαχαῖς καὶ ἐντολαῖς τοῦ κορυφαίου, πάσῃ τῇ οἰκουμένῃ, κήρυκα ἔπεμψεν, ἀνθρώπους Μώκιε διδάσκοντα, Χριστὸν τῶν ἁπάντων, Θεὸν ἀεὶ δοξάζειν.

Ὅλως ἐξέστης τῷ Θεῷ, καὶ ἐν σώματι τελῶν ἱερομύστα, διὰ τοῦτο ἐλλάμψει, τοῦ θείου Πνεύματος, ὀφθαλμοῖς διανοίας ἔβλεπες, ἀθέατον δόξαν, Χριστοῦ τοῦ ἀθλοθέτου.

Θεοτοκίον.

Ὁ ἀπερίγραπτος Υἱός, τοῦ Πατρὸς καὶ συνεργὸς τεχθεὶς ἀσπόρως, ἐκ Σοῦ Θεογεννῆτορ, περιεγράφη σαρκί, καὶ δεικνὺς ἀψευδῆ τὴν σάρκωσιν, τιμᾶται ἐνθέως, γραφῇ τῇ ἐν εἰκόνι.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Μύρῳ τοῦ Πνεύματος Πάτερ, χρισθεὶς εἰς ἱερά, ἀξίως ἐλειτούργησας αὐτῷ, τῷ κατ΄ ἀξίαν σε χρίσαντι, καὶ αὐτῷ ἱερεῖον, προσῆξας ἑαυτὸν ἀθλητικῶς, πυρὶ ὁλοκαυτώσας, Μώκιε παναοίδιμε.

Οἱ τῶν αἱμάτων σου θεῖοι, ποταμοὶ Ἀθλοφόρε, τὰ λύθρα καὶ μιάσματα ἐκ γῆς, τὰ τῶν εἰδώλων ἀπέπλυναν, καὶ ὀσμὴν εὐωδίας, διέπνευσαν χαρίτων τοῖς πιστοῖς, Μώκιε τὸν Δεσπότην, καὶ Κτίστην μεγαλύνουσιν.

Νῦν ἐν σκηναῖς οὐρανίαις, αὐλιζόμενος Πάτερ, σὺν πᾶσι λειτουργοῖς καὶ Ἀθληταῖς, τοῦ Ποιητοῦ καὶ Σωτῆρος Χριστοῦ, ὑπὲρ τῶν σὲ τιμώντων, ἱκέτευε Αὐτὸν ὡς ἀγαθός, ἵνα τύχωμεν δόξης, Αὐτοῦ καὶ θείας χάριτος.

Θεοτοκίον.

Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου