Κυριακή 8 Αυγούστου 2021

ΑΥΓΟΥΣΤΟΣ 9. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΜΑΤΘΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


 


ΑΥΓΟΥΣΤΟΣ Θ΄.

ΜΑΤΘΙΑΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

Στιχηρὰ τοῦ Ἀποστόλου Ἦχος α' Πανεύφημοι μάρτυρες

Ματθία μακάριε Ἐδέμ, νοητῆς ἐξέβλυσας, ὡς ποταμὸς προσκλυζόμενος, ἐνθέοις ὕδασι, καὶ τὴν γῆν ἀρδείαις, μυστικαῖς κατήρδευσας, καὶ ταύτην καρποφόρον ἀνέδειξας· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ματθία Ἀπόστολε χορόν, θεῖον ἀνεπλήρωσας, ἐξ οὗ Ἰούδας ἐκπέπτωκε, καὶ θείαις ἀστραπαῖς, τῶν σοφῶν σου λόγων, σκότος ἀπεδίωξας, τῆς εἰδωλομανίας ἐν Πνεύματι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ματθία θεόπνευστε τροχῷ, τῷ τοῦ κόσμου ἔφαναν, αἱ ἀστραπαὶ τῶν δογμάτων σου, πάντας φωτίζουσαι, πάντας ὁδηγοῦσαι, θείαν πρὸς ἐπίγνωσιν, δοχεῖα τοῦ φωτός ἐργαζόμεναι, τοὺς πρὶν καθεύδοντας, ἐν νυκτὶ τῆς ματαιότητος, καὶ ἐν σκότει, πάσης ἀθεότητος.

 

 

 

 

Δόξα. Τοῦ Ἀποστόλου. Ἦχος β΄.

Τοὺς τῆς ἀπάτης ἄξονας, τῆς κακίας τὰ ἅρματα, Ματθία Ἀπόστολε Χριστοῦ, ἅρμα θεῖον γεγονώς, εἰς τέλος ἐλέπτυνας, εἰδωλικούς τε προῤῥίζων στύλους καὶ ναούς, δυνάμει θείᾳ κατηδάφισας, ναοὺς δὲ θείους πάνσοφε, τῆς Τριάδος εἰργάσω, πάντας τοὺς πιστεύσαντας, τῷ σῷ ἐνθέῳ κηρύγματι· διό περ τοὺς τὴν μνήμην σου τελοῦντας πιστῶς, πάσης ἀνάγκης καὶ θλίψεως, σαῖς ἱκεσίαις ἐλευθέρωσον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί

Λάμψας ὑπὲρ νοῦν, ἐκ Παρθένου Παναγίας, Λόγε τοῦ Θεοῦ, τόν, Ἀδὰμ ὅλον φορέσας, τὴν πρὶν ἀμαυρωθεῖσαν, φύσιν πᾶσαν ἐλάμπρυνας, θείᾳ τῆς μορφῆς σου ἀλλοιώσει, μεταμορφωθεὶς ἐπὶ τοῦ ὄρους, Θαβὼρ Δέσποτα, πρὸ τοῦ τιμίου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Ὄρος τὸ ποτέ, ὂν ζοφῶδες καὶ καπνῶδες, τίμιον ἰδού, νῦν καὶ ἅγιον ὑπάρχει· ὁ πρὶν τὸν Ἰσραὴλ γάρ, ὁδηγήσας ὡς γέγραπται, στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ, σήμερον ἐξέλαμψεν ἀῤῥήτως, ὑπὲρ ἥλιον, Χριστὲ ἐν τούτῳ ὡς Θεός, φαιδρύνας τὰ σύμπαντα.

 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Νῦν δουλοπρεπῶς, συλλαλοῦντες τῷ Δεσπότῃ, βλέπων ὁ Κηφᾶς, ἐν Θαβὼρ τοὺς δύο ἄνδρας· Καλὸν ἐστιν ἐβόα, ὧδε εἶναι· ποιήσωμεν, τρεῖς σκηνὰς εἰ θέλεις ἀνὰ μέρος, σοὶ Χριστὲ Μωσεῖ τε καὶ Ἠλίᾳ, τοῖς οἰκέταις σου, ὅπερ ἐλάλει μὴ εἰδώς· θάμβει γὰρ συνείχετο.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'

Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου, τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἀποστόλου Ἦχος γ'

Ἀπόστολε Ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Αὐτόπτα τοῦ Χριστοῦ, τῶν σοφῶν Ἀποστόλων, τῷ κλήρῳ ἀληθῶς, τῇ χορείᾳ τῇ τούτων, ἀξίως συνηρίθμησας, καὶ τὸν χῶρον ἐξεπλήρωσας, οὗ ἐκπέπτωκεν ὁ δολιόφρων Ἰούδας, καὶ ἐκήρυξας, τὸ Εὐαγγέλιον πᾶσι, Χριστοῦ τὸ σωτήριον.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος δ' Κατεπλάγη Ἰωσήφ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, τῆς θεϊκῆς ὑπεράγαθε. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος γ΄. Θείας πίστεως.

Θείαν ἔλλαμψιν, ἐκ τοῦ Κυρίου, εἰσδεξάμενος, Ματθία μάκαρ, τῶν σοφῶν δωδεκάδων ἐκ θείῳ κλήρῳ , συναριθμούμενος, τοῦ Λόγου κῆρυξ γέγονας, καὶ τὰ ἔθνη ζωγρίζων, πρὸς φῶς ἀείζωτον μετήγαγες, Αὐτὸν ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

 

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὁ οὐρανὸς ὁ λογικὸς νῦν ἐπέφανε, Θεοῦ τὴν δόξαν ἐμφανῶς διηγούμενος, ἡ ἀστραπὴ τοῦ Πνεύματος Ματθίας ὁ κλεινός, λύχνος ὁ πολύφωτος, φωταυγίας τῆς θείας, τοῦτον ἀνυμνήσωμεν, ὡς Χριστοῦ μύστην πάντες, ἵνα παντοίων θλίψεων εὐχαῖς, αὐτοῦ ῥυσθῶμεν καὶ σκότους καὶ κολάσεως.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, τὸ ΙΑ’ Ἀναστάσιμον ἑωθινόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὴν κτίσιν ὡς ἀετὸς ὑψιπέτης διῆλθες, Ματθία πανεύφημε, μαθητὰ τοῦ Σωτῆρος, καὶ Ἀπόστολε· καὶ τὴν πλάνην τῶν εἰδώλων, τοῖς πυριφθόγγοις σου δόγμασιν, ὡς ὕλην πᾶσαν καταφλέξας, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ πρὸς τὴν θείαν γνῶσιν μετήγαγες· καὶ νῦν πρέσβευε Χριστῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Ὁ Πρῶτος Κανών τῆς Ἑορτῆς καὶ ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς: Ὕμνοις σε μέλπω Ματθία Χριστοῦ φίλε. Θεοφάνους.

ᾨδὴ α' Ἦχος πλ. δ' ᾌσωμεν τῷ Κυρίῳ

μνοις σου τὴν φωσφόρον, μέλποντα Ματθία νῦν πανήγυριν, οὐρανόθεν μοι αἴγλην, σωτηρίας δοθῆναι ἱκέτευε.

Μέγας ἥλιος ὤφθης, φωτὶ τῷ μεγάλῳ ἀξιάγαστε, μεθ' ἡμῶν γενομένῳ, ὁμιλήσας ἀμέσως, Ἀπόστολε.

Νόμοις τοῖς τοῦ Δεσπότου, μάκαρ καθυπείκων τῇ σαγήνῃ σου, συλλαμβάνεις τῆς γλώττης, ἐκ βυθοῦ ἀγνωσίας τὰ πέρατα.

Θεοτοκίον

λον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

 

 

ᾨδὴ γ' Σὺ εἶ τὸ στερέωμα

σχυσας σθενούμενος, ζωαρχικῷ σοφὲ νεύματι, τοῦ ἰσχυροῦ, σκῦλα διαρπάσαι, καὶ δουλῶσαι τῇ χάριτι.

Στέργων τὸν Διδάσκαλον, καθυπουργῶν αὐτοῦ νεύμασι, παντουργικοῖς, πλάνης διασῴζεις, τοὺς βροτοὺς ἀξιάγαστε.

Σὲ τὸν δωδεκάριθμον, τῶν Μαθητῶν χορὸν ἅγιον, τὸ παντουργόν, Πνεῦμα συμπληροῦντα, θεοῤῥῆμον ἐκλέγεται.

Θεοτοκίον

χων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.

 

Κάθισμα. τοῦ Ἀποστόλου Ἦχος πλ. δ' Τὴν Σοφίαν

Ἀστραπαῖς σου τῶν λόγων τῶν θεϊκῶν, καταφλέξας τὴν πλάνην τὴν πονηράν, πιστοὺς κατεφώτισας, ἀνυμνεῖν τὴν ἐν σώματι, παρουσίαν μάκαρ, τοῦ πάντων δεσπόζοντος, καὶ αὐτοῦ τὸ πάθος τὸ θεῖον ἐζήλωσας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, καὶ συμφώνως βοῶμέν σοι· Ματθία Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος δ' Ἐπεφάνης σήμερον

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.

ᾨδὴ δ', Εἰσακήκοα Κύριε

Μίαν φύσιν Θεότητος, μίαν βασιλείαν καὶ κυριότητα, καταγγέλλων παμμακάριστε, τῶν ἐθνῶν ἀγέλας ἐσαγήνευσας.

πεβίβασε Κύριος, σὲ ἐν τῇ θαλάσσῃ τοῦ βίου πάνσοφε, ὥσπερ ἵππον συνταράσσοντα, τῆς πολυθεΐας πικρὰ ὕδατα.

Λόγῳ θείῳ ἐνέωσας, τὰς κεχερσωμένας καρδίας πάνσοφε, κατασπείρας τὴν εὐσέβειαν, καὶ τῆς ἀληθείας τὴν ἐπίγνωσιν.

Θεοτοκίον

Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσιν.

 

ᾨδὴ ε', Ἵνα τί με ἀπώσω

ς πολύφορον κλῆμα, ἡ ἀληθινή σε ἐξέτεινεν ἄμπελος, γεωργοῦντα βότρυν, τὸν προχέοντα οἶνον σωτήριον, ὃν πιόντες μάκαρ, οἱ συσχεθέντες ἀγνωσίᾳ, τῆς ἀπάτης τὴν μέθην ἀπέῤῥιψαν.

Μαθητῶν δωδεκάδος, ὤφθης συμπληρῶν τὸν χορὸν τὸν μακάριον, ἐξ οὗ ὁ προδότης, ἑαυτὸν ἀποῤῥίψας ἐκέρδησε, τὴν πικρὰν ἀγχόνην, κατὰ Χριστοῦ ἐπάρας πτέρναν, μυστολέκτα Ματθία Ἀπόστολε.

λας θεῖον ἐβλήθης, μάκαρ εἰς τὸν κόσμον Ματθία Ἀπόστολε, σηπεδόνα πλάνης, ἐκκαθαίρων νοστίμοις διδάγμασιν, ἐκδιώκων νόσους, καὶ ἀπελαύνων μαλακίας, τῶν ψυχῶν καὶ τῶν σωμάτων πανεύφημε.

Θεοτοκίον

Τοὺς ἀμόρφους χιτῶνας, καὶ τὴν παλαιὰν ἐξεδύσατο νέκρωσιν, ὁ Ἀδὰμ Παρθένε, τῷ ἀχράντῳ σου τόκῳ Θεόνυμφε, καὶ στολὴν ἁγίαν, ἀληθινὴν μετημφιέσθη, μηδαμῶς ῥυπουμένην παθήμασιν.

 

ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτήρ

Θεὸς ἐγένου θετός, ἑνώσει θείᾳ θεούμενος, καὶ πρωτουργῶς ἐκ Θεοῦ, ἀκτῖνας δεξάμενος, πιστοὺς κατεφώτισας, καὶ τὴν γῆν ἀχλύος, τῶν εἰδώλων ἐξεκάθηρας.

δού σοι ὑποχωρεῖ, τῷ Μαθητῇ πᾶσα πρόῤῥησις, τῶν ἱερῶν Προφητῶν· αὐτόπτης ἐγένου γάρ, οὗ πάλαι προήγγειλαν, ὑπουργὸς Ματθία, μιμητής τε καὶ Ἀπόστολος.

Θεοτοκίον

γίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοί σε ὀνομάζομεν.

 

Κοντάκιον τῆς Ἑορτῆς Ἦχος βαρύς Αὐτόμελον

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Κοντάκιον. Τοῦ Ἀποστόλου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Φωταυγὴς ὡς ἥλιος, εἰς πάντα κόσμον, ἐξελθὼν ὁ φθόγγος σου, καταφωτίζει τῶν ἐθνῶν, τὴν Ἐκκλησίαν ἐν χάριτι, θαυματοφόρε, Ματθία Ἀπόστολε.

 

Συναξάριον.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Παῖδες Ἑβραίων ἐν καμίνῳ

Χύσιν ἐξήρανας ἀπάτης, τῇ πλημμύρᾳ σου τῶν λόγων τῆς σοφίας, καὶ χειμάῤῥους τρυφῆς, ἐπότισας τοὺς πίστει, ἀναβοῶντας ἔνδοξε· ὁ Θεὸς εὐλογητὸς εἶ.

ώμῃ Θεοῦ παντοδυνάμῳ, ἐξησθένησαν ἐχθροῦ μηχανουργίαι, πρὸ προσώπου τῆς σῆς, Ἀπόστολε πορείας, καὶ διεθρύβη ὄρη τε, καὶ βουνοὶ τῆς ἀθεΐας.

Θεοτοκίον

δε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η', Ἑπταπλασίως κάμινον

Στόμα Θεοῦ γενόμενος, ἐκ τοῦ φάρυγγος ἥρπασας, τοῦ ἀνθρωποκτόνου, οὓς δεινῶς κατέπιε, καὶ βρῶμα εἰργάσατο, τῆς ἑαυτοῦ κακίας σοφέ, καὶ διὰ λουτροῦ, ἀναγεννήσεως τούτους, προσήγαγες Κυρίῳ, μελῳδοῦντας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοὺς τῆς ἀπάτης ἄξονας, τῆς κακίας τὰ ἅρματα, ἅρμα γεγονώς, Θεοῦ τοῦ Λόγου ἔνδοξε, εἰς τέλος ἐλέπτυνας, εἰδωλικούς, προῤῥίζους τε, στήλας καὶ ναοὺς θείᾳ δυνάμει καθεῖλες, ναοὺς δὲ τοὺς βοῶντας, τῆς Τριάδος εἰργάσω· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

λογικὸς ἐπέφανεν, οὐρανὸς διηγούμενος, τοῦ μονογενοῦς, Θεοῦ δόξαν τὴν ἄῤῥητον, Ματθίας ὁ πάνσοφος, ἡ ἀστραπὴ τοῦ Πνεύματος ὁ σαγηνευτής, τῶν πλανωμένων ὁ λύχνος, τῆς θείας φωταυγίας, τῶν ἀῤῥήτων ὁ μύστης, αὐτὸν ἐν εὐφροσύνῃ, ὑμνήσωμεν συμφώνως.

Θεοτοκίον

περφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργόν, τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον Δέσποινα ἁγνή, ᾧ μελῳδεῖ πᾶσα κτίσις· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ', Ἔφριξε πᾶσα ἀκοή

Φίλον σε ἔφη ὁ Σωτήρ, τοῖς αὐτοῦ καθυπουργοῦντα προστάγμασι, μάκαρ Ἀπόστολε, καὶ κληρονόμον τῆς βασιλείας αὐτοῦ, ἐν τῇ μελλούσῃ φοβερᾷ, ἡμέρᾳ συγκάθεδρον, Ματθία πάνσοφε, δωδεκάδος Μαθητῶν τὸ συμπλήρωμα.

στίῳ μάκαρ τοῦ Σταυροῦ, διελθὼν τὴν ἀγριαίνουσαν θάλασσαν, τοῦ βίου ἔφθασας, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως, καὶ ἀκροτάτῳ ἐφετῶν, χαίρων νῦν παρίστασαι, σὺν Ἀποστόλων χορῷ, δυσωπῶν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Λυχνία ὄντως χρυσαυγής, θρυαλλίδι τῇ τοῦ Πνεύματος λάμπουσα, ὤφθη ἡ γλῶσσά σου, καταπιμπρῶσα ἔκφυλα δόγματα, κατασβεννύουσα σοφέ, τὸ πῦρ τὸ ἀλλότριον, φῶς ἀπαστράπτουσα, τοῖς ἐν σκότει ἀγνωσίας καθεύδουσιν.

Θεοτοκίον

παυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμοὺς φύσεως ἀμόλυντε, τὰ διεστῶτα πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

 

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου Ἦχος β' Τοῖς μαθηταῖς συνέλθωμεν

Ἰούδας ὁ παράνομος, αὐθαιρέτῳ τῇ γνώμῃ, ἀποῤῥαγεὶς ἐκπέπτωκε, δωδεκάδος τῆς θείας, τῶν Ἱερῶν Ἀποστόλων, ἐκλογῇ δὲ τῇ θείᾳ, Ματθίας ὁ πανεύφημος, προκριθείς ἀντεισήχθη, ὡς Μαθητής, ὡς Χριστοῦ Ἀπόστολος, καὶ ὡς πᾶσαν, τὴν γῆν λαμπρύνας δόγμασι, τῆς Ἁγίας Τριάδος.

Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν , ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

 

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Στόμα τοῦ Λόγου γενόμενος πυρίπνουν, ἐκ φάρυγγος ἥρπασας ἀνθρωποκτόνου σατᾶν, οὕπερ δεινῶς πρὶν κατέπιε, βροτοὺς ἰσχύσας, Ματθία κήρυξ Χριστοῦ πανόλβιε, καὶ βρῶμα εἰργάσατο τῆς ἑαυτοῦ ἀπηνῶς, κακίας πάσης ἡδύτατον, τούτους Κυρίῳ, διὰ τοῦ θείου λουτροῦ προσήγαγες, Αὐτῷ βοῶντας καὶ κραυγάζοντας· Σῶσον ἡμᾶς πολυέλεε, καὶ τῆς Σῆς Βασιλείας καταξίωσον ὡς εὔσπλαγχνος. (Δίς)

 

Φίλον σε ἔφη ὁ Κύριος τῆς δόξης, Ματθία Ἀπόστολε, καθυπουργοῦντα θερμῶς, Αὐτοῦ τοῖς θείοις προστάγμασι, καὶ κληρονόμον, τῆς Βασιλείας Αὐτοῦ πανένδοξε, καὶ θεῖον συγκάθεδρον ἐν τῇ μελλούσῃ φρικτῇ, ἡμέρᾳ ὄντως τῆς Κρίσεως, τῆς δωδεκάδος τῶν μαθητῶν Χριστοῦ τὸ συμπλήρωμα· μεθ’ ὧν δὴ φεῖσαι ἡμῶν τῶν δούλων σου, ἐν ἡμέρᾳ τῆς δίκης ἐλευθέρωσον, τῶν πιστῶς ἑορταζόντων τὴν ἱεράν σου πανήγυριν.

 

Ἱστίῳ μάκαρ Σταυροῦ, Χριστοῦ αὐτόπτα τοῦ βίου τὴν θάλασσαν, τὴν ἀγριαίνουσαν, σὺ διελθὼν κῆρυξ ἔφθασας, πρὸς τοὺς λιμένας, τῆς ἀναπαύσεως καὶ παρίστασαι, νῦν χαίρων Ἀπόστολε, τῷ ἀκροτάτῳ σαφῶς, τῶν ἐφετῶν· διὸ πρέσβευε, Χριστῷ ἀπαύστως, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε, καὶ τὴν σὴν μνήμην παναοίδιμε, γεραιρόντων μετόχους ποιήσασθαι, τῆς Αὐτοῦ Βασιλείας, ὦ Ματθία πανσεβάσμιε.

 

Δόξα. Ἦχος πλ. Β΄.

Ματθία Ἀπόστολε Χριστοῦ, ἅλας θεῖον ἐβλήθης, εἰς τὸν κόσμον πανένδοξε, τοῖς νοστίμοις διδάγμασιν, ἐκκαθαίρων ἅπασαν, τὴν σηπεδόνα τῆς πλάνης, καὶ ἐκδιώκων τὰς νόσους τῶν ψυχῶν, καὶ σωμάτων θείᾳ χάριτι, ἔπεισας τοὺς ἀνθρώπους, τοῖς τοῦ Δεσπότου νόμους καθυπείκειν, καὶ τῇ τῆς γλώττης σου σαγήνῃ, τὰ ἔθνη πάντα συλλαβών, ἐκ βυθοῦ τῆς ἀγνωσίας, τῷ Χριστῷ προσεκόμισας· διὸ καὶ τοῖς τὴν μνήμην σου τελοῦσι πιστῶς, δωρηθῆναι αἴτησαι τῶν πταισμάτων ἱλασμόν, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου