ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄
ΔΑΜΑΣΚΗΝΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΧΙΛΑΝΔΑΡΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου ΣΙμωνοπετρίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰ δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θείας ἀγαπήσεως βληθείς, βέλει τὴν καρδίαν τρισμάκαρ, εἰς ὄρος Ἄθωνος, ἔδραμες ὡς ἔλαφος, ἀναλαβεῖν τὸν σταυρόν, τῆς ἐνθέου ἀσκήσεως, δι ̓ ἧς ἐκαθάρθης, τῆς ψυχῆς τὰ ὄμματα, ἀπὸ παθῶν δυσαχθῶν· ὅθεν, καθ ̓ ἡμέραν ἀνάπτων, φλόγα θείου πόθου ἐδείχθης, ὦ Δαμασκηνὲ λύχνος χριστόφωτος.
Ἔχων συνεργοῦσάν σοι ἀεί, τὴν Ὑπεραγίαν Παρθένον, Δαμασκηνὲ Ἀθλητά, οἶκος τῆς ἁγνότητος, καὶ καθαρότητος, ἀνεδείχθης μακάριε, διὸ καὶ δικαίως, τῆς ἱερατείας σε, Χριστὸς ἠξίωσε, Οὗ τὸ θεῖον Σῶμα καὶ Αἷμα, τρώγων τε καὶ πίνων ἐν πόθῳ, τῇ ἀγάπῃ Τούτου καταπέφλεξαι.
Βλέπων ὁ μισόψυχος ἐχθρός, τὴν σὴν γενναιότητα Μάρτυς, καὶ μὴ δυνάμενος, ῥίψαί σε εἰς ἔνεδρα, ψεύδει ἐχρήσατο, καὶ πικρῶς σε ἐτόξευσε, τῇ συκοφαντίᾳ, ὥς ποτε εἰς Αἴγυπτον, τὸν καθαρὸν Ἰωσήφ· ὅθεν μὴ τυχὼν οὗ ἐπόθει, δι’ ὀργάνων τούτου ἀπίστων, σὲ Δαμασκηνὲ ἀγχόνῃ ἔδωκε.
Ῥόδον ὥσπερ μέσον ἀκανθῶν, ἔφυς Ὁσιόαθλε Πάτερ, τῇ καθαρότητι, καὶ κατευωδίασας, τῶν ̓Ὀθοδόξων πληθύν, οὓς γενναίως ἐστήριξας, τῇ πίστει ἐμμένειν, ἥνπερ παρελάβομεν, ἐκ τῶν Πατέρων καλῶς· ὅθεν ὁ σπορεὺς τῆς ἁγνείας, στέφει ἀθανάτῳ σὴν κάραν, ὦ Δαμασκηνὲ δικαίως ἔστεψεν.
Τὴν σαρκομανίαν ἀσεβῶν, ἤλεγξας ἐν λόγοις καὶ ἔργοις, Δαμασκηνὲ Ἀθλητά, ὅτε πεπολέμησαι, συκοφαντίᾳ δεινῇ, τούτοις λέγων· ἀκούσατε, ὦ πεπλανημένοι, ὦτα διανοίξατε, καὶ ὀφθαλμοὺς τῆς ψυχῆς, ὅπως τοῦ Δεσπότου τὸ φέγγος, πλάνην ἐκδιώξῃ Μωάμεθ, καὶ υἱοὶ φωτὸς Χριστοῦ γενήσεσθε.
Διὰ τοῦ γυναίου τὸν Ἀδάμ, ὁ ἐχθρὸς ἐξέωσε πάλαι, ὁ ἀνθρωπόλεθρος, διὰ γυναικὸς καὶ σέ, πεσεῖν ἠννόησεν, ἀλλ ̓ ἐψεύσθη ὁ δόλιος, καὶ ἐξηπατήθη, μείνας ἀνενέργητος, θείᾳ ἐνστάσει σου· ὅθεν τῇ πικρᾷ σε ἀγχόνῃ, πρὸς Χριστὸν γλυκύν σε συνῆψεν, ὦΔαμασκηνὲ Μονῆς σου καύχημα.
Δόξα. Ἦχος πλ. β΄.
Ὅτε τῆς ἀσεβείας τὸ νέφος γαυριούμενον ἐβασίλευσεν, τότε ὡς φωστὴρ θεολαμπὴς ἀνεφάνης, Δαμασκηνὲ Ἱερομάρτυς καὶ γενναῖε Ὁσιόαθλε. Ἐν τῇ ἀσκήσει σου γὰρ ἐν Ἄθωνι λαμπρυνθεὶς τὴν ψυχήν, λαμπροφανῶς ὡμολόγησας τὴν πρὸς Χριστὸν ἀγάπην, βαναύσως συκοφαντηθεὶς ἁγνότατε, ὑπὸ τῶν τῆς πλάνης σκοτεινομόρφων τέκνων. Ὅθεν ἀγχόνῃ τῆς Βασιλείας τοῦ Κυρίου μετέσχηκας χαίρων, ἐν ᾗ εὐφραινόμενος σὺν πᾶσι τοῖς Ἁγίοις, μνήσθητι καὶ ἡμῶν, Πάτερ, τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ἐξ ὅλης σου καρδίας ἀγαπήσας τὸν Κύριον, τὴν ματαιότητα τοῦ κόσμου ἐγκατέλιπες, καὶ ἔδραμες εἰς τὸ τοῦ ῎Αθωνος Ὄρος, τὸν περίβλεπτον Κῆπον τῆς Θεομήτορος, Δαμασκηνὲ θεοπυρπόλητε· τυχὼν δὲ τοῦ ἁγίου Σχήματος ἐν Χιλανδαρίῳ, τῆς καθαρότητος τοῦ νοὸς ἐπιμελούμενος, καὶ τῆς ἱερωσύνης ὡς φιλόαγνος ἠξιώθης· ταύτην δὲ προφυρώσας τῷ αἵματι τοῦ μαρτυρίου, τῶν Νεομαρτύρων ἐδείχθης ἰσοστάσιος, καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ἦχος β΄.
Τῷ τοῦ μισοψύχου διαβόλου φθόνῳ Δαμασκηνὲ πολεμηθείς, οὐκ ἐνέδωκας ταῖς ἀνιέροις τῶν ἀσεβῶν πιέσεσιν, ἀλλὰ γενναιοψύχως ὁμολογήσας τὴν θεότητα τοῦ Λόγου, ἀγχόνῃ τὸ ζῇν ἐξεμέτρησας, καὶ τοῖς ἐνδόξοις τάγμασι τῶν τοῦ Χριστοῦ Μαρτύρων συνετάγης, πρεσβεύων διηνεκῶς ὑπὲρ ἡμῶν Ὁσιόαθλε.
Ἦχος γ΄.
Τῆς συκοφαντίας τῇ παγίδι ἐμπεσὼν αἰφνιδίως, κατεσοφίσθης ὑπὸ τοῦ Θείου Πνεύματος, Δαμασκηνὲ νέε Ὁσιομάρτυς, καὶ ἐξήλεγξας τὴν πλάνην τῆς σκοτώδους Ἄγαρ· τὰς δὲ τῶν ἀσεβῶν ὑποσχέσεις ὡς κνώδαλα λογισάμενος, μίαν καὶ μόνην ἔσχες ἐπιθυμίαν, τοῦ ἀναλῦσαι διὰ μαρτυρίου καὶ συνέσεσθαι τῷ Κυρίῳ, Ὧ παρεστὼς ἀδιαστάτως, μὴ παύσῃ καθικετεύων φιλάδελφε, ὑπὲρ τῶν τιμώντων ἐκ πόθου σε.
Ἦχος δ΄.
Τὸ τῆς συνειδήσεως μαρτύριον ἐν Ἄθῳ καλῶς τελέσας, εἴληφας καὶ τὸ τοῦ αἱματοῤῥύτου ἀγῶνος στέφος, Δαμασκηνὲ Ὁσιομάρτυς τοῦ Χριστοῦ. Καὶ οὕτως ἐκ τοῦ πικροῦ θανάτου ἐξήγαγες τὸ γλύκιστον, τὴν μετὰ τοῦ Δεσπότου διηνεκῆ παράστασιν· ἔνθεν ἔρχου ἡμῖν εἰς συναντίληψιν βοηθείας, ὅπως θεοφιλῶς περαιώσωμεν τὸν προκείμενον ἀγῶνα, καὶ τύχωμεν τῆς Βασιλείας, Ὁσιόαθλε.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῷ φωτὶ τοῦ Προσώπου τοῦ Κυρίου αὐγαζόμενος, τὴν ψυχώλεθρον καὶ σκοτεινόμορφον πλάνην τῆς ῎Αγαρ,μεγαλοφώνως ἐμυκτήρισας, Δαμασκηνὲ νέε Ἱερομάρτυς. Τὴν δὲ συκοφαντίαν ἀνδρικῶς ἀποσεισάμενος, εὗρες ἀφορμὴν μαρτυρικῆς σου τελειώσεως, ἐν τῇ ἀγχόνῃ αὐτοθελήτως ἀνελθών. Ὅθεν πρέσβευε τῷ Δεσπότῃ Ὁσιόαθλε, καὶ ἡμῖν δωρεῖσθαι τὴν φιλομάρτυρα διάθεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τόν Στίχον. Ἦχος δ΄. ̔Ως γενναῖον ἐν Μάρτυσιν.
Τὸν Χριστὸν ἐπεπόθησας, ἐκ νεότητος Ἅγιε, καὶ σταυρὸν ἀσκήσεως, ἐν τῷ ῎Αθωνι, ἀναλαβὼν ἐν τοῖς ὤμοις σου, γενναίως ἀνέδραμες, πρὸς παλαίσματα τερπνά, δι ̓ εὐχῆς καθαιρόμενος, καὶ ἀσκήσεως, ἐνδυθεὶς δὲ τὴν τῆς ἱερατείας, θείαν χάριν τῷ Δεσπότῃ, Δαμασκηνὲ εὐηρέστησας.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.
Ἐκκοπὴν τοῦ θελήματος, ἐργαζόμενος Ἅγιε ,ἐμιμήσω ἄριστα τὴν ταπείνωσιν, τοῦ Ἑαυτὸν ταπεινώσαντος, καὶ γέγονας οἴκημα, ἀρετῶν θεολαμπές· ὅθεν πλήθη ἐφώτισας, πολιτείᾳ σου, ἐν Σφιστόβῳ καὶ τούτους ἐν τῇ πίστει, ὑπεστήριξας διδάσκων, Ὀρθοδοξίας τὰ δόγματα.
Στ. Καὶ ἕστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Οὐκ ἐπαύσω μακάριε, ἐκζητῶν τὸν Νυμφίον σου,Ὅν ἀπὸ νεότητος ἐπεπόθησας, διὸ ὡς δῶρόν σοι δέδοται, τὸ θεῖον μαρτύριον, ὑποστάντι ἀνδρικῶς, τῶν ἐχθρῶν ψευδοπλάσματα, καὶ ἀνήρτησαι, ἐν ἀγχόνῃ λαβὼν τὸ θεῖον στέφος, καὶ εἰσῆλθες εἰς νυμφῶνα, Δαμασκηνὲ ἱερόαθλε.
Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ χριστοῤῥύτου φωτὸς ἐμπλησθεὶς Πάτερ Δαμασκηνέ, τοὺς υἱοὺς τοῦ σκότους καὶ τῆς πλάνης διήλεγξας, θέλοντας συλῆσαί σου τὸν θησαυρὸν τῆς πίστεως, καὶ προσβαλεῖν τὸ ἁγνὸν τῆς πολιτείας σου· ὅθεν θεοφιλῶς ἀντιταξάμενος, γέγονας θῦμα θεάρεστον τῆς παρθενίας, εὐαρεστήσας τῇ ἐκθρεψάσῃ σε Παρθενομήτορι, μεθ’ ἧς ἀδιαλείπτως πρέσβευε τῷ Κυρίῳ, μετὰ τῶν Ὁσίων Συμεὼν καὶ Σάββα τῶν βασιλέων, ὑπὲρ μονῆς σου ἱερᾶς καὶ ἡμῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν τῷ Ἄθῳ ἀσκήσας ἐν Σφιστόβῳ ἐνήθλησας, διὰ τὴν ἀγάπην Κυρίου, ὡς ἀμνὸς ἐθελόθυτος· καὶ γὰρ συκοφαντίας τὸν ζυγόν, δεξάμενος ἐνέμεινας πιστῶς, ἐν τῇ πίστει τῶν Πατέρων Δαμασκηνέ, φαυλίσας Ἄγαρ δύσθεον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἀναδείξαντι ἡμῖν, σὲ πρέσβυν ἀκαταίσχυντον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετά τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἄλλος Ἰωσήφ, ὁσιόαθλε Πάτερ, τὴν τῶν συκοφαντῶν καθυπέμεινας ὕβριν, καὶ ἤχθης ὡς πρόβατον, πρὸ κριτῶν ὡς παράνομος· ὅθεν ἄσειστος, Δαμασκηνὲ παραμείνας, ἐν τῇ πίστει σου, κατεκρεμάσθης ὡς πταίστης, λαβὼν στέφος ἄφθαρτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, Πανάχραντε Δέσποινα.
Μετά τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πίστιν Ὀρθόδοξον, κηρύξας Ἅγιε, σκότος διέλυσας, Ἄγαρ ψυχώλεθρον, συκοφαντίας τὸν βαρύν, βαστάσας σταυρὸν γενναίως· ὅθεν μὴ δεξάμενος, τῶν ἀπίστων δωρήματα, ἤθλησας στεῤῥότατα, δι’ ἀγχόνης μακάριε, διὸ Δαμασκηνὲ τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, μόνη Πανάμωμε, ὡς παῤῥησίαν μητρικήν, πρὸς τὸν Υἱόν Σου ἔχουσα· Σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα ἀεὶ καὶ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὀρθοδόξοις γέγονας, καύχησις θεία, ἀρνηθεὶς μακάριε, δελέατα Ἀγαρηνῶν, καὶ κρεμασθεὶς ὡς ὁ Κύριος, Αὐτῷ πρεσβεύεις, Δαμασκηνὲ ὁσιόαθλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, Σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς Χάριτος.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων…
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ἀπὸ νεότητος τὸν Κύριον ὅλῃ ψυχῇ ἐπιποθήσας, Τούτῳ προθύμως ἐδούλευσας ὡς φρόνιμος οἰκονόμος, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, Δαμασκηνὲ θεομακάριστε, καὶ τῇ σεμνῇ ἱερωσύνῃ συνάψας τὸ γενναῖον τῆς ἀθλήσεως, νῦν συνευφραίνῃ μετὰ τῶν Ἁγίων ὡς Νεομάρτυς ἀξιάγαστος.
Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσιομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Σὴν ἄθλησιν, Δαμασκηνέ, ὕμνοις τιμήσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Συνέτισον με τῷ Ἁγίῳ Πνεύματι, Πάτερ οὐράνιε, ὅπως ἐπαξίως, τὸν Ὁσιομάρτυρα, Δαμασκηνὸν ἐν ᾄσμασιν, καὶ ᾠδαῖς ἀνυμνήσω, ὃς ὑπέρ Σοῦ ἀπηγχόνισται, καὶ τὸ ὄνομά Σου ἐδόξασεν.
Ἡ πλησμονὴ τῆς πρὸς Θεὸν ἀγάπης σου, σὲ καθωδήγησεν, πρὸς σταυροῦ τὴν ἄρσιν, διὰ τῆς ἀσκήσεως, εἰς Ἄθωνα μακάριε, Θεοτόκου τὸν κῆπον, ἔνθα ἠρνήσω ἐγκόσμια, καὶ τοῖς ἰσαγγέλοις ἠρίθμησαι.
Νοῦν τε ψυχὴν καὶ σεαυτὸν ἀνέθηκας, τῇ βασιλίδι Μητρί, ἐν Χιλανδαρίου, τῇ Μονῇ ὡς ᾤκησας, Δαμασκηνὲ τρισόλβιε, Τριχερούσης τῇ Μάνδρᾳ, ἣν τῷ Χριστῷ ἀφιέρωσαν, Συμεὼν καὶ Σάββας οἱ κτίτορες.
Θεοτοκίον.
Ἀθωνιτῶν τὸ προσφιλὲς προσφύγιον, Μῆτερ Πανάμωμε, ὡς ἁγνὴν θυσίαν, προσεδέξω δοῦλόν Σου, Δαμασκηνὸν τὸν Ὅσιον, ὃν ἀνέδειξας εἶτα, καὶ τῶν Μαρτύρων συμμέτοχον, πλάνην τὴν τῆς Ἄγαρ ἐλέγξαντα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θαυμαστῶς ἐνασκήσας, ὑπακοὴν Ὅσιε, μιμητὴς ἐγένου Κυρίου, τοῦ ὑπακούσαντος, Πατρὶ καὶ θάνατον, ἐθελοντὶ δεξαμένου, ὅπως δείξῃ ἄχρηστον, ἐχθρὸν ὑπέροφρυν.
Λυτρωθεὶς ἐγκοσμίων, ὅλος Χριστῷ δέδοσαι, ὦ Δαμασκηνὲ θεοφόρε, καὶ χάριν εἴληφας, Αὐτῷ παρίστασθαι, ὡς Ἱερεὺς ἱκετεύων, ὑπὲρ πάσης κτίσεως, καθάπερ Ἄγγελος.
Ἡ ἁγία ζωή σου, Δαμασκηνὲ Ὅσιε, καὶ ἡ καθαρότης τοῦ βίου, Πνεῦμα ἐφείλκυσε, τὸ ὁδηγῆσάν σε, εἰς μυστικὰς θεωρίας, καὶ ἐντεῦθεν θέασιν, πλούτου τῆς Χάριτος.
Θεοτοκίον.
Σάλον κόπασον Κόρη, τῶν λογισμῶν δέομαι, καὶ εἰρήνην δὸς τῇ ψυχῇ μου, ἡ τὸν Εἰρήναρχον, ἀποκυήσασα, ὅπως εὐγνώμονας ψάλλω, ὕμνους καὶ ἐμπρέποντας, τοῖς μεγαλείοις Σου.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν θεότητα Λόγου ἀνακηρύξας τρανῶς, τοῦ Μωάμεθ τὴν πλάνην σοφῶς ἐξήλεγξας, καὶ πρὸς θάνατον ἀμνὸς ὡς ἐθελόθυτος, ὡδηγήθης ὑπ ̓ ἐχθρῶν, Δαμασκηνὲ ἀγχονισθείς, τὸ πλάσμα συκοφαντίας, καθυπομείνας γενναίως, καὶ νῦν ἀγάλλῃ εὐφραινόμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοὶ πρὸς Σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ Σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἱκανωθεὶς Ἅγιε, πρὸς τὰ παλαίσματα, τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, θεοπρεπῶς, βίων διελθών, ἔμπειρος ἐγένου, κατὰ ἐχθροῦ τοῦ ἀλάστορος, οὗ κεφαλὴν συντρίψας, ἀνεδήσω τὸ στέφος, τῆς καλῆς μαρτυρίας μακάριε.
Νεανικῶς ἄσκησιν, πᾶσαν ἐτέλεσας, ἐν τῷ Ὄρει διατρίβων Ἄθωνος, Δαμασκηνέ, ἔχων βοηθόν, θείαν Τριχεροῦσαν, ὡς ὁ ποτέ σοι συνώνυμος, Δαμασκηνὸς ἐκεῖνος, ὁ χειρότμητος ψάλτης, καὶ δογμάτων ἐκφάντωρ ἀμίμητος.
Διὰ παντὸς ἔσχηκας, πρὸ τῶν ὀμμάτων σου, τὴν ἐσχάτην Κρίσιν καὶ ἀδέκαστον, διὸ σαὐτόν, Πάτερ ἐμμελῶς, τῶν παθῶν καθαίρων, Δαμασκηνὲ ὤφθης πάντερπνος, τοῦ Ἰησοῦ μου οἶκος, καὶ εὐχῆς τῆς ἀπαύστου, ἐργαστήριον ὄντως ἀκοίμητον.
Θεοτοκίον.
Ἀναπολῶν Ἄχραντε, βίον μου ἄθλιον, οὐχ εὑρίσκω ἐν ἐμοὶ ἐλάχιστον, ἐξ ὧν Χριστός, θέλει ἀπ ̓ ἐμοῦ· ὅθεν ἱκετεύω, τῇ μητρικῇ παῤῥησίᾳ Σου, συνήγορος γενοῦ μοι, καὶ τὴν χάριν μοι δίδου, ὅπως βάλω ἀρχὴν ὁ ταλαίπωρος.
ᾨδὴ ε΄. Ἱνατί με ἀπώσω.
Μοναζόντων ὁ βίος, ὅμοιος ἐστι μαρτύρων αἵματος, ὅτι καθ’ ἑκάστην, τοὺς ἱδρῶτας Κυρίῳ προσφέρουσιν, ἀντὶ τῶν αἱμάτων, Δαμασκηνὲ ὧν σὺ μετέσχες, ἀμφοτέρων σὺν πάσῃ δυνάμει σου.
Ἀσεβείας τὴν πλάνην, ὥσπερ θεολόγος Πνεύματι ὠθούμενος, ἤλεγξας γενναίως, καὶ Μωάμεθ ψευδόμενον ἔδειξας· ὅθεν ὡδηγήθης, Δαμασκηνὲ ἐθελουσίως, εἰς ἀγχόνην Χριστῷ σε συνάψασαν.
Συκοφάντας ὁ μέγας, καὶ ἐν βασιλεῦσι μελουργὸς πεφόβηται, ἐκζητῶν Κυρίου, προστασίαν καὶ μόνην βοήθειαν, ἧς ἕνεκεν Πάτερ, Δαμασκηνὲ ἀπηγχονίσθης, καὶ ἐφάνης ἁγνότητος κάρπωμα.
Θεοτοκίον.
Κακουργίας δαιμόνων, καὶ ἀπάτης τούτων ἀεί με φύλαξον, Θεοτόκε Κόρη, ὅτι πίπτω ὡς φύλλον ἀδύνατον, καὶ παθῶν παγίσι, περιπλεκόμενος ὁ ἄνους, τὴν ψυχήν μου συντρίβω ἑκάστοτε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ἠλάλαζον ἀσεβεῖς, καὶ θανατῶσαι ἐζήτουν σε, οἰόμενοι σφαλερῶς, πληροῦν τὴν εὐσέβειαν, ὡς Χριστὸς προέφησεν, ἐν Εὐαγγελίῳ, Ὁσιόαθλε μακάριε.
Νικήσας τὸν πονηρόν, κατεφθονήθης τρισόλβιε, διὸ σε ἐν πειρασμῷ, μεγάλῳ ἐνέβαλεν, ἀλλὰ σὺ συνέτριψας, τούτου τὴν πλεκτάνην, τῇ ἀγχόνῃ ᾗπερ ἤθλησας.
Εὐχόμενος τῷ Θεῷ, προητοιμάσθης εἰς θάνατον, καὶ τύπον τὸν τοῦ σταυροῦ, ποιήσας μακάριε, ὡς εἰς γάμους ἔδραμες, καὶ ἐτελειώθης, κρεμασθεὶς διὰ τὸν Κύριον.
Θεοτοκίον.
Ὑψούμενα πειρασμῶν, τὰ κύματα κατακλύζουσι, ψυχήν μου τὴν ταπεινήν, Θεοτόκε Δέσποινα· ὅθεν τῇ πρεσβείᾳ Σου, πράϋνον τὸν σάλον, καὶ γαλήνην μοι ἀπόστειλον.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Συκοφαντίαν ὑπομείνας γενναίως, Δαμασκηνὲ Ὁσιομάρτυς Κυρίου, Ἀγαρηνῶν τὴν πλάνην ἐμυκτήρισας· ὅθεν τῇ ἀσκήσει σου, προστιθεὶς τὴν ἀγχόνην, στέφος τὸ ἀμάραντον, Βασιλείας ἐδέξω, ἐν ᾗ τὸ κάλλος βλέπων τοῦ Χριστοῦ, Αὐτὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Ἀσκητικῶς ἀγωνισθεὶς ἐν Ἄρει τῷ Ἁγίῳ, ἀθλητικῶς διήμειψας τὸν βίον σου τρισμάκαρ· βέλει γὰρ τοξευθεὶς τῆς συκοφαντίας, παρὰ τῶν μισοχρίστων Ἀγαρηνῶν, οὐκ ἐδειλίασας αὐτῶν τὰς ἀπειλάς, οὐδὲ συναπήχθης ταῖς γηΐναις καὶ ὑλώδεσιν ὑποσχέσεσιν, μόνον Χριστὸν ποθῶν καὶ Τοῦτον μόνον προορώμενος.Ὅθεν Δαμασκηνὲ Ἱερομάρτυς Ὁσιόαθλε, ὁ τὴν ἀγχόνην εὑρὼν κλίμακα ὥσπερ οὐρανοδρόμον, πρὸς τὸν ποθούμενόν σοι ὁδηγήσασαν, ὡς ἔχων νῦν πολλὴν τὴν εὐκτικὴν παῤῥησίαν, Αὐτὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Συναξάριον.
Τῇ ΙΣΤ΄τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου νέου ̔Ὁσιομάρτυρος Δαμασκηνοῦ τοῦ Χιλανδαρηνοῦ καὶ Ἁγιορείτου, ἀγχόνῃ ἀθλήσαντος ἐν Σφιστόβῳ τῆς Βουλγαρίας, κατὰ τὸ ἔτος 1771.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Μέθην νηφάλιον μεθύσας, πρὸς μαρτύριον, ἐχώρησας γενναίως, καὶ πτερὰ ἐνδυθείς, ἀγχόνῃ ᾗ ἀνήχθης, εἰς καλιὰν ἐπέτασας, Βασιλείας τοῦ Κυρίου.
Νίκην ἐνίκησας μεγίστην, Ὁσιόαθλε, Δαμασκηνὲ θανῇ σου, μὴ λαβὼν κατὰ νοῦν, τὰς ἡδονὰς τοῦ κόσμου, δι’ ἡδονὴν τὴν μέλλουσαν, ἧς νῦν χαίρων ἀπολαύεις.
Ὅλην ψυχήν σου προσερείσας, πρὸς τὸν Κύριον, τὸν ποθητόν σοι Πάτερ, ἀπηρνήσω τιμάς, καὶ ὑποσχέσεις πλούτου, διὸ καὶ κατεπλούτησας, τὴν ζωὴν τὴν αἰωνίαν.
Θεοτοκίον.
Ἵλαθι Δέσποινα Παρθένε, τῷ ἀθλίῳ μου, καὶ ἀκαθάρτῳ βίῳ, χορηγοῦσα ἀεί, ἁγίας ἐνθυμήσεις, καὶ μνήμην ἀδιάλειπτον, Ἰησοῦ καθαρωτάτου.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Σὰς ὑψώσας πρὸς τὸν Δεσπότην χεῖρας, ηὔξω Ἅγιε, εὐχήν σου τὴν ἐσχάτην, καὶ ἐν μεγάλῃ τῇ φωνῇ ἐκήρυξας, τὴν σωτηριώδη, διὰ τοὺς ἀνθρώπους, κατάβασιν Κυρίου.
Τί μοι πλοῦτος καὶ δόξα ἡ ματαία, ἅ διδόατε, ἐβόας ἀσεβέσι· ἐμὸς γὰρ πλοῦτος ἔστιν ἡ εὐσέβεια, καὶ ἐπιθυμία, ὅπως θνήσκων ζήσω, ζωὴν τὴν αἰωνίαν.
Ἱερεύσας σαὐτὸν ὡς θεῖον θῦμα, ἀπηγχόνισαι, Δαμασκηνὲ θεόφρον, καὶ παρευθὺς Ἀγγέλων τὰ στρατεύματα, ἤγαγον ψυχήν σου, πρὸς τὸν στεφοδότην, ἐν τάγματι Μαρτύρων.
Θεοτοκίον.
Μή με λίπῃς ἐν Κρίσει τῇ ἐσχάτῃ, Παναμώμητε, χωρὶς Σῆς θείας σκέπης, ἀλλὰ γενοῦ μοι δέομαι μεσίτρια, πρὸς Δικαιοκρίτην, ὅπως ἐν ἐλέει, ἐλέγξῃ τὴν ψυχήν μου.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἡ νίκη σοι ἐδόθη Δαμασκηνέ, ἐκ Χριστοῦ Ὅν ἐκ βρέφους ἠγάπησας, καὶ πρὸς Ὅν νῦν, διὰ σκευωρίας τῶν ἀσεβῶν, ἀγχόνῃ τρέχων ἔφθασας, ὅπως ἀπολαύσῃς τῶν ἀγαθῶν, ἅπερ παρέχει πᾶσι, τοῖς Τούτῳ τεθυμμένοις, ὡς ἐργοδότης παμφιλότιμος.
Σωτῆρα παντὸς κόσμου τὸν Ἰησοῦν, ἀσεβέσιν κηρύξας κατήσχυνας, Δαμασκηνέ, τὸν ψευδοπροφήτην Ἀγαρηνῶν, καὶ ἀποῤῥίψας ἅπαντα, τὰ ὑπεσχημένα σοι γεηρά, ἀπηγχονίσθης χαίρων, γενόμενος προσθήκη, τοῖς Νεομάρτυσι τρισόλβιε.
Ὤ δόξης ὑπερθέου καὶ χαρμονῆς! Ὤ στεφάνου, ὃν εἴληφας Ἅγιε, ὡς ἀθλητής, παρὰ τοῦ Νυμφίου σου Ἰησοῦ, Δαμασκηνὲ μακάριε, Ὄρους Ἄθω βλάστημα ἱερόν, καὶ τῆς Χιλανδαρίου, Μονῆς ἔκθρεμμα θεῖον, καὶ Ὀρθοδόξων πάντων καύχημα.
Θεοτοκίον.
Ἀνάστηθι ψυχή μου ἁμαρτωλή καὶ εἰς οἶκον Πατρός Σου ἐπίστρεψον, ὅπως χαρά, γένηται Ἀγγέλων ἐν οὐρανῷ· καὶ γὰρ ἔχεις πρεσβεύουσαν, τὴν ἐλπίδα πάντων ἁμαρτωλῶν, τὴν Πάναγνον Παρθένον, ἧς αἱ θερμαὶ πρεσβεῖαι, Χριστῷ τὰ μάλιστα ἰσχύουσι.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Φῶς ἀναλλοίωτον.
Ὁσιακῇ σου ἀσκήσει, ἱερωσύνην συνῆψας, καὶ ταύταις ἄθλησιν Πάτερ, δι ̓ ἧς ὡς κάρπωμα θεῖον, τῷ Ἰησοῦ προσηνέχθης, Δαμασκηνὲ χριστοφόρε.
Θεοτοκίον, ὅμοιον.
Φωτὸς δοχεῖον ἐδείχθης, φωτολαμπὲς Θεοτόκε, τὸ ἄχρονον ἐκ γαστρός Σου· φῶς γὰρ ἀνέτειλε κόσμῳ, καὶ κατεφώτισε πάντας, τοὺς ὀρθοδόξως, Σὲ Θεοτόκον ὑμνοῦντας.
Αἶνοι.Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀπὸ παιδὸς ἀγαπήσας, Δαμασκηνὲ τὸν Χριστόν, εἰς Ὄρος Ἄθω ἦλθες, καὶ καλῶς ὑπετάγης, Μονῇ Χιλανδαρίου ἔνθα ἀεί, πῦρ ἐπέῤῥιπτες πόθῳ σου, ὑπακοὴν μετερχόμενος ἀληθῆ, ὡς ἐμπρέπει τοῖς μονάζουσι.
Ἱερωσύνης ποδήρει, Πάτερ κεκόσμησαι, καὶ συνοχῇ νοός σου, τὴν θυσίαν ἐτέλεις, διὸ καὶ ἠξιώθης ὡς θῦμα ζῶν, ἐνεχθῆναι Κυρίῳ σου, εὐωδιάζων καρδίας Δαμασκηνέ, τῶν πιστῶς ἀνευφημούντων σε.
Συκοφαντίας βαστάσας, τὴν σκευωρίαν σοφῶς, Ἀγαρηνῶν δυσθέων, ἱερόαθλε Πάτερ, θανάτῳ σου τιμίῳ τὴν κεφαλήν, πολεμήτορος ἔθλασας, καὶ νῦν πρεσβεύεις Κυρίῳ Δαμασκηνέ, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Νεομαρτύρων ὁ δῆμος, χαίρων ἐδέξατο, Δαμασκηνὲ ψυχήν σου, εἰς Ἐδὲμ ἀνελθοῦσαν· ἡμεῖς δὲ οἱ εἰσέτι ἐν πειρασμοῖς, καὶ δεινοῖς περιπίπτοντες, δεόμεθά σου· ἱκέτευε τὸν Χριστόν, ὅπως δῷ πλουσίως ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν ἀπαθείᾳ διελθὼν τὸν ἀσκητικὸν βίον σου, ἐν τῷ ἡγιασμένῳ Ἄθωνι Δαμασκηνέ, ἀπαθῶς ὑπήνεγκας τῆς συκοφαντίας τὸν δεινὸν πειρασμόν, ὀβρυζότερος χρυσοῦ ἀναδειχθεὶς τῇ ἐνστάσει σου· καὶ τὴν ἀνάγκην φιλοτιμίαν ποιούμενος, γενναίως κατήσχυνας τοὺς ἀσεβεῖς Ἀγαρηνούς, χαίρων δεξάμενος τὸν δι’ ἀγχόνης θάνατον, ἵνα ζήσῃς Χριστῷ τῷ σταυρωθέντι δι’ ἡμᾶς, καὶ παρέχοντι εὐχαῖς σου ἁγίαις, τοῖς φιλαγίοις Ὀρθοδόξοις τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἐκ τοῦ Ὄρους Ἄθω ἄνθος σεπτόν, ἔφυς θεοφόρε, τῇ ἀσκήσει ἐξαγνισθείς, καὶ ἐν τῷ Σφιστόβῳ, βληθεὶς συκοφαντίᾳ, Δαμασκηνὲ ἀγχόνῃ, χαίρων ἐνήθλησας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου