ΦΕΒΡΟΥΑΡΙΟΣ Α΄.
ΠΕΡΠΕΤΟΥΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βλάστημα περίδοξον, τῆς Καρχηδόνος ἐξήνθησας, ἀριστείας λευκάνθεμα, καὶ κρίνα, Περπέτουα, σῶφρον, μαρτυρίου, ἐν τῇ Καρχηδόνι, ἐν ᾗπερ πρὸ τυραννικοῦ, ἤθλησας βήματος καὶ πρὸ βρέφους σου, θηλάζοντος, πανεύφημε, Κυρίου Μάρτυς, καὶ κλαίοντος, πᾶσι πίστιν δεικνύουσα, εἰς Χριστόν, τὸν Νυμφίον σου.
Μάρτυς ὑπερένδοξε, μὴ πιθομένη γεννήτορος, σοῦ θερμαῖς παρακλήσεσιν, ἀρνῆσαι τὴν πίστιν σου, καὶ εἰδώλοις θῦσαι, καὶ μὴ φεισαμένη, τοῦ σοῦ θηλάζοντος υἱοῦ, ἔδραμες χαίρουσα εἰς τὸ στάδιον, ἀθλῆσαι δι’ ἀγάπησιν, τοῦ σοῦ Νυμφίου, Περπέτουα, εἰς παστάδα οὐράνιον, τοῦ ὑποδεξαμένου σε.
Μάρτυς ἀξιάγαστε, ἐν τῷ σταδίῳ ὁρμήματα, τῶν θηρίων ἀπέφυγες, Νυμφίου σου χάριτι, τοῦ ἐπουρανίου, καὶ τῆς κεφαλῆς σου, τῆς ὑπερκάλου ἐκτομὴν, στεῤῥῶς ὑπέμεινας· ὅθεν μνήμην σου, περιχαρῶς, Περπέτουα, οἱ εὐσεβεῖς ἑορτάζοντες, μεγαλύνομεν ἄθλους σου, ἱεροὺς ὑπὲρ πίστεως.
Αἷμα σου ἐξέχεας, νεανικὸν ὑπὲρ πίστεως, τοῦ Κυρίου, Περπέτουα, συνάθλους σου ἔχουσα, ἐν σταδίω, Μάρτυς, τὴν Φιλικητάτην, Σεκοῦνδον τὸν πανευσταλῆ, Ῥευκᾶτον θεῖον, γενναῖον Σάτυρον, διδάσκαλον ὑπέρσοφον, καὶ Σατορνῖνον πανόλβιον, μεθ’ ὧν χαίρεις ἀείποτε, οὐρανῶν ἐν σκηνώμασι.
Δόξα. Ἦχος β΄.
Τὴν ὑπέρ σύνευνον καί θηλάζον βρέφος Χριστὸν ἀγαπήσασαν, καὶ προτροπὴν τοῦ πατρός σου, θῦσαι τοῖς εἰδώλοις ἀποῤῥίψασαν, Καρχηδόνος καλλιμάρτυρα, Περπέτουαν, τιμήσωμεν· αὕτη γὰρ ὑπεραρθεῖσα τῆς θηλείας φύσεως, εἰς ἀνδρικοὺς ἐχώρησεν ἀγῶνας, καὶ μετὰ θηριομαχίαν καὶ ἐκτομὴν κάρας, ἀπῆλθε Χριστῷ συνευφραίνεσθαι, ᾯ καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ἀμνάς Χριστοῦ, Περπέτουα στεῤῥόφρον, διὰ Χριστοῦ ἀγάπην, ἐν Καρχηδόνος στίβῳ, ἡ θηριομαχήσασα.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαῖρε ὑπέρ υἱόν, θηλάζοντα ἡ Κτίστην, Περπέτουα, φιλοῦσα, καὶ δι’ Αὐτὸν προθύμως, τὸ αἷμά σου ἐκχύσασα.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαῖρε ἡ ἐκτομήν, τῆς κάρας ὑποστᾶσα, Περπέτουα, εὐτόλμως, πρὸ βρέφους σου ὀμμάτων, τοῦ κλαίοντος, ἀθλήτρια.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ἰσχὺς καλλιμαρτύρων, Τριὰς Ὑπεραγία, ἐν μέσῳ τοῦ σταδίου, μεγαλυνόντων κράτος Σου.
Καὶ νῦν. Προεόρτιον.
Δέχου ὦ Συμεών, ἡ πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἀγάπην Κυρίου Χριστοῦ προκρίνασα, στοργῆς θηλάζοντος βρέφους, τοῦ σοῦ, Μαρτύρων κρηπίς, Καρχηδόνα καθηγίασας, Περπέτουα, ῥείθροις αἱμάτων σου σεπτῶν, συναθλήτρια σεμνὴ, εὐψύχου Φιλικητάτης, καὶ δυσωπεῖν χάριν εὗρες, Χριστὸν ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ MΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ΄ τῶν Προεορτίων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾦ καὶ κέκραγε· Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι' ἐμέ.
Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.
Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον· Νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.
Καὶ τῆς Ἁγίας. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Χριστοῦ ἀμνάδα καλλίστην, σεμνὴν Περπέτουαν, τῶν φιλεόρτων δῆμοι, εὐφημήσωμεν πόθῳ, γυναῖκα ὡς ἀνδρείαν καὶ εὐσταλῆ, καλλιμάρτυρα, τρόπαια, πρὸ τῶν τυράννων ἐγείρασαν θαυμαστῶς, εὐσεβείας καὶ σεμνότητος.
Ὑπὲρ θηλάζον σου βρέφος, Χριστόν, Περπέτουα, φιλοῦσα καὶ θηρίων, Μάρτυς, μὴ πτοουμένη, ὁρμήματα μετέστης διὰ σφαγῆς, πρὸς παστάδα οὐράνιον, Ἀγγέλων δήμοις συνάθλων σου τῷ χορῷ, ἀκλινῶς συνεπαγάλλεσθαι.
Συναθλητάς ὁμοζήλους, ἀνδρείων ἄθλων σου, ἔχουσα τοῖς θηρίοις, τοῖς ἀγρίοις ἐῤῥίφης, Περπέτουα, Ῥευκᾶτον πανευσταλῆ, Σατορνῖνον καὶ Σάτυρον, στεφανηφόρον Σεκοῦνδον, Μάρτυς στεῤῥά, καὶ Φιλικητάτην πάνσεμνον.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς Καρχηδόνος κρίνον πανευωδέστατον, καὶ ἀριστείας ἐν σταδίῳ ἴον ἡδύπνευστον, Περπέτουαν, τὴν καλλίνικον Μάρτυρα, ἐγκωμίων καταστέψωμεν ᾄσμασιν, ἐν ἀγαλλιάσει λέγοντες· ἡ τοῦ θηλάζοντος βρέφους σου, Χριστοῦ τὴν ἀγάπην προκρίνασα, καὶ μὴ πτοηθεῖσα θηρίοις καὶ ἀκμῇ μαχαίρας, μὴ παύσῃ σῷ Νυμφίῳ πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα΄ 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πάντες την ἐν νεαρᾷ ἡλικίᾳ μαρτυρήσασαν, πρὸ τοῦ κλαίοντος αὐτῆς θηλάζοντος βρέφους, καὶ μεγαλύνασαν Χριστοῦ τὴν πίστιν, Περπέτουαν τιμήσωμεν, τὴν ἀθληφόρον, ἐν εὐλαβείᾳ ψάλλοντες· ἡ σὺν λεχοῖ Φιλικητάτῃ ἀθλήσασα, ἅμα Σατορνίνῳ, Σεκούνδῳ, Σατύρῳ καὶ Ῥευκάτῳ, μὴ παύσῃ Χριστὸν δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων ἐκθύμως τὴν μνήμην σου.
Ἦχος β΄.
Ἀνθύπατον Ἱλαρίωνα τὸν εἰδωλόφρονα, ἡ εἰς Χριστὸν πίστιν σου ἠρέθισε, Περπέτουα, τὸν συλλαβόντα σε, εἱρκτῇ ἐγκλείσαντα, θηρσὶν ἀγρίοις ῥίψαντα, καὶ μαχαίρᾳ σὴν κεφαλὴν ἀποτμήσαντα· μεταστᾶσα οὖν πρὸς παστάδα οὐράνιον, καὶ Μαρτύρων δήμοις συγχορεύουσα, μὴ παύσῃ δεομένη τοῦ ἠγαπημένου σου Κυρίου, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.
Ἦχος γ΄.
Χριστόν ἐν στέρνοις ἔχουσα, Περπέτουα, καὶ εὐαγγελικῶς πολιτευομένη, τοὺς πόδας σου εἰς μαρτύριον, ὡς εἰς πανήγυριν ἴθυνας· ὅθεν εἰσελθοῦσα εἰς παστάδα οὐράνιον, καὶ αἰωνίου ἀγαλλιάσεως ἀπολαύουσα, ἐκτενῶς τὸν σὸν Νυμφίον ἱκετεύεις, ὑπὲρ τῆς νομίμως ἀγωνιζομένης νεότητος, καὶ σωτηρίας τῶν τιμώντων τὴν μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Ὡς στρουθίον καλλικέλαδον ἐν Καρχηδόνι, Χριστοῦ ἐκελάδησας τὴν δύναμιν, Περπέτουα, ἄχρι τμήσεως κεφαλῆς τῆς τιμίας σου· μαρτυρικῶς οὖν μεταστᾶσα πρὸς πόλον, οὐ παύεις δοξάζουσα τὸν Ὕψιστον, καὶ Αὐτοῦ δεομένη ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τοῦ Ὑψίχτου ἀμνάς, ἡ εὐπρεπὴς καὶ πανωραία, Περπέτουα, τὸ εὖχος καλλιμαρτύρων, τῆς Καρχηδόνος, σεμνή, ἀριστείας ἄνθη ἡ βαστάζουσα, καὶ ταῦτα Νυμφίῳ σου, οὐρανίῳ καὶ Κτίσαντι, προσενεγκοῦσα, σὺν λειρίοις αἱμάτων σου, τῆς ἀθλήσεως, ἐν σταδίῳ, πανεύφημε· δέξαι οὖν τὸ ἐφύμνιον, ἡμῶν μελῳδούντων σε, ὡς ἀρετῆς ἐκμαγεῖον, καὶ γενναιότητος πρόβολον, ἐν στέρνοις καρδίαν, κατακρύπτουσαν ἀνδρείαν, σταδίου πρώταθλε.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις, ἡ ἐν καιρῷ διωγμῶν, τῶν χριστωνύμων εὐσθενῶς μαρτυρήσασα, Περπέτουα ἀθληφόρε, καὶ σῶν αἱμάτων ῥοαῖς, Καρχηδόνος χθόνα, πορφυρώσασα, τιμίοις σὺν χεύμασι, τῶν αἱμάτων συνάθλων σου, Φιλικητάτης, τῆς λεχοῦς καλλιμάρτυρος, διδασκάλου σου, τοῦ Σατύρου, θεόνυμφε, καὶ Σατορνίνου μάκαρος, Σεκούνδου ἀλκίφρονος, καὶ στεῤῥοψύχου Ῥευκάτου, μεθ’ ὧν στεφάνους ἀπείληφας, χειρῶν ἐξ ἀχράντων, οὐρανίου σου Νυμφίου, ἀϊδιότητος.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μνήμην, ἐν κατανύξει ψυχῆς, καὶ εὐλαβείᾳ τὴν σεπτήν σου νῦν ἄγοντες, Περπέτουα γενναιόφρον, τῶν φιλεόρτων χοροί, σὲ ὡς ἀθληφόρον, μεγαλύνομεν, στεῤῥὰν καὶ πανεύφημον, τὴν θηριομαχήσασαν, καὶ κεφαλήν σου, ἐκτμηθεῖσαν τὴν πάνσεπτον, καὶ κραυγάζομεν· καλλιμάρτυς ἀήττητε, ῥύου δεινῶν στενώσεων, καὶ πάσης κακώσεως, τοὺς καταφεύγοντας πόθῳ, ἀδιαλείπτοις δεήσεσι, ταῖς σαῖς πρὸς τὸν μόνον, τῶν ψυχῶν ἡμῶν Σωτῆρα, τὸν εὐσυμπάθητον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε τήν καλλικέλαδον τῆς Καρχηδόνος ἀηδόνα, κελαδήσασαν ἄχρι μαρτυρίου Χριστοῦ τὴν ἀγάπην, Περπέτουαν, ἀνυμνήσωμεν τὴν πάγκαλον, ἐν ἀγαλλιάσει λέγοντες· ἡ ἐν σταδίῳ θηρῶν ὁρμὰς καταπαύσασα, καὶ μαχαίρᾳ τὴν κεφαλὴν τμηθεῖσα, ὁμολογεῖν ἡμᾶς Χριστὸν ἄχρι τέλους ἀξίωσον, τοὺς εἰλικρινῶς σε, πολύαθλε, μακαρίζοντας.
Καὶ νῦν. Προεόρτιον.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἀγάπην Κυρίου Χριστοῦ προκρίνασα, στοργῆς θηλάζοντος βρέφους, τοῦ σοῦ, Μαρτύρων κρηπίς, Καρχηδόνα καθηγίασας, Περπέτουα, ῥείθροις αἱμάτων σου σεπτῶν, συναθλήτρια σεμνὴ, εὐψύχου Φιλικητάτης, καὶ δυσωπεῖν χάριν εὗρες, Χριστὸν ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Περπέτουα, ἀμνάς, τοῦ Ὑψίστου καλλίστη, ἀθλήσεως στεῤῥᾶς, ἡ ἀνύσασα τρίβον, καὶ χθόνα σοῖς αἵμασι, Καρχηδόνος φοινίξασα, ἐμεγάλυνας, κράτος Χριστοῦ, σοῦ Νυμφίου, Ὃν ἱκέτευε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Περπέτουαν μέλψωμεν, τὴν εὐσταλῆ ἐκτενῶς, προθύμως ἀθλήσασαν, πρὸ τῶν ὀμμάτων αὐτῆς, τοῦ βρέφους καὶ κλίνασαν, κάραν ἐχθρῶν μαχαίρᾳ, ἐν κλεινῇ Καρχηδόνι, ἴον ὡς πανευῶδες, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ κρίνον εὐανθὲς ἀρετῆς, καὶ γενναιότητος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καρτερόψυχον, ἐν ὕμνοις Μάρτυρα, Χριστοῦ τὸ ὄνομα, λαμπρῶς δοξάσασαν, ἐν Καρχηδόνι εὐλαβῶς, Περπέτουαν, αἱ χορεῖαι, τῶν πιστῶν τιμήσωμεν, σὺν αὐτῆς τοῖς συμμάρτυσι, Σατορνίνῳ μάκαρι, καὶ Σεκούνδῳ στεῤῥόφρονι, λεχοῖ Φιλικητάτῃ, Ῥευκάτῳ, ἅμα Σατύρῳ διδασκάλῳ.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ζήτει τῇ Δευτέρᾳ τῆς ιε΄ ἑβδομάδος Ματθαίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ὑπέρ γονεῖς καί ὁμόζυγον καί τέκνον, Χριστὸν ἀγαπήσασαν, Περπέτουαν, τιμήσωμεν, ὡς καλλίνικον Μάρτυρα ἐν κατανύξει ψάλλοντες· ἡ καλῶς τὸν ἀγῶνα τελέσασα, θηρῶν τὰς ὁρμὰς καταπραΰνασα, καὶ μαχαίρας τὴν ἀκμὴν μὴ πτοηθεῖσα, παράσχου ἡμῖν εὐχαῖς σου, Κυρίου τὸ ἄμετρον ἔλεος.
Εἶτα ὁ Κανὼν τῆς Ἀθληφόρου, οὗ ἡ ἀκροστιχίς· Περπετούας καλλιμάρτυρος ἐγκώμιον. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Περπέτουαν ἔνδοξον, τὴν καλλιμάρτυρα, μέλψωμεν, πρὸ βρέφους τοῦ κλαίοντος, αὐτῆς ὀμμάτων λαμπρῶς, ἐναθλήσασαν, καὶ Καρχηδόνος χθόνα, αἱμάτων ἐκχύσεσι, τὴν πορφυρώσασαν.
Ἐνήλθησας ἄριστα, διὰ Χριστοῦ τὴν ἀλήθειαν, Περπέτουα πάγκαλε, καταλιποῦσα ταχὺ, σὸν ὁμόζυγον, καὶ βρέφος σου θηλάζον, καὶ στέφος ἀπείληφας, αἰωνιότητος.
Ῥοαῖς τῶν αἱμάτων σου, ἐν τῷ σταδίῳ ἐπέχρωσας, στολὴν τῆς καρδίας σου, ἥνπερ ὡς δῶρον Χριστῷ, τῷ Νυμφίῳ σου, παρέδωκας ἐν πόλῳ, βραβεῖον, Περπέτουα, πάγχρυσον δόντι σοι.
Θεοτοκίον.
Παρθένε πανύμνητε, Χριστιανῶν καταφύγιον, ἐν βίου στενώσεσι, καὶ πειρασμοῖς καὶ δεινοῖς, σπεῦσον δούλοις Σου, ταχέως βοηθῆσαι, ἐν δίναις τοῖς ᾄσμασι, Σὲ μεγαλύνουσι.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Εὐκλείας κατηξιώθης θείας, ἀμνὰς ὡς Κυρίου εὐπρεπὴς, καὶ Μάρτυς ἀξιάγαστος, ἡ χθόνα πορφυρώσασα, τῆς Καρχηδόνος αἵμασι, σοῖς πανιέροις, Περπέτουα.
Τῶν ἄθλων σου, Μάρτυς, ὁμοζήλους, ἀνέδειξας, χάριτι Θεοῦ, Περπέτουα, τὸν Σάτυρον, Φιλικητάτην πάνσεμνον, Σεκοῦνδον, Σατορνῖνόν τε, καὶ τὸν Ῥευκᾶτον, τὸν ἄλκιμον.
Ὁδῷ ἠκολούθησας προθύμως, Περπέτουα, τῇ μαρτυρικῇ, καὶ παριδοῦσα φύσιν σου, θηλείαν πίστει ἤθλησας, πρὸ τῶν ὀμμάτων βρέφους σου, τοῦ κατακλαίοντος, ἔνδοξε.
Θεοτοκίον.
Ὑπέρ τῶν ἐνθέρμων ἱκετῶν Σου, μὴ παύσῃ, Παρθένε, Σὸν Υἱὸν, μονογενῆ, Μητρόθεε, ἀπαύστως ἱκετεύουσα, καὶ ῥυομένη θλίψεων, ἡμᾶς καὶ πάσης στενώσεως.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἐμεγάλυνας, Χριστοῦ τό κράτος, τῇ ἐνστάσει σου, καὶ μαρτυρίου ἄθλοις πρὸ εἰδωλοφρόνων, Περπέτουα, ἡ παριδοῦσα τὸ χαῦνον τοῦ θήλεος, καὶ τοῦ θηλάζοντος βρέφους σου κλάμματα· ὅθεν μνήμην σου τιμῶντες τὴν πανσεβάσμιον, αἰτούμεθα λιτὰς ἀδιαλείπτους σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Τὴν ὡραιότητα
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἄνθος ἥδιστον ἀνδρείας, γενναιόφρον Περπέτουα, Μάρτυς στεφηφόρε, Καρχηδόνα ηὔφρανας ἄθλοις σου, ἀθλητικοῖς, δι’ ὧν τύραννον κατῄσχυνας, εἰδωλόφρονα, σὺν τῷ χορῷ τῶν συνάθλων σου.
Σῶν Περπέτουα αἱμάτων, ταῖς ῥανίσιν ἐπέχρωσας, ἄσπιλον ψυχῆς σου, χλαῖναν καὶ πρὸς δώματα ἔδραμες, τοῦ οὐρανοῦ συναγάλλεσθαι τῷ Κτίστῃ σου, καὶ Νυμφίῳ σου, σεπτῶ, Υἱῷ τοῦ Παντάνακτος.
Κλέος, Μάρτυς, εὐσθενείας, καὶ ἀνδρείας, ἠγάπησας, τὸν Χριστὸν ἐκ βάθους, σῆς καρδίας καὶ παρακλήσεων, τοῦ σοῦ πατρός, σὲ ὀτρύναντος ἠλόγησας, οἴμοι, εἴδωλα, ἄψυχα θῦσαι, Περπέτουα.
Θεοτοκίον.
Ἀπειρόγαμε Παρθένε, τῶν παθῶν μου ἀπόπλυνον, βόρβορον λιταῖς Σου, πρὸς Θεόν, Υἱόν Σου πανάχραντον, τὰς ἁμαρτίας πάντος τοῦ κόσμου αἴροντα, Παντευλόγητε, πιστῶν χαρὰ καὶ διάσωσμα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαμπάς ἀγαπήσεως, Χριστοῦ, σεμνὴ Περπέτουα, Μάρτυς, ἀστραπαῖς ἐνστάσεώς σου, τῆς Καρχηδόνος, ηὔγασας δῆμον πιστῶν, καὶ θεῖον συνάθλων σου χορόν, ὅνπερ κατηξίωσας, οὐρανίου λαμπρότητος.
Λειμών εὐωδέστατος, καὶ εὐανθὴς χρηστότητος, πέφηνας, Περπέτουα στεῤῥόφρον, ἡδύνων πάντας, σῆς ἀριστείας ὀδμαῖς, καλλίνικε, τοὺς Χριστιανούς, ὧν ἐδείχθης πρότυπον, καὶ πυξίον πρὸς ἄθλησιν.
Ἰθύνασα πόδας σου, εἰς στάδιον, Περπέτουα, θηριομαχῆσαι καὶ φοινίξαι, στολὴν ψυχῆς σου, αἱμάτων ῥείθροις τῶν σῶν, χοροῖς Ἀθλητῶν περιφανῶς, Μάρτυς, συνηρίθμησαι, τοῦ Χριστοῦ θείας πίστεως.
Θεοτοκίον.
Μαρία, ὑμνοῦντες Σε, σεμνὴ Θεογεννήτρια, Κεχαριτωμένη Παναγία, Σαῖς ἱκεσίαις πρὸς τὸν Δεσπότην Χριστὸν, καὶ Τόκον Σου τὸν μονογενῆ, σπεύδομεν ἐν κλύδωσι, λυπηροῖς καὶ κακώσεσι.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀθλητικοῖς φρυκτωρήμασι, Περπέτουα, ἐφώτισας σύμπαντα, καὶ διεσκέδασας, σεβόντων εἴδωλα ζόφωσιν, Μαρτύρων φωτολάμπρων, φαιδρὸν ὑπόδειγμα.
Ῥοαῖς αἱμάτων, Περπέτουα, τιμίων σου τὴν χθόνα ἡγίασας, Μάρτυς πολύαθλε, τῆς Καρχηδόνος, σπαργάνοις σου, σεπτοῖς σεμνυνομένης, νύμφη τοῦ Κτίσαντος.
Τοῖς σοῖς ὁδοῖς ἠκολούθησε, Περπέτουα, Σεκοῦνδος καὶ Σάτυρος, σοῦ ὁ διδάσκαλος, Φιλικητάτη ἡ ἄμεμπτος, καὶ σὺν τῶ Σατορνίνῳ, Ῥευκᾶτος ἔνδοξος.
Θεοτοκίον.
Ὑμνοῦμεν Σοῦ την ἀντίληψιν, φρουρὰν καὶ προστασίαν, Μητρόθεε, ἣν τοῖς οἰκέταις Σου, δεικνύοις, νῦν ἑορτάζουσι, τῆς Περπετούας μνήμην, τὴν πολυσέβαστον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Καρχηδόνος καλλιμάρτυρα τιμήσωμεν, αὐτῆς πρὸ βρέφους τοῦ θηλάζοντος ἀθλήσασαν, καὶ ῥιφεῖσαν τοῖς ἀγρίοις θηρσὶ προθύμως, κεφαλότμητον Περπέτουαν, ὡς σέμνωμα, θείας πίστεως καὶ ἀριστείας πρότυπον, ὕμνοις κράζοντες· χαίροις, Μάρτυς πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελοι καθορῶντες ψυχικήν σου ἀνδρείαν ἐξέστησαν, Περπέτουα Μάρτυς, ἡ ῥιφεῖσα ἀγρίοις θηρσὶ καὶ ἀποτμηθεῖσα κεφαλὴν θείαν σου διὰ Χριστοῦ ἀγάπησιν, ἀοίδιμε, πρὸς ἣν βοῶμεν·
Χαῖρε, τὸ γέρας καλλιμαρτύρων·
χαῖρε, τὸ κέρας σεμνῶν μητέρων.
Χαῖρε, Καρχηδόνος τερπνὸν ἀγαλλίαμα·
χαῖρε, λυμεῶνος πιστῶν θεῖον σύντριμμα.
Χαῖρε, ὅτι τὸ μαρτύριον ἐλογίζου ἑορτήν·
χαῖρε, ὅτι βίον ἄληκτον ἐθεώρεις τὴν θανήν.
Χαῖρε, Φιλικητάτης ἡ γενναία συμμάρτυς·
χαῖρε, τῆς ἀριστείας γυναικῶν ἡ φαιδρότης.
Χαῖρε, θηλάζον βρέφος ἡ ἔχουσα·
χαῖρε, ἀνδρῷον θάῤῥος δεικνύουσα.
Χαῖρε, ἀμνὰς τοῦ Ὑψίστου καλλίστη·
χαῖρε, ψεκὰς εὐψυχίας ἡδίστη·
Χαίροις, Μάρτυς πανεύφημε.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, μετά τῶν αὐτῆς συνάθλων· Φιλικητάτης, Σατύρου, Σεκούνδου, Σατορνίνου και Ῥευκάτου.
Ταῖς αὐτῶν ἁγίαις πρεβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥώμης ἄνακτος, ἐν γενεθλίοις ἄπιστοι πόδας σου ἴθυνον, σὲ εἰς θηρία τροφὴ, γενέσθαι, Περπέτουα, αὐτῶν, ἡ στέφανον, καλλιμάρτυρος, ἐκ τῶν χειρῶν Νυμφίου σου, οὐρανίου δεξαμένη.
Ὁ διδάσκαλος, ὁ σός, σεμνὴ Περπέτουα, στεῤῥόφρον Σάτυρος, συνηριθμήθη χορῷ, ἀρίστων συνάθλων σου, Σεκούνδου ἔμφρονος, Σατορνίνου τε, Ῥευκάτου τοῦ ἀλκίφρονος, καὶ κλεινῆς Φιλικητάτης.
Σέλας πάμφωτον, ἀνδρείας καὶ συνέσεως, δεσμίους ηὔγασας, ἀπίστους ἐν φυλακῇ, ἰδόντας, Περπέτουα, δεῖπνον πανέορτον, ὃ προσήνεγκας, Χριστιανοῖς συμμάρτυσι, πρὸ αὐτῶν τοῦ μαρτυρίου.
Θεοτοκίον.
Εὐσυμπάθητε, Θεογεννῆτορ, πρόσδεξαι ἡμῶν αἰτήματα, καὶ παρακλήσεις θερμὰς, καὶ ταύτας προσάγαγε, τῷ θείῳ Τόκῳ σου, τῷ παρέχοντι, ἀείποτε τὰ πρόσφορα, τοῖς Αὐτὸν δοξολογοῦσι.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γῆθεν πρός οὐράνιον παστάδα, Περπέτουα, ὁ Νυμφίος σου ὁ πάνσεπτος, Ἰησοῦς, σὲ εἵλκυσε, μετὰ τὴν ἀπότμησιν τῆς κεφαλῆς τῆς θείας σου, δοὺς στέφος ἄφθαρτον, σοί, Μάρτυς, τῇ στεῤῥᾷ ἀθληφόρῳ, καὶ Αὐτοῦ παγκάλῳ, ἀμνάδι, καρτερόφρον.
Κατιδεῖν Χριστοῦ κατηξιώθης, ἐν πόλῳ προσώπου θείου κάλλος ἄῤῥητον, γεραρὰ Περπέτουα, ὡς σεμνὴ ἀθλήτρια, λαμπρῶς συμμαρτυρήσασα, Σατύρῳ σώφρονι, ἐνδόξῳ Σατορνίνῳ, Σεκούνδῳ, καὶ Φιλικητάτῃ, εὐφήμῳ καὶ Ῥευκάτῳ.
Ὡς Χριστοῦ, Περπέτουα, Μαρτύρων, ἀρίστων σὲ μεγαλύνοντες καὶ πρώταθλον, τοῦ σταδίου, κλαίοντος, πρὸ ὀμμάτων βρέφους σου, ῥιφεῖσαν εἰς τὰ ἄγρια, θηρία, ψάλλομεν· Ἀθλήτρια σεμνή, ἐκδυσώπει, σὸν Νυμφίον πέμψαι, ἡμῖν Αὐτοῦ τὴν χάριν.
Θεοτοκίον.
Μῆτερ τοῦ Κυρίου γλυκυτάτη, ἀπέργασαι τὸν Υἱόν Σου καὶ Παντάνακτα, Σοῖς οἰκέταις ἵλεων, τὸν Παντελεήμονα, καὶ ἀκλινῶς δωρούμενον, ἰσχὺν καὶ δύναμιν, τοῖς πόθῳ ἑορτάζουσι μνήμην, θείας Περπετούας, τοῦ Τόκου Σου ἀμνάδος.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴσχυσας ὀφρύν, σεβόντων τὰ εἴδωλα πατῆσαι ἄθλοις σου, ἱεροῖς, Περπέτουα, καὶ προθυμίᾳ πρὸς κάρας ἔκτμησιν· διό σε μακαρίζοντες, ὡς στίβου πρώταθλον, σὲ τιμῶμεν, εὐλαβῶς καὶ χάριν σου, τὴν πολλὴν ἐκδεχόμεθα, πάντιμε.
Ὄλβος ὡς Χριστοῦ, ἀγάπης πολύτιμος σεπτὸν διάδημα, τῶν Μαρτύρων πίστεως, Ῥευκᾶτε πάντιμε, κατεκόσμησας, καὶ εὐσθενὲς Περπέτουα, σὺν τῷ Σεκούνδῳ τε, Σατορνίνῳ, καὶ Σατύρῳ, πάγκαλε, ἅμα Φιλικητάτῃ στεῤῥόφρονι.
Νίκης κραταιᾶς, τὸ στέφος, Περπέτουα κλυτή, ἀπείληφας, ἐκ χειρῶν Νυμφίου σου, ἐπουρανίου, ἡ θριαμβεύσασα, τοὺς σέβοντας τὰ εἴδωλα, καὶ καταισχύνασα, σῇ ἐνστάσει, ἄνομον ἀνθύπατον, Καρχηδόνος καὶ τμήσει αὐχένος σου.
Θεοτοκίον.
Χαῖρε, τοῦ Θεοῦ, ἡ Μήτηρ ἡ εὔστοργος, χαῖρε, τῶν δούλων Σου, φρέαρ ἁγιάσματος, τῶν προστρεχόντων Σῇ θείᾳ χάριτι, καὶ νάματα προνοίας Σου καὶ ἀντιλήψεως, τῶν ἀντλούντων, ἐξ αὐτοῦ, Πανύμνητε, ἐν ἀνάγκαις καὶ βίου κακώσεσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὑπεραρθεῖσα φύσεως, θηλείας τρίβον ἤνυσας, τοῦ μαρτυρίου εὐτόλμως, πρὸ τῶν ὀμμάτων σοῦ βρέφους, τοῦ κλαίοντος, Περπέτουα, τῆς Καρχηδόνος σέμνωμα, καὶ ἀνδρικῷ φρονήματι, Χριστὸν ἐδόξασας ἄχρι, ἀποτομῆς κεφαλῆς σου.
Θεοτοκίον.
Παραμυθία δούλων Σου, ἐμπεριστάτων, Δέσποινα, καὶ σταθηρὰ βακτηρία, τῶν κλονουμένων, Παρθένε, ἐπάκουσον δεήσεων, ἡμῶν, Θεογεννήτρια, καὶ πάντας ἐπιστήριζε, τοὺς ἀσθενεῖς Περπετούας, Ἁγνή, θερμαῖς ἱκεσίαις.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς τοῦ Χριστοῦ, Περπέτουα, μητέρων ἡ καλλονὴ, καὶ πρωτάθλων τῆς πίστεως, ἐν σταδίῳ πρόβολε, Καρχηδόνος ἐπίανας, τοῦ αἵματός σου, ῥανίσι στάδιον, καὶ πρὸς νυμφῶνα, λαμπρὸν ἀνέδραμες, πόλου, πανεύφημε, ἐνεγκεῖν τὴν κάραν σου ὡς τιμαλφῆ, προῖκα τῷ Νυμφίῳ σου, Θεῷ οἰκτίρμονι.
Μάρτυς εὐσταλές, Περπέτουα, Φιλικητάτης σεμνῆς, τῆς λεχοῦς θεία σύναθλε, ἔχουσα συμμάρτυρας, Σατορνῖνον τὸν εὔτολμον, σεπτὸν Σεκοῦνδον, γενναῖον Σάτυρον, καὶ τὸν ἀνδρεῖον, Ῥευκᾶτον, ὄνομα, τοῦ Παντοκράτορος, Ἰησοῦ ἐδόξασας ἀθλητικῇ, παῤῥησίᾳ, ἔνδοξε, καὶ ῥείθροις αἵματος.
Μάρτυς θαυμαστή, Περπέτουα, τὰς παρακλήσεις πατρὸς, ἀποῤῥίψασα, φέροντος, ἐν ἀγκάλαις βρέφος σου, κλαῖον καὶ σὲ προτρέποντος, θῦσαι εἰδώλοις, καὶ σῶσαι σάρκα σου, ταχύ, τρισμάκαρ, πρὸς τὸ μαρτύριον, ἔχουσα φρόνημα, ἀνδρικὸν ἐχώρησας ὡς ἀληθῶς, καὶ στεῤῥῶς ὑπέμεινας, κάρας σου ἔκτμησιν.
Μάρτυς γεραρά, Περπέτουα, πανευλαβῶς οἱ πιστοὶ, τὴν σεπτὴν καὶ πανέορτον, ἐκτελοῦντες μνήμην σου, εὐσχημόνως κραυγάζομεν· μὴ διαλείπῃς, ἐξ ὕψους δόξης σου, ἱλεουμένη, τὸν πολυεύσπλαγχνον, Κτίστην τοῦ σύμπαντος, καὶ Θεὸν καὶ Κύριον ἡμῖν, σεμνή, δοῦναι θεῖον ἔλεος, Αὐτοῦ τὸ ἄμετρον.
Δόξα. Ἦχος πλ. α΄.
Παριδοῦσα εὐμάρειαν, ἀνέσεις, ὁμόζυγον καί βρέφος θηλάζον, ἐχώρησας πρὸς μαρτύριον, καλλιμάρτυς Περπέτουα· ὅθεν τὴν μνήμην σου σὺν αὐτῇ πανενδόξων συνάθλων σου, Φιλικητάτης, Σατύρου, Σατορνίνου, Σεκούνδου καὶ Ῥευκάτου ἑορτάζοντες, τὰς θεοπειθεῖς εὐχάς σου ἐξαιτούμεθα πρὸς πολιτείαν Αὐτῷ εὐάρεστον.
Καὶ νῦν. Προεόρτιον.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Βίβια Περπέτουα, εὐσθενῶν, πέφηνας Μαρτύρων, Καρχηδόνος ἡ καλλονή, εὖχος, ἀθληφόρε, θηλαζουσῶν μητέρων, ἀτίμητον καὶ γέρας, πίστεως πάγχρυσον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ὑπὲρ βρέφος τὸ θηλάζον φιλοῦσαν, Χριστόν, Περπέτουαν, τιμήσωμεν ὕμνοις, τὴν Μάρτυρα, προκρίνασαν σαφῶς τὸ θανεῖν, τῆς Αὐτοῦ ἀρνήσεως ἐν τῷ μέσῳ σταδίου, Καρχηδόνος κράζοντες· Ἀθληφόρε ἀρίστη, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, σὲ ἀνυμνούντων, Νυμφίον σου εὔσπλαγχνον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Περπέτουα, εὔχου ἀεὶ ὑπὲρ ἱκετῶν σου. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Περπέτουα, Κτίστου ἀμνὰς σεμνή, Αὐτὸν ἐκδυσώπει, ὑπὲρ πάντων σῶν ὑμνητῶν, τιμώντων σου μνήμην τὴν ἁγίαν, τῆς Καρχηδόνος Μαρτύρων ὡράϊσμα.
Ἐπάκουσον πάντων σῶν ἱκετῶν, δεήσεων, Μάρτυς, ἀνυμνούντων σε ὡς Χριστοῦ, ἀγάπης ἀλάβαστρον εὐῶδες, καὶ ἴον πίστεως, σῶφρον Περπέτουα.
Ῥυπώδους ἀρνήσεως τοῦ Χριστοῦ, σαφῶς ὑπερτέρα, δυσωδίας ἡμῶν παθῶν, ἀνάδειξον πάντας ὑπερόπτας, τοὺς μελῳδοῦντας σοὺς ἄθλους, Περπέτουα.
Θεοτοκίον.
Παράσχου ἀφθόνως, Μῆτερ Θεοῦ, ἡμῖν τὰ ἐλέη, καὶ τὸ πλῆθος τῶν οἰκτιρμῶν, λιταῖς Περπετούας, τοῦ Υἱοῦ Σου, Εὐλογημένη, τοῦ κόσμου διάσωσμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκτενῶς ἐκδυσώπει, τὸν Ἰησοῦν, ἔνδοξε, Βίβιαν Περπέτουα, Μάρτυς, ἀξιοθαύμαστε, ὑπὲρ ἡμῶν ἐν δεινοῖς, καὶ πειρασμοῖς καὶ κινδύνοις, προστρεχόντων χάριτι, τῇ θεοσδότῳ σου.
Τὰς ὁρμὰς τῶν θηρίων, καὶ κεφαλῆς ἔκτμησιν, Βίβιαν Περπέτουα, Μάρτυς, ἡ ὑπομείνασα, εὐκλείας τῶν οὐρανῶν, κατηξιώθης καὶ χάριν, ἱλεοῦσθαι Ὕψιστον, πᾶσιν ἀπείληφας.
Οἱ πιστοὶ κατὰ χρέος, σὲ ἀκλινῶς μέλπομεν, Βίβιαν Περπέτουα, νύμφην, Κτίστου ὡς πάνσεμνον, συνάθλῳ σου σὺν σεμνῇ, Φιλικητάτῃ ἀνδρείᾳ, μεθ’ ἧς καθιλέωσαι, πᾶσι τὸν Ὕψιστον.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, τοῦ Λυτρωτοῦ, Δέσποινα, δυσωποῦσα Τόκον Σου θεῖον, τὸν πολυεύσπλαγχνον, μὴ παύσῃ τῶν ἐκτενῶς, ἀνευφημούντων καμάτους, Περπετούας Μάρτυρος, τοὺς ὑπὲρ ἔννοιαν.
Ἀξίωσον, εὐκλείας πάντας ἱκέτας σου οὐρανίου, τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ Μάρτυς, Περπέτουα, ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων στεῤῥῶν, Περπέτουα, ὡράϊσμα, Νυμφίον Χριστὸν μὴ παύσῃ ἱκετεύουσα, Καρχηδόνος βλάστημα, ὑπὲρ πάντων τιμώντων σὴν ἔνστασιν, εἱρκτήν, ὁρμὰς θηρῶν καὶ ἐκτομὴν, αὐχένος σεπτοῦ σου δι’ εὐσέβειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀσεβεῖς καταισχύνασα, Βίβιαν Περπέτουα, τῇ ἐνστάσει σου, καὶ τομῇ σῆς κάρας εἴληφας, χάριν περισκέπειν τοὺς τιμῶντάς σε.
Ἐπιβράβευσον δύναμιν, Βίβιαν Περπέτουα, τοῖς τιμῶσί σε, Καρχηδόνος ὡς ἀθλήτριαν, δύναμιν λαβοῦσαν θείαν ἄνωθεν.
Ὑπερεύχου, Περπέτουα, σὺν Φηλικιτάτῃ, σεπτῇ συνάθλῳ σου, καὶ Σατύρῳ, διδασκάλῳ σου, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Θεοτοκίον.
Χαρμονῆς κόσμου πρόξενε, Κεχαριτωμένη Θεογεννήτρια, λυπηρῶν, δεινῶν καὶ θλίψεων, ῥῦσαι τοὺς προστρέχοντας Σῇ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρισον ἡμῖν, εὐφημοῦσί σε, Περπέτουα, ὡς μητέρα, τὴν προκρίνασαν Χριστὸν, τοῦ σοῦ βρέφους, ὑετὸν τῆς Θείας Χάριτος.
Ὕμνοις καὶ ᾠδαῖς, μεγαλύνομεν, Περπέτουα, προθυμίαν μαρτυρίου σου στεῤῥοῦ, καὶ παγκάλου κεφαλῆς σου τὴν ἀπότμησιν.
ᾌσμασι τερπνοῖς, τὴν σὴν ἄθλησιν, Περπέτουα, ἀνυμνοῦντες ἐκδεχόμεθα λιτὰς, πρὸς Νυμφίον σου οὐράνιον ἐνθέρμους σου.
Θεοτοκίον.
Ἔλεος ἡμῖν, τοῦ Υἱοῦ Σου, Μητροπάρθενε, τὸ ἀμέτρητον κατάπεμψον, Ἁγνή, Περπετούας ἀριστείας μεγαλύνουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰθύνουσα πόδας σου, Περπέτουα, διὰ πίστιν εἰς θηριομαχίαν, καὶ ἐκτομὴν κεφαλῆς σου τιμίας, τῆς Καρχηδόνος ἡγίασας στάδιον, καὶ χάριν εἴληφας πολλὴν, ἁγιάζειν τοὺς σὲ μεγαλύνοντας.
Ὑπέρλαμπρε τοῦ σταδίου πρώταθλε, ἡ αἰσχύνασα, Περπέτουα, πλάνον, Σεβῆρον ἄθλοις τοῦ σοῦ μαρτυρίου, τῷ σῷ Νυμφίῳ Χριστῷ εὐηρέστησας, Ὃν ἐκδυσώπει ἐκτενῶς, ὑπὲρ πάντων τιμώντων σὴν ἄθλησιν.
Περπέτουα, ἐν ὠσί σου κλάμματα, τοῦ θηλάζοντός σου βρέφους ἀπήχουν, ὅτε οἱ θῆρες ἐξέσχιζον σάρκα, τὴν ἁπαλήν σου καὶ μάχαιρα ἔτεμνε, τὴν σὴν ἁγίαν κεφαλήν, καλλιμάρτυς, πιστῶν παραμύθιον.
Θεοτοκίον.
Ἐπάκουσον, Θεοτόκε, Δέσποινα, ἱκετῶν Σου τῶν φωνῶν καὶ σαρκίου, ἡμῶν κινήσεις κατάστειλον τάχος, τῶν εὐφημούντων ἀθλήσεως σκάμματα, τῆς Περπετούας τῆς σεμνῆς, εὐπρεποῦς νύμφης Τόκου τοῦ θείου Σου.
Ἀξίωσον, εὐκλείας πάντας ἱκέτας σου οὐρανίου, τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ Μάρτυς, Περπέτουα, ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀρίστων ἄθλων ἡ στέφος, Περπέτουα, ἐκ τῶν χειρῶν δεξαμένη Νυμφίου σου, τοῦ οὐρανίου, θεόθεν κατάπεμψον, ἡμῖν Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ε΄ 24 - 34).
Τῷ καιρῷ ἐκείνω, ἐπορεύετο ὁ Ἰησοῦς καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Βίβιαν Περπέτουα, τῆς Καρχηδόνος Μαρτύρων, ἔμψυχον ὡράϊσμα, ἡ Χριστὸν κηρύξασα, τὸν Θεάνθρωπον, Ὅνπερ ἠγάπησας, ὅλης ἐκ καρδίας, ὑπὲρ βρέφος τὸ θηλάζον σου, καὶ ὑπομείνασα, δι’ Αὐτὸν εἱρκτήν, κολαστήρια, ὁρμὰς θηρῶν καὶ μάχαιραν, ἄχρι μαρτυρίου, κατάπεμψον, σὺν Φιλικητάτῃ, σοὺς ἄθλους ζηλωσάσῃ, καὶ στεῤῥᾷ, τετράδι θείων συνάθλων σου, πᾶσι Κτίστου ἔλεος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις νεανικῶν σου, καλλιμάρτυς, αἱμάτων, σεμνὴ Περπέτουα, ἐν μέσῳ Καρχηδόνος, ἐπέχρωσαν στολήν σου, τῆς ψυχῆς, ἣν παρέλαβε, Χριστός, εὐχαῖς σου πιστοῖς, ὁ νέμων τὰ βραβεῖα.
Ἱκετεύουσα, Μάρτυς, τὸν Σωτῆρα μὴ παύσῃ, Χριστόν, Περπέτουα, σὺν τῇ Φιλικητάτῃ Σατύρῳ, Σατορνίνῳ, καὶ Ῥευκάτῳ στεῤῥόφρονι, ἅμα Σεκούνδῳ κλεινῷ, ὑπὲρ τῶν ἱκετῶν σου.
Καρχηδόνος εὐῶδες, ἴον, ἤδυνας πάντας, πιστούς, Περπέτουα, γενναίᾳ σου ἐνστάσει, καὶ μαρτυρίου πόνοις, δι’ ὧν χάριν ἀπείληφας, καθιλεοῦσθαι Χριστὸν, τοῖς σὲ ὑμνολογοῦσι.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, κόπασόν μου τον σάλον, παθῶν καὶ θλίψεων, τῇ πανσθενεῖ χειρί Σου, Κυρία Θεοτόκε, παντευλόγητε Δέσποινα, τῆς Περπετούας λιταῖς, ἀμνάδος τοῦ Υἱοῦ Σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Βασιλείας, τῶν οὐρανῶν δεῖξον πάντας, σέ, Περπέτουα Μάρτυς, μετόχους, ἀνυμνολογοῦντας, ὡς πρώταθλον σταδίου.
Ὡς ἀθληφόρον, σεμνήν, Περπέτουα Μάρτυς, σὲ ὑμνοῦντες προσφεύγομεν πίστει, ταῖς δεήσεσί σου, πρὸς τὸν τοῦ κόσμου Κτίστην.
Νίκης βραβεῖα, ἡ δεξαμένη θεόθεν, ἐπευλόγει, Περπέτουα, πάντας, σὲ ὡς στεφηφόρον, ἀθλήτριαν τιμῶντας.
Θεοτοκίον.
Σκέδασον ζόφον, ἡμῶν παθῶν χαμαιζήλων, τῶν πιστῶς Σε ὑμνούντων, Παρθένε, Κεχαριτωμένη, τῆς ἀπαθείας κέρας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδὸν τοῦ μαρτυρίου, ἐν τῇ Καρχηδόνι, πανευλαβῶς ἡ βαδίσασα, ἔφθασας, εἰς οὐρανοὺς ἱλεοῦσθαι ἡμῖν τὸν Ὕψιστον.
Ὑμνοῦντες ἄθλησίν σου, καὶ τομὴν σῆς κάρας, ταῖς σαῖς πρεσβείαις, Περπέτουα, σπεύδομεν, πρὸς σὸν Νυμφίον, στεῤῥόφρον, τὸν Πολυέλεον.
Χαρᾶς ἡμῶν καρδίας, πλήρωσον, τῶν πίστει, σὲ ἀνυμνούντων, ὀλβία Περπέτουα, ὡς εὐσταλῆ ἀθληφόρον καὶ καλλιμάρτυρα.
Θεοτοκίον.
Μετὰ τῆς Περπετούας, νύμφης τοῦ Υἱοῦ Σου, Θεογεννῆτορ, παγκάλου ἱκέτευε, Αὐτὸν ὑπὲρ τῶν ἐκθύμως μακαριζόντων Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Βίβιαν Περπέτουα, εὐσθενῶν, πέφηνας Μαρτύρων, Καρχηδόνος ἡ καλλονή· χαίροις, ἀθληφόρε, θηλαζουσῶν μητέρων, ἀγλάϊσμα καὶ γέρας, πίστεως πάντιμον.
Ῥῦσαι νοσημάτων παναλγεινῶν, σὺν Φιλικητάτῃ, ὁμοζήλῳ σου εὐσθενεῖ, καὶ τῶν σῶν συνάθλων, τετράδι, σοὺς ἱκέτας, τιμῶντας ἄθλησίν σου, θείαν, Περπέτουα.
Βίβιαν Περπέτουα, τοῦ Χριστοῦ, κλῆσιν τὴν ἁγίαν, πρὸ Σεβήρου τοῦ ἀσεβοῦς, ἄχρι μαρτυρίου, καὶ τμήσεως αὐχένος, τοῦ ἱεροῦ σου πίστει, καθωμολόγησας.
Εὔκλειαν, εὐμάρειαν καὶ τιμὰς, ἡ καταλιποῦσα, δι’ εὐσέβειαν ἀληθῶς, ἤθλησας εὐτόλμως, Περπέτουα, καὶ δόξης, κατηξιώθης θείας, Μάρτυς ὡς ἔνδοξος.
Ἤθλησας, Περπέτουα, ἐνσθενῶς, σὺν Φιλικητάτῃ καὶ Σατύρῳ, τῷ σῷ σοφῷ, διδασκάλῳ, ἅμα, Σεκούνδῳ, Σατορνίνῳ, καὶ εὐσταλεῖ Ῥευκάτῳ, Μάρτυς θηλάζουσα.
Παριδοῦσα ἄνθος τῆς σῆς ἀκμῆς, καὶ τὰς παραινέσεις, δι’ ἀπάρνησιν τοῦ Χριστοῦ, σοῦ πατρὸς ὑπέστης, Περπέτουα, βασάνους, θηρῶν ὁρμὰς καὶ κάρας, θείας σου ἔκτμησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς εὐσταλὲς Λόγου Θεοῦ, Βίβιαν Περπέτουα, εὖχος, τῆς Καρχηδόνος σεπτόν, ἡ ἀκμὴν νεότητος, βρέφος καὶ σύζυγον, παριδοῦσα καὶ ὄνομα, κηρύξασα θεῖον, τοῦ Χριστοῦ πρὸ βήματος, Σεβήρου, ἄνωθεν, πέμψον ἱκεσίαις σου θείαις, ῥώμην καὶ ἰσχὺν σοῖς ἱκέταις, τὸ Αὐτοῦ κηρύττειν μέγα ὄνομα.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου