Δευτέρα 23 Αυγούστου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ ΣΤ΄. ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ ΑΝΑΜΝΗΣΙΣ ΕΝ ΧΩΝΑΙΣ ΘΑΥΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΣΕΠΤΕΜΒΡΙΟΣ ΣΤ΄.

ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ

ΑΝΑΜΝΗΣΙΣ ΕΝ ΧΩΝΑΙΣ ΘΑΥΜΑΤΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

    

Μετὰ τὸν Προοιμιακόν, τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι

Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος, Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα· μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ δύναμις.

 

Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, τῇ σῇ ἁγίᾳ τιμώμενον.

 

Ὁ ποιῶν τούς Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι, φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον, σοῦ ταῖς νεύσεσι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.

 

Δόξα... Ἦχος πλ. β'. Βυζαντίου.

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.

 

Καὶ νῦν... Θεοτοκίον

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτήν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ σου, ἄχραντε Θεοτόκε Δέσποινα.

 

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα (Κεφ. 5, 13-15)

Ἐγένετο, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ· Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ· Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ  σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' οὗ σὺ ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ ἐποίησεν Ἰησοῦς οὕτως.

 

Κριτῶν τὸ Ἀνάγνωσμα (Κεφ. 6, 6, 11-24)

Ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν, τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐῤῥάβδιζε πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς, καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ. Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ; Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ, καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι σὺ λαλεῖς μετ' ἐμοῦ, μὴ δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν, καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν, καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου· Λάβε τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους, καὶ ὁ   Ἄγγελος Κυρίου ἀπῆλθεν ἀπ' ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών, ὅτι Ἄγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών· Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ εἶπεν αὐτῷ Κύριος· Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ  Κυρίῳ, καὶ ἐκάλεσεν αὐτό· Εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης.

 

Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα  (Κεφ. 10, 1-21)

Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ  Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρὸς με· Μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ  λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ, ἴσχυσα καὶ εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.

 

Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα. Ἦχος α'. Ἀρσενίου.

Ὁ Ταξιάρχης τῶν ἄνω Δυνάμεων, Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον ἡμᾶς πρὸς πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας, ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ  Θεῷ παριστάμενος, καὶ τὸν τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Ἦχος β'. Ἀνατολίου.

Ἀσωμάτοις χείλεσι, καὶ νοεροῖς στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος πλ. β'.

Οἱ Ἄγγελοί σου Χριστέ, τῷ  θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

Δόξα...  Ἦχος δ'.

Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ Χερουβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν...  Ὁ αὐτὸς   Θεοτοκίον Δογματικὸν

Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος α' τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην, ὑμνοῦμεν πιστῶς, Μιχαὴλ ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

 

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

Ὁ ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι συνάξεως, αὐτῶν τῆς θείας, καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν Τρισάγιον.

 

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.

 

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'. Ἰωάννου Μοναχοῦ

Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων, ἐλευθέρωσον τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως σάρκα δι᾿ ἡμᾶς, ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

 

 

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Δόξα... Ἕτερον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ὡς νεφέλη ὡράθης ἐπισκιάζουσα, Μιχαὴλ Ταξιάρχα τῷ σῷ ἁγίῳ ναῷ, ὑετίζων δαψιλῶς ὕδωρ ἀθάνατον· ὅθεν ὡς ἄλλην κιβωτόν, διεφύλαξας αὐτόν, καὶ ῥείθρων τῶν ποταμίων, τὸν ῥοῦν ἠκόντισας πόῤῥω, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχ. δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ τῷ ναῷ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σε εὐσεβῶς μεγαλύνοντες, ὡς τῶν ἀΰλων τάξεων πρωτεύοντα, πίστει δυσωποῦμέν σε, Ἀρχιστράτηγε θεῖε· Πάσης ἐξελοῦ ἡμᾶς, τῆς ἐχθρῶν τυραννίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ τῆς γεέννης ταῖς σαῖς παρακλήσεσι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ὅμοιον.

Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ᾿ ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυῤῥανίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Στάσιν ἔμφρονα, ἀνειλημμένος, νεύσει κρείττονι, Μιχαὴλ ὤφθης, στρατηγέτης τῶν ἀΰλων Δυνάμεων· σὺ γὰρ ἰδὼν Ἑωσφόρου τὸν ὄλισθον, στῶμεν ἐβόας καλῶς τῷ Θεῷ ἡμῶν. Ἀρχιστράτηγε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

 

Οἱ Ἀναβαθμοί, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Προκείμενον. Ἦχος δ'. Ὁ ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Εὐαγγέλιον κατὰ Ἰωάννην. (Ζήτει τῇ β' τῆς Πεντηκοστῆς).

Ὁ Ν' Ψαλμός.

Δόξα... Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτίρμον, προστασίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὁ Ἄγγελός σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστώς, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενος, ἐν τοῖς ὑψίστοις ὑμνῳδός σου, καὶ τῆς βουλῆς σου λειτουργός, ὑπὸ σοῦ ἐκπεμπόμενος, νέμει φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

   

Οἱ κανόνες τῆς Θεοτόκου εἰς ς' καὶ οἱ δύο τοῦ Ἀρχιστρατήγου εἰς η'.

Ὁ α’ Κανὼν τοῦ Ἀρχιστρατήγου, οὗ ἡ Ἀκροστιχίς: Τὸν πρῶτον ὑμνῶ τῶν ἀσωμάτων Νόων. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ταῖς θείαις λαμπρότησι, καταστραπτόμενος πάντοτε, τὸν νοῦν μου καταύγασον, τοῦ ἀνυμνῆσαί σε, Ἀρχιστράτηγε, τῶν ἄνω στρατευμάτων, ἁπάντων κραταίωμα, τῶν προστρεχόντων σοι.

Ὁ Νοῦς ὁ προάναρχος, ὑπερκοσμίου ταξίαρχον, ἀνέδειξε τάξεως, σὲ παναοίδιμε, Ἀρχιστράτηγε, καὶ φῶς τῶν ἐν τῷ σκότει, καὶ θεῖον ἀγλάϊσμα, τῆς Ἐκκλησίας αὐτοῦ.

Νόων προηγούμενος, τῶν οὐρανίων ἐν πνεύματι, τοῖς κάτω πανάριστε, Μιχαὴλ δέδοσαι, περιτείχισμα, καὶ κράτος καὶ ῥομφαία, ἐχθροὺς κατασφάττουσα, καὶ ἀφανίζουσα.

Θεοτοκίον

Παρθένε πανάμωμε, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἀνθρώπων βοήθεια, σὺ μοι βοήθησον, θαλαττεύοντι, καὶ ζάλῃ ἁμαρτίας, ἀεὶ περιπίπτοντι, καὶ κινδυνεύοντι.

 

Ἕτερος Κανὼν. Ποίημα καὶ οὗτος Ἰωσὴφ.

ᾨδὴ α΄. Ἦχος ὁ αὐτὸς. Τῷ ὁδηγήσαντι πάλαι.

Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τὸν φωταυγῆ ἥλιον, καταυγάζοντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι, καὶ τὴν ἀχλὺν ἀπελαύοντα, πάντοτε τῶν πειρασμῶν, χαρμονικῶς ὑμνολογήσωμεν.

Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε, ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα, μέσον αὐτῶν διαλάμποντα, ἔδειξας ὥσπερ ἀστέρα, Μιχαὴλ τὸν ἀρχιστράτηγον.

Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον, τὸν δωρησάμενον ἡμῖν, τεῖχος ἐχθροῖς ἀπροσμάχητον, καὶ ἀπερίτρεπτον ἔρεισμα πάντοτε, κινδύνων σῴζοντα ἡμᾶς, τόν ἱερὸν Μιχαήλ.

Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε, τὸν θεῖον οἶκόν σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον, ἀδικουμένων προσφύγιον, νόσων τε φυγαδευτήριον πασῶν, Θεοῦ πρωτάγγελε.

Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε, ἐγειρομένους καθ᾿ ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι, καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε ὡς ἀγαθὸν ἡμῶν ἀεί, προστάτην σέβωμεν.

Θεοτοκίον

Ἀκατανόητον θαῦμα, πῶς τοῖς βροτοῖς ἥνωται, ὁ ἀκατάληπτος Θεός, ἐκ σοῦ σαρκὶ καθ᾿ ὑπόστασιν, ἀποτεχθεὶς Ἀπειρόγαμε, σῴζων με τὸν ὑπαχθέντα τῇ φθορᾷ, κλοπῇ τοῦ ὄφεως.

Καταβασία

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

 

ᾨδὴ γ.  Οὐκ ἐν σοφίᾳ.

Ῥώμη τῇ θείᾳ, Στρατηγὲ τῶν Ἀγγέλων πανεύφημε, περιέρχῃ πᾶσαν γῆν, δεινῶν ἡμᾶς ἐξαιρούμενος, τοὺς προσκαλουμένους σου, τὸ θεῖον ὄνομα.

Ὡς θεῖος κήρυξ, ὡς προστάτης πιστῶν ἀκαταίσχυντος, πλανωμένων ὁδηγός, καὶ παιδευτὴς ἐχρημάτισας, Θεοῦ Ἀρχιστράτηγε, θεοειδέστατε.

Τοῦ θείου φέγγους, καθαρώτερον ἔσοπτρον πέφηνας, τὰς ἐμφάσεις τοῦ σεπτοῦ, λαμπρῶς δεχόμενος Πνεύματος, Μιχαὴλ πρωτάγγελε, ἀξιοθαύμαστε.

Θεοτοκίον

Ὁ τοὺς ἀΰλους, συστησάμενος Νόας βουλήματι, τῇ ἐνύλῳ σου γαστρί, οἰκεῖ βουλήσει Πανάμωμε, σαρκὶ καθορώμενος, ὁ ἀθεώρητος.

Ἄλλος. Ὁ στερεῶν βροντὴν.

Παρεστηκὼς τῷ θρόνῳ τῆς Τριάδος, μεθέξει τε θεούμενος, καὶ φωτιζόμενος ἀστραπαῖς, ταῖς ἐκεῖθεν πεμπομέναις, τοὺς ὑμνητάς σου φώτισον, Θεοῦ Ἀρχιστράτηγε.

Ὁ Ἰησοῦς ὡς εἶδέ σε ῥομφαίαν, ἐν τῇ χειρὶ κατέχοντα, τῇ φοβερᾷ σου καταπλαγείς, θεωρίᾳ ἀνεβόα· Τί νῦν προστάσσεις Κύριε, ποιεῖν τῷ οἰκέτῃ σου;

Τοῦ Ἰουδαίων ἔθνους ἄρχων πάλαι, ὑπὸ Θεοῦ καθέστηκας, Χριστιανῶν δὲ νῦν βοηθός, Ἀρχιστράτηγε καὶ ῥύστης, τῶν ἀναγκῶν ῥυόμενος, αὐτοὺς καὶ τῶν θλίψεων.

Μεγαλωσύνην δῶμεν τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν πρόμαχον, καὶ ἐν ταῖς θλίψεσι βοηθόν, Ἀρχιστράτηγον τὸν μέγαν, δι᾿ οὗ βαρβάρων πάντοτε, ἀθέων λυτρούμεθα.

Ἀπαγωγῇ βιαίᾳ, τοὺς εἰς ἔθνη ἀλλόφυλα τυγχάνοντας, καὶ δουλωθέντας ἐλεεινῶς, ἐπανάγαγε ἐν τάχει, ἐκδυσωπῶν τὸν Ὕψιστον, Θεὸν Ἀρχιστράτηγε.

Θεοτοκίον

Ὁ Δανιὴλ σε ὄρος γράφει μέγα, ὁ Ἀββακοὺμ δὲ Ἄχραντε, ὄρος κατάσκιον ἀρεταῖς, καὶ Δαυῒδ τετυρωμένον, ἐξ οὗ ὁ Θεὸς σεσάρκωται, τὸν κόσμον λυτρούμενος.

Καταβασία

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Οὐρανίων ταγμάτων δημαγωγός, λειτουργός τε τῆς δόξης τῆς θεϊκῆς, ἀξίως γενόμενος, τῇ προστάξει τοῦ Κτίστου σου, Χριστιανῶν ὑπάρχεις μεσίτης σωτήριος, τῇ ἀΰλῳ σου δόξῃ, δεινῶν ἐξαιρούμενος· ὅθεν κατὰ χρέος, εὐφημοῦμέν σε πάντες, τὴν θείαν σου σήμερον, ἀνυμνοῦντες πανήγυριν, Μιχαὴλ Ἀρχιστράτηγε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὰ θεῖά σου θαύματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι, πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ πλάστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι ὅσα θέλεις πανύμνητε.

 

 

ᾨδὴ δ.   Ὁ καθήμενος ἐν δόξῃ.

Νοῦς ὁ πρῶτος ὑποστήσας, θείους Νόας βουλήματι, ἀρχηγὸν ἐν μέσῳ, τούτων Μιχαὴλ ἀπειργάσατο, ἐν πανολβίῳ μεθέξει φωτιζόμενον, καὶ νοήσεσι, θεαρχικαῖς ἀστραπτόμενον.

Ὕμνον ἅγιον σὺν θρόνοις, καὶ Ἀρχαῖς καὶ Δυνάμεσι, καὶ ταῖς Ἐξουσίαις, καὶ ταῖς Ἱεραῖς Κυριότησιν, ἀναφωνεῖς τῇ Τριάδι, παναοίδιμε, Μιχαὴλ διασῴζων, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Μεγαλύνωμεν τὸν πάντων, Ποιητήν τε καὶ Κύριον, τὸν δι᾿ εὐσπλαγχνίαν, δόντα περιφύλαγμα μέγιστον, καὶ ἀδιάπτωτον τεῖχος καὶ χαράκωμα, Μιχαὴλ ἡμῖν, τὸν φωταυγῆ ἀρχιστράτηγον.

Θεοτοκίον

Νοερῶς τοῦ σοῦ Παρθένε, τοκετοῦ τὸ παράδοξον, ἐμυεῖτο πάλαι, ὁ ἱεροφάντωρ ἐν πνεύματι, ὄρος κατάσκιον βλέπων, σὲ τρανότατα, ἐξ οὗ Ἅγιος ἦλθε, Θεὸς σωματούμενος.

 

Ἄλλος. Ἀκήκοεν ὁ Προφήτης.

Σεναχηρεὶμ ὥσπερ πάλαι, λαὸν πολὺν κατέστρωσας, θείᾳ προστάξει, τοὺς τῆς Ἄγαρ οὕτω σύντριψον πολεμοῦντας, καὶ κατεπεμβαίνοντας, λαῷ τῷ πιστῷ, Μιχαὴλ Ἀρχιστράτηγε.

Ὡς φοβερόν σου τὸ εἶδος, ὡς θαυμαστὸν καὶ τὸ κάλλος, Μιχαὴλ ὄντως, ὡς ὑπέρλαμπρος ἡ δόξα σου ἣν δεικνύεις, πᾶσι τοῖς ποθοῦσί σε, τελῶν ἐναργῶς ἄπειρα θαύματα.

Περιπολεύων τὰ ἄνω, ἐπιφοιτᾷς ἑκάστοτε, φρικτῶς τοῖς κάτω, συμφορῶν πολλῶν καὶ θλίψεων, καὶ κινδύνων πάντας ἐξαιρούμενος, Θεοῦ Λειτουργέ, τοὺς προσκαλουμένους σε.

Ἴδε ὁ τόπος ὁ θεῖος· ἴδε τὸ καταφύγιον τῶν θλιβομένων· ἴδε οἶκος ὁ πανάγιος, ὃν ὁ μέγας ὄντως Ἀρχιστράτηγος, λιμένα πολλῶν, σῳζομένων δείκνυσι.

Στῦλος πυρὸς καθωράθης, Ἀρχίππῳ τῷ θεόφρονι, ὅτε ἀπείροις, δῆμος ἄνομος κατέσπευδε, κατακλύσαι ὕδασι τὸ τέμενος τὸ σόν, ἀρχηγὲ τῶν ἄνω Δυνάμεων.

Θεοτοκίον

Ὁ Γαβριὴλ σοι τὸ Χαῖρε, ἐκ τῶν ὑψίστων πάναγνε κομίζων ἦλθε, σὺν αὐτῷ οὖν ἐκβοῶμεν· Χαῖρε πύλη, μόνος ἣν διώδευσε, Χριστὸς ὁ Θεός, σῴζων τὸ ἀνθρώπινον.

Καταβασία

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

 

 

 

 

 

ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται.

Ὤφθης προηγούμενος, τοῦ πάλαι Ἰσραήλ, προσταγαῖς τοῦ ἐξ, Ἰακώβ, τοῖς βροτοῖς παχύτητι, ὀφθέντος σώματος, Μιχαὴλ ἀσώματε, τῶν Ἀγγέλων ἀρχιστράτηγε.

Ταῖς ἀΰλοις λάμψεσι, θεούμενος ἀεί, ἐν μεθέξει θεαρχικῇ, καὶ ἡμῖν τὴν ἔλλαμψιν, τὴν φωτοδότιδα, χορηγεῖς Πρωτάγγελε, παραδόξως θαυμαζόμενος.

Ὡραιώθη χάριτι, ὁ θεῖός σου ναός· ἐν αὐτῷ γὰρ ἐπιφοιτῶν, ἰαμάτων πέλαγος, τοῦτον ἀνέδειξας, Μιχαὴλ πρωτάγγελε, καὶ παθῶν ἀλεξιτήριον.

Θεοτοκίον

Νοερῶν Ἀγγέλων σε, ἀνέδειξε Θεός, ἀνωτέραν καθυποδύς, τὴν σὴν μήτραν Ἄχραντε, τὴν παναμώμητον· ὃν δυσώπει πάντοτε, οἰκτειρῆσαι τοὺς ὑμνοῦντάς σε.

 

Ἄλλος. Ἀνάτειλόν μοι Κύριε.

Προγνόντες τὰ θαυμάσια, ἃ ἔμελλες Πρωτάγγελε, ἐπιτελεῖν ἐν τῷ τεμένει σου, οἱ κήρυκες τοῦ Λόγου, πᾶσι προκατήγγειλαν, ὧν ἡμεῖς τὴν ἔκβασιν, καθορῶμεν ἐναργῆ.

Τῇ θείᾳ εἰσηγήσει σου, Ἀρχάγγελε ἀνίστησιν, οἶκον εὐκτήριον τῷ ὕδατι, τῷ βρύοντι τὴν χάριν, εἰσβλέψας τὴν ἴασιν, τῆς παιδὸς ὁ πάλαι σου, βλασφημῶν τὰς δωρεάς.

Προσέλθετε ἀρύσασθε, χάριν ὁμοῦ καὶ ἔλεος· τῶν ἰαμάτων ἡ ἀέναος, πηγὴ πρόκειται πᾶσιν, ἣν ὁ Ἀρχιστράτηγος, θείαις ἐπινεύσεσιν, ἐφανέρωσεν ἡμῖν.

Τυφλοῖς τὸ βλέπειν δίδοται, καὶ τοῖς κωφοῖς εὐήκοον, χωλοῖς δὲ πᾶσιν εὐδρομία, ἀλάλοις εὐφωνία, ἐν θείῳ οἴκῳ σου, Μιχαὴλ πρωτάγγελε, παροχεῦ τῶν ἀγαθῶν.

Βαρβάρων θραῦσον φρύαγμα, ζητούντων σου τὸ ποίμνιον, ἐξαφανίσαι Ἀρχιστράτηγε· τοὺς δέ γε συλληφθέντας, ὑπ᾿ αὐτῶν ἀνάῤῥυσαι, αἰχμαλώτους πάντοτε, εὐφημεῖν σε σὺν ἡμῖν.

Θεοτοκίον

Ἀγγελικῶν Δυνάμεων, Παρθένε ὑπερέχουσα, καὶ τετοκυῖα τὸν ἁπάντων, Θεὸν καὶ βασιλέα, σὺν αὐτοῖς ἱκέτευε, Παναγία Δέσποινα, διασῴζεσθαι ἡμᾶς.

Καταβασία

Ὦ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

 

 

 

 

ᾨδὴ ς'. Ἐβόησε, προτυπῶν.

Ἀγάλλεται, τῶν Πιστῶν ἡ πληθὺς εὐφημοῦσά σε, καὶ δοξάζει, τὸν πανάγιον Λόγον συνάψαντα, τοὺς βροτοὺς Ἀγγέλοις, Μιχαὴλ τῇ αὐτοῦ ἀγαθότητι.

Στρατόπεδα, Ἰσραὴλ διεσώσω φαινόμενος, καὶ τὰς θείας προσταγάς, ἐκτελῶν Ἀρχιστράτηγε, καὶ τοὺς ἐχθροὺς καθεῖλες, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισας.

Ὡς εἶδέ σε, Ἰησοῦς τοῦ Ναυῆ προσεκύνησεν, ἐρωτήσας, τὸ σεπτόν σου καὶ ἅγιον ὄνομα, Ἀρχηγὲ Ἀγγέλων, εὐλαβείᾳ καὶ φόβῳ κρατούμενος.

Θεοτοκίον

Μακάριος, ὁ λαὸς ὁ ἀεὶ μακαρίζων σε, μακαρία, ἡ τεκοῦσα Θεὸν τὸν μακάριον, τοὺς βροτοὺς δι᾿ οἶκτον, ἀποῤῥήτῳ ἑνώσει θεώσαντα.

 

Ἄλλος. Ζάλη με λογισμῶν.

Τοὺς πάλαι βουληθέντας ἀφανίσαι, ποταμίοις ῥεύμασι τὸ ὕδωρ τῆς εὐλογίας, ὃ παρέσχες Ἀρχάγγελε πιστοῖς, ἀπέδειξας ἀπράκτους, ἐπιστασίᾳ φρικώδει σου.

Πάλαι μὲν Μωϋσῆς ἔπληξε πέτραν, καὶ ἐῤῥύη ὕδατα, νῦν δέ σου ῥήξαντος πέτραν, κατεπόθησαν ῥεῖθρα ποταμῶν, εἰσέτι μαρτυροῦντα, τὸ θαῦμα θεῖε Ἀρχάγγελε.

Οἱ πάλαι τῇ μανίᾳ τῶν εἰδώλων, ζόφον περικείμενοι κακοπιστίας, τῷ θείῳ προσερχόμενοι οἴκῳ σου, τὸ φῶς τῆς γνώσεως, εὐχαῖς σου περιφανῶς ἐκομίζοντο.

Τὸ εἶδος καὶ ἡ φύσις σου πυρίνη, πιστοὺς μὲν φωτίζουσα, φλογίζουσα δὲ ἀπίστους, Ἀρχιστράτηγε θείων λειτουργῶν, προστάτα τῶν ἐν πίστει, εἰλικρινεῖ εὐφημούντων σε.

Τὴν θείαν τοῦ Δεσπότου εὐσπλαγχνίαν, ἐν πᾶσι μιμούμενος, ὀρέγεις ταπεινοῖς χεῖρα, καὶ ἰᾶσαι συντρίμματα ψυχῶν, καὶ παύεις τὰς ὀδύνας, τῶν προστρεχόντων σοι Ἅγιε.

Θεοτοκίον

Τόμον σε προεώρα ὁ Προφήτης, ἐν ᾧ Λόγος γέγραπται, δακτύλῳ Πατρὸς Παρθένε· ὃν ἱκέτευε βίβλῳ τῆς ζωῆς, ἡμᾶς καταγραφῆναι, τοὺς εὐσεβῶς σε δοξάζοντας.

Καταβασία

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

 

 

 

 

Κοντάκιον. Ἦχος β'. Αὐτόμελον.

Ἀρχιστράτηγε Θεοῦ, λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγέ, καὶ ἀρχηγὲ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἴτησαι, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων ἀρχιστράτηγος.

Ὁ Οἶκος

Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ᾿ ἀνθρώπῳ ἑνὶ μετανοοῦντι ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ᾿ ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι, καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων ἡμῶν γὰρ πρεσβεύει σοι, ὁ τῶν Ἀσωμάτων ἀρχιστράτηγος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

     Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρὶ.

Ἀποσκοπήσας Δανιήλ, εἶδε συνεστῶτά σε μάκαρ, καὶ συνετίζοντα αὐτόν, ἐν Οὐβὰλ ἣν ἑώρακεν ὅρασιν, Γαβριὴλ ἀστραπόμορφε, Μιχαήλ τε μετὰ ταῦτα αὐτῷ δηλοῦντα.

Τοὺς τῶν Ἀγγέλων ὁδηγούς, τοὺς θεοειδεῖς καὶ φωσφόρους, τὸν Μιχαὴλ καὶ Γαβριήλ, τοὺς ἡμῶν ἀγαθοὺς παρακλήτορας, καὶ προστάτας καὶ φύλακας εὐφημήσωμεν, ἐν πίστει μεγαλοφώνως.

Ὡραῖος καὶ πανευπρεπής, καὶ θεοειδὴς χρηματίσας, δημαγωγὸς τῶν λειτουργῶν, τῶν ἀΰλων ἐν πνεύματι γέγονας, Μιχαὴλ φωταυγέστατε, σὺν αὐτοῖς οὖν ὑπὲρ πάντων ἡμῶν δυσώπει.

Θεοτοκίον

Νοῦ τοῦ μεγάλου ἀληθῶς, Λόγον τὸν ἀΐδιον Κόρη, ἐν σοὶ ἀῤῥήτως καὶ φρικτῶς κατοικήσαντα βλέπων ἐβόησε, Γαβριὴλ ὁ Ἀρχάγγελος, Χαῖρε θρόνε τοῦ Ὑψίστου εὐλογημένη.

 

Ἄλλος. Τῇ εἰκόνι τῇ χρυσῇ.

Συνεστῶτά σε ποτέ, ὁ Δανιὴλ ὡς κατεῖδε, δειλίᾳ ὅλως ληφθεὶς πεφόβηται, καὶ τοῖς ποσὶ τοῖς σοῖς προσπελάσας, συνετίζεται σαφῶς, μυστηρίων ἀφανῶν, τὴν δήλωσιν κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τοὺς ἐθνῶν ἐπαγωγαῖς, ἀπαγομένους δεσμίους, εἰς τόπους λίαν μακρὰν τυγχάνοντας, σὲ δὲ προστάτην προσκαλουμένους, Ἀρχιστράτηγε Θεοῦ, προσεπανάγεις ἐν χαρᾷ, κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Ἀγγέλων οἱ χοροί, κατανοοῦντές σε πόθῳ, χοροστασίαις βροτῶν ὑμνούμενον, χαρᾶς πληροῦνται ἀδιαδόχου, καὶ δοξάζουσι Θεόν, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν, τοὺς κάτω συνάψαντα, τοῖς οὐρανοῖς μυστικῶς, Ἀρχάγγελε Μιχαήλ.

Ποῖος τόπος ἀμοιρεῖ, τῶν σῶν ἀπείρων θαυμάτων, ποία σε πόλις οὐκ ἔχει πρόμαχον, ποία ψυχὴ καταπονουμένων, οὐ καλεῖ σε βοηθόν, τὸν Ἀρχιστράτηγον Θεοῦ; χαρμονικῶς βοῶσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Πλανωμένων ὁδηγός, ἀδικουμένων προστάτης, ὀλιγοψύχων παραμυθία τε, χειμαζομένων ὑπὸ πνευμάτων, γαληνότατος λιμήν, ἁμαρτωλῶν ἐγγυητής, νοσούντων ἐπίσκεψις, ἐσκοτισμένων φωστήρ, σὺ εἶ Ἀρχάγγελε Θεοῦ.

Θεοτοκίον

Τὸν Σωτῆρα καὶ Θεόν, καὶ Λυτρωτὴν καὶ Δεσπότην, σαρκὶ τεκοῦσα πάναγνε Δέσποινα, τοῦτον ἀεὶ ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν καὶ πολλῶν ἁμαρτιῶν τὴν ἄφεσιν λάβωμεν, ὑμνολογοῦντες αὐτοῦ, τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.

Καταβασία

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντὸς.

Νοερῶν ἀσωμάτων ταξίαρχος, πρεσβευτὴς τῶν ἀνθρώπων σωτήριος, θεῖος Θεοῦ διάκονος, Μιχαὴλ ἀνεδείχθης, μέλπων ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

Οἱ φωστῆρες οἱ δύο οἱ πάμφωτοι, Μιχαὴλ Γαβριήλ τε Ἀρχάγγελοι, τρισσοφαοῦς Θεότητος, φρυκτωρίαις τὴν κτίσιν φωταγωγοῦντες, τῶν δεινῶν τὴν ὁμίχλην διώκετε.

Ὡς καλοὶ κυβερνῆται Ἀρχάγγελοι, πρὸς λιμένα τοῦ θείου θελήματος, τὴν ψυχικὴν ὁλκάδα μου, διασώσατε ζάλῃ ἁμαρτημάτων, περιπίπτουσαν καὶ κινδυνεύουσαν.

Θεοτοκίον

Νυμφοστόλος ὁ θεῖος Ἀρχάγγελος, ἐπιστὰς προσεφώνει τὸ Χαῖρέ σοι, Νύμφη Θεοῦ ἀνύμφευτε, τῶν Ἀγγέλων ἡ δόξα καὶ τῶν ἀνθρώπων, τὸ διάσωσμα καὶ περιτείχισμα.

 

 

 

 

 

 

 

Ἄλλος. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.

Γῆν διέρχῃ ὡς ἀστραπή, βούλημα τὸ θεῖον ἐκπληρῶν, περιπολεῖς τοὺς οὐρανούς, προηγούμενος τῶν Ἀγγέλων, τὸ κλέος σου μέγα, ὑπὲρ νοῦν δὲ τὰ ἄπειρα θαύματα, ἅπερ ἐπὶ πᾶσαν, φρικτῶς τελεῖς τὴν κτίσιν.

Οἱ αὐτόπται τοῦ δι᾿ ἡμᾶς, σώματι φανέντος ἐπὶ γῆς, Φίλιππος ὁ πανευκλεής, καὶ ὁ μέγιστος θεολόγος, ἐμπνεύσεσι θείαις, τὴν ἀέναον χάριν Πρωτάγγελε, σοῦ τῶν ἰαμάτων, προλέγουσι πανσόφως.

Ῥάβδῳ πάλαι ὁ Μωϋσῆς, ἔτεμε τὴν θάλασσαν· καὶ νῦν, ὁ Ἀρχιστράτηγος Θεοῦ, τῇ δυνάμει τῇ ἀοράτῳ, ὡς ῥάβδῳ φανείσῃ, τὰ ἀτάκτως φερόμενα ὕδατα, ὥσπερ ἐν χωνείᾳ, τῇ πέτρᾳ παραπέμπει.

Ὡς παμμέγιστος οὐρανός, δείκνυται ὁ οἶκος ὁ σεπτός, τοῦ τῶν Ἀγγέλων ἀρχηγοῦ, ἐν ᾧ θαύμασιν ὥσπερ ἄστροις, φωτίζονται πᾶσαι, τῶν πιστῶν αἱ καρδίαι δοξάζουσαι, τὸν ἀγαθοδότην Θεὸν εἰς τοὺς αἰῶνας.

Ὥσπερ πάλαι τοῦ Βαλαάμ, τὴν ἄλογον ἐκώλυσας ὁρμήν, τῇ τοῦ ἀλόγου, Στρατηγὲ τῶν Ἀγγέλων, ἐν λόγῳ φρικώδει στάσει, υἱοὺς τοὺς τῆς Ἄγαρ κινουμένους, ἀλόγως ἑκάστοτε καθ᾿ ἡμῶν ἀπράκτους, ἀπόδειξον εὐχαῖς σου.

Θεοτοκίον

Πῦρ ἐκύησας οὐδαμῶς, φλογίσαν σου Παρθένε τὴν νηδύν, Λόγον ἐγέννησας Πατρός, ἐξαιρούμενον ἀλογίας, τοὺς λόγους τοῦ πλάνου ὑπακούσαντας, καὶ παρακούσαντας, τοῦ πεποιηκότος Θεοῦ τοῦ φιλανθρώπου.

Καταβασία

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Ἰδοὺ ἡ εὐπρέπεια τοῦ σοῦ, Ἀρχάγγελε, θείου οἴκου διαλάμπουσα, τῇ φωταυγεῖ σου παῤῥησίᾳ, θαυμάτων ἀστραπὰς ἐπαφίησι, καὶ σκότος νοσημάτων ἑκάστοτε, ἀποδιώκει θείᾳ χάριτι.

Ὡς ζεῦγος ὡραῖον καὶ τερπνὸν ὑπάρχοντες, τοῦ Δεσπότου τὰ προστάγματα, τοῖς ἐπὶ γῆς διακονεῖτε, Ἀρχάγγελοι δεινῶν ἐξαιρούμενοι, καὶ πᾶσι φωτισμὸν ἐπιπέμποντες, σωτηριώδη θείῳ Πνεύματι.

Σήμερον συγχαίρουσιν ἡμῖν ἀσώματοι, θεῖοι Νόες ἀνυμνούμενον, βλέποντες τοῦτον ὑπὸ πάντων, τὸν μέγαν καὶ φαιδρὸν Ἀρχιστράτηγον, ἡμῖν τε φωτισμὸν ἐξαιτούμενον, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

Ἡ θεία δυὰς καὶ φωταυγής, Ἀρχάγγελοι, Μιχαήλ τε πανσεβάσμιε, καὶ Γαβριὴλ δεδοξασμένε, Τριάδι τῇ σεπτῇ παριστάμενοι, πταισμάτων ἀνοχῆς καὶ κολάσεως, αἰωνιζούσης ἡμᾶς ῥύσασθε.

Θεοτοκίον

Φωνῇ τοῦ Ἀγγέλου Γαβριὴλ συνέλαβες, Θεὸν Λόγον Παναμώμητε, λόγῳ τὰς ἄνω στρατηγίας, ποιήσαντα καὶ λόγον παρέχοντα, ὑμνεῖν τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν, τούτου ἁγίαν συγκατάβασιν.

 

Ἄλλος. Ἐποίησε κράτος.

Ὡς ὤφθης ἀνθρώποις, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπέστησας Ἀγγέλους τούτοις Λόγε, διαφυλάττων αὐτούς, ἀπὸ βλάβης πονηρᾶς, μεθ᾿ ὧν Μιχαὴλ τὸν θαυμαστόν, δι᾿ οὗ σε δυσωποῦμεν, πᾶσιν ἡμῖν δώρησαι, ἱλασμὸν πταισμάτων.

Ἰσχὺν σε καὶ κράτος, ὁ πιστὸς σε Βασιλεύς, Πρωτάγγελε καὶ σύμμαχον πρὸς ἔθνη, πολέμια καὶ δεινά, κεκτημένος τὴν αὐτῶν, τροποῦται ἀπόνοιαν ἀεί, καὶ εὐχαριστηρίους, διὰ σοῦ τῷ Πλαστουργῷ ᾠδὰς ἀναπέμπει.

ᾨδὴν προσφωνεῖ σοι, ἅπας πάντοτε πιστός, τῷ μέλποντι ἀπαύστως ἐν ὑψίστοις, σὺν μυριάσι πολλαῖς, τὴν τρισάγιον φωνήν. Προσάγαγε πάντας τῷ Θεῷ, ἐκ συμφορῶν καὶ πόνων, ἐκλυτρούμενος ἡμᾶς, ἀρχηγὲ Ἀγγέλων.

Σκιρτάτω ἡ κτίσις, ἀνυμνοῦσα μυστικῶς, τὸν μέγαν Ἀρχάγγελον Κυρίου· ὑπάρχει γὰρ ὁδηγὸς πλανωμένων, καὶ λιμὴν πολλῶν, συμφοραῖς καὶ πειρασμοῖς, καὶ χειμαζομένων, καὶ νοσούντων ἰατρός, καὶ θαυμάτων βρύσις.

Ἡγίασας τοῦτον τὸν σεβάσμιον ναόν, καὶ ἔδειξας αὐτὸν πηγὴν θαυμάτων, ἐν ᾧ ἑστῶτες ὁμοῦ, ἐκβοῶμέν σοι πιστῶς· Ἀρχάγγελε αἴτησαι ἡμῖν, ἁμαρτημάτων λύσιν, συμφορῶν ἀπαλλαγήν, καὶ πολλὴν γαλήνην.

Θεοτοκίον

Φανεῖσα Παρθένε, πλατυτέρα οὐρανῶν, ἐχώρησας Θεὸν ἀνερμηνεύτως, ὃν Ἀσωμάτων χοροί, ἀνυμνοῦσι μυστικῶς· αὐτὸν οὖν ἱκέτευε ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τούς σὲ μακαρίζοντας, φωναῖς ἀσιγήτοις.

Καταβασίαι

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.

Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀθροίσθητε καὶ ἴδετε, ἡ ἀνθρωπότης ἅπασα, θεάσασθε ξένον θαῦμα, τὸ τελεσθὲν ἐν ταῖς Χώναις, Μιχαὴλ ὁ ἀσώματος, ῥάβδῳ τὴν πέτραν ἔῤῥηξε, καὶ ποταμοὺς ἠκόντισε, κατερχομένους ἀτάκτως, ἐπὶ τὸ ἅγιον ὕδωρ.

Θεοτοκίον, ὅμοιον.

Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι ὁ τάλας! δι᾿ ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ με, παρθενικῶν ἐξ αἱμάτων.

    

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον. (Δίς)

 

Τῶν οὐρανίων πρωτεύων, ἐν παῤῥησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀῤῥήτων, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.

 

Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχων σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγίας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς.

 

Δόξα... Ἦχος πλ. α'.

Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ᾿ ἡμῶν κινούμενα, ἀπόσβεσον τῇ μεσιτείᾳ σου, λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

 

Καὶ νῦν... Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις

 

Μεγαλυνάριον.

Κρήνην ἰαμάτων ἀνελλιπῆ, τὸν σὸν θεῖον οἶκον, ἀναδείξας ἐν Κολοσσαῖς, ψυχῶν σωτηρίαν, καὶ τῶν σωμάτων ῥῶσιν, ἐν τούτῳ ἀπεργάζῃ, Μιχαὴλ ἔνδοξε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου