Παρασκευή 6 Αυγούστου 2021

ΑΥΓΟΥΣΤΟΣ 8. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΙΑΝΤΑΦΥΛΛΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


 


ΑΥΓΟΥΣΤΟΣ Η΄!!

ΤΡΙΑΝΤΑΦΥΛΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΗΛΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ζαγοραίων τὰ στίφη δεῦτε συνέλθωμεν, καὶ τοῦ Τριανταφύλλου, τοῦ γενναίου ὁπλίτου, τὴν μνήμην τὴν ἁγίαν χρεωστικῶς, ἑορτάσωμεν σήμερον· ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας θεοπρεπῶς, θεῖον ὤφθη ἡμῶν καύχημα.

 

Οὔτε νεότητος ἄνθος οὔτε γηΐνων τιμαί, οὐκ ἀπειλαὶ τυράννων, οὐ θανάτου ἡ ψῆφος, δεδύνηνται χωρίσαι σε τῆς Χριστοῦ, Ἀθλητὰ ἀγαπήσεως, ἀλλὰ τὰ πάντα ἡγήσω καὶ τὸ θανεῖν, δι’ αὐτὸν σοφῶς προέκρινας.

 

Μαρτυρικῶς ἀριστεύσας ψυχῆς στεῤῥότητι, μαρτυρικῶν στεφάνων, Τριαντάφυλλε Μάρτυς, ἐνδίκως ἠξιώθης παρὰ Χριστοῦ, τοῦ λαμπρῶς σε δοξάσαντος, Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

 

Τῆς εὐσεβείας τὸ ῥόδον τὸ εὐωδέστατον, τὸ τὴν ὀσμὴν τὴν θείαν, διαπνέον τοῖς πᾶσι, τὸ ἄνθος τὸ ὡραῖον τῆς Ζαγορᾶς, ὁ κλεινὸς Τριαντάφυλλος, ὡς ἡμῶν πρέσβυς θερμότατος πρὸς Χριστόν, ἀνυμνείσθω θείοις ᾄσμασι.

 

Δόξα. Ἦχος πλ. δ΄

Τῇ ἀθλητικῇ ἐνστάσει σου, τὸν παλαμναῖον δράκοντα, ἐν νεάζοντι σώματι καταβέβληκας ἔνδοξε. Τοῦ Χριστοῦ γὰρ τὸ ὄνομα εὐθαρσῶς ὁμολογήσας, τῆς τῶν Μαρτύρων δόξης καὶ τιμῆς, Τριαντάφυλλε Μάρτυς τετύχηκας· μεθ’ ὧν ἀπαύστως ἱκέτευε, τὸν Σωτῆρα Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ῥόδον κοκκοβαφές, ῥοῇ τῇ τῶν αἱμάτων, ἐδείχθης Νεομάρτυς, Χριστοῦ τῇ Ἐκκλησίᾳ, καλῶς ἀγωνισάμενος.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, καὶ ᾔσχυνας τὴν πλάνην, τῇ σῇ ἀτρέπτῳ στάσει, θεόφρον Τριαντάφυλλε.

 

Στ.: Πεφυτεύμενος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Χαίρει ἡ σὴ πατρίς, ὡς στέφος σε καὶ γέρας, πλουτοῦσα Ἀθλοφόρε, καὶ τὴν σεπτήν σου μνήμην, γεραίρει ἑορτάζουσα.

 

Δόξα. Τριαδικόν.

Φύσις τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον, πρεσβείαις ἐλεῆμον, τοῦ νέου Ἀθλοφόρου Σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, χαίρων ἤθλησας, ἀνδρειοφρόνως, Νεομάρτυς Χριστοῦ Τριαντάφυλλε· ὅθεν ὡς ῥόδον εὐφραίνεις ἡδύπνευστον, τὴν Ἐκκλησίαν τῇ θείᾳ ἀθλήσει σου· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος δ' Ἔδωκας σημείωσιν

Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.

 

Καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς νομίμως ἀθλήσαντα, καὶ Χριστὸν μεγαλύναντα, Μάρτυς Τριαντάφυλλε εὐφημοῦμέν σε· σὺ γὰρ Μαρτύρων τοῖς ἴχνεσιν, ὑστέροις ἐν ἔτεσιν, ἠκολούθησας στεῤῥῶς, καὶ τῆς δόξης συμμέτοχος, τούτων γέγονας· μεθ’ ὧν πρέσβευε πάντοτε Κυρίῳ, ὑπὲρ πάντων τῶν τελούντων, τὴν παναοίδιμον μνήμην σου.

 

Ἐν νεάζοντι σώματι, πολιὸν ἔσχες φρόνημα, καὶ θανεῖν προέκρινας προθυμότατα, ὑπὲρ Χριστοῦ παναοίδιμε· διὸ ἀθανάτου σε, κατηξίωσε ζωῆς, καὶ ἀφράστου ἐλλάμψεως, Τριαντάφυλλε, καὶ χαρᾶς ἀϊδίου κληρονόμον, ὁ δοξάσας σου τοὺς ἄθλους, περιφανῶς σε ἀνέδειξε.

 

Εὐσεβείας τὸν θώρακα, ἀληθῶς ἐνδυσάμενος, καὶ Σταυροῦ τὴν δύναμιν ἔχων ἔνδοξε, ἀθλητικῶς καταβέβληκας, ἐχθρῶν τὴν παράταξιν, καὶ τὴν πίστιν τοῦ Χριστοῦ, τῇ γενναίᾳ ἀθλήσει σου, ἐμεγάλυνας· διὰ τοῦτο μεγάλων χαρισμάτων, ἐπαξίως ἠξιώθης, παρὰ Θεοῦ Τριαντάφυλλε.

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐξέλαμψεν ἡ νέα πανήγυρις τοῦ Ἀθλητοῦ Τριανταφύλλου, τοὺς πιστοὺς κατευφραίνουσα. Δεῦτε οὖν πνευματικῶς ἑορτάσωμεν, καὶ ἐν ἀγαλλιάσει καρδίας πρὸς αὐτὸν ἐκβοήσωμεν· Χαίροις, ὁ τῆς πίστεως τὸ κράτος περιζωσάμενος, καὶ ἐν ἀσθενείᾳ φύσεως τὸν ἰσχυρὸν ἐκ κακίᾳ καταπαλαίσας· χαίροις, ὁ τῶν πάλαι Ἀθλητῶν, μιμησάμενος τὴν ἀνδρείαν, καὶ τῆς αὐτῶν κοινωνήσας εὐκλείας· χαίροις, ἡ νέα τῆς Χριστοῦ Ἐκκλησίας λαμπηδών, καὶ τῆς ἐνεγκαμένης σε Ζαγορᾶς θεῖον ἐντρύφημα. Ἀλλ’ ὦ Νεομάρτυς Χριστοῦ, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Ἦχος πλ. β'

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τῆς Ζαγορᾶς κωμόπολις, οἷάπερ ῥόδον βλαστήσασα, Τριαντάφυλλον τὸν νέον Ἀθλητήν. Ἀθλητικὸν γὰρ ὑπελθὼν ἀγῶνα, τῆς εὐσεβείας τὴν χάριν τῇ οἰκείᾳ ἀθλήσει, ὑπὲρ ἥλιον λάμπουσαν, τοῖς πᾶσιν ἐξέφηνε. Καὶ τῶν αἱμάτων τοῖς ῥείθροις φοινιχθείς, ὥσπερ ἄνθος ἀφθαρσίας, καὶ μύρον μυστικόν, καὶ ὀσφράδιον μυρίπνοον, τὰς ψυχικὰς αἰτήσεις κατευφραίνει, τῶν βοώντων ἀπαύστως· Κύριε, δόξα Σοι.

 

Ἦχος β΄.

Τῆς ἀγάπης τὸ πῦρ τῆς θείας, τῇ καθαρᾷ σου πλουτίσας ψυχῇ, μαρτυρικοῦ ἀξιώματος ἠξίωσαι, Νεομάρτυς Τριαντάφυλλε. Χριστὸς γὰρ σὲ ἐδόξασεν, ὑπὲρ οὗ προθύμως τετέλεκας, τῶν τοῦ τερπνῶν ἀπωσάμενος. Αὐτὸν ἱκέτευε Ἀθλητὰ πανεύφημε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν μνήμην σου

 

Ἦχος γ΄.

Τίς μὴ ἀξίως θαυμάσει τὴν τῆς ψυχῆς στεῤῥότητα, Νεομάρτυς Τριαντάφυλλε; Σὺ γὰρ ἐν ὥρᾳ νεότητος, πρεσβυτικὴν ἔχων σύνεσιν, καὶ ἀνδρεῖον φρόνιμα, μαρτυρικὴν ἐπιδείξας ἀρετήν, καὶ τὴν τελειοτάτην πρὸς Χριστὸν ἀγάπην, πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος ἀνταγωνισάμενος· ὅθεν μαρτυρικῷ στεφάνῳ κεκόσμησαι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γέγονας· ὧν καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Ἦχος δ΄.

Ἐν ἡλικίας διαπρέπων ἀκμῇ, τυραννικὴν ἐφαύλισας ἰσχύν, Νεομάρτυς Τριαντάφυλλε, ἀθλητικῷ παραστήματι· ὅθεν ὁ ἀλάστωρ ἐχθρός, ἐμβροντηθεὶς τῇ καρτερίᾳ σου, τὸ δεδοξασμένον τοῦ Σωτῆρος ὄνομα, τῇ σῇ κλήσει δεδόξασται. Καὶ νῦν τῆς οὐρανίου δόξης κατατρυφῶν, ἱκέτευε δεόμεθα σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α’.

Τοῦ μαρτυρίου ταὸ στάδιον, ἐν ἀκαταπλήκτῳ καρδίᾳ, καὶ ἀπτοήτῳ φρονήματι, ἠγωνίσω μακάριε. Χριστῷ γὰρ στρατευσάμενος, πάντα τὰ τῆς ἡδέα ἠρνήσω, νεότητος ἄνθος ὑπεριδών, καὶ θανάτου καταφρονήσας, ἵνα τῆς ἀθανάτου ζωῆς ἐπιτύχῃς. Ἀλλ’ ὦ Ἀθλητὰ Τριαντάφυλλε, τῆς ἀφθαρσίας ῥόδον εὔοσμον, τῆς τῶν παθῶν δυσωδίας ἀπάλλαξον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου

Ὅτε, τὴν σωτήριον φωνήν, ἦρας Ἀθλητὰ καὶ ἐβόας, τοῖς συλλαβοῦσί σε· σύνετε ὦ ἄνομοι, Χριστιανὸς γάρ εἰμί· τοῦ Χριστοῦ μου τὸ ὄνομα, οὐδόλως ἀρνοῦμαι, ὑπὲρ οὗ καὶ θάνατον χαίρων ὑφίσταμαι· τότε, ἀθανάτου σε δόξης, ὁ ἀγωνοθέτης ὁ μέγας, Μάρτυς Τριαντάφυλλε ἠξίωσεν.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Θάμβους, ὁ ἐχθρὸς ὁ δυσμενής, ὁ ὑποσκελίσαι θελήσας, λόγοις σε Ἅγιε, πέπλησται θεώμενος, σὲ προσηκάμενον, ἐν ἀκμῇ τῆς νεότητος, ζεούσῃ καρδίᾳ, θάνατον ἑκούσιον ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὕμνον δὲ χαρᾶς τῷ Σωτῆρι, τῇ σῇ νικηφόρῳ ἀθλήσει, εὐσεβῶν συστήματα ἀνέμελψαν.

 

Στ.: Πεφυτεύμενος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Χαίρει, Ζαγορὰ ἡ σὴ πατρίς, τῇ σῇ μακαρίᾳ ἀθλήσει, δι’ ἧς τὸν πλάνον ἐχθρόν, Μάρτυς Τριαντάφυλλε, καταπεπάτηκας· Κωνσταντίνου ἡ πόλις δε, τοῖς σοῖς ἀρδευθεῖσα, αἵμασιν ἡγίασται καὶ μεμακάρισται· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦσαι, τὴν σὴν προστασίαν ἀπεκδέχονται.

Δόξα. Ἦχος πλ. β΄.

Μαρτυρικῶς δοξάσας τὸν Χριστόν, τῆς ἀσεβείας τὴν ὀφρῦν κατέσπασας, τῇ σῇ δοθείσῃ ἰσχύϊ, Ἀθλητὰ Τριαντάφυλλε. Καὶ τῷ οἰκείῳ αἵματι, τῆς ἀφθαρσίας τὴν στολὴν πορφυρώσας, νικηφόρος ἀνελήλυθας, ἐν ταῖς τῶν Ἁγίων λαμπρότητι. Μεθ’ ὧν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος πλ. β'

Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, χαίρων ἤθλησας, ἀνδρειοφρόνως, Νεομάρτυς Χριστοῦ Τριαντάφυλλε· ὅθεν ὡς ῥόδον εὐφραίνεις ἡδύπνευστον, τὴν Ἐκκλησίαν τῇ θείᾳ ἀθλήσει σου· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄνθος εὐθαλές, ἐν λειμῶνι Μαρτύρων, ἀνθήσας νοητῶς, Νεομάρτυς Κυρίου, ἡμᾶς κατευωδίασας, τῇ ὀσμῇ τῶν χαρίτων σου, Τριαντάφυλλε, τῶν εὐσεβῶν θυμηδία· ὅθεν χαίροντες, τὴν σὴν γεραίρομεν μνήμην, Χριστὸν μεγαλύνοντες.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Λαβὼν τῶν μαθητῶν, τοὺς προκρίτους οἰκτίρμον, εἰς ὄρος τὸ Θαβώρ, ἀνελήλυθας Σῶτερ, καὶ τούτοις καθυπέδειξας, τῆς Σῆς δόξης τὴν ἔλλαμψιν, ὑπὲρ ἥλιον, ὑπερφυῶς ἀπαστράψας· ὅθεν λάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ σῶσόν με Κύριε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν θείαν δύναμιν, ἀμφιασάμενος, ἐχθρὸν τὸν βέβηλον, Μάρτυς κατέβαλες, καὶ τῶν ἀρχαίων Ἀθλητῶν ἰσότιμος ἀνεδέιχθης· τούτων γὰρ τὴν ἔνστασιν, καὶ τὸν ζῆλον ἐζήλωσας· ὅθεν καὶ δεδόξασαι, σὺν αὐτοῖς ὡς καλλίνικος· μεθ’ ὧν ἀεὶ δυσώπει σωθῆναι, τοὺς σὲ τιμῶντας Τριαντάφυλλε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὴν Σὴν λαμπρότητα, Σῶτερ μὴ φέροντες, ἣν ἐφανέρωσας, ὥσπερ ηὐδόκησας, τοῖς μαθηταῖς Σου ἐν Θαβὼρ ἐξέστησαν καθορῶντες, καὶ εἰς γῆν κατέπιπτον, καὶ τὴν δόξαν Σου ᾔνεσαν, καὶ τὴν Σὴν ὑιότητα, ἐμυήθησαν ἄνωθεν, ὡς ἤκουσαν φωνῆς τῆς πατρώας, προσμαρτυρούσης Σοι Λόγε ἄναρχε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἐν εὐφροσύνῃ, τὴν ἁγίαν μνήμην σου, ἡ Ζαγορὰ ἡ σὴ πατρίς, ἣν διαφύλαττε πάντοτε, ἐκ πάσης βλάβης κλεινὲ Τριαντάφυλλε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἐν τῷ ὄρει ἤστραψας, τῷ Θαβωρείῳ, καὶ τὴν κτίσιν ἅπασαν, ταῖς θεϊκαῖς μαρμαρυγαῖς, ὡς φωτοδότης ἐφώτισας· διὸ οἰκτίρμον, ὑμνοῦμεν τὴν δόξαν Σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτεύμενος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τῷ φωτὶ τῆς δόξης Χριστοῦ καταλαμπόμενος, καὶ ἀφθαρσίας διαπρέπων τῷ κάλλει, Τριαντάφυλλε Μάρτυς, ἀδιαλείπτως ἱκέτευε, παθῶν ἀχλύος ῥύεσθαι ἡμᾶς, τοὺς εὐλαβῶς ἑορτάζοντας, τὴν ἐτήσιον μνήμην σου.

 

 

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Ἁγίου. Γερασίμου μοναχοῦ Μικραγιαννανίτου, οὗ ἡ ἀκροστιχίς: Τριανταφύλλῳ τὸν ὕμνον φ(αί)νω. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Ταῖς θείας λαμπρότησι θεουργικαῖς ἀστραπτόμενος, ὡς Μάρτυς ἀήττητος τὸν νοῦν μου λάμπρυνον, Τριαντάφυλλε, ταῖς σαῖς ἱκετηρίαις, ὡς ἂν τοὺς ἀγῶνάς σου, μέλψω γηθόμενος.

ωσθεὶς θείᾳ χάριτι, ἀθλητικῶς κατεπάλαισας, ἐν ὥρᾳ νεότητος τὸν παλαιὸν πτερνιστήν, καὶ ἰσότιμος, Μαρτύρων ἀνεδείχθης, ἀθλήσας στεῤῥότατα, Μάρτυς ἀήττητε.

δόντες οἱ ἄφρονες, τὴν τῆς ψυχῆς σου στεῤῥότητα, ἀδίκῳ θανάτῳ σε, Μάρτυς κατέκριναν, πρὸς ἀθάνατον, ζωὴν ἀποσκοποῦντα, ἐν ᾗ Τριαντάφυλλε, ἡμῶν μνημόνευε.

Θεοτοκίον.

σπόρως συνέλαβες, ἀδιαφθόρως δὲ τέτοκας, τὸν πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος ἁγνή, ἀναπλάττοντα, ἡμᾶς δι’ εὐσπλαγχνίαν· διὸ μεγαλύνομεν, τὰ μεγαλεῖά σου.

 

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

Νομίμως ἀθλήσας τῶν ἀνόμων, καθεῖλες παμμάκαρ τὴν ἰσχύν, ὡς Μάρτυς ἐννομώτατος, Κυρίου Τριαντάφυλλε, καὶ νίκης τὸ διάδημα, παρὰ Χριστοῦ χαίρων εἴληφας.

Τὸ ῥόδον Χριστοῦ τῆς Ἐκκλησίας, τὸ εὔοσμον καὶ πανευθαλές, τὸ διαπνέον ἅπασιν, ὀσμὴν τῆς θείας χάριτος, μελῳδικῶς αἰνέσωμεν, τὸν Ἀθλητὴν Τριαντάφυλλον.

νθος τῆς νεότητος παρεῖδες, ἀγάπῃ τῇ θείᾳ πτερωθείς, καὶ κόσμου τὴν τερπνότητα, ὡς ἀπανθοῦσαν ἔλιπες, καὶ ὡς ζὴν τὸν θάνατον, διὰ Χριστὸν Μάρτυς ἤνεγκας.

Θεοτοκίον.

Φωτὶ τοῦ προσώπου Σου Παρθένε, νοός μου τὸ σκότος τὸ βαθύ, καὶ τῆς ψυχῆς τὴν ζόφωσιν, διάλυσον πανάμωμε, καὶ πρὸς τὸ φῶς με ἴθυνον, τῆς ἀληθοῦς μεταγνώσεως.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Κράτος ᾔσχυνας, τῆς ἀσεβείας, καὶ ὑπέδειξας, τῆς εὐσεβείας, τὴν λαμπρότητα τῇ σῇ καρτερότητι· μὴ δειλιάσας σαρκὸς γὰρ τὸν θάνατον, ἐθαυμαστώθης σοφὲ Τριαντάφυλλε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τῆς Θεότητος, τῆς Σῆς τὴν δόξαν, καθυπέδειξας, ἐν Θαβωρείῳ, τοῖς προκρίτοις Ἀποστόλοις Σου Κύριε· ὅθεν ὑμνοῦμεν τὴν Σὴν Μεταμόρφωσιν, δι’ ἡμᾶς ἀνεμόρφωσας Κύριε. Ἀλλὰ δώρησαι οἰκτίρμον πταισμάτων ἄφεσιν, ἡμῖν τοῖς καθ’ ἑκάστην ἁμαρτάνουσιν.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

περεῖδες τὰ παρόντα ὡς ποθήσας τὰ μέλλοντα, καὶ ἐπὶ βημάτων, τῶν τυραννικῶν ἀνεκραύγαζες· Χριστοῦ μου πέφυκας δοῦλους, τοῦ τὸν θάνατον θανατώσαντος, καὶ ζωὴν πᾶσι παρέχοντος.

Λαμπηδὼν καθάπερ νέα δι’ ἀθλήσεως ἔλαμψας, καὶ τὴν Ἐκκλησίαν, τῇ φωταγωγίᾳ τῶν ἄθλων σου, καταπυρσεύεις θεόφρων Τριαντάφυλλε, ἀνακράζουσαν· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Λαμπρυνόμενος τῇ αἴγλῃ τῆς Χριστοῦ ἀγαπήσεως, ἀπροσκόπτως Μάρτυς, τρίβον τῆς ἀθλήσεως ὥδευσας, καὶ πρὸς ἀνέσπερον φέγγος κατεσκήνωσας, Τριαντάφυλλε, ὡς Ἀθλόφορος περίδοξος.

Θεοτοκίον.

ς παράδεισος εὐώδης ζωῆς ξύλον ἐβλάστησας, τὴν ἀθανασίαν, τοῖς θανατωθεῖσι προπάτορσιν, ἐπιβουλῇ τοῦ ἀλάστορος πανάμωμε, παρεχόμενον, τὸν Ζωοδότην Κύριον.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Τυράννων οὐκ ἔπτηξας, θυμὸν τὸν ἀλογώτατον, Μάρτυς Τριαντάφυλλε θεόφρον, ἀλλ’ ἀπτοήτῳ ψυχῇ ἐκραύγαζες· Θεός ἐστι μόνος ὁ Χριστός, ὁ φανεὶς ὡς ἄνθρωπος, ἵνα σώσῃ τὸν ἄνθρωπον.

Οὐδέν σε ἐχώρισε, τῶν ἐν τῷ κόσμῳ Ἅγιε, πίστεως τῆς θείας τοῦ
Σωτῆρος, ἀλλ’ ὑπὲρ ταύτης προθύμως ἔθανες, καὶ πρὸς ἀτελεύτητον ζωήν, χαίρων μεταβέβηκας, Ἀθλητὰ Τριαντάφυλλε.

Νεότητι σώματος, ἠρίστευσας ὡς ἄσαρκος, καὶ τῶν ἀσωμάτων τὰς δυνάμεις, τῇ σῇ ἀθλήσει μάκαρ ἐπεύφρανας, τὸν δὲ τῆς κακίας ἀρχηγόν, δράκοντα τὸν δόλιον, κραταιῶς καταβέβληκας.

Θεοτοκίον.

δάτων τοῦ Πνεύματος, πηγὴ οὖσα ἀκένωτος, κεχαριτωμένη Θεοτόκε, βλῦσον σταγόνα μοι θείας χάριτος, καὶ τὴν φλεγομένην μου ψυχήν, τῶν παθῶν τοῖς ἄνθραξι, καταδρόσισον δέομαι.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Μαρτύρων ὤφθης ἐφάμιλλος, ζηλώσας τὰ αὐτῶν προτερήματα, γνώμης εὐθύτητι· μεθ’ ὧν ἀεὶ Τριαντάφυλλε, ὑπὲρ ἡμῶν δυσώπει τῶν εὐφημούντων σε.

Νέον σε ἄνθος ἀμάραντον, Χριστοῦ ἡ Ἐκκλησία ἐκτήσατο, ὑπὲρ ἀρώματα, τὴν εὐωδίαν τῆς χάριτος, ἀπαύστως διαπνέον τοῖς σὲ γεραίρουσιν.

μβροις τῶν θείων αἱμάτων σου, ὡς ἄλλον Φαραὼ κατεπόντισας, ἐχθρὸν τὸν τύραννον, καὶ νικηφόρος ἀνέδραμες, πρὸς γῆν τῆς ἀφθαρσίας ἀξιοθαύμαστε.

Θεοτοκίον.

Νοεῖν οὐδόλως δυνάμεθα, τὸ μέγα καὶ φρικτόν Σου μυστήριον, Παρθένε ἄχραντε, Θεὸν ἀφράστως γὰρ τέτοκας· διὸ ὑμνολογοῦμεν τὰ μεγαλεῖά Σου.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἀθλητὴς ἀήττητος, τῆς εὐσεβείας, ἀνεδείχθης Ἅγιε, καταβαλὼν τὸν δυσμενῆ· ὅθεν Χριστὸς Τριαντάφυλλε, μαρτυρικῇ σε, ἐδόξασε χάριτι.

Ὁ Οἶκος.

Οἷάπερ ῥόδον μυστικόν, ἡ Ζαγορὰ ἡ κώμη, σὲ ἤνθησεν ὡς ἀληθῶς, γενναῖε Ἀθλοφόρε, εὐωδιάζον τοὺς πιστοὺς μαρτυρικῶν σου ἀγαθῶν, ὀσμῇ τῇ μυριπνόῳ. Σὺ γὰρ ἐν ἡλικίᾳ ἀνθηρᾷ, σύνεσιν γεωργήσας σταθηράν, τῆς πίστεως τὴν καλὴν ὁμολογίαν ὡμολογήσας, καὶ τὴν βέβηλον πλάνην κατήσχυνας, τῇ ἀθλητικῇ καὶ ἀτρέπτῳ σου στάσει, καὶ τῷ μαρτυρικῷ σου θανάτῳ· ὅθεν Χριστὸς Τριαντάφυλλε, μαρτυρικῇ σε ἐδόξασε χάριτι.

 

Συναξάριον.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Τριαντάφυλλος, ὁ ἐκ Ζαγορᾶς, ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐν ἔτει 1680ῳ, τελειοῦτα.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Φῶς τὸ ἄδυτον καὶ δόξαν τὴν οὐράνιον ἐκληρονόμησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἀθλήσας στεῤῥότατα, ὑστέροις ἔτεσι, Τριαντάφυλλε, Νεομαρτύρων καύχημα, καὶ πιστῶν χαρὰ καὶ κλέος.

στης ἄσειστος τὸν νοῦν σου καὶ ἀσάλευτος πέτρᾳ τῆς πίστεως, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, αὐτῶν δὲ ἐσάλευσας Μάρτυς τὸ φρόνημα, ὡς ἐκραύγαζες· μὴ μέλλετε ὦ ἄνομοι, τὸν Σωτῆρα οὐκ ἀρνοῦμαι.

Νοῦν ψυχόλεθρον ἐξέκλινας μακάριε τῆς ματαιότητος, ὡς τὴν πηγὴν τῆς ζωῆς, Χριστὸν τὸν Θεὸν ἡμῶν ἐν σοὶ κτησάμενος, Τριαντάφυλλε, καθαρωτάτῃ γνώμῃ σου, καὶ θεόφρονι καρδίᾳ.

Θεοτοκίον.

ς κυήσασα Χριστὸν τὸν Παντοκράτορα ὑπὲρ κατάληψιν, θεοποιοῦντα ἡμᾶς, χειρῶν με ἀπάλλαξον τοῦ πολεμήτορος, ᾧ δεδούλωμαι, ταῖς πονηραῖς μου πράξεσι, Παναγία Θεοτόκε.

 

Ὠδὴ η’. Παῖδας εὐαγεῖς.

Γόνον εὐκλεῆ σε κεκτημένη, ἡ κώμη τῆς Ζαγορᾶς ἐν σοὶ σεμνύνεται, Μάρτυς Τριαντάφυλλε, καὶ τὴν θείαν μνήμην σου, μετ’ εὐφροσύνης ἄγουσα θερμῶς κραυγάζειν σοι· σὺ καύχημα, καὶ δόξα μου πέλεις, καὶ προστάτης μέγας, καὶ πρέσβυς πρὸς τὸν Κτίστην.

δραμες τοῖς ἴχνεσι τῶν πάλαι, Μαρτύρων ἀριστευσάντων θείῳ Πνεύματι· ἔνθεν καὶ τῆς χάριτος, τούτων ἐκοινώνησας· μεθ’ ὧν Τριαντάφυλλε βοᾷς ἑκάστοτε· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ήσεων τοῦ θείου στόματός σου, ὡς ἤκουσαν οἱ παράνομοι ᾐσχύνθησαν· ὅθεν καὶ ἀπέτεμον, ξίφει τὸν αὐχένα σου, φαιδρῶς γὰρ ἀνεκραύγαζες ὦ Τριαντάφυλλε· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

χραντε Παρθένε Θεοτόκε, ἁγνείας πανευωδέστατον ἀλάβαστρον, τῆς δυσώδους ῥῦσαί με, τῶν παθῶν φαυλότητος, καὶ σκεῦός με ἀνάδειξον ὀσμῆς τῆς χάριτος· Σὺ γάρ μου, προστασία καὶ σκέπη, καὶ τῇ Σῇ πρεσβείᾳ, ἐλπίζω τοῦ σωθῆναι.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Στέφανον ζωῆς, ἐδέξω μακάριε ὑπὲρ τῆς δόξης Χριστοῦ, θάνατον δεξάμενος, καὶ τῶν Μαρτύρων χοροῖς ἠρίθμησαι· μεθ’ ὧν ἀπαύστως πρέσβευε, τῷ πανοικτίρμονι, ὑπὲρ πάντων, Μάρτυς Τριαντάφυλλε, τῶν τιμώντων τὴν θείαν σου ἄθλησιν.

σχυσας ἑλεῖν, νεότητι σώματος τὸν παλαιὸν πτερνιστήν, Μάρτυς Τριαντάφυλλε, ἰσχύϊ θείᾳ ἐνδυναμούμενος, καὶ πίστιν τὴν ὀρθόδοξον καλῶς ἐδόξασας, ὑπὲρ ταύτης, ἐκχέας τὸ αἷμά σου· διὰ τοῦτο ἀξίως δεδόξασαι.

Μόνον τὸν Χριστόν, ἐξ ὅλης καρδίας σου μάκαρ ἠγάπησας· ὅθεν καὶ τὸν θάνατον, ὑπὲρ τῆς δόξης Αὐτοῦ ὑπέμεινας· ἐντεῦθεν τὴν ἀθάνατον ζωὴν ἀπείληφας, ἔνθα Μάρτυς, πάντοτε μνημόνευε, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

λος ῥυπαρός, ὑπάρχων τοῖς πάθεσι τολμήσας ᾔνεσας, Μάρτυς Τριαντάφυλλε, τῆς σῆς ἀθλήσεως τὰ παλαίσματα· δέξαι οὖν συμπαθέστατε, τόν δε τὸν ὕμνον μου, καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν, καὶ μελλούσης ζωῆς τὴν ἀπόλαυσιν.

Θεοτοκίον.

ψωσον ἁγνή, τὸν νοῦν μου τοῖς πάθεσι, περιτρεπόμενον, πρὸς θεῖα νοήματα, καὶ πρὸς ἀγάπης Θεοῦ τὴν ἔλλαμψιν· Σὺ γάρ μου καταφύγιον καὶ φωτισμὸς τῆς ψυχῆς, καὶ τῇ σκέπῃ, τῇ Σῇ Κόρῃ πέποιθα, ἵνα τύχω τῆς ἄνω λαμπρότητος.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Φῶς ἀναλλοίωτον Λόγε.

Φῶς νοητὸν τῆς Τριάδος, ἐν τῇ ψυχῇ σου ἐκλάμψαν, σὲ δυνατὸν κατὰ πάσης, τοῦ δυσμενοῦς ἐπηρείας, ἀνέδειξε Νεομάρτυς· διὸ ἀθλήσας, ἀξίως ἐστεφανώθης.

Ἐξαποστειλάριον. Τῆς Ἑορτῆς. Ἦχος γ' αὐτόμελον

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

 

 

 

 

Αἶνοι. Ἦχος δ΄. Τῶν οὐρανίων ταγμάτων.

Τριανταφύλλου τὴν μνήμην τοῦ Νεομάρτυρος, τελέσωμεν προφρόνως, φιλομάρτυρες πάντες· οὗτος γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας δεδόξασται, μαρτυρικαῖς ἀγλαΐαις καὶ δυσωπεῖ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἐν νεαρᾷ ἡλικίᾳ κατηγωνίσω στεῤῥῶς, τὸν πάλαι τοὺς Γενάρχας, ἀπατήσαντα ὄφιν, καὶ νίκης τὰ βραβεῖα παρὰ Χριστοῦ, ἐκομίσω πανεύφημε· Ὃν ἐκδυσώπει σωθῆναι τοὺς εὐσεβῶς, ἑορτάζοντας τὴν μνήμην σου.

 

Ἀγαλλιᾶται καὶ χαίρει ἡ σὴ πατρὶς Ἀθλητά, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, καὶ λαμπρᾷ ἀριστείᾳ, καὶ πόθῳ ἑορτάζει χαρμονικῶς, τὴν ἐτήσιον μνήμην σου, ἣν διαφύλαττε πάσης βλάβης ἀεί, Νεομάρτυς Τριαντάφυλλε.

 

Ταῖς τῶν Μαρτύρων χορείαις συναυλιζόμενος, καὶ τῆς ζωῆς τοῦ ξύλου, νοερῶς ἀπολαύων, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀθλητὰ Τριαντάφυλλε, ὡς ἂν ῥυώμεθα νόσων καὶ συμφορῶν, καὶ παντοίων ἄλλων θλίψεων.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τίς ἐπαξίως ὑμνήσει τὴν πρὸς τὰς ἐναντίας ἀρχάς, ἀνένδοτόν σου ἔνστασιν, Ἀθλητὰ Τριαντάφυλλε; Σὲ γὰρ οὐδόλως ἐσάλευσαν τοῦ θεμελίου τῆς πίστεως, οὐ θωπεῖαι ἀπατηλαί, οὐ τυράννων ἀπειλαί, ἀλλ’ οὐδὲ τέλος ὁ θάνατος· διὸ τὰς ἀθανάτους κληρωσάμενος ἀπολαύσεις, ἐθεώθης κατὰ μέθεξιν, καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γέγονας· ὧν καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις ὁ ἀθλήσας ὑπὲρ Χριστοῦ, προθύμῳ καρδίᾳ, Τριαντάφυλλε Ἀθλητά· χαίροις Ζαγοραίων, ἀγλάϊσμα καὶ κλέος, οὓς φύλαττε καὶ φρούρει, ταῖς ἱκεσίαις σου.

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς παῤῥησίαν εὑρηκὼς Νεομάρτυς, πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων καὶ Κτίστην, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, τῶν καταφευγόντων σου, τῇ θερμῇ προστασίᾳ, ὡς ἂν λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, ἀξιωθῶμεν, κλεινὲ Τριαντάφυλλε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῇ σῇ με σῶζε πρεσβείᾳ, Μάρτυς. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τῆς δόξης Κυρίου κατατρυφῶν, ἀπαύστως δυσώπει, Τριαντάφυλλε Ἀθλητά, ῥυσθῆναι ἐκ πάσης ἐπηρείας, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.

σχύνθη ὁ δράκων ὁ δυσμενής, τῇ σῇ Νεομάρτυς, εὐτολμίᾳ τῇ ψυχικῇ· οὗ τῆς πονηρίας καὶ κακίας, ἡμᾶς ἀτρώτους διάσωζε πάντοτε.

Σαρκός μου τὴν νόσον ταὴν χαλεπήν, ἴασαι θεόφρον, καὶ ὀδύνης με ψυχικῆς, λύτρωσαι τῇ σῇ ἐπιστασίᾳ, ὡς παῤῥησίαν πλουτήσας πρὸς Κύριον.

Θεοτοκίον.

λίου νεφέλη τοῦ νοητοῦ, κεχαριτωμένη, Μητροπάρθενε Μαριάμ, δίωξον τὸν ζόφον ταῆς ψυχῆς μου, καὶ ἀπαθείας φωτί με καταύγασον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Μαρτυρίου τὴν τρίβον ἀθλητικῶς ὥδευσας· ὅθεν πρὸς ὁδὸν μακαρίαν τοῦ Παντοκράτορος, ἡμᾶς ὁδήγησον, τοὺς πλανωμένους ἐν τρίβοις, πάσης παραβάσεως Μάρτυς δεόμεθα.

ν τῇ σῇ προστασίᾳ καὶ εὐκλεεῖ χάριτι, οἱ σοὶ συμπολῖται θεόφρον ἀεὶ προστρέχοντες, θερμῶς βοῶσί σοι· ῥῦσαι ἡμᾶς πάσης βλάβης, Μάρτυς Τριαντάφυλλε τοῦ πολεμήτορος.

Σθένος δίδου μοι Μάρτυς καταπατεῖν πάντοτε, τὰς τοῦ πονηροῦ ἐπινοίας τοῦ πολεμοῦντός με, καὶ λύσιν αἴτει μοι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος,  τῶν πολλῶν πταισμάτων μου καὶ παραπτώσεων.

Θεοτοκίον.

ς Θεοῦ φιλανθρώπου Μήτηρ ἁγνὴ ἄφθορος, ἴδε τὴν ἐμὴν κακουχίαν εὐσπλαγχνῳ ὄμματι, Παρθένε ἄχραντε, καὶ ἐκ φθορᾶς τῶν παθῶν με, πρὸς ζωὴν βελτίονα ῥύθμισον δέομαι.

Διάσωσον, ὦ Τριαντάφυλλε Μάρτυς ἠγλαϊσμένε, ἐκ παντοίων πειρατηρίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεύων ἀεὶ μὴ παύσῃ Τριαντάφυλλε, Χριστῷ τῷ Θεῷ ὡς Μάρτυς σὺν τοῖς Μάρτυσιν, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ τὴν σὴν ἐκζητούντων ἀντίληψιν, ἵνα ἐχθροῦ δυσμενοῦς τὰς ὁρμάς, ἀεὶ ἐν τῷ βίῳ ἐκκρουώμεθα.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ζηλωτὴς καὶ ἰσότιμος, τῶν πάλαι Μαρτύρων Μάρτυς γενόμενος, σὺν αὐτοῖς Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.

ν κινδύνοις ἐπίκουρος, καὶ ἐν περιστάσεσι καταφύγιον, Τριαντάφυλλε μακάριε, ἔσο μοι τῶν πόνων με λυτρούμενος.

Παραμύθιον θεῖόν σε, καὶ θερμὸν προστάτην καὶ ἀντιλήπτορα, Ζαγορὰ ἡ σὲ βλαστήσασα, κεκτημένη Μάρτυς μακαρίζει σε.

Θεοτοκίον.

υπωθεὶς κατεμόλυνα, τῆς ψυχῆς μου ἄχραντε τὴν εὐγένειαν, ἀλλὰ Σύ με αὖθις κάθαρον, καὶ τῷ θείῳ φόβῳ με συνέτισον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

φορος θερμός, Νεομάρτυς Τριαντάφυλλε, καὶ παντοίων λυπηρῶν ἀπαλλαγή, τοῖς ἱκέταις σου ἀεὶ γίνου δεόμεθα.

Σύντριψον ἐχθροῦ, τοῦ δολίου τὰ βουλεύματα, ἃ βουλεύεται ἀπαύστως καθ’ ἡμῶν, ἐν εἰρήνῃ περιέπων τὴν ζωὴν ἡμῶν.

Βίον εὐσταθῆ, Τριαντάφυλλε καὶ ἄλυπον, καὶ εὐπρόσδεκτον Κυρίῳ τῷ Θεῷ, διανύειν ἡμᾶς Ἅγιε ἐνίσχυσον.

Θεοτοκίον.

ργοις σκοτεινοῖς, τὴν ζωήν μου κατηνάλωσα· ἀλλ’ ὦ Μῆτερ τοῦ φωτὸς τοῦ ἀληθοῦς, τῷ φωτὶ τῆς μετανοίας με καταύγασον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

άτρευσον, τὴν ψυχήν μου Ἅγιε, αὴν νοσοῦσαν ἀνιάτῳ κακίᾳ, καὶ πονηρᾷ τῶν παθῶν συνηθείᾳ, καὶ τῷ ἐχθρῷ καθ΄ ἑκάστην δουλεύουσαν, καὶ μετανοίᾳ σταθερᾷ, τοῦ νοός μου τὸ χαῦνον διόρθωσον.

θλήσαντα, ὁ Χριστός σε Ἅγιε, οὐρανίου κατηξίωσε δόξης, ἧς καὶ ἡμᾶς, κοινωνοὺς καὶ μετόχους, καὶ κληρονόμους γενέσθαι ἀξίωσον, τοὺς εὐφημοῦντάς σε θερμῶς, Τριαντάφυλλε Μάρτυς ἀήττητε.

Μανίας με, τοῦ ἐχθροῦ ἀπάλλαξον, Τριαντάφυλλε Χριστοῦ Ἀθλοδόρε, καὶ τῆς αὐτοῦ κακουργίας με ῥῦσαι, καὶ τῆς καθ’ ὥραν δεινῆς ἐπιθέσεως, καὶ τείχισόν με ἀσφαλῶς, πρεσβειῶν σου στεῤῥαῖς πυργοβάρεσι.

Θεοτοκίον.

μόλυντε, Μαριὰμ πανάχραντε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν μολυνθεῖσαν πολλαῖς ἁμαρτίαις, καὶ σπιλωθεῖσαν ψυχήν μου καθάρισον, τῶν οἰκτιρμῶν Σου τοῖς κρουνοῖς, οἷα Μήτηρ ἐλέους καὶ σῶσόν με.

Διάσωσον, ὦ Τριαντάφυλλε Μάρτυς ἠγλαϊσμένε, ἐκ παντοίων πειρατηρίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς Ἀθλητὴς τοῦ Χριστοῦ Τριαντάφυλλε, χάριν πολλὴν ἐπαξίως ἀπείληφας· διὸ τῶν αἰτούντων σε Ἅγιε, μὴ διαλίπῃς ἀεὶ προϊστάμενος, καὶ πᾶσι παρέχων τὰ αἰτήματα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτεύμενος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πίστει ἠνδραγάθησας, καὶ καθελὼν τὸν Βελίαρ, στεφανίτης ἄριστος, Μάρτυς Τριαντάφυλλε ἀναδέδειξαι· ὅθεν σοι Ἅγιε, ἐκ ψυχῆς βοῶμεν· τῆς αὐτοῦ κακίας λύτρωσαι, τοὺς προσιόντας σοι, νόσων καὶ παθῶν καὶ τῶν θλίψεων, καὶ πάσης περιστάσεως, τῇ σῇ ἀγωγῇ ἐξαιρούμενος, ἡμᾶς Ἀθλοφόρε, τοὺς πρέσβυν σε θερμὸν πρὸς τὸν Χριστόν, πεπλουτηκότας μακάριε, καὶ σὲ μακαρίζοντας.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

οαῖς τῶν σῶν αἱμάτων τῆς ἀπάτης τὴν φλόγαν Μάρτυς κατέσβεσας· καὶ νῦν τῶν πρεσβείων σου, τοῖς ὄμβροις τῶν παθῶν μου, τὰς καμίνους κατέσβεσας, ἀναψυχὴν ἀληθῆ, παρέχων τῇ ψυχῇ μου.

Τῶν δαιμόνων τὰ τόξα ταὰ κινούμενα Μάρτυς καθ’ ἡμῶν πάντοτε, ἀπάμβλυνον εἰς τέλος, στεῤῥᾷ ἀντιτυπίᾳ, τῆς θερμῆς προστασίας σου, καὶ ἐν εἰρήνῃ ἡμῶν, κυβέρνησον τὸν βίον.

πὲρ πάντων δυσώπει τὴν ἁγίαν Τριάδα τὴν σὲ δοξασασαν, τῶν πίστει ἀδιστάκτῳ, τὴν σὴν ἐξαιτουμένων, Νεομάρτυς ἀντίληψιν, ἵνα ῥυσθῶμεν δεινῶν, ἐπιφορῶν ἐν βίῳ.

Θεοτοκίον.

Σκέπασόν με Παρθένε, ἐκ δεινῶν βουλευμάτων τοῦ πολεμήτορος· καθ’ ὥραν γὰρ ὁ πλάνος, ποικίλαις μεθοδείαις, ἐκσυλᾷ τὴν καρδίαν μου· ἀλλὰ σὺ τούτου ἁγνή, κατάφλεξον τὸ θράσος.

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γνώσεως θείας, φωτιστικαῖς σου πρεσβείαις, καταλάμπρυνον ἀκτῖσι Νεομάρτυς, τὴν ἐσκοτισμένην, τοῖς πάθεσι ψυχήν μου.

χει σε ῥύστην, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, Τριαντάφυλλε ἡ Ζαγορὰ ἡ κώμη· ὅθεν καὶ προστρέχει, ἀεὶ τῇ σῇ πρεσβείᾳ.

ῶσιν καὶ χάριν, καὶ μυστικὴν εὐφροσύνην, ἡ πρεσβεία σου βλυστάνει Νεομάρτυς, τοῖς κεκαμωμένοις, ταῖς θλίψεσι τοῦ βίου.

Θεοτοκίον.

γγέλων δόξα, δεδοξασμένη Παρθένε, καταξίωσον τῆς αἰωνίου δόξης, τοὺς ὑπερυψοῦντασς, τὴν Σὴν μεγαλωσύνην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Συνόμιλος Ἀγγέλων, πέλων Ἀθλοφόρε, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, τὸν πανοικτίρμονα Λόγον, καὶ πολυέλεον.

σχὺν ἡμῖν παράσχου, κατὰ τοῦ Βελίαρ, καὶ καρτερίαν παμμάκαρ ἐν θλίψεσι, καὶ πολυπλόκων σκανδάλων τὴν ἀπολύτρωσιν.

Μαρτύρων τῆς εὐκλείας, σύμμορφος τυγχάνων, ὡς ἀριστεὺς τοῦ Σωτῆρος ἀήττητος, τὰς ἱκεσίαις προσδέχου ἡμῶν ἑκάστοτε.

νέος τοῦ Σωτῆρος, Μάρτυς καὶ ὁπλίτης, τῶν Ζαγοραίων τὸ θεῖον ἀγλάϊσμα, φθοροποιῶν ἀλγηδόνων ἡμᾶς ἀπάλλαξον.

Θεοτοκίον.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, τῶν πάλαι Μαρτύρων, Τριαντάφυλλε μιμητής· χαίροις, ὁ τὴν κλῆσιν, Χριστοῦ ὁμολογήσας, ἐνώπιον τυράννων, στεῤῥῷ φρονήματι.

Ἄνθος τῆς νεότητος παριδών, ἤθλησας νομίμως, δι’ ἀγάπην τὴν τοῦ Χριστοῦ, Ὃν ἀεὶ δυσώπει, ὑπὲρ αῶν προσιόντων, τῇ σῇ θερμῇ πρεσβείᾳ, ὦ Τριαντάφυλλε.

Χαίροις Ζαγοραίων ἡ καλλονή, καὶ θεῖος προστάτης, καὶ ὑπέρμαχος καὶ φρουρός· χαίροις Ὀρθοδόξων, χαρὰ καὶ εὐφροσύνη, θεόφρον Τριαντάφυλλε, Μάρτυς ἔνδοξε.

Αἷμά σου τὸ θεῖον ὑπὲρ Χριστοῦ, κέχυκας προθύμως, ἐναθλήσας καρτερικῶς· ὅθεν ὥσπερ ῥόδον, Χριστοῦ ἡ Ἐκκλησία, εὐῶδές σε πλουτοῦσα, ἐν σοὶ ἀγάλλεται.

 

Πάντοτε ἱκέτευε Ἀθλητά, Χριστὸν τὸν Σωτῆρα, πάσης βλάβης καὶ πειρασμῶν, καὶ ἀσθενημάτων, λυτροῦσθαι καὶ κινδύνων, τοὺς πόθῳ Τριαντάφυλλε σὲ γεραίροντας.

Λύσιν ἡμῖν αἴτει παρὰ Χριστοῦ, τῶν ἐπερχομένων, ἐν τῷ βίῳ δυσχερειῶν, καὶ πλημμελημάτων, συγχώρησιν τελείαν, τοῖς πόθῳ Τριαντάφυλλε, εὐφημοῦσί σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας θερμῶς, τῇ μαρτυρικῇ σου πρεσβείᾳ πάσης στενώσεως, Μάρτυς Τριαντάφυλλε καὶ πάσης θλίψεως, ἀσινεῖς διατήρησον, καὶ ἁμαρτημάτων, αἴτησαι τὴν ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὅπως, ἐν εἰρήνῃ τελείᾳ, σοῦ τὰς θαυμαστὰς ἀριστείας, μέλπωμεν τὸν Κύριον δοξάζοντες.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου