ΑΥΓΟΥΣΤΟΣ ΚΓ΄.
ΧΑΡΑΛΑΜΠΟΣ ΟΣΙΟΣ ΚΑΛΥΒΙΑΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων Ταγμάτων.
Ὥσπερ νεόφυτον ἄστρον, ἐκ γῆς ἀνέτειλας, Χαράλαμπες θεόφρον, θεϊκῇ ἐπινεύσει, καὶ πάντας καταυγάζεις ἐν ταῖς αὐγαῖς, τῶν μεγίστων ἀγώνων σου, δι’ ὧν Χριστῷ εὐηρέστησας καὶ πολλῆς, ἠξιώθης, Πάτερ, χάριτος.
Ἀποκαλύψεσι θείαις, ὁ πρῴην ἄγνωστος, ἐν χρόνων περιόδοις, ἐπεγνώσθης ἀρτίως, Χαράλαμπες παμμάκαρ, καὶ θείας χαρᾶς, τὰς ψυχὰς ἡμῶν ἔπλησας· ὅτι πατρίδος τὴν κλῆσιν καὶ τὸ σεπτόν, ὄνομά σου ἐφανέρωσας.
Δαφνῶν ἡ κώμη ἀγάλλου· ἐκ σοῦ γὰρ ἤνθησεν, ὡς πανευῶδες ἄνθος, Χαραλάμπης ὁ θεῖος, καὶ θείαν εὐωδίαν βίου σεμνοῦ, ἐν Κυρίῳ διέπνευσεν· ἐν Καλυβίοις γὰρ ἥνυσεν εὐσεβῶς, τὸν ἀγῶνα τῆς ἀσκήσεως.
Ἀρωματίζοντα πᾶσι, τοῦ θείου Πνεύματος, Χαράλαμπες θεόφρον, τὰ σεπτὰ λείψανά σου, ὀσμὴν τὴν οὐρανίαν γῆθεν ἡμῖν, ἀνεφάνησαν Ὅσιε· ἅπερ πλουτοῦσα Μονὴ Καλυβιανῆς, εὐφροσύνως μακαρίζει σε.
Δόξα. Ἦχος β´.
Ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, τῇ Θεοτόκῳ πιστῶς διηκόνησας, καθαρότητι καρδίας καὶ θεολήπτῳ νοΐ, Χαράλαμπες Ὅσιε· ὡς ξένος γὰρ καὶ πάροικος τῶν ἐπιγείων ἀγαθῶν, ἐν πενιχρᾷ καλύβῃ βεβίωκας, ὅλον τὸν πόθον μεταθεὶς πρὸς Κύριον· καὶ τὴν ὁσίαν σου ζωήν, ὡς προσφορὰν εὐπρόσδεκτον, ὁ Σωτὴρ προσδεξάμενος, Ἁγίων δήμοις σὲ ἠρίθμησεν, ὡς θεράποντα γνήσιον· Ὤ πρέσβευε πάντοτε, ὑπὲρ τῶν τιμώντων σέ.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλότερα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα· ἡ δι᾿ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσὶ σήμερον τὴν παναγίαν παρατίθεται ψυχὴν· καὶ σὺν Αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίον ἀσκητικόν, τρωθεὶς ἀγάπῃ θείᾳ, Χαράλαμπες βιώσας, ἰσότιμος τῶν πάλαι, Ὁσίων ἀναδέδειξαι.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔπλησας χαρμονῆς, ἡμᾶς γνωσθεὶς ἀρτίως, Χαράλαμπες τρισμάκαρ, καὶ πᾶσι φανερώσας, τὰ λείψανά σου, Ἅγιε.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δίδου πᾶσιν ἡμῖν, ῥῶσιν τε καὶ ὑγείαν, καὶ πᾶσαν εὐλογίαν, τοῖς προσιοῦσι, Πάτερ, τοῖς ἱεροῖς λειψάνοις σου.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὦ Τριάς, Ὑπέρθεε θεότης, ὅτι τῷ κόσμῳ ἄρτι, τὸν θεῖον Χαραλάμπην, ὡς Ἀγαθὸς ἐγνώρισας.
Καὶ νῦν. Θεοτοκίον.
Πίστει εἰλικρινεῖ ὑπηρετῶν Σοι, Κόρη, ὁ θεῖος Χαραλάμπης, τῆς παρὰ Σοῦ εὐνοίας, περιφανῶς ἠξίωται.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεράπων θερμότατος τῆς Θεοτόκου ὀφθείς, πιστῶς καθυπούργησας τῇ εὐδοκίᾳ Αὐτῆς, Χαράλαμπες Ὅσιε· ὅθεν τῶν σῶν λειψάνων, νῦν πλουτοῦντες τὴν θήκην, χάριν καὶ εὐλογίαν ἐξ αὐτῆς ἀπαντλοῦμεν, δοξάζοντες τὸν Κύριον, τὸν σὲ θαυμαστώσαντα.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ´ Ἦχος α' Αὐτόμελον
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν,
ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ
πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ
τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς
οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι,
Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ
σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ τοῦ Ἁγίου γ´. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐμφανείαις μυστικαῖς, νεύσει θεϊκῇ ἐπεγνώσθης, ὁ πάλαι ἄγνωστος, τότε ἐφανέρωσας τὴν θείαν κλῆσίν σου, καὶ πατρίδος τὸ ὄνομα, Χαράλαμπες Πάτερ, καὶ χαρᾶς τῆς κρείττονος πάντας ἐπλήρωσας. Ὅθεν τὴν ἁγίαν σου μνήμην, Καλυβιανὴ ἑορτάζει, τοὺς σεπτοὺς ἀγῶνάς σου γεραίρουσα.
Ὅτε ἀνεφάνησαν ἡμῖν, γῆθέν σου τὰ λείψανα, Πάτερ, ὡς ῥόδα εὔοσμα, τότε θάμβους ἔπλησαν τὰς διανοίας ἡμῶν, καὶ ὀσμῇ τῇ τοῦ Πνεύματος, ψυχῶν τὰς αἰσθήσεις, πάντων εὐωδίασαν καὶ καθηγίασαν· σὺ γὰρ μυροθήκη ἐν βίῳ, ὤφθης ἀρετῶν οὐρανίων, Ὅσιε Χαράλαμπες μακάριε.
Χαίρει ἐν Χριστῷ πνευματικῶς, Καλυβιανῆς ἡ ἁγία, Μονὴ καὶ γάνυται, Ὅσιε Χαράλαμπες, ὡς ὄλβον ἔνθεον, τὰ σὰ πάντιμα λείψανα, ἐν κόλποις πλουτοῦσα, ἐξ ὧν χάρις πρόεισι, πᾶσι θεόσδοτος· ἥνπερ τῇ θερμῇ σου πρεσβείᾳ, πρὸς τὴν Θεοτόκον Μαρίαν, ὡς Αὐτῆς θεράπων περιφύλαττε.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὡς ἀστὴρ ἀρτιφανής, τῇ Ἐκκλησίᾳ ἀνέτειλε, Χαραλάμπης ὁ Ὅσιος, καὶ μυστικῶς καταυγάζει τὰς διανοίας τῶν πιστῶν· ἐν βίβλῳ γὰρ ζωῆς ἐν οὐρανοῖς γεγραμμένος, διὰ τῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς, ἢν καλῶς ἐβίωσεν, ἀγνοούμενος πᾶσιν ἐτέλει, κρίμασιν οἷς οἶδεν ὁ Κύριος καὶ εὐδοκίᾳ κρείττονι ἤδη φανερωθείς, ἐμφανεῖς πᾶσι πεποίηκε, τῆς ἀρετῆς τὰς ἀντιδόσεις, καὶ τῶν ὁσίων σκαμμάτων τὰ ἔπαθλα, ἡμᾶς διεγείρων, πρὸς θείας ἐπιδόσεις. Αὐτῷ βοήσωμεν· θεοφόρε Χαράλαμπες, τῷ Σωτῆρι πάντων πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Ἦχος α'
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι. Ἦχος πλ. α' Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο. Ἦχος β' Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι. Ἦχος πλ. β' Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν. Ἦχος γ' Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς Μητέρα. Ἦχος βαρύς. Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον. Ἦχος δ' Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν. Ἦχος πλ. δ' Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα. Ἦχος α' Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Χαίροις ἐν Κυρίῳ Ὅσιε Χαράλαμπες, ἀπολαβὼν ἐν ὑψίστοις τὸν μισθὸν τῶν καμάτων σου· ὡς γὰρ δοῦλος πιστός, ὁσίως καὶ ἀμέμπτως τοῦ Κυρίου τὸ θέλημα πεποίηκας, ἀνεπιστρόφως ὁδεύσας τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν· καὶ Ἁγίων συναφθεὶς τοῖς δήμοις, τοῦ ξύλου τῆς ζωῆς ἀμέσως ἐντρυφάς, καὶ τοῦ ἀμήχανου κάλλους ἀπολαύων, σὺν Ἀγγέλοις κράζεις· Κύριε δόξα Σοι.
Ἦχος β´.
Ἀσκητικὴν ζωὴν ἀγαπήσας, τῶν προσηκόντων σοι ἐμάκρυνας, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου ἦρας, ξενωθεὶς τῶν γηΐνων· οὐρανίῳ γὰρ πόθῳ τετρωμένος, Χαράλαμπες, πόνοις καὶ καμάτοις σαῦτον δέδωκας, νεκρώσας τῆς σαρκὸς τὸ φρόνημα, ἐν πτωχείᾳ καὶ ταπεινώσει καὶ ἐγκρατείᾳ διαπρέπων· καὶ τῷ φωτὶ τῆς χάριτος καταυγασθεὶς τὴν ψυχὴν, τῆς Ἁγνῆς Θεοτόκου θεράπων γνήσιος πέφηνας, καὶ τῶν πάλαι Ὁσίων μιμητής· μεθ᾿ ὧν συνδεδόξασαι, ἐν τῇ ἀλήκτῳ μακαριότητι,
Ἦχος γ´.
Τῇ τῆς Παρθένου ὀμφή εὐπειθῶς ὑπείκων, ἐν τῶ ναῷ Αὐτῆς διηκόνησας, ζέοντι πνεύματι καὶ ὁσίαις χερσί, θεόφρον Χαράλαμπες· καὶ ἐν καλύβῃ πενιχρᾷ, ἐναρέτοις ἔργοις θεραπεύσας τὸν Θεόν, τῆς ἀγάπης ταμεῖον ὤφθης καὶ τῆς Τριαδικῆς ἐνεργείας ναὸς καθαρώτατος· τῇ καθαρᾷ σου γὰρ ψυχῇ, ὁ Υἱὸς σὺν Πατρί καὶ Πνεύματι ἐσκήνωσεν, ὡς ἀψευδῶς ἐπηγγείλατο ὁ Κύριος· καὶ νῦν ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν θείαν δόξαν θεωρῶν, πρέσβευε Ὅσιε, ὑπέρ τῶν τιμώντων σε.
Ἦχος δ´.
Τῆς ἀρετῆς τὸν δρόμον τελέσας, καὶ τῶν Ἁγίων τῆς στάσεως ἐν οὐρανοῖς ἀξιωθείς, ἀγνοούμενος ἐν γῆ ἐτέλεις, πλείστων ἐτῶν περιόδοις, οἷς οἶδε κρίμασιν ὁ Κύριος, Χαράλαμπες Ὅσιε· ἀλλ᾿ ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ, θείᾳ εὐδοκίᾳ γνωσθείς, χαρᾶς ἡμᾶς ἔπλησας φερωνύμως, Πάτερ· καὶ ἐν τῇ εὑρέσει τῶν θείων λειψάνων σου, ἡ προφητικὴ ῥῆσις πεπλήρωται ἡ φάσκουσα· φυλάσσει Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ, πρὸς ἁγιασμὸν καὶ εὐφροσύνην, τῶν φοβουμένων τὸ ὄνομα Αὐτοῦ τὸ ἅγιον.
Δόξα. Ὁ αὐτὸς.
Τὸν ἀρτιφανῶς ἡμῖν γνωσθέντα, ὡς ἀστέρα νεοφανῆ, τῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς, Χαραλάμπην τὸν Ὅσιον, τῶν Ὀρθοδόξων αἱ χορεῖαι, εὐσεβῶς τιμήσωμεν· ἐν ὁσιότητι γὰρ καὶ ἀληθείᾳ ἀκολουθήσας Χριστῷ, τῆς παρ᾿ Αὐτοῦ δόξης καὶ λαμπρότητας ἠξίωται· καὶ τοῦτο ἀψευδῶς μαρτυροῦσιν, αἱ μυστικαὶ ἐμφάνειαι καὶ ἡ τῶν τιμίων αὐτοῦ λειψάνων εὕρεσις· ὅτι τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ, δι’ ὧν ἡμᾶς διεγείρει πρὸς ἐργασίαν τοῦ κρείττονος, καὶ πᾶσι δωρεῖται τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τὴν πάνσεπτόν Σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων, Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς Σὲ μετὰ Θεόν τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ Ἀπειρόγαμε.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐπ᾿ ἐσχάτων γνωσθείς, τῆς Ἐκκλησίας τῷ πληρώματι, Ὅσιε, καὶ πάντας καταλαμπρύνας, τῶν ἀρετῶν τῷ φωτί, τῆς σῆς πολιτείας καὶ λαμπρότητος· παμμάκαρ Χαράλαμπες, Ἀσκητῶν ἰσοστάσιε, δόξης Ὁσίων, κοινωνὲ καὶ ὁμόσκηνε, καὶ συνόμιλε, Ἀσωμάτων δυνάμεων· ὅθεν περικυκλοῦντές σου, λειψάνων τὴν λάρνακα, τῆς παρὰ σοῦ βοηθείας, καὶ ἀντιλήψεως τύχοιμεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρων, τὴν τῆς Παρθένου φωνήν, σοί ἐνεχθεῖσαν ἀοράτως, Χαράλαμπες, πεπλήρωκας καταλείψας, τελειοτάτῳ νοΐ, τὴν τῶν σῶν οἰκείων σχέσιν ἅπασαν· καὶ βίον ἰσάγγελον, μετὰ σώματος ἤνυσας, ἐν ἐγκρατείᾳ, καὶ συντόνοις δεήσεσιν, ἅπαν φρόνημα γεηρὸν ἀπωσάμενος· ὅθεν καὶ σκεῦος εὔχρηστον, τῆς θείας χρηστότητος, ἐν τῷ ναῷ τῆς πανάγνου, καθυπουργῶν ἐχρημάτισας· καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ θεῖον ἔλεος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νεύσει τοῦ Παντεπόπτου Θεοῦ, ἐπιφανείαις ἐπαλλήλαις Χαράλαμπες, ἐγνώσθης τοῖς ἀγνοοῦσι, τὴν πολιτείαν τὴν σήν, καὶ τὴν δεδομένην χάριν ἄνωθεν· ἐντεῦθεν εὑράμενοι, καὶ τὰ θεία σου λείψανα, δοξολογοῦμεν, τὸν σὲ πᾶσι γνωρίσαντα, μακαρίζοντες, τὴν ὁσίαν σου ἄσκησιν· νέον γὰρ ἄστρον πέφηνας, κᾂν πάλαι ἠγώνισαι, καὶ τῇ ἐκφάνσει ἐκκαίεις, ἡμᾶς πρὸς θείαν ἀγάπησιν· Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα Ἦχος δ´.
Τῆς πρὸς ἡμᾶς Σου προνοίας τὸ μέγεθος, ἀναξίοις χείλεσι δοξάζομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι ἄρτι ἡμῖν ἐφανέρωσας, τὸν πάλαι κεκρυμμένον, πιστόν Σου θεράποντα Χαραλάμπην, καὶ τοῦτον προτέθεικας ἡμῖν, ὡς τύπον καὶ παράδειγμα, τοῖς ἐναρέτως θέλουσι ζῆν, κατὰ τὸ θεῖον Σου θέλημα· καὶ τῇ θαυμαστῇ αὐτοῦ ἐκφάνσει, πᾶσιν ἐκφαίνεις, ὅτι δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, τῷ παρέχοντι τῷ κόσμῳ, εἰρήνην καὶ θεῖον ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς ἑορτῆς.
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον· διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεράπων θερμότατος τῆς Θεοτόκου ὀφθείς, πιστῶς καθυπούργησας τῇ εὐδοκίᾳ Αὐτῆς, Χαράλαμπες Ὅσιε· ὅθεν τῶν σῶν λειψάνων, νῦν πλουτοῦντες τὴν θήκην, χάριν καὶ εὐλογίαν ἐξ αὐτῆς ἀπαντλοῦμεν, δοξάζοντες τὸν Κύριον, τὸν σὲ θαυμαστώσαντα.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Εὐωδίαν μυστικήν, ἡ τῶν λειψάνων σου σορός, ἀναδέδωκεν ἡμῖν, ὅτε ἀνεύρομεν αὐτά, τὰ ὑπὸ γῆν πάλαι χρονίως κεκρυμμένα· διὸ σὲ ὡς Χριστοῦ, πιστὸν θεράποντα, γεραίρομεν ᾠδαῖς, Πάτερ Χαράλαμπες, καὶ τὴν ἁγίαν ἐκτελοῦμεν μνήμην σου, ἀπὸ ψυχῆς ἐκβοῶντές σοι· Χριστὸν δυσώπει, ἡμῖν διδόναι πταισμάτων λύσιν δεόμεθα.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς, ὅμοιον.
Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ὁσίως τὴν ζωήν, διανύσας σου, Πάτερ, Ὁσίων τοῖς χοροῖς, μετὰ τέλος συνήφθης, Χαράλαμπες Ὅσιε, Ἀσωμάτων συνόμιλε, μεθ’ ὧν πρέσβευε, ὑπέρ ἡμῶν τῶν τιμώντων, τὴν ἁγίαν σου, καὶ ἀξιέπαινον μνήμην, Κρητῶν ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς, ὅμοιον.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἐν τῇ ἐκφάνσει σου, Πάτερ Χαράλαμπες, χαρᾶς ἐπλήρωσας, οἷσπερ τεθέασαι, καὶ ἀπεκάλυψας τὰ σά, τῇ ἄνωθεν προμήθεια· ὅθεν ὡς ἀστέρα σε, ἡμῖν ἄρτι ἐκλάμψαντα, καὶ Ὁσίων σύσκηνον, μακαρίζομεν, Ὅσιε· ἀλλὰ μὴ διαλίπῃς πρεσβεύων, ῥύεσθαι πάσης ἡμᾶς βλάβης.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς, ὅμοιον.
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου..
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τῆς ἀρετῆς τὴν ὁδόν, λαθῶν πάντας ἀνύσας, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, Χαράλαμπες Ὅσιε· καὶ ὑπὸ γῆν πλείστοις ἔτεσι, τὰ λείψανά σου τελοῦντα, ἄρτι ἡμῖν ἐγνώσθησαν, τὴν σὴν λαμπρότητα δηλοῦντα· εὐωδίαν γὰρ ἐκπέμπουσι, καὶ ἀσθενεῖς θεραπεύουσι, τοῖς προσιοῦσι πιστῶς, καὶ τὸν Χριστὸν δοξάζουσι.
Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Χαραλάμπην τὸν Ὅσιο μέλπω. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρίτωσον Κύριε, τὴν ταπεινήν μου διάνοιαν, καὶ λόγον μοι δώρησαι, ὅπως τὸν Ὅσιον, Χαραλάμπην Σου, ὑμνήσω, Φωτοδότα, ὃν νῦν ἐφανέρωσας, ἡμῖν δι’ ἔλεος.
Ἀγάπης τῆς κρείττονος, δεχθεὶς τὸ πῦρ ἐν καρδίᾳ σου, πατρίδα κατέλιπες καὶ τὰ τοῦ κόσμου τερπνά, καὶ τοῖς ἴχνεσι, Χριστοῦ ἀκολουθήσας, ὁσίως ἐβίωσας, Πάτερ Χαράλαμπες.
Ῥοαῖς ταῖς τῶν πόνων σου, καταρδευθεὶς τὴν καρδίαν σου, καρποὺς τοὺς τῆς πίστεως, Πάτερ ἐξήνεγκας, καὶ ὁμότροπος, Ὁσίων ἀνεδείχθης, Χαράλαμπες Ὅσιε, ἀσκήσας ἄριστα.
Θεοτοκίον.
Ἀνάκτορον πάμφωτον, τοῦ Βασιλέως τῆς κτίσεως, ὡράθης, πανάχραντε· διὸ τὸν δοῦλόν Σου, σκεῦος εὔχρηστον, εἰς Σὴν διακονίαν, ὃν νῦν μακαρίζομεν, ἔδειξας Δέσποινα.
ᾨδὴ γ´. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπρύνεται ὄντως τῇ εὑρέσει, Χαράλαμπες, Καλυβιανῆς Μονῇ, τῇ τῶν λειψάνων σου, καὶ τὴν ἁγίαν μνήμην σου, γεραίρει μεγαλύνουσα, τὸν σὲ ἡμῖν φανερώσαντα.
Ἁγίων ἰσότιμος ἐδείχθης, ἁγίως ἀνύσας τὴν ζωήν, ἐν ἐγκρατείᾳ Ὅσιε, καὶ πόνοις τῆς ἀσκήσεως, καὶ ἁγιάζεις χάριτι, ἡμᾶς τῶν θείων λειψάνων σου.
Μονὰς κατοικήσας οὐρανίους, Χαράλαμπες θεῖε ἀσκητά, τρυφὰς τῶν ὑπὲρ ἔννοιαν, ἁγίων ἀπολαύσεων· διὸ καὶ ἡμῶν μέμνησο, τῶν εὐλαβῶς μεμνημένων.
Θεοτοκίον.
Πηγὴ συμπαθείας οὖσα, Κόρη, σπλαγχνίσθητι ἤδη ἐφ᾿ ἡμῖν, καὶ κόπασον τὸν τάραχον, παθῶν καὶ περιστάσεων, καὶ τὴν εἰρήνην βράβευσον, τοῖς ἀνυμνοῦσι τὴν δόξαν Σου.
Κοντάκιον τοῦ Ἁγίου. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐπ᾿ ἐσχάτων Ὅσιε, φανερωθεὶς τοῖς ἀνθρώποις, τὴν σὴν χάριν ἔδειξας, τὴν κεκρυμμένην τοῖς πᾶσιν· ὅθεν σε, ὡς θεόφρονα Κυρίου, φίλον μέλπομεν, καὶ τὴν σεπτήν σου τελοῦμεν μνήμην, ἐν ᾗ δίδου τοῖς αἰτοῦσι, τὴν ἀῥωγήν σου, Πάτερ Χαράλαμπες.
Ὁ Οἶκος.
Τῇ ἐναρέτῳ διαπρέψας ζωῇ καὶ πρὸς Θεὸν μετατεθεὶς ἐν χαρᾷ, ἄγνωστος ἐτέλεις καὶ ἀφανής, ἐν ἐτῶν περιόδοις πολλοῖς, τῇ Ἐκκλησίᾳ Θεοῦ τῇ εὐαγεῖ, κρίμασιν οἷς οἶδεν ὁ Κύριος, Ὅσιε Πάτερ· σὺ γὰρ ἐν ὁσιότητι καὶ ζήλῳ τῶν κρειττόνων καὶ ἐγκρατείᾳ καὶ προσευχῇ εὐηρέστησας τῷ Θεῷ, τῆς παρ’ Αὐτοῦ χάριτος ἠξίωσαι· καὶ τῷ ναῷ τῆς Θεοτόκου προσκαρτερῶν, ἀμέμπτως διηκόνεις, ὁσίαις χερσὶ τῇ Μητρὶ τοῦ Λυτρωτοῦ· καὶ θείᾳ εὐδοκίᾳ φανερωθεὶς ἡμῖν, παρέχεις τοῖς αἰτοῦσι τὴν ἀρωγήν σου, Πάτερ Χαράλαμπες.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν νοῦν σου ἐπτέρωσας πρὸς τὴν ἀγάπην Χριστοῦ, τὸν βίον διήνυσας ἐν ἐγκρατείᾳ πολλῇ, Χαράλαμπες Ὅσιε· ὅθεν πρὸς τὸν νυμφῶνα, τῆς ζωῆς μετετέθης, δόξης τῆς αἰωνίου, κοινωνῶν καὶ μετέχων· διὸ ἀεὶ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς, ὅμοιον.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἤσκησας ὡς ἄσαρκος μετὰ σαρκός, Πάτερ θεοφόρε Χαράλαμπες, καὶ ὑπεράνω φρονημάτων σαρκικῶν ἐγένου, καὶ πεπλήρωσαι θείας ἐνεργείας τοῦ Πνεύματος.
Νόσους ἐθεράπευσας πίστει θερμῇ, χρίσει τοῦ ἐλαίου, Χαράλαμπες, τῆς Θεοτόκου, ὡς διάκονος Αὐτῆς· διό σε ἡ οὐράνιος λῆξις, μετὰ τέλος ἐδέξατο.
Τὸν φανερωθέντα ἤδη ἡμῖν, θεῖον Χαραλάμπην, τιμήσωμεν ἀναβοῶντες· θεοφόρε Ἀσκητά, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εἰλικρινῶς εὐφημούντων σε.
Θεοτοκίον.
Ὄρος τὸ κατάσκιον καὶ ἐμφανές καὶ τετυρωμένον ταῖς χάρισι, Σὺ εἰ Παρθένε, τοῦ τῶν ὅλων Ποιητοῦ, ὡς αἱ φωναὶ προφαίνουσι, τῶν προφητευόντων ἐν Πνεύματι.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Νεκρώσας τὸ φρόνημα, σαρκὸς τὸ ἐπαιρόμενον, τῇ συντονωτάτῃ ἐγκρατείᾳ, ναὸς ἐδείχθης Τριάδος ἔμψυχος, καὶ πρὸς ἐπουράνιον ναόν, χαίρων μεταβέβηκας, θεοφόρε Χαράλαμπες.
Ὁσίων τοῖς ἴχνεσι, τῶν πάλαι ἠκολούθησας, ἅπαντα λιπὼν νοΐ τελείῳ, καὶ ἐν καλύβῃ πενιχροτάτῃ οἰκῶν, Καλυβιανῆς τῆς θαυμαστῆς, Θεοτόκου πέφηνας, θεῖος Πάτερ διάκονος.
Σκηνώσας, Χαράλαμπες, ἐν οὐρανῶν σκηνώμασιν, ὤφθης ἐπαλλήλοις ἐποψίαις ταῖς μοναζούσαις, ὥσπερ ἠθέλησας, καὶ τὰ σὰ ἐγνώρισας ἡμῖν, ὄντα πάλαι ἄγνωστα· διὰ τοῦτο τιμῶμέν σε.
Θεοτοκίον.
Ἰλύος με λύτρωσαι, παθῶν τῶν συνθλιβόντων με, Κεχαριτωμένη Θεοτόκε, καὶ μετανοίας μοι λογισμὸν εὐσταθῆ, δίδου ὡς ἐλέους θησαυρός, καὶ τὰ βέλη σύντριψον, κατ’ ἐμοῦ τοῦ ἀλάστορος.
ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Ὁ τῶν Δαφνῶν γόνος ἔνθεος, καὶ Καλυβιανῆς τὸ ἀγλάϊσμα, ἀνευφημείσθω μοι, ὁ Χαραλάμπης ὁ Ὅσιος, ὁ ἐκφανθεὶς ἀρτίως, νεύσει τοῦ κρείττονος.
Μετ᾿ ἐγκωμίων τὴν μνήμην σου, τελοῦμεν, θεοφόρε Χαράλαμπες, ἐν ᾗ εὐφραίνονται ,τῶν εὐσεβῶν τὰ συστήματα, ὡς Σολομὼν προγράφει, ἐν θείῳ Πνεύματι.
Ἐν ταῖς ἐσχάταις ἀνέτειλας, ἡμέραις, ὥσπερ ἄστρον νεόφωτον, Πάτερ Χαράλαμπες, καὶ δᾳδουχίᾳ τῆς χάριτος, ἐκφαίνεις ἥνπερ εὗρες, θείαν λαμπρότητα.
Θεοτοκίον.
Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρός τό ἀπαύγασμα, ἐν ὕλῃ σώματος, Θεοχαρίτωτε Δέσποινα· διὸ τὸ τῆς ψυχῆς μου σκότος ἀφάνισον.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος πλ. β' Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ὁ Οἶκος
Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Χαραλάμπους, τοῦ ἐν Καλυβιανῇ Κρήτης.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Πλήρης χάριτος γενόμενος, Χαράλαμπες, βίου λαμπρότητι, πρὸς οὐρανίους μονάς, μετέστης γηθόμενος καὶ συνηρίθμησαι, θείαις τάξεσιν, Ἁγίων ὡς ἰσότιμος, τῆς αὐτῶν ἁγίας δόξης.
Ὡς νεόφωτον, ἀστέρα τῆς ἀσκήσεως, ἀνευφημοῦμέν σε· τὴν γὰρ πατρίδα τὴν σήν, λιπὼν κατεσκήνωσας ὧδε, Χαράλαμπες, καὶ ἐλάμπρυνας, ταῖς ἐναρέτοις πράξεσι, Καλυβιανῆς τὸν τόπον.
Γνώμην ἔνθεον, καὶ νοῦν ἔχων θεόληπτον, Πάτερ Χαράλαμπες, καθαγιάζεις σαῦτον, ἁγίαις σου πράξεσι καὶ καθυπούργησας, προθυμότατα, ὡς Ἄγγελος, μακάριε, τῷ ναῷ τῆς Θεοτόκου.
Θεοτοκίον.
Ἐσωμάτωσας, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου τὸν Ὑπερούσιον, δίχα τροπῆς καὶ φυρμού, ἐκ Σοῦ εὐδοκήσαντα, λαβεῖν τὸν ἄνθρωπον· Ὃν ἱκέτευε, Θεογεννῆτορ Δέσποινα, οἰκτειρῆσαι τὸν λαόν Σου.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ῥήσεων τῶν σῶν ἐνωτισθεῖσα, ὡς εἶδε σὲ θειοτέρα ὄψει, Ὅσιε, ἡ σεμνὴ μονάζουσα, ἐν τῷ ναῷ ἱστάμενον, ἐξέστη τῷ θεάματι, καὶ τὴν σὴν ἐμφάνειαν ἐγνώρισε, Χαράλαμπες μάκαρ, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἅγιον ναόν σοι μετὰ πόθου, ἀνήγειρε ποιμενάρχης ὁ θεόληπτος, μετὰ τὴν ἀνεύρεσιν, τῶν σεπτῶν λειψάνων σου, ἐν ᾧ συναθροιζόμενοι ὑμνολογοῦμεν σε, Χαράλαμπες, καὶ πίστει βοῶμεν· αἴτει ἡμῖν, Πάτερ, συγχώρησιν πταισμάτων.
Σώματος νεκρώσας τὰς ὀρέξεις, ἐζώωσας τῆς ψυχῆς σου τὴν κατάστασιν, Ὅσιε Χαράλαμπες, ἀρετῶν ἀσκήσεσι· διὸ μετὰ τὸ τέλος σὲ καθυπεδέξατο, ζωὴ καὶ ἡ χαρὰ ἡ ἀγήρως, τοῦ Χριστοῦ τὸ κάλλος, ὁρῶντα εἰς αἰῶνας.
Θεοτοκίον.
Ἴασαι ψυχήν μου τὴν νοσοῦσαν, παθήμασιν ἀνιάτοις, Θεονύμφευτε, καὶ τὸν πολεμοῦντά με, καθ’ ἑκάστην δράκοντα, τῇ κραταιᾷ δυνάμει Σου εἰς τέλος σύντριψον· καὶ δίδου μοι μετάνοιαν Κόρη, ἵνα τῆς ἀλήκτου, μετάσχω εὐφροσύνης.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Μόνον τὸν Χριστόν, ἐξ ὅλης καρδίας σου ἀπὸ νεότητος, ἀγαπήσας, Ὅσιε, τὰ ἐν τῷ κόσμῳ τερπνὰ, κατέλιπες καὶ ἀκλινῶς ἐβάδισας, τρίβον τὴν φέρουσαν πρὸς τὴν δόξαν, Τούτου τὴν ἀπόῤῥητον, ἧς τανῦν ἐντρυφὰς ἀγαλλόμενος.
Ὄψεσι σεπταῖς, ἐπαλλήλως, Ὅσιε, ἡμῖν ἐγνώρισας, νεύσει τοῦ Παντάνακτος, τὴν τέως ἄγνωστον πολιτείαν σου· διὸ πιστῶς ἱστάμενοι πρὸ τῶν λειψάνων σου, τὴν ἁγίαν ἐκτελοῦμεν μνήμην σου, τὸν Χριστὸν ἀνυμνοῦντες, Χαράλαμπες.
Ὕμνοις ἱεροῖς, ὡς θεῖον θεράποντα καὶ δοῦλον γνήσιον, τοῦ Χριστοῦ ὑμνοῦμέν σε, ἄρτι φανέντα ἡμῖν, Χαράλαμπες· ἀλλά μοῦ δέξαι, Ὅσιε, τόδε τὸ μέλισμα καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν καὶ μελλούσης ζωῆς τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Ὑψωσον ἡμῶν, τὸν νοῦν καὶ τὸ φρόνημα πρὸς τὰ οὐράνια, ἐκ τοῦ λάκκου ἄχραντε, τῶν χαμαιζήλων παθῶν καὶ θλίψεων, καὶ τῷ φωτὶ τῆς χάριτος τῆς Σῆς καταύγασον, τὰς καρδίας τῶν ὑμνολογούντων Σε, ὡς Μητέρα Θεοῦ Ἀειπάρθενον.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ ἐκ Δαφνῶν ἐκλάμψας, καὶ ἐν τῇ Καλυβιανῇ, εὐαρεστήσας Κυρίῳ, δι’ ἐνάρετου ἀγωγῆς, ὁ Ὅσιος Χαραλάμπης, χαρμονικῶς ἀνυμνείσθω.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρά Προσόμοια τῆς Ἑορτῆς γ´. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται,
καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδήν σοι ἐξόδιον
προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ
τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.
Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι,
θεαρχίῳ νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι,
τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε
μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Καὶ τοῦ Ὁσίου γ´. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἄγνωστος ὁ βίος σου, ἡμῖν ἐτέλει τὸ πρότερον, νῦν δὲ πᾶσιν ἐγνώρισται, Χαράλαμπες Ὅσιε, εὐδοκίᾳ θείᾳ, σοῦ ἐμφανισθέντος, ἐν θεωρίαις μυστικαῖς· ἐντεῦθεν πάντες σὲ μακαρίζομεν, ὡς Ἀσκητῶν ὁμότροπον, καὶ τῶν Ἁγίων ἰσότιμον, καὶ Ἀγγέλων συνόμιλον, ἐκτελοῦντες τὴν μνήμην σου.
Βίον τὸν ἰσάγγελον, ἀσκητικῶς πεπολίτευσαι, οὐρανίῳ φρονήματι, Χαράλαμπες Ὅσιε, Καλυβιανῆς δε, τὸν χῶρον λαμπρύνεις, τῶν ἀρετῶν σου τῷ φωτί, καὶ τῇ εὑρέσει τῇ τῶν λειψάνων σου, καθαγιάζεις ἅπαντας, τοὺς εὐλαβῶς σὲ γεραίροντας, καὶ τὴν πάνσεπτον μνήμην σου, ἑορτάζοντας, Ἅγιε.
Χάριτι τοῦ Πνεύματος, λελαμπρυσμένος, Χαράλαμπες, ὥσπερ ἄστρον νεόφωτον, ἡμῖν ἀνατέταλκας, ὡς ἐγνώσθης ἄρτι, καὶ τὰς διανοίας, καταπυρσεύεις τῶν πιστῶν, τῆς κεκρυμμένης ζωῆς σου Ὅσιε, τοῖς θείοις προτερήμασι, καὶ διεγείρεις πρὸς ἔρωτα, πολιτείας τῆς κρείττονος, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β´.
Τῆς ἐνάρετου σου ζωῆς τὴν κεκρυμμένην χάριν, τοῖς πιστοῖς ἐφανέρωσεν, ὁ τοὺς οἰκείους δούλους δοξάζων Θεός, Χαράλαμπες Ὅσιε· σὺ γὰρ ἐν κρυπτῷ, τὰ θεῖον θέλημα ἐργασάμενος, τὸν καρδιογνώστην Κύριον ἐδόξασας, ἀπὸ νεότητος Αὐτὸν ποθήσας, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν, ἐν πλατυσμῶ θείας ἀγάπης βαδίσας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶν, σὺν Ἁγίων χορείαις, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὅσιε Χαράλαμπες οἱ πιστοί, τὴν ἁγίαν σου μνήμην, ἑορτάζομεν εὐλαβῶς· τὴν χάριν τῶν λειψάνων, σοῦ πόθῳ ἐκζητοῦμεν, καθώς καὶ τῶν πταισμάτων, ἡμῶν τὴν ἄφεσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου