ΟΚΤΩΒΡΙΟΣ Θ΄.
ΙΩΑΝΝΗΣ ΜΑΡΤΥΣ ΠΡΟΥΣΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Μανουήλ, Μεγάλου Ῥήτορος)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς Ὀκτωήχου γ΄, καὶ τοῦ Μάρτυρος γ’. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Εὐτόνως τό στάδιον, ὑπεισελθών τῆς ἀθλήσεως, ῥαβδισμούς ἐκαρτέρησας, Ἰωάννη ἔνδοξε, πολλάς τε αἰκίας, ἤνεγκας γενναίως, ὑπέρ Χριστοῦ τοῦ τήν ἡμῶν, φθαρεῖσαν φύσιν ἀνακαινίσαντος· διό ἀνευφημοῦμεν σε, χρεωστικῶς μακαρίζοντες, τήν πανίερον μνήμην σου, Ἀθλοφόρε πανεύφημε.
Θῦμα εὐωδέστατον, καί ἱερεῖον πανάμωμον, Ἰωάννη πανεύφημε, Χριστῷ τῷ Παντάνακτι, καί Κτίστῃ τῶν ὅλων, μάκαρ προσηνέχθης, καί ὡς θυμίαμα δεκτόν, εὐωδιάζον κόσμου τά πέρατα· διό τούς ἐκτελοῦντας σου, τήν θείαν μνήμην καί πάντιμον, πειρασμῶν τε καί θλίψεων, ταῖς πρεσβείαις σου λύτρωσαι.
Πῦρ οὐκ ἐδειλίασας, τό τῶν τυράννων μακάριε, τό ἐκεῖσε φοβούμενος, τῆς γεέννης ἔνδοξε· ὅθεν παρρησία, τόν Χριστόν κηρύττων, Θεόν ὄντως ἀληθινόν, ὁλοκαυτώθης καί πλάνην ἅπασαν, γενναίως ἀπετέφρωσας, καί τόν τῆς νίκης ἀπέλαβες, ἀμαράντινον στέφανον, Ἰωάννη τρισόλβιε.
Δόξα. Ἦχος γ΄.
Ἀθλητά ἔνδοξε, χαριτώνυμε ὄντως, Ἰωάννη θεόσοφε, τήν ἀληθῆ σοφίαν τιμήσας Θεοῦ, τόν ἄσοφον νοῦν τῶν ὑπεναντίων ἐξεμυκτήρησας, μηδέν τῶν ὀρωμένων προετίμησας, τῆς ἀγάπης Χριστοῦ τοῦ Θεοῦ· ὅθεν γενναίως καί εὐσεβῶς, τοῦ αἰσθητοῦ πυρός κατεφρόνησας, θριαμβεύσας τήν πλάνην, τῇ μέχρις αἵματος γενναίας ἐνστάσεώς σου. Διό καί τό μαρτύριον αὖθις ἀνῆψας, ἐν ἐσχάτοις καιροῖς τύπος γεγονώς, τοῖς θανεῖν αἱρουμένοις, διά τήν πάντων ἀνάστασιν· ὡς οὖν ἔχων παρρησίαν, παριστάμενος φαιδρῶς τῷ τῷν ὅλων Βασιλεῖ καί Θεῷ, μετά πάντων Ἁγίων, οἰκειωθέντων δι’ἀρετῆς καί βασάνων, ἐκτενῶς πρέσβευε σωθῆναι τάς ψυχάς τῶν ἐκ πόθου τελούντων τήν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον. Μεγάλη τοῦ Σταυροῦ Σου.
Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, Ἄσμασιν Ἰωάννου ἄθλα Θεοῦ δέος αὐδῶ.
ᾨδή α΄. Ἦχος δ΄. Ἀνοίξω τό στόμα μου.
Ἀπλέτῳ λαμπόμενος, τῆς τρισηλίου θεότητος, φωτί παναοίδημε καί τῇ μεθέξει αὐτοῦ, φῶς γενόμενος, δεύτερον Ἰωάννη, τόν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σε.
Στρατεύμασιν ἔνδοξε, Χριστοῦ Μαρτύρων γεγένησαι, Μάρτυς ἐναρίθμιος, ὡς τήν ἐκείνων σαφῶς, μιμησάμενος, ἀνδρείαν καί οἰκείοις, Χριστόν τόν Παντάνακτα, δοξάσας μέλεσιν.
Μεγάλως ἐπεύφρανας, τήν Ἐκκλησίαν ἀοίδημε, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐγείρας τρόπαιον, τῆς ἐνθέου σου, μάκαρ ὁμολογίας, κατά τῶν εἰς ὄλισθον, ἐκκαλουμένων σε.
Θεοτοκίον.
Ἀΰλων δυνάμεων, Σέ ἀσυγκρίτως γινώσκομεν, Ἁγνή ὑπερέχουσαν, ὡς τόν ἐκείνων σαφῶς, ὑποστάτην τε καί Κύριον τεκοῦσαν, Κόρη ὑπέρ ἔννοιαν, εἰς σωτηρίαν ἡμῶν.
ᾨδή γ΄. Τούς Σούς ὑμνολόγους.
Σταδίῳ κληθείς τοῦ μαρτυρίου, εἰσέδραμες Μάρτυς εὐθαρσῶς, Χριστόν κηρύττων τέλειον, Θεόν ὁμοῦ καί ἄνθρωπον, διό καί Μάρτυς γέγονας, τῆς ἀληθείας ἀπαράγραπτος.
Ἰδού θεῖα μνήμη καί φωσφόρος, ἐπέλαμψεν πᾶσιν ἐμφανῶς, Ἰωάννου τοῦ Μάρτυρος, πιστοί δεῦτε κροτήσωμεν, ἐνθέως ἀγαλλόμενοι, καί Χριστόν ὕμνοις δοξάζοντες.
Νικήσας τήν πλάνην γενναιόφρον, Σταυροῦ τῇ δυνάμει ἀκλεινῶς, θῦμα σαὐτόν προσήγαγες, Θεῷ τῷ Παντοκράτορι, εὐωδιάζων ἅπαντας, τούς εὐφημοῦντας σου τήν ἄθλησιν.
Θεοτοκίον.
Ἰδοὺ ἀπεκάθηρας τόν κόσμον, τοῦ πάλαι τῆς Εὔας τοῦ πτερνιστοῦ, καί εὐφροσύνην ἄρρητον, Παρθένε ἀντεισήγαγες· τόν τῆς Τριάδος ἕνα γάρ, ἀπειρογάμως ἀπεκύησας.
Κάθισμα. Ἦχος πλ. δ΄. Τήν Σοφίαν καί Λόγον.
Ἐν καρδίᾳ τόν σπόρον τόν μυστικόν, κεκτημένος θεόφρον τῆς διδαχῆς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐγεώργησας ἄριστα, θεολογίας γνῶσιν καί δράγματα ἤνεγκας, τῆς ὁμολογίας ἐν ἅλωνι ἔνδοξε, τῇ τοῦ μαρτυρίου καί πολύν ἐκαρπώσω, τόν σῖτον τόν ἔνθεον, εἰς ζωήν τήν αἰώνιον, Ἰωάννη πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Ἢ Σταυροθεοτοκίον. Ὅμοιον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
ᾨδή δ΄. Τήν ἀνεξιχνίαστον.
Ὡς δεκτόν θυμίαμα τῷ Λυτρωτῇ, καί Θεῷ ἠνέχθης μακάριε, ὑπέρ ἀγάπης τῆς Αὐτοῦ ὁλοκαυτωθείς, ὧ παρεστώς κραυγάζει νῦν· δόξα τῇ δυνάμει Σου, Κύριε.
Ἄνω σου τήν ἔφεσιν πρός τόν Θεόν, ἔχων Ἰωάννη οὐκ ἔκαμψας γόνυ τῇ πλάνῃ, αἰκιζόμενος σφοδρῶς, ἀλλά Χριστῷ ἀνέμελπες· δόξα τῇ δυνάμει Σου, Κύριε.
Θεοτοκίον.
Ναός τῆς θεότητος ὅλης σεπτός, ἀρρήτως Ἁγνή ἀναδέδειξαι· τόν τῷ Πατρί γάρ συναΐδιον Υἱόν καί Θεόν Λόγον τέτοκας, τόν πάλαι Ἀδάμ ἀναπλάττοντα.
ᾨδή ε΄. Ἐξέστη τά σύμπαντα.
Νοός τάς κινήσεις σου, πρός Νοῦν τόν πρῶτον ἔνδοξε, ῥυθμίσας καρδίαν κατηυγάσθης, ταῖς λαμπηδόσι τοῦ Παρακλήτου σοφέ· ὅθεν ἠξιώθης καί σεπτοῦ, μαρτυρίου στέφανον, πρός Χριστοῦ ἀναδήσασθαι.
Ὁ δῆμος εὐφράνθητι, τῶν Προυσαέων σήμερον, θέμεθλον τῆς πίστεως κατέχων, τόν θεῖον ζῆλον τοῦ Ἰωάννου φαιδρῶς, ὅνπερ ἐπεδείξατο στερρῶς, εἰς δόξαν καί αἴνεσιν, τοῦ τό πᾶν ὑποστήσαντος.
Θεοτοκίον.
Ὑλικῆς δυάδος τε, τόν Σόν οἱκέτην Πάναγνε, ἀνώτερον δεῖξον ἡ τόν Κτίστην, τῆς πρώτης ὕλης ἀποκυήσασα, ἵνα τό πολύ Σου εἰς ἐμέ, ἔλεος ἑκάστοτε, μεγαλύνω σωζόμενος.
ᾨδή στ΄. Ἐβόησε προτυπῶν.
Ἀνέτειλας ὡς ἑῶος ἀστήρ χαριτώνυμε, καταυγάζων Προυσαέων πληθύν ταῖς λαμπρότησι, ταῖς τοῦ μαρτυρίου και στηρίζων τῇ πίστει πανόλβιε.
Θεόμενος Ἰωάννη τήν πλάνην αὐξάνουσαν, ζήλῳ θείῳ πυρωθείς γενναιόφρον ἀπήλεγξας, καί θανών ἐπέσχες τό τῆς ῥύμης αὐτῆς ἀνυπόστατον.
Λαμπρότατον ἠμφιάσω χιτῶνα μακάριε, μαρτυρίου καί πρός φῶς τό ἀνέσπερον ἔδραμες, τάς φωτοχυσίας τάς ἐκεῖθεν ἀεί εἰσδεχόμενος.
Θεοτοκίον.
Ἀμήτορα ἐκ Πατρός πρό αἰώνων ὑπάρχοντα, ἐκ Σοῦ Κόρη γεννηθέντα ἀφράστως, ἀπάτορα τόν Λόγον ὑμνοῦντες, Θεοτόκον Σε πίστει δοξάζομεν.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προυσαέων σήμερον, ἐπευφραινέσθω, ἡ κλεινή ὁμήγυρις, τά Ἰωάννου εὐκλεᾶ, κατέχουσα κατορθώματα καί Χριστῷ ὕμνον, κροτήτω ἐπάξιον.
Ὁ Οἶκος.
Ὁ τῶν ὅλων Δεσπότης καί Κύριος, τῆς σοφίας πηγή ἀνέκλειπτος, χάριν μοι λόγου παράσχου τῷ ἀχρείῳ οἰκέτῃ Σου, ὅπως ὑμνήσω τόν Σόν γενναῖον Ἀθλητήν καί τῆς ἀληθείας λαμπρότατον κήρυκα· τῆς Σῆς γάρ ἀγάπης οὐδέν τι χωρήσαι ἴσχυσε τῶν δεινῶν, μήτε τῶν τοῦ κόσμου τερπνῶν, ἀλλ’ ὁλοκαύτωμα θεῖον γενόμενον, ἡ πληθύς κατέχει τῶν πιστῶν, στήλην Ὀρθοδοξίας ἀκράδαντον καί Σοί τόν ὕμνον κροτεῖ τόν ἐπάξιον.
Συναξάριον.
Τῇ 9η τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐκ Προύσης, πυρί τελειωθέντος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
ᾨδή ζ΄. Οὐκ ἐλάτρευσαν.
Θεία χάριτι, παμμάκαρ στηριζόμενος, οὐκ ἐδειλίασας, τυράννων τάς ἀπειλάς, οὐ ξίφος, οὐ μάστιγας, οὐ πῦρ, ἀλλ’ ἔκραζες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί Θεός, εὐλογητός εἶ.
Ἐπινίκιον, αἶνον Θεῷ προσάξωμεν, τῷ στεφανώσαντι, ταινίᾳ νικητικῷ, τόν νῦν εὐφημούμενον Μάρτυρα λέγοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί Θεός εὐλογητός εἶ.
Ὅλος ἔνθεος, ὅλος χάριτος ἔμπλεως, ὑπάρχων ἔνδοξε, τό εὐγενές τῆς ψυχῆς, τῆς σῆς οὐ προέδωκας ἐχθροῖς, ἀλλ’ ἔμελπες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί Θεός εὐλογητός εἶ.
Θεοτοκίον.
Ὑπερένδοξον, Θεοῦ χαῖρε παλάτιον, δίσκε λαμπρότατε, Ἡλίου τοῦ νοητοῦ, Πανύμνητε Δέσποινα, τήν ζοφοθεῖσαν μου, ψυχήν πάθεσι, τοῦ βίου ἀποκάθαρον, ἵνα πόθῳ ἀνυμνῶ Σε.
ᾨδή η΄. Παῖδας εὐαγεῖς.
Δεσμούμενος Μάρτυς τόν τήν Εὔαν, τοῖς δεσμοῖς ἀπάτης ὑποσύραντα, στερρῶς κατηδάφισας, καί κατετραυμάτισας, πιστούς δέ πάντας ἔπεισας, μέλπειν πανόλβιε· τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ἐπέβης καμίνῳ Ἰωάννη, μακάριον τέλος ὑφιστάμενος, ὑπέρ τοῦ Παντάνακτος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πρός Ὅν καί εἰς ἀνέδραμες, ψάλλων γηθόμενος· τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ὁδόν μαρτυρίου διανύσας, ψυχῆς γενναιότητι μακάριε, Ἰωάννη ἔνδοξε, ἐν σκηναῖς κατέπαυσας, Μαρτύρων ἀγαλλόμενος καί μέλπων πάντοτε· τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Συμβόλοις Σε θείοις οἱ Προφῆται, Ἁγνή προκατήγγειλαν ἐν Πνεύματι, ἡμεῖς δέ τήν ἔκβασιν, τῶν πραγμάτων βλέποντες, κυρίως Θεοτόκον Σε, καρδίᾳ, στόματι ὑμνοῦντες, μεγαλύνομεν πόθῳ καί ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
ᾨδή θ΄. Ἅπας γηγενής.
Ἀγγέλων χοροῖς, νῦν συμπαριστάμενος τῷ τοῦ Παντάνακτος, θρόνῳ παναοίδημε, καί τῇ ἐκεῖθεν αἴγλη λαμπόμενος, ἡμῶν τῶν ἐκτελούντων σου τήν μνήμην μέμνησω, ἀπό πάσης ἀνάγκης λυτρούμενος, ταῖς σεπταῖς καί ἁγίαις πρεσβείαις σου.
Ὕλης γεηρᾶς, ἀπάρας ἀνέδραμες πρός χῶρον ἄϋλον, πάσης ὑπέρτερον, οὗπερ ταῖς θείαις λάμψεσι καταστραπτόμενος, Ἰωάννη Μαρτύρων ἀγλάϊσμα, τῆς ψυχῆς μου τά ὄμματα λάμπρυνον.
Δέχου εὐμενῶς, τό παρόν ἐφύμνιον ὡς δῶρον ἔντιμον, ὅπερ τῇ σῇ χάριτι, ὁ προσφιλής σοι ἄν καί ἀνάξιος, ἀλλ’ ἐκ πολλῆς ἀγάπης σοι Μάρτυς συντέθηκα, καί ἀντίδος εὐχαῖς σου τήν λύτρωσιν, τῶν πολλῶν καί ἀμέτρων πταισμάτων μου.
Θεοτοκίον.
Ὡς πηγήν ζωῆς, Ἁγνή καί αἰτίαν Σε τῆς σωτηρίας ἡμῶν, ὑμνοῦντες δοξάζομεν, τήν ὑπέρ λόγον κυοφορίαν Σου· Σύ γάρ Θεόν ἐγέννησας διπλοῦν ταῖς φύσεσι, τόν τήν πλάνην τῶν εἰδώλων σβέσαντα, καί βροτοῖς θείαν γνῶσιν βραβεύσαντα.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Τον οὐρανόν τοῖς ἄστροις.
Τόν εὐκλεῇ τοῦ Κυρίου, Μάρτυρα ὕμνοις ἱεροῖς, ἀνευφημήσωμεν πάντες, Ἰωάννην ἐν χαρᾷ· καθεῖλε γάρ τοῦ βελίαρ, τάς μηχανάς θείῳ σθένει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου