Τετάρτη 25 Αυγούστου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 22. ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΖΩΓΡΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΒ΄.

ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΖΩΓΡΑΦΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 


Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

 

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν προσόμοια δ΄. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου.

Καταυγασθέντες τὸν νοῦν καὶ τὴν καρδίαν, ψυχῆς τε τὰ ὄμματα τῷ θείῳ Πνεύματι, καὶ τῶν προσκαίρων τὸ μάταιον εἰς νοῦν λαβόντες, κόσμον Πατέρες ἐγκατελίπετε, καὶ πόθῳ προσήλθετε τῇ τοῦ Ζωγράφου Μονῇ, καὶ πρὸς ἀγῶνας ἀσκήσεως, ἐγγυμνασθέντες, ὁμολογίας στέφανον ἤρατε, λατινοφρόνους κατησχύναντες, ἐκ τοῦ πύργου αὐτοὺς διελέγχοντες, καὶ πυρὶ τεφρωθέντες, θύματα Χριστῷ προσήχθητε. (Δίς)

 

Στερεωθέντες πανόσιοι ὡς πύργοι, ἐν πέτρᾳ τῆς πίστεως ἐχθροὺς τῆς πίστεως, ἄνωθεν πύργου ἐλέγξαντες λατινοφρόνους, θάνατον τίμιον ὑπεμείνατε· πυρὶ ἐκκαυθέντες γὰρ ὁλοκαυτώματα, Χριστῷ προσήχθητε πάνσοφοι ὡς ἱερεῖα, ὀσμῆς πληρώσαντες τὰ οὐράνια· ὅθεν ἐκ πόθου ἑορτάζομεν, τὴν ὑμῶν μνήμην Ἅγιοι, δυσωποῦντες πρεσβεύειν, ὑπὲρ τῶν ἀνευφημούντων ὑμᾶς.

 

Ὕμνοις ἐνθέοις τιμάσθω ἐπαξίως, Θωμᾶς ὁ ἡγούμενος καὶ ὁ Παρθένιος, καὶ ὁ κλεινὸς Βαρσανούφιος Κύριλλος Σίμων, Μιχαίας Σάββας Ἰὼβ Ἰάκωβος, Κοσμᾶς Ἱλαρίων τε Κυπριανὸς καὶ Μηνᾶς, Σάββας Ἰάκωβος Παῦλος τε, Σέργιος ἅμα, τῷ Ἀντωνίῳ Ἰωαννίκιος, θεῖος Εὐθύμιος ὁ ἀοίδιμος, Μαρτινιανὸς Δομετιανὸς ὁμοῦ, σὺν λοιποῖς τέσσαρσιν ἄλλοις, ὧν τὴν μνήμην νῦν γεραίρομεν.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Μακάριος ὁ βίος ὑμῶν, Πατέρες οὐρανόφρονες, καὶ ὁ θάνατος τίμιος, ἀληθῶς ἀνεδείχθη· ὑπὲρ γὰρ εὐσεβείας, τὰς ψυχὰς ὑμῶν ἀψηφίσαντες, εἰς καῦσιν πυρός, ὡς οἱ τρεῖς Παῖδες παρεδώκατε· καὶ μετὰ Ἁγίων ὁ κλῆρος ὑμῶν ἐστι, καὶ γῆν τῶν πραέων ἐσκηνώσατε· πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον προσόμοια Ἦχος πλ.β΄. Τριήμερος ἀνέστης.

Αἰνέσωμεν συμφώνως ὁμοῦ, εἰκάδα τὴν θεόλεκτον, σὺν ἑξάδι τῆς Μονῆς ἡμῶν φρουρούς, στερροὺς ὁσιοάθλους, πλάνης τοὺς καθαιρέτας, ὀρθοδοξίας ὑπερμάχους τε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Σπασάμενοι ὡς μάχαιραν, πνευματικὴν τρισόλβιοι, Θεοῦ ρῆμα, διεκόψατε ἐχθρῶν, λατινοφρόνων κάρας, καὶ ὁλοκαυτωθέντες, ὀδμὴ Κυρίῳ προσηνέχθητε.

 

Στ.: Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Συνόντες τῶν Ἀγγέλων χοροῖς, καὶ θρόνῳ παριστάμενοι, τοῦ Δεσπότου, θεοφόροι σὺν αὐτοῖς, ἐκτενῶς δυσωπεῖτε, τοῦ σώζεσθαι κινδύνων, τοὺς τὴν ὑμῶν μνήμην γεραίροντας.

 

Δόξα. Καὶ νῦν. ὅμοιον.

Τριὰς ἀπειροδύναμε, Μονὰς ἡ τρισυπόστατος, ἱκεσίαις τῶν στερρῶν σου ἀθλητῶν, καὶ τῆς ἀειπαρθένου, καὶ μόνης Θεοτόκου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.

 

Νῦν ἀπολύεις, Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.

Τὴν ὁσιόαθλον πάντες θεοσύλλεκτον φάλαγγα, τῶν ἓξ καὶ εἴκοσι θείων Μονῆς Ζωγράφου Πατέρων τιμήσωμεν, τοὺς δὲ ἐλέγξαντας πλάνην λατίνων, καὶ βιαίως μόρον διὰ πυρὸς ἐν πύργῳ καθυπομείναντας· Θωμᾶν τὸν ποιμενάρχην καὶ ἱερὸν Βαρσανούφιον, σὺν τῷ κλεινῷ Παρθενίῳ, καὶ λοιποὺς συναθλήσαντας. Πάντες οἱ Μονῆς τῆς αὐτῆς φοιτηταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ

 

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια τῶν Ἁγίων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

Φιλεόρτων συστήματα, Μοναζόντων ὁ σύλλογος, ἑορτὴν στησώμεθα ἀγαλλόμενοι, ὁσιοάθλων καὶ ἄσματα, Χριστῷ ἀναπέμψωμεν, τῷ ἰσχύσαντι αὐτούς, διελέγξας τὴν ἄνοιαν δεινοῦ ἄνακτος, Μιχαὴλ τε καὶ Βέκκου πατριάρχου, λυττησάντων κακοδόξως, κατὰ τῆς ποίμνης Μητρὸς Θεοῦ.

 

Τοὺς πανσέπτους θεράποντας, τῆς ἁγνῆς Θεομήτορος, τῆς Μονῆς Ζωγράφου τε ἀγλαόκαρπα, φυτὰ καὶ ρόδα πανεύοσμα, σεπτοὺς πολιούχους τε, εἰκοστοὺς ἐν ἀριθμῷ, καὶ ἓξ ὄντας τιμήσωμεν θείοις ἄσμασιν, τοὺς ἐλέγξαντας πλάνην κακοδόξων, καὶ πυρὶ δοκιμασθέντας ὥσπερ χρυσὸς δοκιμώτατος.

 

Ὁ Θωμᾶς ὁ περίδοξος, καὶ ὁ θεῖος Παρθένιος, Σίμων Βαρσανούφιος Ἰὼβ Κύριλλος, Μιχαίας Σάββας Ἰάκωβος, Κοσμᾶς Ἱλαρίων τε, καὶ ὁ Δομετιανός, Μηνᾶς Ἰωαννίκιος Παῦλος Σέργιος, καὶ Ἀντώνιος Μαρτινιανός τε, σὺν λοιπῇ ὀκτάδι ὕμνοις, χρεωστικῶς εὐφημήσθωσαν.

 

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις εὐφημιῶν ᾄσμασιν, εὐφημήσωμεν εὐσεβοφρόνως, τοὺς ὁσιομάρτυρας σήμερον, ὁμολογητὰς ἓξ καὶ εἴκοσιν, ὡς τῆς εὐσεβείας ὑπερμάχους· τοὺς μέν, ὡς Μονῆς Ζωγράφου προεξάρχοντας, τοὺς δέ, ὡς ἅμα τοῖς ἄλλοις κοπιάσαντας, ἐν τῷ τῆς πίστεως λόγῳ, ἀσκητῶν τε πόνοις, καὶ ἀθλήσαντας σὺν αὐτοῖς· οὓς ἔστεψε Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ποίοις πνευματικοῖς ἔπεσιν, ἐπαινέσωμεν τοὺς θεοφόρους, καὶ ὁσιοάθλους ἓξ εἴκοσι, τοὺς μαρτυρικῷ τέλει δύναντας, ἔνδοθεν τοῦ πύργου τεφρωθέντας, Θωμᾶν, τὸν ἐν τῇ Ζωγράφου προεδρεύσαντα, Ἰώβ, Βαρσανούφιον Ἰάκωβον, Σάββαν καὶ Παρθένιον Κοσμᾶν τε, σὺν λοιποῖς ἐλέγξαντας, τὴν πλάνην παπολατρῶν, καὶ στέφη οὐράνια, ἀξίως λαβόντας χειρὶ Θεοῦ.

 

Ποίοις εὐφραντικοῖς μέλεσιν, ἀνυμνήσωμεν χορὸν ὁσίων, τοὺς συν- αθροισθέντας τῇ χάριτι, εἰς μίαν ὁμόνοιαν πίστεως, τοὺς στερροὺς τῆς πίστεως προβόλους, Τριάδος, τοὺς ὑπερμάχους καὶ θεράποντας, φωστῆρας, τὴν οἰκουμένην διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς πύργους, οὓς στεφάνοις δόξης, ἐστεφάνωσεν ἡ Τριάς, ὡς Πνεύματος κήρυκας, καὶ Πνευματομάχους ἐλέγξαντας.

 

Δόξα. ῏Ηχος πλ. β΄.

Δεῦτε σήμερον χορείαν πνευματικὴν ἐπικροτήσαντες, ἐν τῇ Μονῇ τοῦ Ζωγράφου, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν ἐνδόξων ὁσιοάθλων Πατέρων, ἓξ καὶ εἴκοσιν ἀριθμῷ ὄντας, τὴν σεβάσμιον πανήγυριν, ἐνδόξως τιμήσωμεν λέγοντες· χαῖρε συνασπισμὸς θεοσύλλεκτος, οἱ τοῦ πυρὸς τοῦ παμφάγου μὴ δειλιάσαντες, καὶ κακοδόξων τὴν ὀφρὺν καταισχύναντες· χαίρετε οἱ ἐν μέσῳ φλογός, ὡς οἱ ἐν Βαβυλῶνι παῖδες, τὸ παπικὸν ἴνδαλμα καταπτύσαντες, καὶ τὸ ἰσότιμον τῆς Τριάδος κηρύξαντες· χαίρετε οἱ τοῦ θείου Πνεύματος διάτοροι ἐκφάντορες, καὶ τὸ ἀκραιφνὲς τῆς ὀρθοδοξίας διδάξαντες· Ἄγγελοι λευχημονοῦντες τὰς κεφαλὰς ὑμῶν κατέστεψαν, καὶ πιστοὶ ηὐφράνθησαν στερεούμενοι, τῇ βάσει τῆς ἀληθείας. Ἀλλ᾿ ὦ γενναῖοι ὁπλῖται Χριστοῦ, προστάται τῆς Ζωγράφου Μονῆς, καὶ φύλακες ἄγρυπνοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.

 

Καὶ νῦν. Δογματικόν. Τίς μὴ μακαρίσει σε.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9-14).

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν Ἦχος α΄.

Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει ἡ ἀρίζηλος Μονὴ τοῦ Ζωγράφου, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ τῶν ἓν καὶ εἴκοσιν ὁσιοάθλων Πατέρων· οὗτοι γὰρ οἱ καρτερόψυχοι, τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ εὐσεβείας προέθηκαν, τὰ σώματα τῷ πυρὶ ὁλοκαυτωθέντες, ἵνα τὴν πατροπαράδοτον πίστιν φυλάξωσιν. Ὅθεν τὴν κακίστην πλάνην παπολατρῶν διελέγξαντες, μοναὶ τοῦ Παρακλήτου ἀξιώτατοι γεγόνασι, τοὺς πιστοὺς βεβαιώσαντες, ἐμμένειν τῇ εὐσεβείᾳ, καὶ τὴν Μονὴν ἡμῶν ταύτην καταπυρσεύοντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὅσιοι Πατέρες, ἀγγελικὴν ποθήσαντες ζωήν, ἐν Ὄρει τοῦ Ἄθω ἀσκήσει ἠστράψατε ὑπὲρ ἄνθρωπον, τὴν ἱερὰν ταύτην τοῦ Ζωγράφου Μονὴν οἰκήσαντες, καὶ ὕμνους ἀπαύστως τῷ Δεσπότῃ προσενηνόχατε. Ἀλλ᾿ ὁ βασκαίνων τὰ καλά ἀντίδικος, βασιλέα κακόδοξον καὶ συμμορίαν λατινοφρόνων πνευματομάχων καθ᾿ ἡμῶν ἐξήγειρε, τὸν τόνον ὑμῶν λύειν οἰόμενος· Ἀλλ᾿ ἀνδρικῶς ἀνθιστάμενοι, τῇ πλάνῃ οὐχ ὑπεκύψατε, θάνατον διὰ πυρὸς ὑπομείναντες. Χριστὸς δὲ τοὺς πόνους ὑμῶν προσηκάμενος, ἐν οὐρανίαις σκηναῖς ὑμᾶς ἀνεπαύσατο· μέμνησθε οὖν καὶ ἡμῶν, παρρησίαν ὡς ἔχοντες, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων, ὑμῶν τὰ μνημόσυνα.

 

Ἦχος β΄.

Τίς μὴ δοξάσει; ἢ τίς μὴ ἀξίως ἐπανέσει, τῶν γενναίων ὁσιοάθλων κατὰ τῆς καινοτομίας ἔνστασιν; τοὺς μιμητὰς τῶν ἀθλοφόρων, καὶ ὁμοτρόπους Πατέρων, τοὺς ριζοτόμους κακοδοξίας, καὶ φυτουργοὺς εὐσεβείας, τοὺς ὁδηγοὺς τῶν πλανωμένων, καὶ προστάτας ἡμῶν καὶ φύλακας χρηματίσαντας. Ὅθεν ἐν οὐρανοῖς τοὺς μισθοὺς τῶν ἀγώνων ἀναλόγως ἀπολαμβάνοντες, ὡς συμπαθόντες τῷ Χριστῷ, συνδοξάζοντες ἀγαλλόμενοι, περὶ Θεὸν χορεύοντες, χορείαν τὴν ἀκατάλυτον, ἄφεσιν ἁμαρτιῶν ἐξαιτούμενοι, τοῖς ἐκ πόθου ἐκτελοῦσι, τὴν ἱερὰν αὐτῶν ἄθλησιν.

 

Ἦχος γ΄.

Ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενοι, Πατέρες τρισόλβιοι, ἡλίου δίκην ἐλάμψατε ἐν τοῖς πέρασιν· νοῦν γὰρ ὑψώσαντες προσπαθείας, ἀνεπτερώθητε τῷ θείῳ ἔρωτι· ὡς μῦρα τοὺς ἱδρῶτας πρότερον, τῆς ἀσκήσεως Χριστῷ προσηνέγκατε, διὰ πυρὸς δὲ ὕστερον, παρὰ τῶν καινοτόμων δοκιμασθέντες· χρυσίου παντὸς ὀβρυζότεροι ἐφάνητε, ὡς ζηλωταὶ τῆς εὐσεβείας, καὶ κακοδόξων ἀντίμαχοι· μέμνησθε οὖν καὶ ἡμῶν, τῶν ἐκτελούντων πόθῳ τὴν σεπτὴν ὑμῶν πανήγυριν.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε ἅπασαι Μοναστῶν αἱ χορεῖαι, ἐπὶ τῇ μνήμῃ συνδράμωμεν τῶν θαυμασίων Πατέρων. Τούτων γὰρ αἱ φαειναὶ ἀρεταὶ καὶ ὁ μαρτυρικὸς θάνατος, ἐξήστραψαν ὡς ἥλιος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐν οἷς διαλάμπουσιν οἱ ἀείμνηστοι, ὡς τῶν Πατέρων τὰ δόγματα κρατύνοντες, τῇ ἀπτοήτῳ ἐνστάσει αὐτῶν. Διὰ πυρὸς δὲ τὴν φθορὰν ἀποδυσάμενοι, πρὸς Θεὸν ἐπετάσθησαν, ἀπολαβόντες τὰς ἀμοιβὰς τῶν ἄθλων αὐτῶν. Καὶ νῦν σὺν ἀσωμάτοις τῷ ἀστέκτῳ θρόνῳ παρεστηκότες, ἀλήκτως τὸν ὕμνον τῇ Τριάδι ἀναπέμπουσιν, ἀπαύστως πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ τῆς Ζωγράφου Μονῆς, φάλαγξ ἡ θεία τροπαιοῦχος παράταξις· οἱ πύργοι τῆς εὐσεβείας, καὶ ὁπλομάχοι στερροί, κατ᾿ ἐχθρῶν ἀσπόνδων, καὶ ἀπτόητοι· οἱ πλάνην ἐλέγξαντες, τῶν λατίνων στερρώτατα, καὶ βυζαντίου Μιχαὴλ σαθρὸν ἄνακτα, καὶ σὺν τούτῳ δὲ Βέκκον ἄνουν προδόσαντα, ποίμνην Χριστοῦ τοῖς λέουσι· καὶ τούτους αἰσχύναντες, ἔσωθεν πύργου ἑστῶτες, καὶ ἀποτόμως ἐλέγχοντες. Διὸ δυσωπεῖτε, τὸν Σωτῆρα τοῦ δοθῆναι ἡμῖν τὸ ἔλεος.

 

Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Χαίροις τροπαιοφόρος πληθύς· οἱ ἐν πολέμῳ ἱερῷ ἀριστεύσαντες, καὶ στέφος παρὰ Κυρίου, ἀπειληφότες φαιδρῶς, καὶ τῶν μακαρίων δόξαν ἄφραστον, ἀξίως θεώμενοι καὶ μεθέξοι θεούμενοι, ὕμνον ἀΰλων, Σεραφεὶμ ἐκμιμούμενοι, καὶ τὴν ἄμεσον ὑπὲρ κόσμου ποιούμενοι, δέησιν καὶ γενόμενοι, ναοὶ θείου Πνεύματος, καὶ μυστηρίων αὐτόπται, τῆς ὑψηλῆς Θεοῦ γνώσεως· αὐτὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

 

Στ.: Ἄσατε τῷ Κυρίῳ ᾄσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων.

Χαίροις Θωμᾶ ποιμὴν τῆς Μονῆς, σεπτῆς Ζωγράφου Βαρσανούφιε Κύριλλε, Μιχαία Σίμων καὶ Σάββα, καὶ Ἱλαρίων Ἰώβ, Μαρτινιανέ τε καὶ Ἰάκωβε, Κοσμᾶ καὶ Ἀντώνιε, Ἰωσὴφ καὶ Εὐθύμιε, Μηνᾶ καὶ Παῦλε, ἱερώτατε Σέργιε, Δομετιανὲ καὶ Παρθένιε πάνσοφε, ἕτερε δὲ Ἰάκωβε, σὺν τέσσαρσιν ἄλλοις δέ, εἴκοσιν ἕξ τε γενναῖοι, ὁσιομάρτυρες ἔνδοξοι· ὑμᾶς κατὰ χρέος, εὐφημοῦντες δυσωποῦμεν, πρεσβεύειν ὑπὲρ ἡμῶν.

 

Δόξα. Ἦχος πλ.α΄.

Εὐφραίνεται σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καταγλαϊζομένη τοῖς καλοῖς ἀριστεύμασι τῶν ὁσιομαρτύρων, καὶ συγκαλεῖται πάντας τοὺς Μοναστὰς καὶ μιγάδας, Δεῦτε, λέγουσα, συγχάρητέ μοι, πᾶς ἐκλεκτὸς Ἰσραήλ, κατεφαίδρυνε Κύριος τὴν δόξαν μου, ἀνακαλύψας τὴν ὕβριν τῶν κακοδόξων, κατὰ τοῦ Παναγίου Πνεύματος, ἣν οἱ ὅσιοι οὗτοι καὶ ἀθληταί, ἀποτόμως ἐφ᾿ ὑψηλοῦ ἱστάμενοι ἤλεγξαν. Οἷς καὶ ἡμεῖς προσείπωμεν εὐχαρίστως· μὴ ἐλλείπητε Ἅγιοι, ὡς παρρησίαν ἔχοντες πρὸς Χριστόν, τὸν ὑμᾶς δοξάσαντα, πρεσβεύειν ὑπὲρ τῆς Μονῆς ἡμῶν ταύτης, εἰς ἣν τοὺς ἀσκητικοὺς ὑμῶν ἀγῶνας, καὶ τὸν τοῦ μαρτυρίου δίαυλον καλῶς διηνύσατε, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις, Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγα καύχημα, Μονὴ Ζωγράφου, πολιούχους τε ὡς κεκτημένη, ὁσιοάθλους Πατέρας ἀγάλλεται· τῶν γὰρ ἀπίστων τὴν πλάνην ἐλέγξαντες, διὰ πυρὸς τοὺς στεφάνους ἐδέξαντο, οὓς ἐν ᾄσμασι, χρεωστικῶς τιμήσωμεν, πρεσβεύοντας σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.

Τὴν ὁσιόαθλον πάντες θεοσύλλεκτον φάλαγγα, τῶν ἓξ καὶ εἴκοσι θείων Μονῆς Ζωγράφου Πατέρων τιμήσωμεν, τοὺς δὲ ἐλέγξαντας πλάνην λατίνων, καὶ βιαίως μόρον διὰ πυρὸς ἐν πύργῳ καθυπομείναντας· Θωμᾶν τὸν ποιμενάρχην καὶ ἱερὸν Βαρσανούφιον, σὺν τῷ κλεινῷ Παρθενίῳ, καὶ λοιποὺς συναθλήσαντας. Πάντες οἱ Μονῆς τῆς αὐτῆς φοιτηταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

Ἐν τῷ Ὄρθρῳ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τοὺς μάρτυρας Χριστοῦ, καὶ ὁσίους Πατέρας, τιμήσωμεν σεπτῶς, ὡς ἡμῶν πολιούχους, προστάτας ἀγρύπνους τε, καὶ φρουροὺς ἐνυπάρχοντας· οὗτοι πλάνην γάρ, λατινοφρόνων ἀνδρείως, ἀπελέγξαντες, διὰ πυρὸς θείου τέλους, καλῶς ἠξιώθησαν.

Δόξα. ὅμοιον.

Ἀστέρες φαεινοί, τῆς Χριστοῦ Ἐκκλησίας, ἐδείχθητε σοφοί, διδαγμάτων ἀκτῖσιν, αὐτὴν καταυγάζοντες, καὶ τῶν ἄθλων λαμπρότητι, τῶν Πατέρων γάρ, κατετρανώσατε δόξαν· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, πιστῶς ἑορτάζομεν.

Καὶ νῦν. Θεοτοκίον. ὅμοιον.

Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθής, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς Μητροπάρθενος οὖσα, παρθενεύειν με, ψυχῇ καὶ σώματι Κόρη, Παρθένε ἐνίσχυσον.

 

Μετὰ τὴν β΄ στιχολογίαν, Καθίσματα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, ἡ τῶν Ἀγγέλων στρατειά, τὴν ἀνδρείαν τῶν σοφῶν, ὁσιοάθλων Μοναστῶν, πῶς ἐν τῷ πύργῳ ἑστῶτες, παρα- νομοῦντα βασιλέα διήλεγξαν, καὶ Βέκκον τὸν δεινόν, καρδιναλίους τε, καὶ τεφρωθέντες ἤνεγκαν γενναίως, ἄλλου τινος ὥσπερ πάσχοντος· ὅθεν στεφάνοις ἀμαραντίνοις, ὁ Χριστὸς τούτους ἔστεψε.

Δόξα. ὅμοιον.

Καταπλήττει πάντα νοῦν, ὑμῶν ἀνδρείας τὸ στερρόν, ὁσιόαθλοι Χριστοῦ, Μονῆς Ζωγράφου καλλονή, γενναιοφρόνως νικήσαντες παπολάτρας, καὶ πτύσαντες ὀφρύν, καὶ τὰς ματαίας βουλάς, τελέσαντες καλῶς, τὸ θεῖον στάδιον· διὸ πιστῶς ὑμνοῦμεν, τὴν ἱερὰν μνήμην Ἅγιοι. Χριστὸν αἰτεῖτε, ὑπὲρ τῶν πίστει, ἀνυμνούντων τὰ ἄθλα ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον. ὅμοιον.

Τῶν Ἀγγέλων χαρμονή, τῶν ἀσωμάτων καλλονή, σωτηρία τῶν βροτῶν, καὶ φωταυγία τῶν πιστῶν, μόνη σὺ πέφυκας Θεοτόκε. Ὅθεν σὲ πιστῶς, μακαρίζομεν, τιμῶντές σε ἁγνή, ὡς Θεόπαιδα, παντὸς κινδύνου ρῦσαι τοὺς οἰκέτας σου, εὐλογημένη Θεόνυμφε, καταξιοῦσα, τῶν οὐρανίων, καὶ αἰωνίου λαμπρότητος.

 

Μετὰ τὸν πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.

Οἱ στερροὶ ἀδάμαντες, ὀρθοδοξίας, οἱ τὴν πλάνην σβέσαντες, λατινοφρόνων γραφικῶς, ἀνευφημήσθωσαν σήμερον, Μονῆς Ζωγράφου, οἱ πύργοι καὶ καύχημα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

 

Οἱ Ἀναβαθμοί. Τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον κατὰ Λουκᾶν (ζήτει Ἰανουαρίου ιη΄): Εἶπεν ὁ Κύριος· μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον....

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν σῶν Ὁσίων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν φθαρτῶν καὶ ρευστῶν, τὰ ἄφθαρτα καὶ μένοντα ποθήσαντες, καὶ ἀντὶ τῶν ἐπιγείων, τὰ οὐράνια ἀνταλλαξάμενοι, Πατέρες ὁσιόαθλοι, τοὺς τιμῶντας ὑμᾶς βαρβαρικῶν ἐξ ἐφόδων, καὶ ληστρικῶν ἐπιθέσεων ρύσασθε, καὶ καταδρομῶν δεόμεθα· ὅπως ἀεὶ τιμῶμεν, τὴν μνήμην ὑμῶν τὴν παγγέραστον.

 

Εἰς τοὺς κανόνας. Ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ΄, καὶ τῶν Ἁγίων κανόνες δύο εἰς η΄.

Κανὼν πρῶτος, οὗ ἡ ἀκροστοιχίς· Σύνταγμα τερπνὸν Ὁσίων ἐπαινέσω· Ἰακώβ.

Ὠδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.

Σεπτῶν ὁσίων πανήγυριν, μαρτύρων τε γηθόμενοι σήμερον, Ζωγράφου Μονῆς μονάζοντες, Κύριον ἱκετεύσωμεν ἐκτενῶς, ὅπως εὐχαῖς τούτων, τῆς αὐτῶν πολλῆς χαρᾶς ἀξιωθείημεν.

Υἱοὶ Θεοῦ κατὰ μέθεξιν, γεγόνατε στερροὶ ὁσιόαθλοι, λατίνων σαθρὰν ἐλέγξαντες, πλάνην κακοδοξίας καὶ τῷ πυρί, ἀποτεφρωθέντες, διπλῷ στέφει πρὸς Χριστοῦ ἐστεφανώθητε.

Νοὸς στερρότητι ἔνδοξοι, τὸ Πνεῦμα ἐκ Πατρὸς προερχόμενον, καθὼς ὁ Σωτὴρ ἐφθέγξατο, οὕτως ὁμολογοῦντες τοὺς παπιστάς, ὡς καινοτομοῦντας, ἀπηλέγξατε σοφοὶ καὶ κατησχύνατε.

Θεοτοκίον.

Τὸ θεῖον ὄρος τιμήσωμεν, ἐξ οὗ ἐτμήθη λίθος ἀκρόγωνος, εἰς ἕνωσιν ἄγων ἄρρητον, τὰ τὸ πρὶν διεστῶτα, τὴν ἀληθῆ, τοῦ Θεοῦ Μητέρα, ὡς αἰτίαν τῆς ἡμῶν ἐπανορθώσεως.

 

 

 

 

 

 

Ἕτερος κανών. Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Βεβήλοις ἐν χείλεσιν, ἀνευφημεῖν προελόμενος, τὴν θείαν ὁμήγυριν, ὁσιοάθλων Χριστοῦ, ἱκετεύω σε, Σωτὴρ τοῦ δοῦναι λόγον, καὶ χάριν τοῦ πλέξαι με, τούτοις τὸν ἔπαινον.

Αἰνέσωμεν σήμερον, ὁσιοάθλων τὸ σύνταγμα, τοὺς ἔξ τε καὶ εἴκοσι, στερροὺς ἀδάμαντας, τοὺς ἐλέγξαντας, δυσσέβειαν λατίνων, καὶ θάνατον ἄδικον, καθυπομείναντας.

Ποιμὴν ὁ πανάριστος, Θωμᾶς ἀξίως τιμάσθω νῦν, καὶ θεῖος Ἰάκωβος, καὶ Βαρσανούφιος, Σίμων Κύριλλος, Μηνᾶς Κυπριανός τε, σὺν ἅπασιν ἄλλοις νῦν, ἀνευφημήσθωσαν.

Θεοτοκίον.

Φωτὸς ἀνεσπέρου σε, πηγὴν εἰδότες πανύμνητε, τὸ σκότος διάλυσον, καθικετεύομεν, ταῖς ἀκτῖσι σου, ψυχῶν τε καὶ σωμάτων, καὶ βλέπειν ἀξίωσον, ἐκεῖνο Δέσποινα.

 

δὴ γ΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Τῷ πρὸ τῶν αἰώνων.

Ἄσμασιν ἐνθέοις, εὐφημείσθω ὁ θεῖος κατάλογος, τῶν ἱερῶν ὁσιοάθλων, τῆς Μονῆς τοῦ Ζωγράφου, διπλῷ στέφει γὰρ ἐστέφθησαν, ὡς ἀσκηταὶ καὶ στερροὶ ἀθληταί, ὄντες οἱ τρισόλβιοι.

Γνώμῃ στερροτάτῃ, ὁ Μιχαίας καὶ Σίμων ἠρίστευσαν, σὺν Ἱλαρίωνι Κυρίλλῳ, Εὐθυμίῳ καὶ πᾶσι, τοῖς ἕξ τε καὶ εἴκοσιν οὓς σήμερον, ἀνευφημοῦντες ἐν ὕμνοις τερπνοῖς, Κύριον δοξάζομεν.

Μίαν καρτερίαν, ἐν πολλοῖς ἐνδειξάμενοι σώμασιν, οἱ ὁσιόαθλοι Πατέρες, τῆς Μονῆς τοῦ Ζωγράφου, λατίνους δεινοὺς κατήσχυναν, καὶ διαδήμασι τὰς κεφαλάς, νίκης κατεστέφθησαν.

Θεοτοκίον.

Ἄρρητος ὁ τόκος, τῆς συλλήψεως καὶ τῆς κυήσεως, τῆς σῆς Παρθένε Θεοτόκε, τὸν γὰρ ἄληπτον πᾶσιν, Υἱὸν τοῦ Θεοῦ συνείληφας, ἄνευ σπορᾶς καὶ τεκοῦσα ἁγνή, μένεις ἀειπάρθενος.

 

Ὁ δεύτερος. Τοὺς σοὺς ὑμνολόγους.

Ἀγγέλους ἐξέπληξεν ὁ θεῖος, χορὸς τῶν ὁσίων ὑποστάς, πυρὸς τοῦ πύργου ἔκκαυσιν, δαίμονες δὲ ἠσχύνθησαν, πιστοὶ δὲ ἀριστείας αὐτῶν, μετὰ χαρᾶς ἐπεκρότησαν.

Μεγάλως ἐδόξασε Πατέρες, Χριστὸς καὶ ἐν πόλῳ καὶ ἐν γῇ ὑμᾶς, ὡς πρὶν ἀσκήσαντας, καὶ ὕστερον ἀθλήσαντας· διὸ τιμῶμεν σήμερον, ὑμῶν τὴν μνήμην τὴν εὔσημον.

Ὑμνήσθωσαν Παῦλος καὶ ὁ Σάββας, Μαρτινιανός τε ὁ στερρός, καὶ Σέργιος σὺν Σίμωνι, καὶ Δομετιανὸς ὁμοῦ, σὺν πᾶσιν ὡς ἐλέγξαντες, τὴν τῶν λατίνων ἀπόνοιαν.

Θεοτοκίον.

Ἰδεῖν τοῦ φωτός σου τὰς ἀκτῖνας, ἀξίωσον Δέσποινα ἁγνή, τοὺς πόθῳ σοι προσπίπτοντας, δι᾿ ἐγκρατείας λύσασα, συντόνου δεήσεως, σκότος παθῶν τὸ βαθύτατον.

Καθίσματα μεσῴδια. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τὸν Σταυρὸν ἐπωμάδιον τοῦ Χριστοῦ, εἰληφότες Πατέρες εἰκοσιέξ, αὐτῷ ἐκολλήθητε, ἐν ἀσκήσει μακάριοι, ἀλλ᾿ ὁ ἐχθρὸς βασκαίνων, ὑμῶν τὴν ἐνάρετον, ἀγωγὴν ἐξήγειρε λατίνων ὠμότητα, ὡς οἰόμενος λῦσαι, ὑμῶν τῆς ἀσκήσεως, τὸν τόνον ἀλλ᾿ ἤλεγκται, ἡ αὐτοῦ μηχανουργία, ἐναθλήσαντες ἄριστα. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. ὅμοιον.

Τὴν Μονὴν τοῦ Ζωγράφου ἐν ταῖς ροαῖς, τῶν δακρύων ἀρδεύοντες ἐκτενῶς, τῶν πόνων τὰ δράγματα, εἰς ἑκατὸν ἐκαρπώσασθε, καὶ φωστῆρες ἐν κόσμῳ, ζωῆς Λόγον ἔχοντες, εὐσεβείας ὤφθητε Πατέρες τρισόλβιοι. Ὅθεν ἐπὶ τέλει, μαρτυρίου στεφάνοις, ἀξίως ἐστέφθητε, ὡς τὴν πλάνην ἐλέγξαντες, διὸ πίστει δεόμεθα· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἡλιόμορφον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωυσέως, καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχεις, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, προφητῶν περιήχημα· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν θείαν εἰκόνα σου.

 

Ὠδὴ δ΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Ράβδος ἐκ τῆς ρίζης.

Τὴν φέρουσαν τρίβον πρὸς ζωήν, ἀσκητικῶς ὁδεύσαντες, ἀθλητικῆς εὐκλείας ἔτυχον, οἱ εἴκοσί τε καὶ ἕξ, Μονῆς οἱ τοῦ Ζωγράφου Πατέρες, ἐλέγξαντες ἀνδρικῶς, πλάνην Μιχαὴλ τοῦ παράφρονος.

Ἐπίκηρον δόξαν καὶ τρυφήν, Πατέρες καταλείψαντες, ἐν τῇ Μονῇ Ζωγράφου ἠσκήσατε, καὶ πρὸς λατίνους στερρῶς, ἀντικαθιστάμενοι, σέβειν ἀναγκάζοντας τὸν Ρώμης θεόν, καὶ θύματα ἐν πυρί, τέλεια Θεῷ προσηνέχθητε.

Ρήμασιν ὑμνείσθω ἱεροῖς, Θωμᾶς ὁ ἱερώτατος, Μονῆς Ζωγράφου ὁ ἡγούμενος, καὶ πάντες οἱ σὺν αὐτῷ, πύργου ἐν τῷ ὑπερώῳ, αἰσχύναντες λατινοφρόνους δυσμενεῖς, καὶ Βέκκον τὸν δυσσεβῆ, ὡς καινοτομοῦντας τὰ δύσχριστα.

Θεοτοκίον.

Πύλην πλατυτέραν οὐρανῶν, καὶ θρόνον τε γινώσκομεν, τῶν Σεραφεὶμ ὑπερτέραν πάναγνε· ὃν γὰρ τὸ πᾶν οὐ χωρεῖ, ὡς Θεὸν ἐχώρησας, καὶ φέρεις ἀγκάλαις ὥσπερ βρέφος, ἐν θρόνῳ τῷ πατρικῷ, φύσιν τὴν ἡμῶν ἐνιδρύοντα.

 

 

Δεύτερος. Τὴν ἀνεξιχνίαστον.

Ἀγαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες τὴν εὔσημον, ὁσιοάθλων, καὶ σεπτῶν ὑφηγητῶν Μονῆς ἡμῶν δεήσεσι, τούτων δυσχερῶν ὡς λυτρούμενοι.

Τέρπου ἡ Ζωγράφου θεία Μονή, ἐν τοῖς ἱεροῖς σου βλαστήμασι, ὁσιοάθλοις, ἓξ καὶ εἴκοσι ποσῷ, παπολατρῶν δυσσέβειαν, πύργου ἀπὸ ὕψους αἰσχύναντες.

Ρώμῃ τε καὶ χάριτι δυναμωθείς, φάλαγξ τῶν ὁσίων κατήργησε, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, καὶ παπιστῶν ἀνέτρεψε, λέσχην ἀσεβείας ἀνάμεστον.

Θεοτοκίον.

Ἄχραντε ἀνύμφευτε Μήτηρ Θεοῦ, σῶζε τὴν σὴν ποίμνην ἀπήμονα, ἐκ πάσης λώβης, καὶ δεινῶν ἐπαγωγῆς, σὲ γὰρ ἐν περιστάσεσιν, ἔχομεν οἱ δοῦλοι σου λύτρωσιν.

 

Ὠδὴ ε΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Θεὸς ὢν εἰρήνης.

Νευραῖς ἀπεκρούσατε πρῶτον σοφοί, τῶν δογμάτων λατίνων κακόνοιαν, εἰσαῦθις τῷ πυρὶ ὑμᾶς ἐφλέχθητ᾿ ὑπ᾿ αὐτῶν, καὶ θύματα Κυρίῳ, προσήχθητε προθύμως, σὺν Ἀγγέλων χορείαις, συγχορεύοντες ἀείμνηστοι

Ὁσίως τῆς ποίμνης, προέστης Θωμᾶ, τῆς Ζωγράφου Μονῆς ποιμὴν ἄριστος, καὶ ἤθλησας σὺν θείοις σου παμμάκαρ φοιτηταῖς, ὑπὸ λατινοφρόνων, πυρὶ δοκιμασθέντες, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ σὺν Ἀγγέλοις νῦν χορεύετε.

Ναοὶ Θεοῦ ζῶντος, ὀφθέντες σοφοί, τοὺς λαλοῦντας εἰς ὕψος τὰ ἄδικα, ἠλέγξατε πανόσιοι ἐμφράξαντες αὐτῶν, τὰ στόματα πανσόφως, Γραφῶν τῇ ἀναπτύξει, ὅθεν πάντες τὴν μνήμην, τὴν ἱερὰν ὑμῶν γεραίρομεν.

Θεοτοκίον.

Ὁ λόγος Παρθένε, Θεοῦ ὑπὲρ νοῦν, ἐξ ἁγνῶν σου αἱμάτων σεσάρκωται, ἀτρέπτως ὡς ηὐδόκησεν, ὁ ὢν σὺν τῷ Πατρί· οὗ μίαν ὀρθοδόξως, ὑπόστασιν φρονοῦμεν, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ἐνεργείαις καὶ θελήμασιν.

 

Δεύτερος. Ἐξέστη τὰ σύμπαντα.

Ρευστὴν καὶ εὐμάραντον, τοῦ βίου τὴν τερπνότητα, ὅσιοι Πατέρες ἐγνωκότες, πρὸς τὴν ἀγάπην Χριστοῦ ἐτρώθητε, νῦν δὲ τῆς ἀλήκτου χαρμονῆς, θείοις ἐν σκηνώμασιν, ἐντρυφᾶτε μακάριοι.

Ὄντως νῦν ἀνέτειλε, τὸ φῶς τῆς θείας χάριτος, ὄντως ἀμβροσία ἡ τοῦ μάννα, τοῦ ζωηρρύτου ἡμῖν προτίθεται, σήμερον ἡ μνήμη ἡ φαιδρά, θείων προστατῶν ἡμῶν, οἱ ποθοῦντες τρυφήσατε.

Ἀθάνατον εὔκλειαν, ὠνήσατε ἀοίδιμοι, διὰ τελευτῆς πυρὸς προσκαίρου, μικρῶν μεγάλα ἀνταλλαξάμενοι· ἆγε πραγματείας! ὅθεν νῦν ἀγάλλεσθε, σὺν ὁσίοις καὶ μάρτυσι.

Θεοτοκίον.

Λυχνία ὁλόφωτε, φωτὸς τοῦ πρώτου φώτισον, ψυχήν μου ἀφώτιστον φωτί σου, ἵνα φῶς βλέψω αὖθις τὸ πρώτιστον, ὃ ἐκ σοῦ φώτισεν ἡμᾶς, καὶ σὲ τὴν φωτίσασαν, τοῦτο γὰρ φωτὸς ἴδιον.

 

Ὠδὴ Ϛ΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Σπλάγχνων Ἰωνᾶν.

Σήμερον ἡμῖν, ἡμέρα χαρμόσυνος, ἐπέστη λαμπρῶς καθαγιάζουσα, ἡ πανεύσημος, ἑορτὴ τῶν ἓξ εἴκοσι, καὶ εὐφραίνει νοητῶς ψυχὰς καρδίας τε, πάντων χάριτι τοῦ Πνεύματος, ἣν ἐν ὕμνοις αἰσίοις γεραίρομεν.

Ἵνα τὴν ζωήν, σοφοὶ τὴν αἰώνιον, τὴν ἐν οὐρανοῖς ἐπαπολαύσητε, παρεδώκατε, τῷ προσκαίρῳ πυρὶ ὑμῶν σώματα, διελέγξαντες, λατίνων τὴν δυσσέβειαν· ὅθεν τὴν ὑμῶν πανήγυριν, ἐκτελοῦμεν γηθόμενοι σήμερον.

Ὤφθητε σοφοί, προπύργια ἄσειστα, Μονῆς τῆς σεπτῆς, Ζωγράφου τρέψαντες τὴν παράταξιν, κακοδόξων λατίνων καὶ φλέξαντες, πᾶσαν βλάσφημον δυσσέβειαν φλεγόμενοι· ὅθεν εὐλαβῶς ἐν ᾄσμασι, τὴν ὑμῶν ἐκτελοῦμεν πανήγυριν.

Θεοτοκίον.

Νόων χοροί, γεραίρουσι Δέσποινα, καὶ πάντων Ἁγίων σε ὁμήγυρις, τὸν γὰρ ἄσαρκον, Θεὸν Λόγον ὃν φρίττουσιν Ἄγγελοι, ἐσωμάτωσας καὶ γέγονας Μητρόθεος, ἔχθρας τῆς πρὶν τὸ μεσότοιχον, διαρρήξασα μόνη τῷ τόκῳ σου.

 

Δεύτερος. Τὴν θείαν ταύτην.

Πέρα τῶν πόνων εἰλήφατε, πανόσιοι Πατέρες ἓξ εἴκοσι ὑπεραθλήσαντες, καὶ πλουτοδότοις χαρίσμασιν, ὑμᾶς ὁ στεφοδότης, Χριστὸς ἐκόσμησεν.

Ἅ ὀφθαλμὸς οὐ δεδύνηται, ἰδεῖν καὶ οὖς ἀκοῦσαι πανένδοξοι, καὶ νοῦς ἀνθρώπινος, κατανοῆσαι ὡς γέγραπται, ἐν οὐρανοῖς εἰς κλῆρον κατηξιώθητε.

Μονῆς Ζωγράφου τοὺς φύλακας, προστάτας πολιούχους τε σήμερον, ἀνευφημήσωμεν, ὁσιοάθλοις ἓξ εἴκοσιν, ἑόρτιον ἐπικροτοῦντες πανήγυριν.

Ὑμῶν τὴν μνήμην τὴν εὔσημον, τελοῦντες ὁσιόαθλοι σήμερον, καθικετεύομεν, ὑμῶν πρεσβείαις φρουρήσατε, συμμοναστὰς ἡμᾶς πάσης θλίψεως.

Θεοτοκίον.

Πεποικιλμένοι ταῖς χάρισι, ποικίλων συμφορῶν ἡμᾶς ρύσασθε, συμπρεσβευτὰς ὁμοῦ, Κοσμᾶν Πατέρες καὶ Δέσποιναν, παραλαμβάνοντες ποίμνην, ὑμῶν φρουρήσατε.

 

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τοὺς τῆς Μονῆς ἡμῶν προστάτας πολιούχους τε, ὁσιοάθλους ἱεροὺς ἓξ τε καὶ εἴκοσι, τοὺς τὴν ἔπαρσιν λατίνων καταβαλόντας, καὶ κατάφλεξιν πυρὸς καθυπομείναντας, καὶ στεφθέντας πρὸς Χριστοῦ ἀνευφημήσωμεν, τούτοις κράζοντες· χαίρετε ὁσιόαθλοι.

Ὁ Οἶκος.

Ἄγγελοι ἐκπλαγέντες, οὐρανόθεν ὁρῶντες, τὴν ἄθεον ὁρμὴν τῶν λατίνων, πῶς ὁσίους ἐν πυρὶ ἐτέφρουν εὐσεβείας ἕνεκα· οἳ καὶ θανεῖν εὐσεβῶς εἵλοντο, καὶ τύραννον ὀφρὺν αἰσχύναντες, ἀκούουσι παρ᾿ ὑμῶν νῦν ταῦτα·

Χαίροις χορὸς τῶν ὁσιοάθλων,

χαίροις στερρὸς ὅμιλος πολυάθλων.

Χαίροις εἰκὰς σὺν ἑξάδι ὁσίων,

χαίροις Θωμᾶ σὺν λοιποῖς ἀθλοφόρων.

Χαίροις θεῖε Βαρσανούφιε, σὺν Μιχαίᾳ τῷ στερρῷ,

χαίροις Δομετιανὲ Μηνᾶ σὺν τῷ Παύλῳ τῷ λαμπρῷ.

Χαίροις σὺν Ἀντωνίῳ, Εὐθύμιε, Ἱλαρίων,

χαίροις σὺν Παρθενίῳ, Ἰωσήφ τε καὶ Σίμων.

Χαίροις δυὰς Ἰακώβων, ἅμα Ἰωαννικίῳ,

χαίροις Μαρτινιανὲ ὁμοῦ, σὺν Κοσμᾷ καὶ Σεργίῳ.

Χαίροις Κυπριανέ, Κύριλλε, Ἰώβ, Σάββα, οἱ κλεινοί,

χαίροις τετρὰς ἔνδοξε, ἀθλοφόρων οἱ λαμπροί,

Χαίρετε ὁσιόαθλοι.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός,, Μνήμην τῶν ἐν τῇ  Μονῇ τοῦ Ζωγράφου ἀθλησάντων διὰ πυρὸς ὁσιοάθλων Πατέρων ἓξ καὶ εἴκοσιν ὑπὲρ εὐσεβείας, παρὰ τοῦ λατινόφρονος Μιχαὴλ ἀναξίως τὰ σκῆπτρα τῆς βασιλείας κρατοῦντος πρώτου τῶν Παλαιολόγων, καὶ Βέκκου πατριάρχου καὶ λοιπῆς δυσσεβοῦς συμμορίας αὐτῶν.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Οἱ παῖδες εὐσεβείᾳ.

Ἐπέστη νῦν ἡ μνήμη, ὁσιόαθλοι πάντας εὐφραίνουσα, ὑμῶν ἡ θεία καὶ τερπνή, ἁγιάζουσα τοὺς μέλποντας, τοὺς ἀγῶνας καὶ τὰ ἄθλα ὑμῶν μελπόντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Πυρὶ προσομιλοῦντες, κατεφλέξατε πλάνην ἀντίθεον, ὁσιομάρτυρες Χριστοῦ, τῶν λατίνων ἀπελέγχοντες, τὴν τοῦ Πνεύματος δεινὴν προσθήκην, μέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἁπάντων τῶν ἐν κόσμῳ, καὶ σωμάτων καὶ ὄλβος ἠλόγησαν, διὰ τὴν μέλλουσαν ζωήν, οἱ γενναῖοι ὁσιόαθλοι, καὶ θανόντες σὺν Χριστῷ νῦν βασιλεύουσιν, ἐν ἀπροσίτῳ, φωτὶ καὶ ἀνεσπέρῳ.

Θεοτοκίον.

Ἱκέσιον ᾠδὴν νῦν, Θεοτόκε τὴν ἡμῶν ἐπάκουσον, ἀνυμνούντων σε Μητρόθεε, πάντων τῶν δεινῶν νῦν ἀπαλλάττουσα, βοῶντας μετὰ πόθου, πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 

Δεύτερος. Οὐκ ἐλάτρευσαν.

Ἀγαπήσαντες, Θεὸν ὡς θέμις ὅσιοι, καὶ μελετήσαντες, τὸν θεῖον νόμον αὐτοῦ, καὶ τοῦτον πληρώσαντες διὰ ἀθλήσεως, ἐνδεικνύμενοι, ἀγάπην πρὸς τὸν Κύριον, ἐπαξίως νῦν τιμᾶσθε.

Συγκροτήτωσαν, τῇ γῇ νῦν τὰ οὐράνια, συνευφραινέσθωσαν, Ἀγγέλοις φύσις βροτῶν, βροτοὶ γὰρ οὐράνιοι, Ἄγγελοι γήϊνοι, ἑορτάζοντες, Πατέρες οὐρανόφρονες, ἐναθλήσαντες γενναίως.

Μακαρίζοντας, Πατέρες ὑμῶν σκάμματα, καὶ τὰ παλαίσματα, δι᾿ ὧν δοχεῖα σεπτά, τοῦ Πνεύματος ὤφθητε, καθάπερ Ἄγγελοι, ἐναθλήσαντες, ὑπὲρ ὀρθοῦ φρονήματος, καὶ τιμᾶσθε εἰς αἰῶνας.

Θεοτοκίον.

Εὐσεβῶς τοὺς ἀνυμνοῦντας Θεοτόκον σε, Κυρία Δέσποινα, τῆς ἁμαρτίας δεινοῦ, ταχέως ἀπάλλαξον σκότους δεόμεθα, τῆς μερίδος τε, καὶ τῆς χαρᾶς ἀξίωσον, τῶν ἐν σοὶ πεφωτισμένων.

 

Ὠδὴ η΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Ἐν καμίνῳ παῖδες Ἰσραὴλ.

Νῦν ἡ τοῦ Ζωγράφου ἐγκαυχᾶται, ἱερὰ Μονὴ θεοφόροι, καὶ σεμνυνομένη δὲ τῶν θαυμάτων κατατρυφᾷ, καὶ ἁβρύνεται τοῖς ἄθλοις καὶ τοῖς θαύμασι, τοὺς γὰρ παπολάτρας κατησχύνατε, ὀρθοδόξως ἀνθιστάμενοι τοῖς δόγμασι, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἔπεσιν ὁ ἱερὸς Θωμᾶς ὑμνείσθω, ὁ ἡγούμενος Μονῆς Ζωγράφου, Βαρσανούφιος καὶ Ἱλαρίων, καὶ Κοσμᾶς καὶ Σέργιος καὶ Εὐθύμιος καὶ Μηνᾶς, καὶ Ἰάκωβος Ἰὼβ Ἰωαννίκιος, σὺν αὐτοῖς καὶ ἡ λοιπὴ σεπτὴ ὁμήγυρις, ἓξ καὶ εἴκοσιν, ὑμνοῦντες δὲ τὸν Κύριον, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

Σῶζε τοὺς ἱκέτας σου Μεγαλοκράτορ, Βασιλεῦ Θεὲ μόνε οἰκτίρμον, ταῖς πολλαῖς δεήσεσι, τῶν ὁσίων σου ἀθλητῶν, ἓξ καὶ εἴκοσι τανῦν ἐπικαμπτόμενος· μεθ᾿ ὧν καὶ ἡμᾶς βοῶντας πρόσδεξαι· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὡς τράπεζα ζωῆς τὸν ἄρτον ἐχώρησας, πάντας τὸν ἐκτρέφοντα Κόρη, παντουργικῇ ἐπισκιάσει, καὶ τοῦτον θηλάζεις, μαζοῖς ὥσπερ βρέφος· ὃν ὑμνοῦντες ὡς Θεὸν σὲ κυρίως, Θεοτόκε καταγγέλλομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

Δεύτερος. Παῖδας εὐαγεῖς.

Σκεύη ἐκλογῆς σεπτὰ δειχθέντες, τὴν ἄνω φαιδρᾶς λαμπρότητα δεξάμενοι, καὶ πρὸς τὰ σκηνώματα, ὄντως τὰ οὐράνια, περιχαρῶς ἐδράμετε καταστραπτόμενοι, τῇ χάριτι τῆς θείας Τριάδος· ὕμνοις ἣν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἴσον ἐκτελέσαντες τὸν δρόμον, Πατέρες ὁσιοάθλοις καὶ δικαίοις τε, ἴσους τοὺ στεφάνους τε, πρὸς Χριστοῦ εἰλήφατε, ἐν οὐρανοῖς μακάριοι, Θωμᾶ σὺν ἅπασι, συγχαίροντες Ἀγγέλων χορείαι· μνείαν οὖν ποιεῖτε, τῶν ὑμᾶς εὐφημούντων.

Σὺν πάσαις ταῖς ἄνω στρατηγίαις, Πατέρα Υἱὸν Πνεῦμα Ἅγιον, τρίφωτον ἀμέριστον, ἄκτιστον Θεότητα, ὑμνολογοῦντες· Ἅγιος, Ἅγιος, Ἅγιος, βοήσωμεν ἀπλέτῳ τῷ πόθῳ, μίαν ἐξουσίαν, ἀρχὴν καὶ βασιλείαν.

Θεοτοκίον.

Οἱ λόγοις καὶ δόγμασι Παρθένε, ἁγνὴν Θεοτόκον σε κηρύττοντες, Θεὸν μετὰ σώματος, ἀρρήτως γεννήσασαν, καὶ τῶν βροτῶν θεώσαντα φύσιν ἐν μήτρᾳ σου, ἐν ὕμνοις τιμάσθωσαν ἀξίως, σὺν σοὶ Θεοτόκε, ἓξ εἴκοσι Πατέρες.

 

Ὠδὴ θ΄. Τῶν Ἁγίων, ὁ πρῶτος. Τὴν φωτοφόρον νεφέλην.

Ἰχνηλατοῦντες Πατέρες, τοὺς εὐλαβῶς καὶ ὁσίως, βεβιωκότας ἐπὶ γῆς, ἐν Μονῇ τοῦ Ζωγράφου, ἀσκητικῶς τὸν πονηρόν, στερρῶς ἐνικήσατε καὶ ἠθλήσατε, ὑπὲρ εὐσεβείας· διὰ τοῦτο εὐφημοῦμεν νῦν ὑμᾶς.

Ἀπὸ χειλέων οἰκτρῶν νῦν, τὸ πενιχρὸν δεδεγμένοι, ἐφύμνιον ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον Δεσπότην, μνείαν ποιεῖσθε ἐκτενῶς, στερροὶ ὁσιόαθλοι ὅπως εὕρωμεν, τῶν πταισμάτων τὴν λύσιν, καὶ τιμῶμεν τὴν ὑμῶν μνήμην λαμπρῶς.

Καθάπερ ἥλιος μέγας, ἡ ἱερὰ ὑμῶν μνήμη, ἐξανατείλασα σαφῶς, καταυγάζει τὴν κτίσιν, ἣν ἐκτελοῦντες εὐλαβῶς, τιμῶμεν Πατέρες ὁσιόαθλοι, ὑμᾶς ὡς προστάτας πολιούχους, καὶ Μονῆς ἡμῶν φρουρούς.

Ὥσπερ ἡδύπνοα ρόδα, ὡς καθαρώτα κρῖνα, ὡς δένδρα τε ἀειθαλλῆ, ἀποπνέοντα μῦρα, ἐκ τῆς ὑμῶν σεπτῆς σοροῦ, ἀπείρων ἰάσεων πανόσιοι, ἐκδιώκετε νόσων τὸ δυσῶδες, τοῖς ἐν πίστει προσιοῦσιν εὐλαβῶς.

Θεοτοκίον.

Βάτος ἐτύπου Παρθένε, σοῦ τὸ παράδοξον θαῦμα· σὺ γὰρ ἐδέξω ἐν γαστρί, πῦρ τὸ ἄστεκτον ὄντως, κυοφορήσασα Χριστόν, δικαιοσύνης ἥλιον ὑπάρχοντα, ἀκατάφλεκτος μείνασα· διό σε, μακαρίζομεν ἀεί.

 

Δεύτερος. Ἅπας γηγενής.

Φέγγει νοητῷ, σοφοὶ αὐλιζόμενοι, ᾠδὴν προσδέξασθε, ἣν ὑμῖν προσφέρομεν, τοῦ πολλοῦ χρέους οὗ προσοφείλομεν, καὶ ἀμοιβὴν αἰτούμεθα, πταισμάτων ἄφεσιν, δωρηθῆναι, ταῖς ὑμῶν δεήσεσι, τοῖς ὑμᾶς ἐπαξίως γεραίρουσιν.

Ἔθετο Θεός, ὑμᾶς ὁσιόαθλοι, ὡς ἀδιάσειστα, τῆς Μονῆς προπύργια, καιροῖς ἐσχάτοις κατὰ ἐχθρῶν δυσμενῶν, ὀστὰ δ᾿ ὑμῶν τὰ πάνσεπτα, λίθον προσκόμματος, ἐναντίοις, δοὺς καὶ τὴν ὀρθόδοξον, ἐνισχύων ἀεὶ πίστιν ἔνδοξοι.

Στήσατε δεινῶν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, καθ᾿ ὑμῶν πανόσιοι, τῆς Ἐκκλησίας παύσατε σχίσματα, τοῖς ὑμνηταῖς βραβεύσατε πταισμάτων ἄφεσιν, τὴν Μονὴν δέ, ἄτρωτον φυλάξατε, ἀπὸ πάσης δεινῆς περιστάσεως.

Τριαδικόν.

Ὕψιστε Θεέ, Υἱὲ καὶ Παράκλητε, Τριὰς ὁμότιμε, τῶν σῶν Ἁγίων λιταῖς περίσωζε, τὴν ἱερὰν Μονὴν ἡμῶν πάσης κακώσεως, σῇ δὲ ποίμνῃ, ἄσειστον ἀκλόνητον, εἰρηναίαν παράσχου κατάστασιν.

Θεοτοκίον.

Σὺ ὡς ἀληθῶς, δοχεῖον τοῦ Πνεύματος, ἐδείχθης Δέσποινα· ὃν γὰρ οὐρανὸς καὶ γῆ, χωρῆσαι ὅλως Θεὸν οὐ δύνανται, ἐν σῇ γαστρὶ ἐχώρησας, ὃν ἐξευμένησαι, τῶν ὁσίων, καὶ ταῖς σαῖς δεήσεσιν, ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.

 

Ἐξαποστειλάρια· Τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.

Μονῆς προστάτας σήμερον, λαμπρῶς ἀνευφημήσωμεν, ὁσιοάθλους Πατέρας, τοὺς καθαιρέτας τῆς πλάνης, λατίνων καὶ κηρύξαντας, τὴν πίστιν τὴν ὀρθόδοξον, καὶ τῷ πυρὶ τεφρωθέντες, ὁλοκαυτώματα θεῖα, προσήχθησαν τῇ Τριάδι.

Προστάτας ὑμῶν πάνσοφοι, κεκτήμεθα καὶ φύλακας, Μονῆς ἡμῶν ἀριζήλου· διὸ λαμπρῶς ἐκτελοῦμεν, μνήμην ὑμῶν τὴν εὔσημον, ὕμνοις ὑμᾶς γεραίροντες, καὶ γὰρ ὑμεῖς τὸν Κύριον, δοξάσαντες νῦν τιμᾶσθε, ἀξίως σὺν τοῖς Ἀγγέλοις.

Θεοτοκίον. ὅμοιον.

Παντάνασσα Θεόνυμφε, εὐλογημένη Δέσποινα, ἡ Μήτηρ τοῦ Βασιλέως, τὸ ἄνθος τῆς παρθενίας, Ἀγγέλων ἡ εὐπρέπεια, οὐρανίων ἀγλάϊσμα, τὸ μέγα καταφύγιον, ὑμνοῦμεν σε Παναγία, ὡς σωτηρίαν τοῦ κόσμου.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες, καὶ τῶν ἀζύγων χοροί, τοὺς τοῦ Χριστοῦ ὁπλίτας, καὶ γενναίους φωστῆρας, στερροὺς ὁσιοάθλους εἴκοσι ἕξ, εὐφημήσωμεν ᾄσμασι, τούτοις βοῶντες ἐν πίστει· ὑπὲρ ἡμῶν, τὸν Σωτῆρα ἱκετεύσατε.

 

Τὰς τῶν γηΐνων φροντίδας, ἀποσεισάμενοι, Μονῇ τῇ τοῦ Ζωγράφου, ἐνασκοῦντες Πατέρες, ἠθλήσατε γενναίως ὑπὸ δεινῶν, κακοδόξων ὡς φύλακες, τῶν πατρικῶν παραδόσεων καὶ διπλούς, τοὺς στεφάνους ἐκομίσασθε.

 

Ἀγαλλομένη καρδιά, καὶ σταθηρῷ λογισμῷ, ἐν τῷ πύργῳ ἑστῶτες, ἀπηλέγξατε πλάνην, δεινῶν λατινοφρόνων καὶ ἐν πυρί, ἐκκαυθέντες προσήχθητε, ὁλοκαυτώματα ὅσιοι ὡς δεκτά, τῷ Δεσπότῃ στεφανούμενοι.

Τοὺς ἐκτελοῦντας ἐν πίστει, τὴν θείαν μνήμην ὑμῶν, ἓξ εἴκοσι γενναῖοι, τοῦ Χριστοῦ στρατιῶται, φυλάττετε ἐκ βλάβης παντοδαπῆς, δυσμενῶν ὁρωμένων, καὶ ἀοράτων Πατέρες, καὶ οὐρανῶν βασιλείας ἀξιώσατε.

 

Δόξα. Ἦχος α΄.

Τίσιν ἔπεσι τὸν ὕμνον, ὑμῖν προσοίσωμεν, Πατέρες ὁσιόαθλοι; ἢ τίσιν ἐγκωμίων ᾄσμασιν, ὑμᾶς ἀνευφημήσωμεν, γλωσσῶν γὰρ σμῆνος οὐκ ἐξαρκεῖ, πολλῷ δὲ μᾶλλον μία καὶ ἄμουσος. Ἀλλὰ παρ᾿ ἀξίαν, παρ᾿ ἡμῶν ἀκούσατε. Χαίρετε ὀρθοδοξίας πρόμαχοι, δοχεῖα τῆς ἀρετῆς, μοναζόντων ἑδραίωμα, καὶ βάσις οἰκείας Μονῆς· χαίρετε δαιμόνων ἐλατῆρες, κακοδόξων ἀντίμαχοι, ὁδηγοὶ πλανωμένων ἀσφαλεῖς, τῆς Τριάδος οἶκοι πάνσεπτοι· χαίρετε πολυχεύμονες κρῆναι μύρου εὐωδιάζοντος, ἀρωμάτων ἀείρροοι ποταμοί, τοῦ Ὄρους προπύργια, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι. Πρεσβεύσατε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων ὑμῶν, τὴν μνήμην τὴν πάντιμον.

 

Καὶ νῦν. Θεοτοκίον.

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

Μεγαλυνάριον.

Θύματα πανεύοσμα τοῦ Χριστοῦ, ὀσφράδια θεῖα· ἓξ καὶ εἴκοσι τῷ ποσῷ, Πατέρες Ζωγράφου, Μονῆς Κοσμᾷ σὺν ἅμα, δεινῶν ἡμᾶς παντοίων, περιφρουρήσατε.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου