Πέμπτη 26 Αυγούστου 2021

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ ΣΜΥΡΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΙΑΚΩΒΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΜΥΡΝΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΜΙΚΡΟΣ  ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Σητείας Ζῆρος σπαργάνοις, τοῖς σοῖς σεμνύνεται, Ἱερομάρτυς νέε, καὶ Βουτζᾶς Σμύρνης πόνοις, σεπτοῦ σου μαρτυρίου ὡς ἀληθῶς, στεφηφόρε Ἰάκωβε, ὁ τοῦ Καλοῦ τοῦ Ποιμένος Χριστοῦ παθῶν, πεφηνώς, Πάτερ, ὁμόζηλος.

 

Τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, λαμπρῶς ἀθλήσαντα, ὑπὲρ Χριστοῦ νομίμως, ἐν Βουτζᾷ Σμύρνης ὕμνοις, τιμήσωμεν εὐτάκτοις, πανευσθενῆ, ἀθλοφόρον Ἰάκωβον, Ἀρχατζικάκην τοὐπίκλην, νεολαμπὲς, Ἐκκλησίας ὡς ἐκπύρσευμα.

 

χθρῶν Σταυροῦ τοῦ Κυρίου, τὴν μῆνιν ἔσυρας, ἀπίστων Ἄγαρ γόνων, ἀθλητὰ σταυροφόρε, ὁ ἥλοις ἐν μετώπῳ μεταλλικὸν, ἀπηνῶς ἡμισέληνον, στεῤῥὲ Ἰάκωβε, Μάρτυς πανευσταλές, ἱερόαθλε, δεξάμενος.

 

Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, φιλομαρτύρων δῆμοι, ἐκβοῶμέν σοι πόθῳ·Ἰάκωβε, Προδρόμου ἱερουργὲ, τοῦ Ναοῦ ἐνθεώτατε, Βουτζᾶ τῆς Σμύρνης μνημόνευε ἐκτενῶς, τῶν πιστῶς μακαριζόντων σε.

 

Δόξα. Ἦχος β΄.

Θυηπόλος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας γενόμενος, εὐσεβείας, Ἰάκωβε, ἀλάβαστρον,  θυσίαν σεαυτὸν τῷ Ἐσταυρωμένῳ Θεανθρώπῳ προσήνεγκας, Οὗ παθῶν ὁμόζηλος γέγονας· διό σε πάντες ὡς νέον Ἱερομάρτυρα μεγαλύνοντες, τὸν ἐν μέσῳ φρικτῶν ἀλγηδόνων τὸ ζῆν ἐκμετρήσαντα, ταῖς πρεσβείαις σου πρὸς Κύριον καταφεύγομεν, τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις, ἱερουργὲ, Χριστοῦ τῆς Ἐκκλησίας, Ἰάκωβε στεῤῥόφρον, ὁ εὐσθενῶς ἀθλήσας, ἀρτίως ὑπὲρ πίστεως.

 

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε, τῶν λευϊτῶν, Βουτζᾶ τῆς Σμύρνης κλέος, σεμνὲ Ἀρχατζικάκη, Ἰάκωβε, Μαρτύρων, τῶν νέων ἐγκαλλώπισμα.

 

Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Γάνυται καὶ σκιρτᾷ, νῦν Ζῆρος τῆς Σητείας, ἡ ἐκβλαστήσασά σε, τιμῶσά σου τὴν μνήμην, τὴν πάνσεπτον, Ἰάκωβε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός, ψυχὴν ὁ πλήσας θάῤῥους, ἀρτίως Ἰακώβου, Τριὰς Ὑπεραγία, σεπτοῦ Ἱερομάρτυρος.

 

Καὶ νῦν. Θεοτοκίον.

νασσα οὐρανοῦ, Παμβασιλέως Μῆτερ, ἡ φέρουσα ἐν κόλποις Αὐτόν, ἐν Σαῖς ἀγκάλαις, τοὺς Σοὺς οἰκέτας βάσταζε.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον Ἀναστάσιμον.

Δόξα. Τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ν μετώπῳ σφραγίδα περιπαιζόμενον, φέροντα, οἴμοι, ἀρτίως ἀντὶ Τιμίου Σταυροῦ, ἡμισέληνον, Ἰάκωβον, τιμήσωμεν, Ἱερομάρτυρα στεῤῥόν, ἐν Βουτζᾷ περιφανῶς, ἀθλήσαντα Σμύρνης ὕμνοις, ὡς τὸν Θεὸν δυσωποῦντα, ὑπὲρ ἡμῶν τὸν Πολυεύσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ  ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Προσόμοια Ἀναστάσιμα δ΄ τοῦ τυχόντος ἤχου καὶ τοῦ Ἱερομάρτυρος στ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

μνῳδίαις ἐμπρέπουσι, φιλεόρτων οἱ σύλλογοι, συνελθόντες σήμερον εὐφημήσωμεν, Ἀρχατζικάκην Ἰάκωβον, νεόαθλον ἄριστον, Ἱερέα εὐπρεπῆ, ὃν τῆς Ἄγαρ ἀπόγονοι, καθυπέβαλλον, εἰς βασάνους παντοίας ἀνυποίστους, ἔνδον τοῦ Ναοῦ Προδρόμου, Βουτζᾶ ἐσχάτοις ἐν ἔτεσι. 

 

Τῶν Κρητῶν τὰ συστήματα, καὶ Σμυρναίων οἱ σύλλογοι, ἐν χερσὶ βαστάζοντες ἄνθη εὔοσμα, ἐγκωμιάσαι προστρέξωμεν, Ἰάκωβον ἔνδοξον, ἱερόαθλον στεῤῥόν, ἐκ Ζηροῦ τὸν ὁρμώμενον, καὶ φοινίξαντα, τοῦ Βουτζᾶ, Σμύρνης ἐν περιοικίδι, χθόνα τῶν αὐτοῦ αἱμάτων, τῶν πανιέρων τοῖς χεύμασι.

 

ερόαθλε τίμιε, εὐσεβῶς ἀνυμνοῦμέν σε, γεραρὲ Ἰάκωβε, τρισμακάριστε,  ὥσπερ νεόδρεπτον λείριον, Χριστοῦ θείας πίστεως, εὐωδίᾳ μυστικῇ, ψυχικῆς γενναιότητος, καὶ χρηστότητος, τὸ μυρίσαν πολυπαθεῖς χορείας, Ὀρθοδόξων ἐκ κακίας, τῶν ἐπιβούλων τῆς πίστεως.

 

λοις, φεῦ, ἡμισέληνον, ἐν μετώπῳ σου ἔθηκαν, ἐκ λευκοσιδήρου οἱ ἀνομότατοι, τῆς Ἄγαρ γόνοι, Ἰάκωβε, καὶ ἔνδον προσήδεσαν, τοῦ Προδρόμου τοῦ Ναοῦ, ἐπὶ στάσεως, ἔνδοξε, ἔνθα πνεῦμά σου, τῷ Κυρίῳ παρέδωκας τῆς δόξης, τῶν ἀξίως σε Ἀγγέλων, χορείαις συναριθμήσαντι.

 

Τὴν πανίερον δρᾶσίν σου, καὶ ψυχῆς σου εὐγένειαν, καθορῶντες ἄπιστοι Ἄγαρ ἔκγονοι, λέοντες ὡς ὠρυόμενοι, ἐπέπεσον, Ἅγιε, ἐπὶ σὲ καὶ ἀπηνῶς, εἰς βασάνους ὑπέβαλλον, ἄχρι τέλους σου, ἐν Ναῷ Ἰωάννου τοῦ Προδρόμου, οὗ, Ἰάκωβε, ὑπῆρχες, ἱερουργὸς ἐνθεώτατος.

 

ερόαθλε ἄλκιμε, ἐν Βουτζᾷ ἐπεράτωσας, σὸν καλὸν ἀγῶνα ὑπὲρ τῆς πίστεως, ἔνθα ἐσφράγισαν μέτωπον, τὸ σὸν Ἄγαρ ἔκγονοι, δι’ ἐμβλήματος αὐτῶν, καὶ στυγνῶς ἐπὶ στάσεως, σὲ προσέδησαν, ἄχρι τέλους, Ἰάκωβε, σεπτοῦ σου, τοῦ ἐπισυμβάντος, Πάτερ, ἐξ ὀδυνῶν, καρτερόψυχε.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε, φιλομάρτυρες πάντες, ᾀσματικῶς τιμήσωμεν τὸν σεμνὸν Ποιμένα τῆς ἐλλόγου τοῦ Χριστοῦ ἀγέλης, τὸν λαβόντα τὴν χάριν οὐ μόνον εἰς Αὐτὸν πιστεύειν, ἀλλὰ καὶ ὑπὲρ Αὐτοῦ πάσχειν, Ἰάκωβον, τὸν νέον Ἱερομάρτυρα, ἐν εὐλαβείᾳ λέγοντες· ὁ προκρίνας ὑπὲρ τῆς σῆς ποίμνης μαρτυρῆσαι,  καὶ ὁμόζηλος γενέσθαι τῶν τοῦ Χριστοῦ παθημάτων, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον. Τοῦ τυχόντος ἤχου.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ἡ σεπτὴ Αὐτοῦ Ἐκκλησία, ἁγιαζομένη τῇ χάριτι τοῦ νέου Ἱερομάρτυρος Ἰακώβου· οὗτος γὰρ καλῶς καὶ νομίμως τὸν ἀγῶνα τελέσας, θριαμβευτὴς τῷ θρόνῳ τῆς δόξης παρίσταται, φέρων τὰ στίγματα περιφανῶς τοῦ αὐτοῦ μαρτυρίου· αὐτὸν οὖν τιμῶντες φιλομαρτύρων οἱ δῆμοι, τὸν διεγείροντα ἡμᾶς πρὸς μίμησιν τῆς αὐτοῦ γενναιότητος, Χριστὸν δοξάζομεν τὸν δωρούμενον ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

γιοπρεπέσιν ὕμνοις πᾶς ὁ λαὸς τοῦ Θεοῦ, τιμήσωμεν Ἰάκωβον, τὸν ἐν Βουτζᾶ ἀθλήσαντα νεωστὶ γενναίως, ὡς εὐσεβείας καὶ ἀριστείας πρόβολον· οὗτος γὰρ Θεὸν ἄθλοις τιμήσας, καὶ παρ’ Αὐτοῦ τιμηθεὶς ἀφθαρσίας στεφάνοις, χάριν εἴληφε πρεσβεύειν τῷ Κυρίῳ τῆς δόξης, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μνημόσυνον.

 

Ἦχος γ΄.

Εὐφήμῳ στόματι τὸ ἐν Βουτζᾶ τῆς Σμύρνης μαρτύριόν σου μακαρίζοντες, Ἱερομάρτυς Ἰάκωβε, ὁμολογοῦμεν τὴν ἀνδρείαν σου, καὶ τὴν ἐν βασάνοις ὑπομονήν σου, νεόαθλε· σὺ γὰρ ἀξιωθεὶς οὐρανοπολίτης γενέσθαι, μὴ παύσῃ Χριστὸν δυσωπῶν ἀπαύστως, ἵνα λάβωμεν λιταῖς σου τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

 

 

Ἦχος δ΄.

ἀθλητικῶς μεταστὰς τῶν τῇδε, πρὸς τὴν ἄληκτον ἐν οὐρανοῖς μακαριότητα, Ἰάκωβε, νέε ἱερόαθλε, ἀξίως θεόθεν δεδόξασαι· ὅθεν χάριν εἴληφας, χορηγεῖν τῆς προστασίας σου δωρήματα, ταῖς εὐπροσδέκτοις σου δεήσεσι, πᾶσι τοῖς ἑορτάζουσι πίστει στὴν σὴν πανίερον ἄθλησιν.

 

Δόξα. Ὁ αὐτός.

Δεῦτε πιστοὶ τόν  γενναιότατον καὶ θεόσοφον Ἀρχιμανδρίτην, οὗ ἡ καρδία ἐκ νεότητος ἐξεκαύθη πρὸς θείαν ἀγάπησιν, τὸν χρηστότητι τρόπων, βίου λαμπρότητι, ποιμαντικῇ διακονίᾳ καὶ ἄθλοις μαρτυρίου, Χριστὸν δοξάσαντα, Ἰάκωβον, τὸν νέον Ἱερομάρτυρα,  πανευλαβῶς ὑμνήσωμεν λέγοντες·   ὁ τῶν Ἀγαρηνῶν καταβαλὼν τὸ θράσος,  καὶ ἀγογγύστως ὑπομείνας τὰς αὐτῶν βασάνους, προφέρων ἀσιγήτως τὴν τῆς Θεομήτορος κλῆσιν, ἐκτενῶς Χριστὸν δυσώπει ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τόν Στίχον. Πρῶτον τὸ Ἀναστάσιμον.

Εἶτα τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ θεὶς ψυχήν σου καλῶς, ὑπὲρ προβάτων τῆς ἐλλόγου ἀγέλης σου, καὶ πάθη Χριστοῦ ζηλώσας, ἐν τοῖς ἐσχάτοις καιροῖς, τοῦ Βουτζᾶ τῆς Σμύρνης ἱερόαθλε, τὰ ἔνθεα βήματα, νεωστὶ τῶν τῆς πίστεως, πάλαι Μαρτύρων, ὁ βαδίσας, Ἰάκωβε, καὶ λαμπρότητος, τῆς αὐτῶν ἐν σκηνώμασιν, ἐπαπολαύσας, ἔνδοξε, τοῦ πόλου, κραυγάζοντες, ἐπιτελοῦμεν σὴν μνήμην, τὴν ἱερὰν καὶ πανέορτον, φαιδροῖς ἐφυμνίοις, καὶ ψαλμοῖς καὶ μελῳδίαις, καὶ θείοις ᾄσμασι.

 

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, Σητείας Ζήρου βλαστός, Σταυροῦ Τιμίου τῆς Σχολῆς προϊστάμενος, τῆς ἐν Ἱεροσολύμοις, καὶ Ἱερεὺς ταπεινὸς, ἐν Βουτζᾷ τῆς Σμύρνης, γενναιότατε, Προδρόμου τοῦ Κτίσαντος, τοῦ Ναοῦ, ὁ σοῖς αἵμασιν, αὐτοῦ τὰς στάσεις, πορφυρώσας, Ἰάκωβε, ἐκμιμούμενος, σὸν Δεσπότην καὶ Κύριον, Ἀρχιμανδρῖτα ἄλκιμε, Αὐτῷ ὡς θυμίαμα, ὁ ἐν μετώπῳ σου ἥλους, προσενεγκὼν σὺν ἐμβλήματι, τῆς ἡμισελήνου, ἣν ἐχθροὶ ἐπέθηκάν σοι, σὲ περιπαίζοντες.

 

 

 

 

Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Χαίροις, ὁ πλάνων Ἀγαρηνῶν, κινήσας μῆνιν, γενναιόφρον Ἰάκωβε, τοὐπίκλην Ἀρχατζικάκη, διὰ τὴν σὴν ἀρετήν, δρᾶσιν σου τιμίαν, καὶ σεμνότητα, ἐσχάτοις ἐν ἔτεσιν, ἐν Βουτζᾷ Σμύρνης, ἄλκιμε, καὶ ὑπομείνας, πολυώδυνον βάσανον, καὶ προσήλωσιν, ἐν μετώπῳ τιμίῳ σου, ἡμισελήνου, Ἅγιε, τῆς πίστεως σέμνωμα, καὶ νεαυγέστατον ἄστρον, ἄθλοις φωτίζον τὰ σύμπαντα, ἐκ λευκοσιδήρου, ὑπὸ τῶν σὲ ἐμπαιζόντων, ἀπίστων, πάντιμε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὃν ἀπηνῶς προσέδησαν ἐπὶ στάσεως, καὶ δι’ ἥλων μετ’ ἡμισελήνου, τὸ αὐτοῦ ἐκόσμησαν μέτωπον, Ἰάκωβον, ἔνδον Ναοῦ τοῦ Προδρόμου, ὑπὸ τῶν ἐφορμησάντων ἐν αὐτῷ, ἀγριωτέρων κτηνῶν ἀπίστων, εὐλαβῶς νῦν μεγαλύνωμεν ὡς στεῤῥὸν ἱερόαθλον κράζοντες·  ὁ μὴ πτοηθεὶς βασάνους καὶ θάνατον, ἐπαναλαμβάνων τὸ παύλειον, «ἐμοὶ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος»,  μὴ παύσῃ οὐρανόθεν εὐλογῶν καὶ ἁγιάζων, τοὺς ἐκτενῶς τιμῶντας τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον Ἀναστάσιμον.

Δόξα. Τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ν μετώπῳ σφραγίδα περιπαιζόμενον, φέροντα, οἴμοι, ἀρτίως ἀντὶ Τιμίου Σταυροῦ, ἡμισέληνον, Ἰάκωβον, τιμήσωμεν, Ἱερομάρτυρα στεῤῥόν, ἐν Βουτζᾷ περιφανῶς, ἀθλήσαντα Σμύρνης ὕμνοις, ὡς τὸν Θεὸν δυσωποῦντα, ὑπὲρ ἡμῶν τὸν Πολυεύσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν Καθίσματα Ἀναστάσιμα τοῦ ἤχου.

 

Μετὰ τὴν β΄  Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

άκωβε σεπτέ, ἱερόαθλε Μάρτυς, σφραγίδι ὁ πολλαῖς, κακουχίαις σφραγίσας, τὴν ἱερωσύνην σου, καὶ φοινίξας ποδήρη σου, τῶν αἱμάτων σου, ῥοαῖς ἀρτίως, ἀλκίφρον, διεκόσμησας, τὴν Ἐκκλησίαν μαργάροις, σεπτῆς σου ἀθλήσεως.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Παρθένε ἀγαθή, οὐρανόθεν εὐλόγει, τοὺς μέλποντας τρανῶς, θαυμασίων σου πλῆθος, καὶ πίστει δοξάζοντας, τὸν πανάχραντον Τόκον Σου, Ὃν ἐκύησας, ἄνευ σπορᾶς, Θεοτόκε, καὶ ἐβάστασας, ὡς βρέφος ἐν σαῖς ἀγκάλαις, εὐστόργως, Πανύμνητε.

 

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ ἀκροστιχίς· Ἰάκωβον, Νέον Βουτζᾶ Ἱερομάρτυρα, ᾄδω. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

άκωβον, βλάστημα, τίμιον Ζήρου τιμήσωμεν, Σητείας γηθόμενοι, φιλομαρτύρων χοροὶ, ἱερόαθλον, ὡς νέον, Ἐκκλησίαν, Χριστοῦ ὡραΐσαντα, χεύμασιν αἵματος.

ξίως δεδόξασαι, θεόθεν, μάκαρ Ἰάκωβε, νεόαθλε ἄριστε, Ἀρχιμανδρῖτα σεπτέ, ὑπὲρ ποίμνης σου, ἐλλόγου ὁ ἀθλήσας, καὶ λάμψας ὡς πύρσευμα, ἄρτι νεόφωτον.

Καλλώπισμα πίστεως, ἐν τῷ Βουτζᾷ Σμύρνης ἔδυσας, ὡς ἄστρον, Ἰάκωβε, τοῦ νοητοῦ ἀληθῶς, στερεώματος, Ναοῦ Προδρόμου ἔνδον, ὁ ἄθλοις  τιμίοις σου, φάνας τοῖς σύμπασι.

Θεοτοκίον.

ς πάντων ὑπέρμαχος, πολεμουμένων, Παντάνασσα, τὰ στίφη ἐκδίωξον, ἀπίστων Ἄγαρ υἱῶν, βαρυδαίμονος, ἐκ Μικρασίας τάχος, τῆς μεγαλυνούσης Σε, ὕμνοις ἀείποτε.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Βλαστὲ εὐθαλέστατε Ζητείας, σπαργάνοις σεμνύνεται τοῖς σοῖς, ἡ Ζῆρος καὶ ἀθλήσει σου, Βουτζᾶς τῆς Σμύρνης, Ἅγιε, καυχᾶται, ἱερόαθλε, θῦμα Χριστοῦ θείας πίστεως.

κλῆσιν Ἀρχατζικάκη φέρων, συμπάσχων καὶ συγκακοπαθῶν, Σμυρναίων δήμοις ἔμφροσι, χερσὶν ἀπίστων ἤθλησας, καὶ πρῶτος τούτων ῥείθροις σου, σεπτῶν αἱμάτων ἐξέχεας.

Ναοῦ Βαπτιστοῦ Κυρίου ἔνδον, ἐνήθλησας ἄρτι ἀνδρικῶς, καὶ ᾔσχυνας ἐνστάσει σου, Ἰάκωβε πανεύφημε, καὶ μαρτυρίου αἵμασιν, ἐχθρῶν ἀπίστων συστήματα.

Θεοτοκίον.

Ναὲ ἀχειρότευκτε Κυρίου, καὶ θρόνε περίλαμπρε Αὐτοῦ, εὐλογημένη Δέσποινα, Κυρία Μητροπάρθενε, ναοὺς ἡμᾶς ἀνάδειξον, ἠθῶν χρηστῶν καὶ σεμνότητος.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Στεῤῥὲ ἱερόαθλε, Ζήρου Σητείας βλαστέ, ὁ τρόπαιον πίστεως, ἐγείρας περιφανές, Ἰάκωβε πάνσοφε, ᾔσχυνας τοὺς ἀπίστους, σῇ ἐνστάσει τιμίᾳ, ἔργοις ποιμαντικοῖς σου, ἐν Βουτζᾷ Σμύρνης ἄρτι, καὶ πόνοις μαρτυρίου στεῤῥοῖς, ἄχρι τοῦ τέλους σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Βάτον τὴν ἄφλεκτον, ἐν τῇ πυρὶ ἐκτενῶς, Παρθένον τιμήσωμεν, τὴν λυτρουμένην ἡμᾶς, πυρὸς ἐκ τοῦ βρέμοντος, πλείστων ἀμπλακημάτων, καὶ παθῶν χαμαιζήλων, πάνσεπτον Θεοτόκον, εὐσεβῶν αἱ χορεῖαι, βοῶσαι· χαῖρε, ἀναψυχὴ, πάντων τῶν δούλων Σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Εὐψυχίας κοσμιότης, καρτερόφρον Ἰάκωβε, ἱερεῖον θεῖον, καὶ Χριστοῦ τῆς πίστεως σφάγιον, ὀφθεὶς ἐχθρῶν τὰ συστήματα ἀθλήσει σου, μάκαρ, ᾔσχυνας, καὶ εὐσεβεῖς κατηγλάϊσας.

λευΐτης ὁ ἀλκίφρων, τοῦ Βουτζᾶ Σμύρνης, ἔβαψας, τὸν Ναὸν Προδρόμου, σῶν αἱμάτων ῥείθροις, Ἰάκωβε, καὶ τῷ Σωτῆρι Κυρίῳ εὐηρέστησας, τῇ λαμπρότητι, τῆς θείας ὁμολογίας σου.

Νίκης εἴληφας στεφάνους, οὐρανόθεν, Ἰάκωβε, ὡς Νεομαρτύρων, Ἱερέων ἔμπνουν θησαύρισμα, καὶ θείας πίστεως εὔοσμον ὀσφράδιον, κόσμου πέρατα, εὐφράναν ἄθλοις τιμίοις σου.

Θεοτοκίον.

Βέλη τοῦ ἐχθροῦ, Παρθένε, καθ’ ἡμῶν τὰ κινούμενα, σύντριψον εὐχαῖς Σου, Κεχαριτωμένη Μητρόθεε, ἡ διασῴζουσα πάντας τοὺς οἰκέτας Σου, ἐκ τῶν θλίψεων, καὶ ζοφερῶν καταστάσεων.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Οὐράνιον σύστημα, Ἀγγέλων ὑπεδέξατο, πάνσεπτε Ἰάκωβε, ψυχήν σου, ἣν δι’ ἀγέλην, ἔθηκας σὴν λογικὴν, καὶ σύναυλος τούτων ἀληθῶς, ὤφθης δι’ ἀθλήσεως, ἐν Βουτζᾷ παναρίστης σου.

πέρμαχε πίστεως, Χριστοῦ, λαμπρὲ Ἰάκωβε, ᾔσχυνας ἀπίστους σῇ ἀθλήσει, καὶ μετετέθης, εἰς οὐρανίους μονὰς, διὰ μαρτυρίου εὐκλεοῦς, καὶ βασάνων, πάντιμε, κατωδύνων, νεόαθλε.

Τοὺς πόνους ὑπέμεινας, ὡς ἄσαρκος, Ἰάκωβε, τῆς κακοποιήσεως σαρκός σου, καὶ ἀλγηδόνας, τῶν ἥλων τὰς χαλεπὰς, ἐν τῷ σῷ μετώπῳ, οὓς ἐχθροὶ, πίστεως ἐνέπηξαν, μετ’ αὐτῶν τοῦ ἐμβλήματος.

Θεοτοκίον.

Ζοφώδη σκοτόμαιναν, ἡμῶν παθῶν ἐκδίωξον, φέγγει διαθέρμων πρεσβειῶν Σου, πρὸς τὸν Σωτῆρα, καὶ Φωτοδότην Χριστόν,  Θεοῦ Λόγον τὸν μονογενῆ, Ὅνπερ ἀπεκύησας, ὑπὲρ λόγον, Μητρόθεε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

στὴρ ὡς πάμφωτος ηὔγασας, πυρσεύμασι στεῤῥᾶς σου ἀθλήσεως, μάκαρ Ἰάκωβε, Ἀρχατζικάκη ἐπώνυμον, ὁ φέρων, πᾶσαν κτίσιν, ἀνευφημοῦσάν σε.

σχὺν θεόθεν, Ἰάκωβε, λαβὼν τὰς ἀλγηδόνας ὑπέμεινας, τοῦ μαρτυρίου σου, προφέρων ὄνομα πάνσεπτον, τῆς γλυκυτάτης, μάκαρ,  Θεογεννήτορος.

ν τῷ μετώπῳ σου ἄνομοι, προσήλωσαν ἐχθροὶ ἡμισέληνον, σὲ περιπαίζοντες, Ἱερομάρτυς Ἰάκωβε, ἀντὶ σταυροῦ, σημείου, σεπτοῦ σῆς πίστεως.

Θεοτοκίον.

Ῥοὰς δακρύων τῶν δούλων Σου, ἀπόσμηξον ταχέως, Πανύμνητε Θεογεννήτρια, τῷ μανδηλίῳ δεήσεων, θερμῶν σου πρὸς Υἱόν Σου, τὸν Πολυέλεον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

ρχατζικάκη κλῆσιν ἔσχες, καρτερόψυχε, Ἱερομάρτυς θείας πίστεως νεόαθλε, ἐν Βουτζᾷ τῆς Σμύρνης τρόπαιον ὁ ἐγείρας, μαρτυρίου ἀπηνοῦς· σοῦ γὰρ ἐσφράγισαν, δι’ αὐτῶν ἐχθροὶ ἐμβλήματος σὸν μέτωπον· ὅθεν κράζομεν· Χαίροις, μάκαρ Ἰάκωβε.

Ὁ Οἶκος.

νθος Σητείας Ζήρου πανευῶδες ἀρτίως,  Ἰάκωβε, καθήδυνας κόσμον μαρτυρίου σου θείου ὀδμαῖς, Ἱερομαρτύρων ῥόδον νεόδρεπτον· διό σε μακαρίζοντες βοῶμεν γηθοσύνως ταῦτα·

Χαῖρε, ἡ κέδρος τῆς ἀριστείας·

χαῖρε,  ὁ φάρος τῆς εὐσεβείας.

Χαῖρε, Ἱερεὺς τοῦ Βουτζᾶ ἐνθεώτατος·

χαῖρε,  ὁ σπορεὺς τῆς ἀγάπης τῆς κρείττονος.

Χαῖρε, ἔνδον ὅτι ἤθλησας τοῦ Προδρόμου τοῦ Ναοῦ·

χαῖρε,  δῶρον ὅτι ἤνεγκας σεαυτὸν Υἱῷ Θεοῦ.

Χαῖρε, ὅτι ἐδείχθης νεοάθλων λυχνία·

χαῖρε,  ὅτι προσήχθης τῷ Σωτῆρι θυσία.

Χαῖρε, Χριστοῦ παθῶν ὁ ὁμόζηλος·

χαῖρε,  ἐχθροῦ ὀλέτης δριμύτατος.

Χαῖρε, πιστῶν ἀγέλης σου φύλαξ·

χαῖρε,  σκηνῶν Ἐδὲμ θεῖος πίδαξ·

Χαίροις, μάκαρ Ἰάκωβε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς τυχούσης Κυριακῆς πρὸ τῆς τοῦ Τιμίου Σταυροῦ Ὑψώσεως. Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, ἐνδόξου νέου Ἱερομάρτυρος, Ἰακώβου, τοὐπίκλην Ἀρχατζικάκη, ἐκ Ζήρου Σητείας ὁρμωμένου καὶ ἐν Βουτζᾷ Σμύρνης ἀθλήσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

λοκάρπωμα, σαυτὸν Χριστῷ, Ἰάκωβε, καὶ θῦμα ἅγιον, προσφέρων, ἀνδροπρεπῶς, βασάνους ὑπέμεινας, καὶ κατασφράγισιν, τοῦ μετώπου σου, τοῦ πανιέρου, ἔνδοξε, Μάρτυς, δι’ ἡμισελήνου.

Μαρτυρίου σου, τὰς ἀλγηδόνας ἤνεγκας, ὥσπερ ἀσώματος, ἔνδον Προδρόμου Ναοῦ, ἐν ᾧ σε προσέδησαν, οἱ ἀνομότατοι, ἱερόαθλε, ἀμνὲ Χριστοῦ Ἰάκωβε, ἐπὶ στάσεως, ἀλκίφρον.

κατάβλητον, ὁ ἐπιδείξας φρόνημα, σεπτὲ Ἰάκωβε, Ἀρχατζικάκη, ὁδὸν, περίχαρις ἤνυσας, λαμπρᾶς ἀθλήσεως, καὶ ἐφοίνιξας, σοῦ μαρτυρίου αἵμασιν, ἐν Βουτζᾷ Ναὸν Προδρόμου.

Θεοτοκίον.

ῦσαι, Δέσποινα, βιοτικῶν στενώσεων, παθῶν καὶ θλίψεων, τοὺς καθ’ ἑκάστην λαμπρῶς, ψαλμοῖς τε καὶ ᾄσμασι, σὲ μεγαλύνοντας, καὶ παλαίσματα, ἀθλητικὰ γεραίροντας, Ἰακώβου νεοάθλου.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Τίμιος ὁ βίος σου ἐν πᾶσι, καὶ ἄριστον σὸν μαρτύριον, Ἰάκωβε, Ἱερεῦ θειότατε, τοῦ Χριστοῦ τῆς πίστεως, ἐδείχθη, ἱερόαθλε· διὸ τὴν μνήμην σου, γεραίροντες τὴν πάντιμον ὕμνοις, τὸν δοξάσαντά σε, Χρι-στὸν δοξολογοῦμεν.

μνοις καὶ ᾠδαῖς, Ἀρχαντζικάκη, τιμῶμέν σε, ἱερόαθλε Ἰάκωβε, τὸν καθυπομείναντα, πίστει κολαστήρια, καὶ θάνατον κραυγάζοντα, τοῖς Ἄγαρ ἔκγοσι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

είθροις τῶν τιμίων σου αἱμάτων, ἐπέχρωσας τὴν στολὴν ἱερωσύνης σου, καὶ Ναὸν ἀνέδειξας, στίβον μαρτυρίου σου, τοῦ Βαπτιστοῦ τοῦ Κτίσαντος, στεῤῥὲ Ἰάκωβε, ὁ ψάλλων· τὸν Σωτῆρα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

νθρωπον τὸν Λόγον τοῦ Ὑψίστου, τὸν σύνθρονον τοῦ ἀνάρχου ἐξ αἱμάτων Σου, τῶν ἁγνῶν Γεννήτορος, ἔδειξας, Μητρόθεε, ἀφράστως· ὅθεν ἅπαντες, Σὲ μεγαλύνοντες, κραυγάζομεν· ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

νω στρατιαὶ, Ἀγγέλων σὴν ἄθλησιν τὴν πανσεβάσμιον, ἀκλινῶς δοξάζουσι, καὶ τῶν ἀνθρώπων οἱ δῆμοι μνήμην σου, πιστῶς πανηγυρίζοντες καὶ ἀγαλλώμενοι, ἐκβοῶμεν· χαίροις, ἱερόαθλε, τοῦ Βουτζᾶ νέον εὖχος, Ἰάκωβε.

Δύναμιν λαβὼν, ὑψόθεν τοῖς βήμασι κατηκολούθησας, τῶν Μαρτύρων πίστεως, τῶν πάλαι ἄρτι καλῶς, Ἰάκωβε, καὶ εἰς σκηνὰς κατήντησας ἀϊδιότητος, ἔνθα αἶνον πέμπεις τῷ Παντάνακτι, ἀσιγήτως Θεῷ Πανοικτίρμονι.

ς νεολαμπῆ, φωστῆρα τῆς πίστεως σὲ μεγαλύνοντες, εὐλαβῶς, Ἰάκωβε, Ἀρχαντζικάκη, τὸν καταυγάσαντα, ἀνδρείας σου πυρσεύμασι καὶ γενναιότητος, φέγγει πᾶσαν, ἀθλητά, ὑφήλιον ὕμνων μύροις τὴν μνήμην σου ῥαίνομεν.

Θεοτοκίον.

Χαῖρε, τῆς χαρᾶς, ἡμῶν θεία πρόξενε· χαῖρε, ὀλέτειρα, λυπηρῶν τῶν δούλων Σου, παραμυθία τῶν ἐν ταῖς θλίψεσι, καὶ ταχινὴ ἀνάψυξις τῶν ἐν στενώσεσι, δυσθυμίᾳ καὶ ἀνάγκῃ, Δέσποινα· χαῖρε, κόσμου παντὸς ἱλαστήριον.

 

Ἐξαποστειλάρια, τὰ τῆς Κυριακῆς  καὶ τοῦ Ἱερομάρτυρος.  Γυναῖκες ἀκουτίσθητε.

Σητείας Ζήρου σέμνωμα, Βουτζᾶ τῆς Σμύρνης καύχημα, ἱεροάθλων γενναίων, τὸ πολυτίμητον γέρας, Ἰάκωβον τιμήσωμεν, Ἀρχατζικάκην ἔνδοξον, τὸν τοῦ Χριστοῦ βαστάζοντα , τὰ στίγματα ἐν μετώπῳ, ὡς μαρτυρίου σφραγίδα.

Θεοτοκίον.

Σῶν οἰκετῶν κυβέρνησον, παρόντος βίου ἄκατον, ὡς ἀπλανὴς κυβερνῖτις, Θεογεννῆτορ Παρθένε, καὶ ἴθυνον πρὸς θέωσιν, τοὺς ὕμνοις μεγαλύνοντας, πληθὺν τῶν θαυμασίων Σου, καὶ πρὸς ἡμᾶς ἀρωγήν Σου, τὴν ἀδιάλειπτον, Μῆτερ.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια Ἀναστάσιμα δ΄ καὶ τοῦ Ἱερομάρτυρος δ΄. Ἦχος δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Χαῖρε, ἀκρεμὼν τῆς πίστεως, Ἱερομάρτυς στεῤῥέ, ἀληθῶς Ζήρου ἥδιστον, τῆς Σητείας βλάστημα, ἐναθλήσεως λείρια, ὁ ἐξανθήσας, ἄρτι, Ἰάκωβε, Ἀρχατζικάκη, τοὐπίκλην πάντιμε, καὶ εὐωδίᾳ σου, ἄθλων, ἱερώτατε, Σμύρνης Βουτζᾶ, κατευφράνας, πίστεως, ἀμνὲ νεόσφακτε.

 

στρον νεοάθλων πάμφωτον, τῆς Ἐκκλησίας Χριστοῦ, νοητοῦ στερεώματος, θαυμαστὲ Ἰάκωβε, ἀστραπαῖς τῆς ἀνδρείας σου, Ἄγαρ ἐκγόνων στίφη ἐτύφλωσας, καὶ χριστωνύμων πληθὺν ἐφώτισας· ὅθεν βοῶμέν σοι· Πάτερ ἱερόαθλε, τῶν χλιαρῶν, ἐν τῇ πίστει αὔξησον, ζῆλον πρεσβείαις σου.

Πάτερ, ὁ μετὰ μαρτύριον, τὸ σὸν λαμπρὸν ἀνελθὼν, ὑπαντῆσαι τῷ Κτίσαντι, Ἰησοῦ, Ἰάκωβε, φέρων ἐν τῷ μετώπῳ σου, σφραγίδα πόνων τῶν πανιέρων σου, ἣν ἔθηκάν σοι, τῆς Ἄγαρ ἔκγονοι, πανιερώτατε, τοῦ Ναοῦ τοῦ Κτίσαντος τοῦ Βαπτιστοῦ, Ἱερεῦ καὶ πρόβολε, τόλμης ἀτίνακτε.

 

Πάτερ, τοῦ Βουτζᾶ ὡράϊσμα, περιοικίδος κλεινῆς, Σμύρνης, Μάρτυς νεόαθλε, ἐν ἐσχάτοι ἔτεσι, παλαιῶν κατορθώματα, στίβου πρωτάθλων, ζηλώσας, ἔνδοξε, Ἀρχατζικάκη, ὁ κολαστήρια, πλεῖστα ὡς ἄσαρκος, ὑπομείνας, Ἅγιε, ἐκ τῶν ὁρδῶν, τῶν ἐχθρῶν τῆς πίστεως, οὓς ἄθλοις ᾔσχυνας.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν διὰ στεῤῥῶν ἄθλων μεταστάντα πρὸς Κύριον, φέροντα ἐν τῇ καρδίᾳ Σταυρὸν τὸν τίμιον, καὶ ἐν τῶ μετώπῳ τῶν ἀπίστων τὸ ἔμβλημα, ἄξιον μιμητὴν καὶ ὁμόζηλον τῶν τοῦ Χριστοῦ παθημάτων, Ἰάκωβον, τὸν νέον Ἱερομάρτυρα, ὑμνήσωμεν λέγοντες· ὁ λαβὼν τὴν χάριν οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ ὑπὲρ Αὐτοῦ πάσχειν, ὁ οὐρανόθεν δεξάμενος τὸν ἄφθαρτον στέφανον, ἀξίωσον καὶ ἡμᾶς τῆς σὺν σοὶ ἀγαλλιάσεως, τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις, ἱερόαθλε θαυμαστέ, Ζήρου τῆς Σητείας, ἐγκαλλώπισμα ἱερόν, χαίροις ὁ σφραγίσας, ἐν τῷ Βουτζᾷ τῆς Σμύρνης, Ἰάκωβε, σοῖς ἄθλοις, ἱερωσύνην σου.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου