Δευτέρα 30 Αυγούστου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 9. ΟΣΙΟΣ ΙΩΝΑΣ ΚΙΕΒΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ Θ΄

ΙΩΝΑΣ ΟΣΙΟΣ ΚΙΕΒΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί το· Μακάριος ἀνήρ. Εἰς δέ το· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καί ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ΄. Ἦχος δ' Ἔδωκας σημείωσιν

Ἴδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε· Τί οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον.

 

Ὤφθης σωματούμενος, ἀλλὰ νηδὺς σὲ ἐδέξατο, ἀκατάφλεκτος μείνασα· κάμινος γὰρ πόῤῥωθεν, ταύτην εἰκονίζει, μὴ φλέξασα Παῖδας, ἐγὼ δὲ χόρτος ὢν πυρί, πῶς ἐπιθήσω χεῖράς σοι Δέσποτα; ὃν φρίττει τὰ οὐράνια, καὶ τὰ ἐπίγεια ἅπαντα; Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Σύ με ἐν τοῖς ὕδασι, τοῦ Ἰορδάνου ἀπόπλυνον, ῥύπον ὅλως μὴ ἔχοντα, ὁ Κύριος ἔφησε· καὶ ἡ ῥυπωθεῖσα, φύσις τῶν ἀνθρώπων, τῇ παραβάσει τοῦ Ἀδάμ, ἀποπλυθεῖσα καινὴ γενήσεται· ἐμοῦ βαπτιζομένου γάρ, ἡ ἀναγέννησις ἅπασι, τοῖς ἀνθρώποις δι' ὕδατος, καὶ τοῦ Πνεύματος γίνεται.

 

Καὶ τοῦ Ὁσίου γ΄. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, μακαριστέ Ἰωνᾶ, τῆς Θεοτόκου ὁ σκεπόμενος χάριτι, ὁ Ταύτην κεκαθαρμένοις, τοῖς ὀφθαλμοῖς κατιδὼν, ἐν λαμπρᾷ τῇ δόξῃ ἐμφανεῖσαν σοι· παρῆσαν δέ πάντοθεν, τῶν Ὁσίων οἱ πρόκριτοι, περικυκλοῦντες, Βασιλίδα τήν ἔνδοξον, καὶ πληρώσαντες, ἡδονῆς τήν καρδίαν σου∙ οἷς νῦν συναγαλλόμενος, ὠδάς τῷ Κυρίῳ σου, ἀνεκλαλήτους προσφέρεις, καί ἱκεσίας, θεόληπτε, θερμὰς ἀναπέμπεις, τοῦ εὑρεῖν ἡμᾶς εἰρήνην, καί μέγα ἔλεος.

 

Χαίροις, πνευματοφόρε ποιμήν, θεογνωσίᾳ πλουτισθείς καὶ ἁπλότητι, καὶ πράξει ἐνδιαπρέψας, εἰς θεωρίαν Χριστοῦ, ἐν σμικρῷ τῷ χρόνῳ, Πάτερ ἔφθασας· διό ὡς ἀκάματος, καί φιλόπονος μέλισσα, τό θεῖον μέλι, τῇ κηρήθρᾳ συνέλεξας, τῆς καρδίας σου, καὶ σοῖς τέκνοις μετέδωκας, θείους ἀπεργασάμενος, μετόχους τῆς χάριτος, καί Παραδείσου πρὸς πλάτος, νῦν σύν αὐτοῖς ἀγαλλόμενος, πρεσβεύεις ἀπαύστως, Ἰωνᾶ μάκαρ θεόφρον, ὑπὲρ τῶν δούλων σου.

Χαίροις ὁ θεαυγέστατος νοῦς ὁ σκοτασμὸν τὸν ἐμπαθῇ ἀπωσάμενος ἀχλὺν τε τῆς ἁμαρτίας διασκεδάσας εὐχαῖς καί παννύχοις, Πάτερ ταῖς δεήσεσι τό φῶς δὲ τῆς χάριτος εἰσδεξάμενος Ὅσιε, σκεῦος ἐφάνης εὐωδίας ἀνάπλεων μῦρον Πνεύματος διαχέον τοῖς πέρασι∙ ὅθεν  πολλοὺς συνήγαγες Μονὴν συστησάμενος τῆς ὑπερθέου Τριάδος ᾗ παρεστὼς καθικέτευε ὑπέρ τῶν τιμώντων Ἰωνᾶ μάκαρ θεόφρον, τήν θείαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὁ τοῦ Χριστοῦ μακάριος προφήτης Ἰωνᾶς ὁ θαυμαστός, κητώου θηρός ἐν μέσῳ, ἡμέρας τρεῖς διέμεινεν, στένων ἐκ βάθους καρδίας, καί τό ἔλεος ζητῶν Θεοῦ τοῦ φιλανθρώπου∙ σύ δέ Ἰωνᾶ θεόληπτε, φθόνῳ ψευδαδέλφων τῷ κελλίῳ σου, ἡμέρας δέκα νῆστις ἐνεκλείσθης, Θεῷ εὐχαριστῶν καὶ Αὐτῷ μόνῳ ἑαυτὸν ἀναθέμενος. Ὁ μὲν γὰρ κηρύξας, τῆς ἀπωλείας ἔσωσεν τούς Νινευΐτας∙ σὺ δέ βίῳ σου θεοτερπεῖ, μοναστῶν καί μιγάδων πληθὺν, εἰς οὐρανούς διεβίβασας. Ὁ Προφήτης λόγους Κυρίου ἐνωτισθείς, τό θέλημα Αὐτοῦ ἐποίει∙ σύ δέ τρισμάκαρ, τὸν σαρκωθέντα Λόγον καὶ Κύριον τῆς δόξης, κεκαθαρμένοις ὄμμασιν ἠξιώθης κατιδεῖν. Διό Πάτερ Ὅσιε, σὺν τῷ θεολέκτῳ Προφήτῃ, πρέσβευε Κυρίῳ φθορᾶς τῆς ἁμαρτίας ἡμᾶς ἀναγαγεῖν, καί ῥῦπον τῶν καρδιῶν ἡμῶν ἐκπλῦναι, ὡς μόνος φιλάνθρωπος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὢ τοῦ παραδόξου θαύματος! Ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ’ ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον, Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Παρθενίας ἐξαίσιον ἄγαλμα, καί καθαρότητος στῦλος ὑπέρλαμπρος, ἀνεφάνης ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἰωνᾶ Πατὴρ ἡμῶν. Τῇ γὰρ τοῦ Πνεύματος αἴγλῃ, ὁλικῶς ἀπεκάθηρας τό ἔσω τῆς καρδίας σου, καί φωστήρ τῶν ἐν ἀγνοίᾳ καί σκότει ἐχρημάτισας. Νοΐ τῷ ἀκροτάτῳ ἑνούμενος, καί φωτί τῆς τρισηλίου λαμπρότητος ἀνακιρνώμενος, μή ἐλλείπης τῷ Κυρίῳ δεόμενος, ὑπέρ ἡμῶν τῶν συνελθόντων τῇ μνήμῃ σου, Πάτερ ἀξιάγαστε.

 

 

 

Ἦχος β΄.

Ἰωνᾶ θεοφόρητε, τῆς μοναδικῆς πολιτείας ὁ τύπος, τῆς Ἐκκλησίας τὸ καύχημα, τῆς ἀειζώου Τριάδος τό οἴκημα, καί ἀρετῶν ἐνθέων τό κειμήλιον, φώτισον ἡμῶν τόν νοῦν καί τήν καρδίαν ταῖς φωσφόροις εὐχαῖς σου, καί δός ἡμῖν κατάνυξιν καθαρτικήν, παθῶν δυσκαθέκτων, ἀντεισάγων θείαν παράκλησιν, καί σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.

 

Ἦχος γ΄.

Θαυμαστέ Πάτερ Ὅσιε, τὴν χάριν ἀγκολπωσάμενος, ἰάματα ποικίλα διανέμεις τοῖς αἰτοῦσι σε. Λοιμοῦ βαρέως χωρίον ἀπήλλαξας, ὄμματα ἤνοιξας τυφλοῦ, πνεύματα ἀκάθαρτα ἐδίωξας, μήτρας ἀκάρπους πολυτόκους τῇ εὐχῇ σου ἐποίησας. Διό χάρισαι καί ἡμῖν κατὰ δαιμόνων τήν νίκην, ὅρασιν ἁγίαν καί καθαράν, ἴασιν ψυχῶν καί σωμάτων, καὶ εὐτέκνους ποίησον ἀρετῶν θεαρέστων ταῖς ἱκεσίαις σου, Ἰωνᾶ τρισόλβιε.

 

Δόξα. Ἦχος δ΄.

Πάτερ ἱερώτατε, τῶν ἀρρήτων τῆς Τριάδος μυστηρίων θεατά, καὶ ἡμῶν ἀκαταίσχυντος πρέσβυς, τὰς ἀμέμπτους σου χεῖρας τῷ παντεπόπτῃ Κυρίῳ διαπέτασον, ἱκεσίους ὑπὲρ ἡμῶν πέμπων Αὐτῷ λιτάς. Ἔχεις γὰρ παρρησίαν πρὸς Αὐτόν, ὡς Τούτου ἀληθὴς μαθητής καὶ φίλος γνήσιος, καί υἱός Αὐτοῦ ἠγαπημένος. Διό εἰκόνι τῇ πανσέπτῳ σου προσπίπτομεν, μάκαρ Ἰωνᾶ, ὕμνους σοι προσάδοντες, αἰτούμενοι ἰλασμόν καὶ τό μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὢ τοῦ παραδόξου θαύματος! Ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ’ ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος. 

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῶν οὐρανίων δωμάτων ἔνδον ἐσκήνωσας, τοῦ ἐπικήρου βίου, ἡδονὰς καταπτύσας, Δεσπότου δέ τὴν ὄψιν τανῦν καθορᾶς, Ἰωνᾶ παμμακάριστε, καί ἀεννάοις εὐχαῖς σου ἐκδυσωπεῖς, τόν Σωτῆρα ὑπὲρ πάντων ἡμῶν.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Προσκαρτερῶν τῇ ἀσκήσει τῆς νοερᾶς προσευχῆς, σκαμνίῳ σμικροτάτῳ, καθεζόμενος Πάτερ, δαιμόνων παρατάξεις καθεῖλες σοφέ, τήν καρδίαν καθάρας σου, καί φωτισμοῦ ἐμπιμπλάμενος νοεροῦ, στῦλος γέγονας ἀείφωτος.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῆ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Τῆς μωρανθείσης σοφίας φυγών τά ἔνεδρα, τόν σοφιστήν κακίας, κατεμώρανας μάκαρ, καί γνῶσιν καί σοφίαν κλεινέ Ἰωνᾶ, ἐκληρώσω τήν ἄνωθεν, δελεασθεὶς τῷ ἀγκίστρῳ τοῦ Ἰησοῦ, ᾧ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον τῶν πιστῶν ἡ ὁμήγυρις καὶ μοναστῶν ἡ χορεία, ἐπὶ τῇ μνήμῃ σου τέρπεται, παμμάκαρ Ἰωνᾶ. Σύ γάρ τῆς Ῥωσίας ὁ βλαστός, καί τῆς Ἐκκλησίας καρπός ὁ ἡδύτατος, ὧδε παραγέγονας ἡμᾶς εὐωδιάζων, τούς προσψαύοντας τά μυρίπνοα σου λείψανα. Πρόφθασον οὖν Ὅσιε ἡμῖν τοῖς δεομένοις σου, καί φύλαξον ἀνυστάκτοις εὐχαῖς σου ποίμνην τήν ὀρθόδοξον, ἐκ πάντων ὁρατῶν καί ἀοράτων ἐχθρῶν, προκοπήν πνευματικήν διδοὺς τοῖς πιστοῖς, τῇ πατρικῇ σου βακτηρίᾳ ἰθύνων αὐτούς, εἰς νομάς σωτηρίους καὶ ζωὴν τήν αἰώνιον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα Σοι.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Σεραφείμ τοῦ Ὁσίου μαθητήν ἀκριβέστατον, καί τῆς νοερᾶς ἐργασίας ἀθλητήν καί διδάσκαλον, τιμήσωμεν τὸν θεῖον Ἰωνᾶν, τὸ καύχημα Κιέβου τό κλεινόν, βοῶντες ἐκ καρδίας χαρμονικῶς, καί γηθοσύνως κράζοντες· δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ σέ θεόπτην ἀληθῇ, ἐσχάτοις χρόνοις δείξαντι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Ἀπόλυσις.

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Τόν ἐραστήν τῆς τοῦ Χριστοῦ βασιλείας, καί ποιητήν τῶν ἐντολῶν τοῦ Δεσπότου, τόν Ἰωνᾶν τόν πάντιμον ὑμνήσωμεν, ἄνθη θεῖα πλέκοντες, ὑμνωδίας ἐνθέου, μέλος ἐναρμόνιον, ἀναμέλποντες πόθῳ καί ἐκβοῶντες πίστει πρός αὐτόν, ἡμᾶς κινδὺνων καί νόσων περίσωζε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάνθρωπε· ὅθεν βλέπων Σε, ὁ Ἰωάννης ἐβόα· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ Ὑπεράγαθε;

 

Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Ἀνέστης ἐκ νεκρῶν.

Ἐπέφανεν ἡμῖν Ἰωνᾶ τοῦ Ὁσίου, ἡ μνήμη ἡ λαμπρά, τὰς καρδίας πληροῦσα, χάριτος ἀειζῴου καί κατανύξεως πόμα φέρουσα, ἅπαντας συγκαλοῦσα εἰς εὐωχίαν Χριστοῦ καὶ τράπεζαν, παρεκτικήν ἀφάτων ἀγαθῶν, καὶ βρῶσιν οὐράνιον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πτωχεύσας ὁ πλούσιος δι’ εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι’ ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, Ἰορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου, προφανῶς βαπτισθῆναι. Ὑμνήσωμεν πιστοί, τὴν Αὐτοῦ ἄκραν ταπείνωσιν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ὁ ἐν ἐρήμῳ τοῦ Κιέβου ἀσκήσας, καὶ δωρημάτων πληρωθεὶς οὐρανίων, ὁ Ἰωνᾶς ὑμνείσθω ὁ μακάριος· οὗτος γὰρ ὡς Ἄγγελος, ἐν τῷ κόσμῳ βιώσας, τῆς Ἀγγέλων στάσεως, ἐν ὑψίστοις μετέσχε· καὶ νῦν πρεσβεύει πάντοτε Χριστῷ, πᾶσι δοθῆναι, πταισμάτων συγχώρησιν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Τὸν Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπῶς ἐρχόμενον ὑμνήσωμεν Αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· ἰδοὺ γὰρ σῶσαι γένος τῶν βροτῶν, ἐν Ἰορδάνου ῥοαῖς παραγίνεται. 

 

Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὁ Ν΄ (50) Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 

Ἰδιόμελον. ῏Ηχος πλ.β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Τῶν ἀρετῶν τὴν ὁδόν, ἀσκητικῶς βαδίσας, τῶν ποικίλων δωρεῶν τοῦ ἁγίου Πνεύματος, θησαυρός πολύτιμος ὤφθης, Ἰωνᾶ θεόσοφε. Ὅλον γὰρ σεαυτὸν τῷ Χριστῷ ἀνέθου, κόσμον ἀρνησάμενος, καὶ πρὸς τὰ ἄνω τρέψας, τῆς ψυχῆς τὴν ἔφεσιν. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν ἱκέτευε, ρύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωνᾶ, Ἰωάννην(ν) με λύτρωσαι θηρός ὀλεθρίου.

ᾨδή α΄. Ἦχος α΄. Ὠδὴν ἐπινίκιον.

Ἰθύνων πρεσβείαις σου ζωήν μου, Πάτερ, πρὸς τρίβον σωτήριον, Ἰωνᾶ Ὅσιε, παράσχου μοι φωτισμόν, ὑμνῆσαι σου σεμνοπρεπῶς τά κατορθώματα.

Ὡς φῶς ὑπερθαύμαστον ἐν γῇ Ῥωσίας, ἐπέλαμψας Ὅσιε, δαδουχῶν ἅπαντας καί σκότους φθοροποιοῦ ἀνήρπασας ταῖς διδαχαῖς τοὺς προσιόντας σοι.

Νοός μου τήν ζόφωσιν σκέδασον Πάτερ, ὁσίαις πρεσβείαις σου, καί φωτός πλήρωσον, ψυχήν μου τήν ῥυπαράν, τὸν Φωτοδότην Ἰησοῦν ἐπικαλούμενος.

Θεοτοκίον.

Ἁγνὴ ἀειπάρθενε, Μήτηρ τοῦ Κτίστου τοῦ πάντων δεσπόζοντος, Σῷ Υἱῷ πρόσπεσον, τοῦ δοῦναι ἀπαλλαγὴν πλημμελημάτων μου δεινῶν, καί θεῖον ἔλεος.

 

ᾨδή γ΄. Στερεωθήτω ἡ καρδία μου.

Ἱδρῶσι πλὺνας τῆς ἀσκήσεως, τῶν παθῶν σπιλάδας, σεπτέ Ἰωνᾶ, καὶ τῶν δακρύων ταῖς πηγαῖς, ἐκκαθάρας καρδίαν σου, οἰκητήριον τοῦ Πνεύματος ἐφάνης τρισόλβιε.

Ὡς ἐκλογῆς σκεῦος πολύτιμον, ἐν ὑπερκοσμίοις σκηνώμασι ἤχθης παμμάκαρ, ἐκ παιδός Ἰωνᾶ ἀξιάγαστε, καί ἀνέσπερον κατώπτευσας τό φῶς τῆς θεότητος.

Ἀγαλλόμενος προσέδραμες, Σεραφείμ τῷ θείῳ θεσπέσιε, καί τά φθαρτά ὑπεριδὼν τῷ πατρὶ ὑποτέταξαι, καί εὐχήν ἐγκολπωσάμενος ἐγένου ἰσάγγελος.

Θεοτοκίον.

Νοημάτων ἐλευθέρωσον, τῶν ματαίων Μῆτερ ἀνύμφευτε, τήν χερσωθεῖσαν μου ψυχήν, ἀγαθοὺς δωρουμένη μοι ἐνθυμήσεις, ταῖς πρεσβείαις Σου τῷ Υἱῷ Σου ἑνούσας με.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γλυκυτάτῳ ἐτρώθης Χριστοῦ τῷ ἔρωτι, καί ἐκ βάθους κραυγάζων τῷ Ἰησοῦ νοερῶς, ὡς ὁ πάλαι Ἰωνᾶς θεομακάριστε, ἠξιώθης δωρεῶν, οὐρανίων Ἰωνᾶ, καί δόξης μή φθειρομένης, καί νῦν πρεσβεύεις τῇ Τριάδι, ὑπὲρ ἡμῶν τῶν εὐφημοὺντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἰδοὺ παραγίνεται, πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε· δεῦρο μὲ βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ παράπτωμα, ἦλθον ἰάσασθαι.

 

ᾨδή δ΄. Ἐν Πνεύματι προβλέπων.

Ναός τοῦ Παρακλήτου ἐγένου Ἰωνᾶ, τῶν Ἀγγέλων σύσκηνος, καί τύπος προσευχῆς καί διακρίσεως, λύχνος πιστούς φωτίσας καί ἀπλανῶς εἰς Χριστὸν καθοδηγήσας, σθένει δυναμούμενος Πνεύματος.

Ἡλίου λαμπροτέρα, ἡ Μήτηρ τοῦ Θεοῦ Ἰωνᾶ μακάριε, ὠράθη θαυμαστῶς ἐν ταπεινῇ σου τῇ κέλλῃ, σύν Ἀποστόλας καἰ Ἱεράρχαις καί Μαρτύρων τῇ χορείᾳ, σθένει δυναμοῦσα σε Πνεύματος.

Μισήσας ἐκ καρδίας τήν λύμην τῶν παθῶν, ἀρετῶν ταῖς κάλλεσι ἐκόσμησας σαυτόν∙ καί διδακτός παμμάκαρ Θεοῦ ἐφάνης, ψυχὰς φωτίζων εἰς ἐπίγνωσιν Τριάδος, σθένει δυναμούμενος Πνεύματος.

Θεοτοκίον.

Ἐφάνης Θεομήτωρ τῷ κόσμῳ ὡς αὐγή, δι’ἡμᾶς ἀνίσχουσα τὸν ἥλιον Χριστόν, καὶ τὴν χαρὰν τῷ κόσμῳ ἡ τετοκυία, ταῖς ἱκεσίαις Σου Αὐτὸν δυσώπει Κόρη, σθένος δωρηθῆναι μοι Πνεύματος.

 

ᾨδή ε΄. Τὴν Σήν εἰρήνην δός ἡμῖν.

Λειμών ὑπάρχεις νοερός σοφέ Ἰωνᾶ, ἄνθη χαρισμάτων εὐώδη δωρούμενος, τοῖς ἁπτομένοις τῶν λειψάνων σου, καί ῥυπαράς Πάτερ ἐννοίας ἐξαλείφων.

Ὑποσκελίζων τὸν ἐχθρὸν συντόνοις λιταῖς ,ἄσαρκος καθάπερ ὠράθης θεόσοφε, καὶ τῇ Τριάδι καθιέρωσας τήν σήν Μονήν, πλήθη τῶν μοναστῶν συνάγων.

Τρυφῇ ζωούμενος Χριστοῦ πικρίας πολλάς, θλίψεις ἀνυποίστους ἀκάκως ὑπήνεγκας καὶ τῶν δαιμόνων, Πάτερ Ὅσιε, τὰς μηχανὰς πάντας κατέστρεψας εὐχαῖς σου.

Θεοτοκίον.

Ῥερυπωμένην μου ψυχήν ὁρῶσα Ἁγνή, μὴ ἀποστραφῆς μὲ Κυρία Πανάμωμε, τό ὄνομά Σου περιφέροντα καρδίᾳ ἀεννάως ,καί χείλεσι μου Μῆτερ.

 

 

 

ᾨδή στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Ὡς θεόπτην, Ἰωνᾶ καὶ λαμπτῆρα φαεινόν, καί Χριστοῦ ἐκμιμητήν ἀνυμνοῦμεν οἱ πιστοί, κραυγάζοντες κινδὺνων ῥῦσαι τούς πόθῳ τιμῶντας σε.

Σέ τόν θεῖον, Ἰωνᾶν οἱ πιστοί περιχαρῶς, ἐκμαγεῖον ἀρετῶν καί ποιμένα ἀκριβῆ, γινώσκομεν καὶ ταπεινώσεως θεῖον ἐκτύπωμα.

Ἀκλινῆ ὑπογραμμόν, κοινοβίω σου σεπτῷ, τοῦ Στουδίου τήν μονήν καθυπέδειξας σοφέ, καί ἔστηκας τῆς παραδόσεως φὺλαξ ἀκλόνητος.

Θεοτοκίον.

Ἱλασμός καί φωτισμός, Θεονύμφευτε Ἀγνή, ὡς ἡ τέξασα τό φῶς πᾶσι φάνηθι ἡμῖν, τοῖς σπεύδουσι τῇ πανσθενῆ πρεσβείᾳ Σου Ἄχραντε.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Εὐφραινέσθω σήμερον ἡ Ἐκκλησία, μελωδοῦσα ἄσματα, τῷ θεοφόρῳ Ἰωνᾶ, καί ἐν χαρᾷ ἀνακράζουσα∙ μὴ διαλίπῃς Χριστόν ἱλασκόμενος.

Ὁ Οἶκος.

Οὐκ ἐξισχύσω ἱκανῶς ἀγῶνας σου ὑμνῆσαι, αἰδοῦμαι δέ τοῖς λόγοις ἀπόρρητα κηρύττειν, ὥνπερ ἐγεύθης μυστικῶς∙ ὅμως θεῖε Πάτερ, μή ἀπώσῃ μου ὠδάς, ἅς καί μέλπω τῇ μνῆμη σου· πλήθη γὰρ μοναζόντων ἐδίδαξας καὶ τούς προσιόντας ἐνουθέτεις, πρὸ δὲ πάντων ὑψοποιόν ταπείνωσιν ἐκτήσω, εὐχῇ δέ νοερά θεόπτης ἐγένου καί ἰάσεις παντοδαπάς σοφέ ἐποίεις· διό Ἰωνᾶ μακάριε, μὴ διαλίπης Χριστὸν ἱλασκόμενος.

 

Συναξάριον.

Τῇ Θ΄ τοῦ αὐτοῦ μηνός,  μνήμη τοῦ Ὁσίου  Ἰωνᾶ, μαθητοῦ τοῦ Ὁσίου Σεραφείμ τοῦ Σαρώφ καί Ἡγουμένου τῆς Μονῆς τῆς Ἁγίας Τριάδος ἐν Κιέβῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τούς ἐν καμίνῳ Παῖδας.

Θηρῶν ἀγρίων δίκην ἐπὶ σέ ἐπέπεσον ὁμοῦ οἱ ψευδάδελφοι, σοφέ ἀλλ’ οὐκ ἐκώλυσαν τήν σήν γλῶσσαν, ἀξίως τούς πιστοὺς διδάσκουσαν, Τριάδα σέβειν πιστῶς καί ἀνυμνεῖν εὐλαβῶς.

Ἡ ἐν Κιέβῳ θεία σου μονή ἀγάλλεται σήμερον, θεόφρον Ἰωνᾶ, ἀκλόνητος ταῖς ὑποθήκαις σου σταθεῖσα, ὕμνους δέ ἐξάδουσα τῷ Ζωοδότῃ Χριστῷ, ὡς Παντοκράτορι.

Ῥεόντων πάντων Πάτερ τήν ἀχλύν ἠννόησας καλῶς, καί τὰ μόνιμα ζητῶν, φιλοσοφίαν ἀληθῆ σύ, ἠρετίσω βίον ἀπερίσπαστον τοῦ ἀνυμνεῖν τόν Θεόν ὥσπερ ἀσώματος.

Θεοτοκίον.

Ὁ ἐκ λαγόνων θείων Σου τεχθείς Κυρία, ἁπάντων δέχεται Σου εὐμενῶς, τὰς διαπύρους ὑπέρ κόσμου ἱκεσίας, καί ἐπικαμπτόμενος τῶν δωρημάτων Αὐτοῦ ἡμᾶς ἐμπίμπλησι.

 

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.

Σωμάτων τήν ἴασιν καί ῥῶσιν τῶν ψυχῶν, παρέχεις τῇ χάριτι, παμμάκαρ Ἰωνᾶ, ποιμήν μοναζόντων, θλιβομένων χαρά καί χειμαζομένων στερρά παραμυθία.

Ὁ θείων Πατέρων τὰ διδάγματα τηρῶν, κανόνας τούς θείους τε καλῶς διακρατῶν, ὑμνείσθω ἀξίως καὶ λαμπρῶς τιμάσθω, ἐν ὕμνοις πανολβίοις.

Λοιμόν Πάτερ Ὅσιε κατέπαυσας εὐχαῖς, καὶ τραύματα ἔδησας Χριστῷ διακονῶν, διό πληγωθέντα θεραπεύεις ἐμέ, τόν προσπεφευγότα λειψάνων σου τῇ θήκῃ.

Εὐφραίνονται πρόσωπα σκιρτῶσι δέ ψυχαί, τῇ μνήμῃ σου σήμερον, Ῥωσίας θησαυρέ, πιστῶν δὲ ἁπάντων στηριγμός ἀκλινής, καί τῆς Ἐκκλησίας εὐωδιάζον ἄνθος.

Θεοτοκίον.

Θεόν τε καί ἄνθρωπον, κυήσασα Σεμνή, ἡμᾶς ἀνεβίβασας εἰς δόξαν θεϊκήν∙ διό Σέ ὑμνοῦμεν ὡδαῖς ἱεραῖς, Μῆτερ τοῦ Δεσπότου, εἰς πάντας τούς αἰῶνας.

 

ᾨδή θ΄. Τήν φωτοφόρον νεφέλην. 

Ῥωμαλαιότητι Πάτερ, τῇ παναλκῆ τοῦ Δεσπότου, ποικίλους φέρων πειρασμούς, Ἰωνᾶ θεοφόρε, καί σοφισθείς ὑπό Θεοῦ, ὑπόδειγμα πᾶσι πεφανέρωσαι, καί διδάσκαλος θεῖος, μοναζόντων καί μιγάδων ἀκριβῆς.

Ἰχνηλατῶν ὑποθήκας τῶν θεοσόφων Πατέρων, ταύτας ὡς νόμον ἀκριβῆ τῇ Μονῇ σου παρέθου∙ διὸ πρεσβείαις σου θερμαῖς, λατρείας τῆς θείας τήν παράδοσιν περιφύλαττε, Πάτερ, ἐκ φθορέων καινοτόμων ἀβλαβῆ.

Ὁ τῆς Τριάδος ἐκφάντωρ νῦν ἐν ψαλμοῖς εὐφημείσθω, καί ἐν ὡδαῖς πνευματικαῖς· μοναζόντων οἱ δῆμοι, τῇ πανεόρτῳ καί λαμπρᾷ αὐτοῦ πανηγύρει χορευέτωσαν, ὅτι θεῖον προστάτην Ἰωνᾶ τὸν πάνυ εὕραντο.

Θεοτοκίον.

Ὑπό δαιμόνων ὁ τάλας ἀπατηθείς ἀμελείᾳ, δοῦλος πολλῶν ἁμαρτιῶν καί παθῶν κατεστάθην· διό προσπίπτω ταπεινῶς ἀχράντοις ποσί Σου, Μητροπάρθενε πρεσβειῶν Σου φαρμάκῳ, ἰατρεῦσαι μου τά ἔλκη τῆς ψυχῆς.

 

 

 

 

 

Ἐξαποστειλάρια. Τοῖς Μαθηταῖς συνελθῶμεν.

Τὸν Ἰωνᾶν τὸν ἔνθεον, τῆς Ρωσίας τό θρέμμα, καί Σεραφείμ τοῦ μάκαρος, τό τρισόλβιον τέκνον, ἀνευφημήσωμεν πόθω, τῶν λειψάνων τήν θήκην, αὐτοῦ κατασπαζόμενοι, ἱκετεύοντες τοῦτον ὑπέρ ἡμῶν, τῶν σεπτῶν τελούντων αὐτοῦ τήν μνήμην, ἁγιασμόν δωρήσασθαι, καί ψυχῶν σωτηρίαν.

Ἕτερον.

Κιέβου τό θησαύρισμα, καί Μονῆς τῆς Τριάδος, τό ἱερόν κειμήλιον, μοναζόντων τό κλέος, ἀπηλπισμένων προστάτην, ἰατρὸν τῶν νοσούντων, τὸν Ἰωνᾶν τιμήσωμεν, τήν ταπείνωσιν τούτου ἐν καρδιῶν, ταῖς πλαξί ἐγγράψαντες καί βοῶντες∙ πυρὸς δεινοῦ ἐξάρπασον, ἡμῖν ζωήν ἀντεισάγων.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἰωνᾶ τρισόλβιε, παρθενευόντων φωστήρ, Ἐκκλησίας τό καύχημα, καί Τριάδος Ὅσιε, ἱερόν ἐνδιαίτημα· ἡ γάρ Μονή σου λαμπρῶς δεδόξασται, τῇ ἐπισκέψει, τῆς Θεομήτορος· ὅθεν καί γέγονεν, ἀσφαλές προσφύγιον καί στηριγμός, πάντων ἀκαταίσχυντος τῶν προστρεχόντων Θεῷ.

 

Πάτερ Ἰωνᾶ θεσπέσιε, ὡς ἐραστής τοῦ Χριστοῦ, ἠξιώθης θεάσασθαι, κάλλος ὑπερκόσμιον, τῆς ἁγνῆς Θεομήτορος, καί τῷ ἀκτίστω φωτὶ λαμπόμενος, Χριστοῦ συνόμιλος ὤφθης Ὅσιε· ὅθεν γεραίρομεν, τήν ἁγίαν μνήμην σου καὶ τήν στερράν, σκέπην σου αἰτούμεθα, οἱ ἀνυμνοῦντες σε.

 

Πάτερ Ἰωνᾶ μακάριε, τῆς νοερᾶς προσευχῆς, ὡς ἐργάτης φιλότιμος, καρδιῶν ἐγνώρισας, ἀκριβῶς τὰ ἀπόρρητα, καί θεοπνεύστοις διδασκαλίαις σου, Χριστοῦ τά θρέμματα καθωδήγησας, πρός τήν οὐράνιον, μάνδραν τοῦ Δεσπότου σου, ἀλλά καὶ νῦν, πάντων ἡμῶν μνήσθητι, τῶν εὐφημοὺντων σε.

 

Δόξα πλ. α΄.

Τὸν θεοδίδακτον Πατέρα, καί τῆς ἰσαγγέλου πολιτείας ὑφηγητήν, Ἰωνάν τὸν πάντιμον εὐφημήσωμεν· καὶ γὰρ ἐν ἐσχάτοις καιροῖς τῆς ἀνομίας, ὡς ἀστὴρ φαεινός ἀνέτειλεν, καρδίας ἡμῶν ψυγεῖσας ἐκ τῆς ἀγάπης, αὐγάζων καί θερμαίνων, τήν ἀπόγνωσιν ἐκβάλλων, καί παράκλησιν πνευματικήν τοῖς αὐτῷ, καὶ τοῖς τιμίοις αὐτοῦ λειψάνοις προστρέχουσιν δωρούμενος· διό βοήσωμεν αὐτῷ· Πάτερ θεοειδέστατε, μή διαλίπῃς εὐχαῖς σου εὐπροσδέκτοις, τῷ Κυρίῳ ἡμᾶς προσάγειν, τοῦ ἐλεῆσαι καί σῶσαι τάς ψυχάς ἡμῶν.

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ὅλος ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καὶ λόγοις, καὶ θείαις ὑποθήκαις, ὦ Ἰωνᾶ παμμάκαρ, φωτίζων ἃπαντας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου