ΜΑΪΟΣ ΚΘ΄
ΚΥΡΙΛΛΟΣ ΔΙΑΚΟΝΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου μητρ. Ῥόδου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. ῏Ηχος α´. Τῶν οὐρανίων Ταγμάτων.
Φιλομαρτύρων οἱ δῆμοι, δεῦτε συνδράμωμεν, καὶ ἐν ἐπινικίοις, ἐκτελέσωμεν ὕμνοις, Κυρίλλου Διακόνου τοῦ εὐκλεοῦς, τὴν λαμπρὰν μνήμην κράζοντες· Μάρτυς Κυρίου ἱκέτευε τὸν Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὡς τοῦ Χριστοῦ μυστηρίων, θεῖος Διάκονος, ὑπερκοσμίῳ ζήλῳ, τῶν ματαίων εἰδώλων, σεβάσματα καθεῖλες τὰ ἐναγῆ, παμμακάριστε Κύριλλε, καὶ μαρτυρίας τοῖς ἄθλοις τὸν ἀσεβῆ, Παραβάτην κατετρόπωσας.
Ἀῤῥαγεστάτῃ ἐλπίδι, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, ἐνισχυθεὶς τὰς φρένας, τῷ τυράννῳ ἀντέστης, καὶ ἔφλεξας εἰς τέλος εἰδωλικῆς, δυσφημίας τὴν ἄκανθαν, μαρτυρικῶν σου αἱμάτων θείῳ πυρί, Μάρτυς Κύριλλε σεβάσμιε.
Κατατολμήσας βασάνων, Κύριλλε ἔνδοξε, διὰ χειρῶν ἀνόμων, ἀνηνέχθης θυσία, εὐάρεστος, τιμία τῷ Λυτρωτῇ, τῷ λαμπρῶς σε δοξάσαντι, καὶ διὰ σοῦ χορηγοῦντι Μάρτυς ἡμῖν, ἱλασμὸν καὶ θεῖον ἔλεος.
Δόξα. ῏Ηχος πλ. β´.
Πάλιν ἡμῖν, ἡ χαρμόσυνος μνήμη, τοῦ φωστῆρος τῆς εὐσεβείας ἀνέτειλε, Κυρίλλου τοῦ παμμάκαρος, τῶν εὐσεβῶν τὰς ψυχὰς καταυγάζουσα, χάριτος μαρτυρικῆς φωτοχυσίᾳ· διὸ τὸν αὐτὸν θαυμαστώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, δοξολογήσωμεν κραυγάζοντες· Δόξα Σοι Ζωοδότα Κύριε, ὁ τὸν ζηλωτήν Σου Διάκονον, μιμητὴν τῶν παθημάτων Σου ἀναδείξας, καὶ δι᾿ αὐτοῦ παρέχων ἡμῖν, πταισμάτων τὴν συγχώρησιν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. ῏Ηχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τόλμης μαρτυρικῆς, τῷ ὕψει διαπρέψας, Κύριλλε θεομάκαρ, εἰδώλων τῆς λατρείας, ὑψώματα κατέβαλες.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πίστεως εὐσεβοῦς, ὦ Κύριλλε δυνάμει, τῷ μαρτυρίῳ μέγας, ἐδείχθης καὶ μεγίστης, εὐκλείας κατηξίωσαι.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τέμενος εὐαγές, ἔμψυχος θεῖος οἶκος, τοῦ Πνεύματος ὑπάρχων, ναοὺς εἰδώλων πλάνης, καθεῖλες Μάρτυς Κύριλλε.
Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ἄναρχος Θεότης, Κυρίλλου ταῖς πρεσβείαις, δὸς πᾶσι τὰ ἐλέη Σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Ἀγαθή, Πανύμνητε Μαρία, τοῖς μητρικοῖς Σου σπλάγχνοις, ἀντίληψις γενοῦ μοι, ἐν βίου περιστάσεσι.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ηχος γ΄. Θείας πίστεως.
Ζῆλον ἔνθεον, τῆς εὐσεβείας, εἰσδεξάμενος, ἐν τῇ καρδίᾳ, τῶν εἰδώλων τὰ ξόανα ἔθραυσας, καὶ μαρτυρίου τὸν δρόμον ἐτέλεσας, καθυποστὰς τῆς γαστρὸς τὴν διάῤῥηξιν. Ὅθεν Κύριλλε, ὡς Μάρτυς Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. ῏Ηχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐσεβῶν τὰ συστήματα, ἑορτάσωμεν σήμερον, καὶ ᾀσμάτων ἄνθεσι καταστέψωμεν, τὸν ἱερώτατον Κύριλλον, Χριστοῦ τοῦ Παντάνακτος, τὸν γενναῖον Ἀθλητήν, Διακόνων τὸ καύχημα, τὸν αἰσχύναντα, Παραβάτου τὴν ἄλογον μανίαν, καὶ τροπώσαντα τοῦ σκότους, μαρτυρικῶς τὴν παράταξιν.
Ἀληθείας τὴν ἔλλαμψιν, ἐν καρδίᾳ δεξάμενος, ὡς δοχεῖον ἔμψυχον καθαρότητος, θεομακάριστε Κύριλλε, εἰδώλων διέλυσας, τὴν ψυχόλεθρον ἀχλύν, καὶ Μαρτύρων τὸ στάδιον, ἐξετέλεσας· διὰ τοῦτο Χριστὸς ἐδόξασέ σε, ὁ πρεσβείαις σου παρέχων, τὸν ἱλασμὸν τοῖς τιμῶσί σε.
Ζηλωτὴς ὡς οὐράνιος, εὐσεβείας καὶ πίστεως, Ἀθλοφόρε Κύριλλε παμμακάριστε, τὰ τῶν εἰδώλων συνέτριψας, ἀναίσθητα ξόανα, ἐκδιδάσκων πρακτικῶς, τοὺς ἀνθρώπους ἀπέχεσθαι, τούτων ἔνδοξε, καὶ προσφέρειν λατρείαν τῷ Κυρίῳ, τῷ Σταυρῷ ἀνυψωθέντι, καὶ ἀφθαρσίαν πηγάσαντι.
Παραβάτου κατήσχυνας, τῇ γενναίᾳ ἐνστάσει σου, θεομάκαρ Κύριλλε τὴν αὐθάδειαν· Δημιουργὸν γὰρ καὶ Κύριον, κηρύξας μακάριε, τὸν παθόντα δι᾿ ἡμᾶς, προσωμίλησας μάστιξι, καὶ ἐνήθλησας, τῆς σεπτῆς σου γαστρός διαῤῥαγείσης· διὰ τοῦτό σε τιμῶμεν, ἐπιτελοῦντες τὴν μνήμην σου.
Μισοθέων οὐκ ἔπτηξας, τὸν θυμὸν καὶ τὴν ἔπαρσιν, ὡς ἀνδρείας ἔμπλεως Μάρτυς Κύριλλε, καὶ πρὸ ἀδίκων κρινόμενος, βημάτων ὁ δίκαιος, οὐκ ἠρνήσω τοῦ Χριστοῦ, τὸ γλυκύτατον ὄνομα, ἀλλ᾿ ἐχώρησας, δοκιμὴν πρὸς βασάνων στεῤῥοψύχως, ἀνθ᾿ ὧν εὗρες ἐν ὑψίστοις, τὴν αἰωνίαν ἀπόλαυσιν.
Ἀλγηδόσι κυκλούμενος, καὶ βασάνοις βαλόμενος, Κύριλλε Διάκονε ἱερώτατε, ἀπαρασάλευτος ἔμεινας, τὸν νοῦν διὰ πίστεως, καὶ ἐνήθλησας στεῤῥῶς, ἐκχυθέντων τῶν σπλάγχνων σου. Ὅθεν πέφηνας, μιμητὴς τοῦ Στεφάνου στεφηφόρος, τοῦ Χριστοῦ ἐν Διακόνοις, πανευκλεοῦς Πρωτομάρτυρος.
Δόξα. ῏Ηχος πλ. α΄.
Τὸν ἐν Διακόνοις Μάρτυρα, Κύριλλον τὸν ἀήττητον, τὸν ἐν Φοινίκῃ στεῤῥῶς ἀνδραγαθήσαντα, σήμερον ἐν τῇ μνήμῃ αὐτοῦ, οἱ εὐσεβεῖς συνελθόντες, τιμήσωμεν κράζοντες· χαίροις ὁ μαρτυρίου λαμπρότησι, πολυθεΐας σκοτίαν διαλύσας, καὶ ἱερῶς ἐκδημήσας πρὸς τὸ φῶς, ἀλήκτου δόξης τὸ ἀνέσπερον· χαίροις ὁ ἐκχύσει τῶν σπλάγχνων σου, ἀσεβείας ἐπάρσεις ταπεινώσας, καὶ ἐν ὑψίστοις διὰ βασάνων πικρῶν, τρυφὴν ἀγήρω εὑράμενος· χαίροις ὁ γεωργίᾳ τοῦ Πνεύματος, βλαστὸς εὐσεβείας φυείς, τὴν εὐκαρπίαν ἐν ἄθλοις προβαλλόμενος. Ἀλλὰ πρέσβευε δεόμεθα Χριστῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ὑμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. ῏Ηχος α΄.
Δεῦτε ἐπαινέσωμεν πιστοί, Κύριλλον τὸν ἔνδοξον, Διακόνων τὸ καύχημα, καὶ Ἀθλοφόρων τὸ ἀγλάϊσμα. Οὗτος γὰρ ὡς πίστεως ζηλωτής, εἰδώλων κατασυντρίψας τὰ ξόανα, βασάνοις ἀνυποίστοις προσωμίλησε, καὶ ὡς ἄσαρκος ἐνήθλησε, γαστρὸς ὑπομείνας τὴν διάῤῥηξιν. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· ὁ ὑπὲρ Χριστοῦ ἀθλήσας καὶ πρὸς ζωὴν ἐκδημήσας, Μάρτυς ἐν Λευΐταις θεοδόξαστε, πρέσβευε τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐπὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, φιλομάρτυρες σήμερον. Δεῦτε μακαρίσωμεν αὐτόν, ἐν ἐγκωμίοις κράζοντες καὶ λέγοντες· χαίροις μακάριε Κύριλλε, ὁ ἐν ἔργοις διακονίας διαπρέψας, καὶ διὰ πόνων μαρτυρίου διαλύσας, ὑπεναντίων τὴν παράταξιν· ὁ μυηθεὶς Χριστοῦ τὰ παθήματα, καὶ δι᾿ Αὐτὸν ὑπομείνας, τῶν σπλάγχνων σου τὴν ἔκχυσιν. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πολλήν, μὴ παύσῃ δεόμεθα πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος δ΄.
Τὸ θαυμαστὸν ἐξεικόνισμα, τῆς καρτερίας οἱ πιστοί, ἐν εὐλαβείᾳ ὑμνήσωμεν, Κύριλλον τὸν στεῤῥόψυχον Μάρτυρα, ὃν ὡς ἐνθέου ζήλου πνέοντα, οἱ δυσσεβεῖς βασάνοις παρέδωκαν, θανάτῳ βιαίῳ κατεδίκασαν, καὶ Μάρτυρα θεοτίμητον ἀνέδειξαν, Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος πρεσβείαις αὐτοῦ, τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. ῏Ηχος πλ. β΄.
Καρτεροψύχως τελέσας τὸ ἀθλητικὸν στάδιον, εἰς ζωῆς τοὺς θαλάμους κατέπαυσας· εἰδώλων τὴν ἀπάτην καταισχύνας, ἐν ἄθλοις σου εὐσεβείας, κῆρυξ ἐγένου διαπρύσιος· ἐν σοὶ δὲ ἀνδρείως ἐξεικονίσας, Κυρίου πάθος τὸ σωτήριον, Ἀναστάσεως τὴν χάριν ἐκληρώσω, Κύριλλε ἐν Διακόνοις, Μάρτυς ἀκατάπληκτε. Ἀλλ᾿ ὡς τῷ θρόνῳ τῆς θεότητος παριστάμενος, καὶ τῇ ἀκτίστῳ φωτοχυσίᾳ λαμπόμενος, ἐπικάμφθητι δεόμεθα, ταῖς ἱκεσίαις τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τόν Στίχον. ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε γηθοσύνως ἀδελφοί, σήμερον ὁμοῦ συνδραμόντες, τὸν ἀθλοφόρον Χριστοῦ, Κύριλλον τὸν ἔνδοξον, ἀνευφημήσωμεν, ὅτι ἅπαν τὸ φρόνημα, Θεῷ ὑποτάξας, πλάνης ἐτροπώσατο, εἰδώλων ἔπαρσιν, ᾔσχυνε θεοὺς ψευδωνύμους, ἔθραυσε τυράννων ἀθέων, τὴν ἐπαιρομένην ματαιότητα.
Στ. Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἔχων τὸ Πανάγιον ἐν σοί, Πνεῦμα ἐνοικοῦν θεομάκαρ, ὡς καθαρὸς τῇ ψυχῇ, ζήλῳ τῷ τῆς πίστεως, εἰδώλων ξόανα, κατελέπτυνας Κύριλλε, καὶ τὸν Παραβάτην, τῇ ὁμολογίᾳ σου, ὡς ἄνουν ἤλεγξας. Ὅθεν ὑπομείνας βασάνους, σπλάγχνων σου σεπτῶν τῇ ἐκχύσει, πρὸς ζωῆς θαλάμους ἐξεδήμησας.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρων ταῖς ἐλπίσι τῆς ζωῆς, πάσης κατεφρόνησας Μάρτυς, διαπιπτούσης τρυφῆς, καὶ ὥσπερ Διάκονος, πανιερώτατος, τῷ Θεῷ διηκόνησας, ταῖς ἀνδραγαθίαις, Κύριλλε πολύαθλε, τοῦ μαρτυρίου σου. Ὅθεν ἐν Ἐδέμ ἐδοξάσθης, χάριν τοῖς πιστοῖς πρυτανεύων, θείαις σου πρεσβείαις θεοδώρητον.
Δόξα. ῏Ηχος πλ. β΄.
Μάρτυς τρισόλβιε Κύριλλε, βωμοὺς δαιμόνων καὶ ξόανα, κατεδαφίσας ζήλῳ τῆς πίστεως, καὶ φαύλην εἰδώλων πλάνην, εὐσεβείας ῥώμῃ μειώσας, οὐρανίου παρατάξεως, στρατιώτης ἐφάνης ἀήττητος, καὶ δικαιοσύνης στεφάνῳ, ἐν δόξῃ θεόθεν ἐστεφανώθης. Διὸ σήμερον εὐσεβῶς, ἐν τῇ μνήμῃ σου συνελθόντες, τὰ τρόπαιά σου κηρύττομεν, καὶ πρέσβυν σε Κυρίῳ προσάγομεν, τῷ παρέχοντι διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Ὁ Ποιητὴς καὶ Λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. ῏Ηχος α´. Τῆς ἐρήμου πολίτης.
Ὡς Χριστοῦ μυστηρίων, θεοφόρος Διάκονος, τῆς εἰδωλικῆς ἀσεβείας, τὰ μυθεύματα ἤλεγξας, καὶ ἤθλησας ὦ Κύριλλε στεῤῥῶς, γαστρός σου τὴν τομὴν ὑπενεγκών· διὰ τοῦτο τῶν Μαρτύρων οἱ ἐρασταί, ἐν πίστει ἐκβοῶμέν σοι· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, ῥύστην ἐν θλίψεσι.
Δόξα. Ετερον. ῏Ηχος γ΄. Θείας πίστεως.
Ζῆλον ἔνθεον, τῆς εὐσεβείας, εἰσδεξάμενος, ἐν τῇ καρδίᾳ, τῶν εἰδώλων τὰ ξόανα ἔθραυσας, καὶ μαρτυρίου τὸν δρόμον ἐτέλεσας, καθυποστὰς τῆς γαστρὸς τὴν διάῤῥηξιν. Ὅθεν Κύριλλε, ὡς Μάρτυς Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. ῏Ηχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ἀθροίσθητε λαμπρῶς, φιλομάρτυρες πάντες, καὶ ὕμνοις ἱεροῖς, εὐφημήσωμεν πόθῳ, Κυρίου τὸν Διάκονον, καὶ ἀήττητον Μάρτυρα, τὸν ἀθλήσαντα, τῆς εὐσεβείας τῷ ζήλῳ, καὶ αἰσχύναντα, τὴν ἐπηρμένην κακίαν, ἐχθροῦ τοῦ ἀλάστορος.
Δόξα. Ὅμοιον.
Ἀσάλευτον λαβεῖν, βασιλείαν ποθήσας, ἀντέστης εὐθαρσῶς, βασιλεῖ παρανόμῳ, καὶ χαίρων ἀνεκήρυξας, τοῦ Σωτῆρος τὸ ὄνομα. Ὅθεν Κύριλλε, προσομιλήσας βασάνοις, τὴν ἀνώδυνον, ἐκληρονομήσας λῆξιν, ὡς Μάρτυς στερέμνιος.
Καὶ νῦν. Θεοτοκίον.
Ὡράθης τοῦ Θεοῦ, ἀδιάφθορος Μήτηρ, τεκοῦσα ἐν σαρκί, Ὅν πρὸ πάντων αἰώνων, Πατὴρ ὁ προάναρχος, Λόγον Κόρη ἠρεύξατο· ὅθεν ἅπαντες, γλώττῃ, νοῒ καὶ καρδίᾳ, Θεοτόκον Σε, ὁμολογοῦμεν κυρίως, τὸ χαῖρε βοῶντές Σοι.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. ῏Ηχος δ´. Ταχὺ προκατάλαβε.
Ταῖς αὔραις τοῦ Πνεύματος, ὡς εὐπλωΐσας καλῶς, διῆλθες κλυδώνιον, πολυθεΐας δεινόν, μακάριε Κύριλλε· ἔφθασας εἰς λιμένας, αἰωνίου γαλήνης, ἔνθα καταπολαύων, καλλονῆς ἀθεάτου, μνημόνευε ἀπαύστως, ἡμῶν τῶν τιμώντων σε.
Δόξα. Ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Διακονίας διαπρέψας τοῖς ἔργοις, τοῦ μαρτυρίου ἐδοξάσθης τοῖς ἄθλοις, καὶ λαμπρυνθεὶς αἱμάτων σου, τοῖς λύθροις ὑπὲρ νοῦν, ἔνδον εἰσελήλυθας, τῆς ζωῆς τοῦ νυμφῶνος, ἔνθα τῶν ἀγώνων σου, ὑπεδέξω τὰ γέρα, ὑπὲρ ἡμῶν πρεσβεύων τῷ Χριστῷ, Κύριλλε Μάρτυς, Μαρτύρων ἀγλάϊσμα.
Καὶ νῦν. Θεοτοκίον.
Πῶς εὐλαβῶς Σε μακαρίσωμεν Μῆτερ, τὴν ὑπερτέραν ἀληθῶς τῶν κτισμάτων, καὶ ἐξειπεῖν τὰ θεῖα μεγαλεῖά Σου; Σὺ γὰρ ἐσωμάτωσας, ὑπὲρ ἔννοιαν πᾶσαν, τὸν Πατρὶ καὶ Πνεύματι ὁμοούσιον Λόγον· Ὅν ἐκτενῶς ἱκέτευε ἡμῖν, ἁμαρτημάτων δοθῆναι τὴν ἄφεσιν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος γ´. Ἡ Παρθένος σήμερον.
Οὐρανίου Κύριλλε, ὡς ἐφιέμενος δόξης, τῶν εἰδώλων ἤλεγξας, τὴν ψυχολέτειραν πλάνην· σπλάγχνων σου, ὑπεραθλήσας δὲ τῇ ἐκχύσει, ᾔσχυνας, τῶν θεομάχων τὰς ἐπινοίας, καὶ ἐδέξω οὐρανόθεν, τῆς ἀφθαρσίας τὸν θεῖον στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἀστέρων κάλλεσι, τοὺς οὐρανοὺς καλλωπίσας, οὐρανόν Σε ἔδειξεν, ὦ Θεονύμφευτε ἄλλον· ἥλιος, ἐκ Σοῦ γὰρ Μῆτερ ἐξανατείλας, ηὔγασε τὴν οἰκουμένην θεογνωσίας, φωταυγείᾳ τῇ ἀδύτῳ· ὅθεν Σε πάντες νῦν μακαρίζομεν.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 32-36, ια΄ 1): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων…
Ὁ Ν´ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. ῏Ηχος πλ. β´. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Ἀγαπήσας τὸν Χριστόν, Μάρτυς θεόφρον Κύριλλε, τὸ σῶμά σου δι᾿ Αὐτόν, ταῖς βασάνοις παρέδωκας, ἐν αἷς ἀδάμαντος στεῤρότερος φανείς, ἀνέπτης εἰς δόξαν οὐρανῶν, καὶ παρέστης τῷ Βασιλεῖ τοῦ παντός. Διὸ Διακόνων κράτιστε, Αὐτῷ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν τιμώντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Μέλπω σε πόθῳ τὸν θεῖον ἀριστέα. Κυρίλ(λ)ου.
ᾨδὴ α´. ῏Ηχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Μαρτυρικαῖς ἐξαστράπτων μαρμαρυγαῖς, ἀθλοφόρε Κύριλλε, ὡς φαιδρότατος φωστήρ, φωτισμὸν χορήγει μοι ὡς ἄν, ἀνυμνήσω ἐν ᾠδαῖς, τὴν θείαν μνήμην σου.
Εἰδωλικοὺς ἐδαφίσας Μάρτυς βωμούς, ὡς ὑπάρχων ἔμπλεως, τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν Μαρτύρων αἵματι Αὐτοῦ, ἐμεγάλυνας ἐν γῇ, τὸ θεῖον ὄνομα.
Λελυτρωμένος τῷ πάθει τοῦ Λυτρωτοῦ, καρτεροῖς σου πάθεσιν, ἐκοινώνησας Αὐτοῦ, τῆς εὐκλείας Κύριλλε σοφέ, τῶν Μαρτύρων τοῖς χοροῖς, συναγαλλόμενος.
Θεοτοκίον.
Πᾶσα πνοή τε καὶ κτίσις Μῆτερ Ἁγνή, τὴν φρικτὴν λοχείαν Σου, εὐσεβάστως προσκυνεῖ, δι᾿ ἧς φῶς ἀνέτειλεν ἡμῖν, ἐπιγνώσεως Θεοῦ, Θεομακάριστε.
ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ὤ καρτερίας σου σοφέ! ὢ ἀλκίμου ἀνδρείας! τῆς εἰδώλων γὰρ πλάνης, διελέγξας τὸ ψευδές, τοὺς αἰκισμοὺς τῆς σαρκός, ἀνενδότως, Κύριλλε ὑπέμεινας.
Σωτῆρα Κύριλλε Χριστόν, ἐγνωκὼς ὡς ἐχέφρων, οὐ προσένειμας σέβας, τοῖς εἰδώλοις τοῖς γλυπτοῖς, καὶ δι᾿ Αὐτὸν τὸ θανεῖν, ἐξελέξω, Μάρτυς προθυμότατα.
Ἐχθρῶν κατέβαλες στεῤῥῶς, Κύριλλε μυριάδας, τὴν τομὴν τῆς γαστρός σου, ὑποστὰς διὰ Χριστόν· εἶχες γάρΜάρτυς ἐν σοί, ἐνεργοῦσαν, χάριν θεοδώρητον.
Θεοτοκίον.
Παρθένε Ἄχραντε Θεοῦ, ἡ ἀμόλυντος Νύμφη, ἡ ἀφράστως τὸν Λόγον, σωματώσασα Χριστόν, δίδου Σὴν χάριν ἡμῖν, τοῖς ὑμνοῦσι, δόξαν Σου τὴν ἄῤῥητον.
Κάθισμα. ῏Ηχος γ´. Θείας πίστεως.
Θείων ἄθλων σου, τῇ ποικιλίᾳ, καὶ στιγμάτων σου, τῇ εὐμορφίᾳ, ὡραϊσθεὶς ὑπὲρ σάπφειρον Κύριλλε· Χριστῷ παρέστης Ἁγίων σὺν τάγμασι, τῷ μανικῷ ἐραστῇ τῆς καρδίας σου· Ὅν ἱκέτευε, δωρήσασθαι τοῖς ὑμνοῦσί σε, πταισμάτων ἱλασμόν καὶ θεῖον ἔλεος.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, Σταυροῦ τῇ χάριτι, ἐνδυναμούμενος, τῶν μιαιφόνων ἀνδρικῶς, οὐκ ἔπτηξας τὴν μανίαν, καὶ ἀθλήσας ἄριστα, ἱερῶς ἐξεικόνισας, πάθος τὸ ἑκούσιον, τοῦ Σωτῆρος, ὦ Κύριλλε· ᾧ πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἐκτελούντων σου τὴν μνήμην.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε παλάτιον, φωτὸς θεόδμητον· χαῖρε ἀνάκτορον, ζωῆς οὐράνιον· χαῖρε θεόβρυτος πηγή, τῆς χάριτος Θεοτόκε· χαῖρε ἡ ἀντίληψις, τῶν ἐν θλίψεσιν Ἄχραντε· χαῖρε ἡ βοήθεια, τῶν πιστῶν Μητροπάρθενε· Χριστοῦ χαῖρε ἡ ἄμωμος Μήτηρ· χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ´. Χριστός μου δύναμις.
Ὁ πλούτῳ πίστεως, ἐκλάμψας Κύριλλε, καὶ πτωχείαν ἐλέγξας, εἰδωλικήν, πόνοις τῆς ἀθλήσεως, πλούτου ἐδείχθης κοινωνός, ἐν ὑψίστοις τῆς θεώσεως.
Θυσίαν ἔμψυχον, σαυτὸν παρέστησας, δι᾿ ἡμᾶς τῷ τυθέντι, ἐπὶ Σταυροῦ, Κύριλλε μακάριε, καθυπομείνας τῆς γαστρός, τὴν διάῤῥηξιν ὡς ἄσαρκος.
Ὤ τῶν ἀγώνων σου, στεῤῥόφρον Κύριλλε! δι᾿ ὧν πάντων τῶν κάτω, ὑπεραρθείς, σύμμορφος γεγένησαι, Χριστῷ τῷ βλύσαντι ἡμῖν, διὰ πάθους τὴν ἀπάθειαν.
Θεοτοκίον.
Ὦ Μητροπάρθενε, Θεὸν ἡ τέξασα, καὶ πηγάσασα κόσμῳ τὸν γλυκασμόν, τῆς ἀπολυτρώσεως, αἴτει πταισμάτων συμπαθῶς, Σοῖς ἱκέταις τὴν συγχώρησιν.
ᾨδὴ ε´. Ὁ τὸ φῶς ἀνατέλλων.
Στηλιτεύσας εἰδώλων τὴν πλάνην σοφέ, ἄθλοις τοῦ μαρτυρίου σου, τὴν εὐσέβειαν Κύριλλε, ἐκράτυνας.
Θαρσαλέως ἀθλήσας τῷ πόθῳ Χριστοῦ, ᾔσχυνας τὸν ἀρχέκακον· ὅθεν στέφανον εἴληφας, ἀμάραντον.
Ἐταπείνωσας Μάρτυς ἀθλήσας καλῶς, θράσος τὸ ἐπαιρόμενον, Ἀποστάτου τοῦ ἄφρονος, ὦ Κύριλλε.
Θεοτοκίον.
Ἱερῶς Σε ὑμνοῦμεν Παρθένε Ἁγνή, χαῖρε ἀναβοῶντές Σοι, ἡ βροτοῖς τὸν Παράδεισον, ἀνοίξασα.
ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.
Οὐράνιον φρόνημα, κεκτημένος τῷ Χριστῷ, ὥσπερ θυσίαν ἔμψυχον, προσενήνοχας Κύριλλε σεαυτόν· διὸ ἀναδέδειξαι, κληρονόμος τῆς ἄνω καταπαύσεως.
Νοήσας τὸ πρόσκαιρον, τῆς ἐν κόσμῳ βιοτῆς, μαρτυρικῇ ἐνστάσει σου, πρὸς θαλάμους κατέσπευσας τῆς ζωῆς, ἐν οἷς αὐλιζόμενος, ὑπερεύχου παμμάκαρ τῶν τιμώντων σε.
Αἱμάτων σου ῥεύμασιν, ἀθεΐας ποταμούς, τοὺς θολερούς ἐξήρανας, καὶ ἀνέβλυσας Κύριλλε μυστικῶς, τὸ ὕδωρ τῆς χάριτος, τοῦ Χριστοῦ τῆς ἐνδόξου Ἀναστάσεως.
Θεοτοκίον.
Ῥημάτων δεήσεων, Μῆτερ ἄκουσον ἡμῶν, καὶ τὰς αἰτήσεις πλήρωσον, τῶν βοώντων Σοι πάντοτε ἐν χαρᾷ· Ἁγνὴ χαῖρε Δέσποινα, ἡ Θεὸν τοῖς ἀνθρώποις σωματώσασα.
Κοντάκιον. ῏Ηχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ὡς Διακόνων θαυμαστόν σε ἐγκαλλώπισμα, καὶ Ἀθλοφόρων ἐν ᾿Εδὲμ θεῖον συμμέτοχον, μακαρίζομεν ἐν ᾄσμασι γηθοσύνως· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐν κινδύνοις κραταιὸς προστάτης φάνηθι, τοῖς βοῶσί σοι· Χαίροις, Κύριλλε ἔνδοξε.
Ὁ Οἶκος.
Ἄγει νῦν ἐτησίως, τὴν ἁγίαν σου μνήμην, ἐν ὕμνοις ἡ Χριστοῦ Ἐκκλησία, κεκοσμημένη πανευπρεπῶς, τοῦ μαρτυρίου σου τοῖς ἄθλοις Κύριλλε, καὶ μέλπουσα τὴν δόξαν σου, ἀνακραυγάζει σοι τοιαῦτα
Χαῖρε, δι᾿ οὗ ἡ Τριὰς ὑμνήθη·
χαῖρε, δι᾿ οὗ ὁ Σατὰν ἡττήθη.
Χαῖρε, εὐανδρίας μεγίστης εἰκόνισμα·
χαῖρε, καρτερίας ἀῤῥήκτου ἐκτύπωμα.
Χαῖρε, δένδρον τὸ πολύκαρπον μαρτυρίου τῶν καρπῶν·
χαῖρε, ἄνθος τὸ πανεύοσμον τοῦ Χριστοῦ τῶν δωρεῶν.
Χαῖρε, ὅτι ὑπῆλθες Ἀθλοφόρων τὸ σκᾶμμα·
χαῖρε, ὅτι καθεῖλες τῶν εἰδώλων τὸ σέβας.
Χαῖρε, Χριστοῦ Διάκονος ἄμωμος·
χαῖρε, Θεοῦ θεράπων πιστότατος.
Χαῖρε, λαμπὰς εὐσεβείας ἁγία·
χαῖρε, ἡμῶν ἀληθὴς προστασία.
Χαίροις, Κύριλλε ἔνδοξε.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου τοῦ Διακόνου, τοῦ ἐν Φοινίκῃ ἀθλήσαντος ἐν ταῖς ἡμέραις Ἰουλιανοῦ τοῦ Παραβάτου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Τῷ κήτει καταποθείς.
Ἰάσεις ἐπιτελεῖς, τοῖς ἐν εὐλαβείᾳ, προστρέχουσι σοφέ, τῇ χάριτί σου, Ἀθλοφόρε Μάρτυς Κύριλλε.
Σωτῆρα καὶ Λυτρωτήν, Κύριλλε κηρύξας, τοῦ κόσμου τὸν Χριστόν, διὰ θανάτου, κληρονόμος Αὐτοῦ γέγονας.
Τυράννων τὰς ἀπειλάς, Κύριλλε πατήσας, ἀνδρείᾳ ψυχικῇ, τοῦ μαρτυρίου, εὐδοξίᾳ κεχαρίτωσαι.
Θεοτοκίον.
Ἐλέησον Μαριάμ, τοὺς προστρέχοντάς Σοι, ἐν πίστει ἀκλινεῖ, καὶ ὡς Μητέρα, τοῦ Θεοῦ Σε μακαρίζοντας.
ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἀκορέστῳ ποθήσας, ζήλῳ τόν Κύριον, τῆς σαρκὸς οὐκ ἐφείσω, Κύριλλε ἔνδοξε, ἧς μαρτυρικῶς, ἀναλύσας μετέλαβες, τῆς ζωῆς τοῦ ἄρτου, σὺν πᾶσι τοῖς Ἁγίοις.
Καθελὼν τῶν εἰδώλων, σέβας τὸ ἄθεον, ὡς Σταυροῦ τῷ τροπαίῳ, ἐνισχυόμενος, Κύριλλε σοφέ, Διακόνων ἀγλάϊσμα, κῦρος ἀπειργάσω, Χριστοῦ τῇ ᾿Εκκλησίᾳ.
Ὑπερτίμοις σου ἄθλοις, Κύριλλε ἔνδοξε, καταργήσας βεβήλου, πλάνης ἰνδάλματα, δόξῃ καὶ τιμῇ, ἀληθῶς ἐστεφάνωσαι, καὶ ἔνδον εἰσῆλθες, τρυφῆς τῆς ἀκηράτου.
Θεοτοκίον.
Ῥυπωθέντά με σπίλῳ, τῶν ἁμαρτάδων μου, δι᾿ ἀμέλειαν ἄκραν, καὶ γνώμην ἄφρονα, χάριτος τῆς Σῆς, ὕδατί με ἀπόπλυνον, ἵνα Σε γεραίρω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ´. Θεὸν ἀνθρώποις.
Ἰσχύσας θείᾳ, δυνάμει χάριτος, φάλαγγας τῶν δαιμόνων, μαρτυρίῳ τροπώσασθαι, ἐδέξω διάδημα, ζωῆς τὸ φαιδρόν, Κύριλλε θεομάκαρ, καὶ συνδεδόξασαι, δήμοις τῶν Μαρτύρων ἐν ᾿Εδέμ, ὡς Μάρτυς ἄριστος.
Λαμπὰς ἐδείχθης, φλογὶ τοῦ Πνεύματος, τῆς εὐσεβοῦς λατρείας, ἐναθλήσας ὡς ἄσαρκος, καὶ ἔσβεσας τέλεον, τῆς εἰδωλικῆς, πλάνης τὴν θρυαλλίδα· διό σε ἠξίωσε, Κύριλλε θεώσεως φωτός, ὁ Ὑπεράγαθος.
Ὁ ἀθλοθέτης, Χριστὸς τὸ αἷμά σου, Κύριλλε ὡς θυσίαν, λογικὴν προσεδέξατο· διὸ Αὐτῷ πρέσβευε, ἐν μαρτυρικῇ, κράτιστε παῤῥησίᾳ, χάριν δοθῆναί μοι, τῷ ὑφάναντί σοι εὐλαβῶς, τοὺς ὕμνους Ἅγιε.
Θεοτοκίον.
Ὑμνοῦμεν Μῆτερ, πιστῶς τὴν δόξαν Σου, ἣν Ἀσωμάτων τάξεις, ἀσιγήτως δοξάζουσι· τρανῶς δὲ κηρύττομεν, τὴν Σὴν πρὸς ἡμᾶς, θείαν κηδεμονίαν, δι᾿ ἧς σῳζόμεθα, πάντων τῶν ἐν βίῳ δυσχερῶν, καὶ περιστάσεων.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θυσίας ἐστηλίτευσας, τῆς ἀσεβείας Κύριλλε, καὶ σεαυτὸν τῷ Κυρίῳ, ἔμψυχον, ἄμωμον, ζῶσαν, θυσίαν προσενήνοχας, ἀξίως δι᾿ εὐσέβειαν, θανατωθεὶς ὠμότητι, ἀνδρῶν αἱμάτων ἀνόμων, ὡς καρτερόψυχος Μάρτυς.
Θεοτοκίον.
Ἀφράστως ἐσωμάτωσας, δι᾿ ἔλεος ἀνείκαστον, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Πατρὸς τὸν ἄναρχον Λόγον· ᾧ πρέσβευε δεόμεθα, ὡς εὔσπλαγχνος Θεόνυμφε, τοῦ δωρηθῆναι ἄφεσιν, παραπτωμάτων παντοίων, τοῖς εὐσεβῶς σε τιμῶσι.
Αἶνοι. ῏Ηχος πλ. δ´. Τὶ ὑμᾶς καλέσωμεν.
Τὶς οὐκ εὐφημήσει σε Κύριλλε; Ὅτι ζήλῳ πληρωθείς, τῆς ἀληθείας τὴν ψυχήν, κατελέπτυνας εἰδώλων, ἀσεβείας τὰ γλυπτά, καὶ κράτος, εὐσεβείας ἐν τοῖς πέρασι, δι᾿ ἄθλων, μαρτυρίου διετράνωσας, ὡς στρατιώτης πανάλκιμος, τοῦ Βασιλέως τῆς κτίσεως. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε ὀνομάσωμεν Κύριλλε; Ἀσεβείας καθαιρέτην, ὡς κηρύξαντα Χριστόν· ἀριστέα τροπαιοῦχον, ὡς ἀθλήσαντα στεῤῥῶς· φωστῆρα, Ἀθλοφόρων οὐρανόφωτον· λαμπτῆρα, Διακόνων φαεινότατον· πηγὴν χαρίτων τοῦ Πνεύματος, δροσίζουσαν τοὺς τιμῶντάς σε. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πόνοις μαρτυρίου σου Κύριλλε, καταισχύνας τὴν ὀφρύν, τοῦ μισανθρώπου πτερνιστοῦ, ἐξεδήμησας λαμπρῶς, πρὸς ἀτελεύτητον ζωήν, καὶ ἄθλοις, κραταιοῖς ὡραϊζόμενος, παρέστης, ἐν ὑψίστοις τῷ Παντάνακτι, μαρμαρυγαῖς τῆς θεώσεως, ἀξίως καταστραπτόμενος. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πίστει κραταιούμενος Κύριλλε, ὁμολόγησας Χριστόν, ἀνενδοιάστῳ λογισμῷ, καὶ ὑπέμεινας πληγάς, πολλῶν βασάνων καρτερῶς· γαστρός σου, τὴν τομὴν οὐκ ἐδειλίασας, ἐν ταύτῃ, τέμνων πλάνην ψυχολέτειρα· Θεὸν οἰκείοις ἐν μέλεσιν, ἐδόξασας ὑπὲρ ἄνθρωπον. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. ῏Ηχος πλ. α´.
Δεῦτε φιλέορτοι, καὶ τῶν Μαρτύρων ἐρασταί, τὸν ἐν Διακόνοις Μάρτυρα, Κύριλλον εὐφημήσωμεν. Οὗτος γὰρ ὁ ἀοίδιμος, ὡς ἀληθείας ζήλῳ τιτρωσκόμενος, τῶν εἰδώλων κατέθραυσε τὰ ξόανα, διδάσκων τοὺς περὶ ταῦτα μεμηνότας, ὅτι οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, οὐδὲ θεραπεύεται ὑπὸ χειρῶν ἀνθρώπων· ἐντεῦθεν τὴν μανίαν αὐτῶν ὑποστάς, καὶ βασάνοις πολλαῖς προσομιλήσας, θανάτῳ βιαίῳ παρεδόθη, μαχαίρᾳ τὴν γαστέρα πληγείς. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· πρέσβευε Ἅγιε ἐκτενῶς, δωρηθῆναι τοῖς τιμῶσί σε, πταισμάτων ἱλασμὸν καὶ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Διακόνων κλέος λαμπρόν, καὶ τῶν Ἀθλοφόρων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν εἰδώλων, λατρείας καθαιρέτης, δι᾿ ἄθλων μαρτυρίου, Κύριλλε ἔνδοξε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου