Σάββατο 28 Αυγούστου 2021

ΦΕΒΡΟΥΑΡΙΟΣ 27. ΟΣΙΟΣ ΣΤΕΦΑΝΟΣ ΕΝ ΑΡΜΑΤΙῼ ΑΚΟΛΟΥΘΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΖ΄.

ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΣ ΕΝ ΑΡΜΑΤΕΙῼ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου μητρ. Ῥόδου)

 

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Δεῦτε εὐφημήσωμεν, ἀγαλλιώμενοι σήμερον, τὸν μακάριον Στέφανον, Ὁσίων τὸ καύχημα, καὶ τῆς εὐποιΐας, τὸ ἔμψυχον σκεῦος, ἀνακραυγάζοντες αὐτῷ· Πάτερ θεόφρον ὑψοῦ τὰς χεῖράς σου, Χριστῷ τῷ σὲ δοξάσαντι, ἐν παῤῥησίᾳ αἰτούμενος, τῶν πταισμάτων τὴν ἄφεσιν, τοῖς ἀξίως τιμῶσί σε.

 

Δόξαν τὴν εὐμάραντον, καὶ ἐξουσίαν τὴν πρόσκαιρον, καταλείψας ὡς πάνσοφος, ἐν σπλάγχνοις ἐπήρκεσας, οἰκτιρμῶν πλουσίως, τῶν ξένων ταῖς χρείαις, καὶ ταῖς ἀνάγκαις τῶν πτωχῶν, Στέφανε Πάτερ θεομακάριστε· διό σε μακαρίζομεν, καὶ τὸν Θεὸν μεγαλύνομεν, τὸν δοξάσαντα Ὅσιε, τὴν χαρμόσυνον μνήμην σου.

 

Σώματι γενόμενος, νεκρὸς τοῖς ἔργοις τῆς πίστεως, τὴν ψυχὴν ἀνεπτέρωσας, πρὸς τὰ ὑπερκόσμια, τῆς ἀφθάρτου δόξης, σκηνώματα Πάτερ, καὶ ἠξιώθης ἐκλεκτῶν, τῆς ἀνεσπέρου μακαριότητος· διὸ Χριστὸν ἱκέτευε, τὴν σὲ δοξάσαντα Στέφανε, τὴν εἰρήνην δωρήσασθαι, τοῖς τελοῦσι τὴν μνήμην σου.

 

Ἄνθος εὐωδέστατον, τῇ γεωργίᾳ ἐβλάστησας, τῶν ἐνθέων ἀγώνων σου, μακάριε Στέφανε, καὶ εὐωδιάζεις, ψυχὰς καὶ καρδίας, τῶν προστρεχόντων σοι πιστῶς, τῇ εὐωδίᾳ τῶν χαρισμάτων σου· διό σε μακαρίζομεν, ἐπιτελοῦντες θεόληπτε, τὸ φαιδρόν σου μνημόσυνον, γηθοσύνως ἐν ᾄσμασιν.

 

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ, παμμακάριστε Στέφανε, εὐποιΐας στεφάνῳ καὶ ἀσκήσεως, φερωνύμως ἑαυτὸν στεφανώσας, εἰς τὰς αὐλὰς τῆς ἄνω Ἱερουσαλήμ, εἰσῆλθες εὐφραινόμενος· Χριστὸν γὰρ ἀγαπήσας, τὴν ἐν ἀνακτόροις εὐδοξίαν ἐμίσησας, καὶ πάσης κατεφρόνησας, ἐπιγείου αἰνέσεως. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Τὴν ἀνακτορικήν, μισήσας πανδαισίαν, ταῖς ἀρεταῖς ἐδείχθης, τῆς ἄνω Βασιλείας, πολίτης Πάτερ Στέφανε.

 

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στέφανον τῆς ζωῆς, θεόθεν ἐκληρώσω, ἀσκητικοῖς σου πόνοις, καὶ εὐποιΐας τρόποις, θεόφρον Πάτερ Στέφανε.

 

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χάριτος ποταμούς, ἀεὶ ἀναπηγάζεις, Στέφανε θεομάκαρ, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν σεβασμίαν μνήμην σου.

 

Δόξα. Ἦχος γ΄.

Ὅσιε Πάτερ Στέφανε, ὑψώσας πρὸς τὸν Ὕψιστον, τῆς ψυχῆς σου τὰ ὄμματα, εἰς γῆν κατέῤῥαξας, τὰς ἐπάρσεις τοῦ ἀρχεκάκου, καὶ στεφάνῳ δόξης, τὴν κεφαλὴν κατεστέφθης· ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις τελούντων, τὸ θεῖόν σου μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁγιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, κόσμου ἔλιπες, τὰς ἀπολαύσεις, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας· ἀβραμιαίως, τοὺς ξένους ἐξένισας, καὶ τῶν ἐν γήρᾳ, εὐσπλάγχνως ἐφρόντισας· ὅθεν στέφανον, πλουτήσας θεόθεν ἄφθαρτον· μνημόνευε ἡμῶν Ὅσιε Στέφανε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ  Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων Ταγμάτων.

Τῶν ἀνακτόρων τὴν δόξαν, ἀπαρνησάμενος, καὶ κοσμικῆς ἀξίας, καταλείψας τὴν αἴγλην, ἐτέλεσας τὸν βίον ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος Στέφανε, καὶ ἐν τῇ δόξῃ εἰσῆλθες τῶν οὐρανῶν, μετ’  Ἁγίων εὐφραινόμενος.

 

Δόξαν μισήσας τὴν κάτω, καὶ πλοῦτον ῥέοντα, ξένων τε καὶ γερόντων, ἐπαρκέσας ταῖς χρείαις, καὶ πλοῦτον θησαυρίσας τῶν ἀρετῶν, κληρονόμος γεγένησαι, τῆς οὐρανῶν Βασιλείας ὑπὲρ ἡμῶν, τῷ Θεῷ πρεσβεύων Στέφανε.

 

Ἀσκητικῇ συντονίᾳ, ἀγωνισάμενος, καὶ εὐποιΐας ἔργοις, διαπρέψας ἐνθέως, τὸν στέφανον ἐδέξω παρὰ Θεοῦ, τὸν ὁμώνυμον Στέφανε, καὶ Πρωτοτόκων κατέπαυσας ἐν σκηναῖς, εἰς αἰῶνας ἀγαλλόμενος.

 

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην βδελυξάμενος, τὴν ἐπὶ γῆς πραγματείαν, ἀνακτόρων εὔκλειαν, καὶ τιμὴν ἐπίπλαστον, Πάτερ Στέφανε, κόσμου συγχύσεως, σεαυτὸν τῷ πόθῳ, τοῦ Δεσπότου ἀπεμάκρυνας, καὶ βίον ἔνθεον, μέσον τῶν ἀνθρώπων ἐτέλεσας, τοῖς πόνοις τῆς ἀσκήσεως, καὶ τῆς εὐποιΐας ταῖς πράξεσιν· ἀνθ’  ὧν κληρονόμος, γενόμενος Θεοῦ τῶν ἀγαθῶν, ὑπὲρ ἡμῶν καθικέτευε, τῶν ἀνευφημούντων σε.

 

Ὅλον ἀναθέμενος, σαυτὸν Χριστῷ τῷ Κυρίῳ, Τούτου τὸ φιλεύσπλαγχνον, ἐμιμήσω Στέφανε, πρακτικώτατα· σὺ γὰρ τὸν πλοῦτόν σου, ψαλμικῶς σκορπίσας, τοῖς ἐν γήρᾳ διηκόνησας, ξένους ἐξένισας, καὶ τοῖς δεομένοις ἐπήρκεσας, δικαιοσύνης Ὅσιε, πλοῦτον θησαυρίζων ἀσύλητον. Ὅθεν ἐν ὑψίστοις, χαρᾶς τῆς αἰωνίου μετασχών, ἀκαταπαύστως μνημόνευε, τῶν μακαριζόντων σε.

 

Ὅλος ἐνθεώτατος, ἀσκητικαῖς ἀριστείας, καὶ ταῖς ἐπιδείξεσι, τῆς πρὸς τὸν πλησίον σου, ἀντιλήψεως, γεγονὼς Στέφανε, τῶν κατορθωμάτων, τὸν μισθὸν ἔχεις αἰώνιον, ἐν ταῖς λαμπρότησι, τῆς τῶν ἐκλεκτῶν καταπαύσεως, Κυρίῳ παριστάμενος, καὶ μεθέξει Πάτερ θεούμενος. Ὅθεν μὴ ἐλλίπῃς, πρεσβεύων ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, τὴν κοσμοχαρμόσυνον.

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀγαπήσας τὸν Θεόν, ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον ὡς σεαυτὸν ἠγάπησας, Στέφανε Πάτερ σεβάσμιε· διὸ τὰς ἐν ταῖς βασιλείοις αὐλαῖς, διατριβὰς καταλείψας, τῷ Κυρίῳ δι’ ἀρετῆς ἠκολούθησας, καὶ Αὐτοῦ τὸ εὔσπλαγχνον, ἐν τρόποις φιλανθρώποις μιμησάμενος, τῶν ἐν γήρᾳ ἐγένου φροντιστής, καὶ φιλάγαθος τῶν ξένων ἀντιλήπτωρ. Ὅθεν δικαιοσύνῃ πλεονάσας, ἄξιον τῶν κατορθωμάτων, ἐν οὐρανοῖς τὸν μισθὸν ἀπέλαβες, Χριστῷ παριστάμενος, καὶ πρεσβεύων ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ Ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ Ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· Ὅν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Δεῦτε πιστοί, ἐπὶ τῇ εὐσήμῳ πανηγύρει, τοῦ θεοφόρου Στεφάνου χορεύσωμεν, καὶ πρὸς αὐτὸν ψαλμικῶς ἀναβοήσωμεν· μακάριος εἶ ἀεισέβαστε Πάτερ, ὅτι ἐν ταῖς ἐντολαῖς θελήσας τοῦ Δεσπότου σου, Αὐτῷ ἀσκητικῶς ἠκολούθησας, καὶ δικαιοσύνης τοῖς ἔργοις ἐπλεόνασας, ἀνθ’ ὧν οὐρανόθεν, τὸν ὁμώνυμόν σοι στέφανον, τῆς αἰωνίου ζωῆς ὑπεδέξω. Παῤῥησίαν οὖν ὡς ἔχων πολλήν, πρὸς τὸν δοξάσαντά σε, ἐν Τριάδι φιλάνθρωπον Θεόν, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Ἀξίως ἀνυμνεῖ σε τὰ πέρατα, Ὅσιε Πάτερ, παναοίδιμε Στέφανε, ὅτι δι’ ἀρετῆς εὐαγγελικῶς πολιτευσάμενος, καὶ περὶ τῶν ἐν γήρατι πρόνοιαν ποιησάμενος, εἰς ἑκατὸν ἐκτήσω, τοὺς καρποὺς τῶν κατορθωμάτων σου· διὸ ἐν οὐρανῶν τῇ Βασιλείᾳ, σὺν πᾶσι τοῖς Ἁγίοις εὐφραινόμενος, μὴ παύσῃ ὑπὲρ ἡμῶν δεήσεις ἀναφέρων, τῶν ἐπιτελούντων ἐν ὕμνοις, τὴν ἐτήσιον μνήμην σου.

 

 

Ἦχος δ´.

Ὅσιε Πάτερ Στέφανε, ἐπὶ τῇ πέτρᾳ τῆς πίστεως, τὸ τῆς διανοίας σου πήξας θεμέλιον, τοῦ Κυρίου τὰ λόγια ἐπλήρωσας· διὸ Αὐτὸς ὡς δικαιοκρίτης, ἀποδώσας σοι πλουσίαν τὴν ἀντίδοσιν, ἁγιωσύνης ἐν τῷ ὕψει σε ἔθετο, ὡς φωστῆρα ἀκοίμητον λάμποντα, καὶ πάντας φωτίζοντα, τοὺς ἐτησίως ἐπιτελοῦντας, τὸ εὐαγές σου μνημόσυνον.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιε Πάτερ, θεομακάριστε Στέφανε, ἀξιοπρεπῶς σου τὴν ἔνδοξον μνήμην, σήμερον οἱ εὐσεβεῖς, ἐπιτελοῦντες συνήλθομεν, καὶ πάντες βοῶμέν σοι, διαπρυσίῳ φωνῇ· χαίροις, ὁ εὐαγγελικῶς, Χριστῷ ἀκολουθήσας, καὶ σαυτὸν σταυρώσας, κόσμῳ καὶ πάθεσι· χαίροις, ὁ τὴν δαιμονικὴν κακίαν θριαμβεύσας, καὶ θεόθεν στέφος νίκης δεξάμενος· χαίροις, ὁ τῆς ἀγάπης λύχνος, τῆς εὐποιΐας ἡ στάθμη, καὶ τῶν ἐν γήρατι κηδεμὼν καὶ ἀντιλήπτωρ. Ἀλλ̉  ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τόν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Στέφανον ὁμώνυμον χειρί, τῇ ζωαρχικῇ ὑπεδέξω,  τοῦ Βασιλέως Χριστοῦ, νίκαις κλεϊζόμενος, τῆς ἐγκρατείας σου, καὶ τιμῇ φαιδρυνόμενος, τῆς πρὸς τοὺς ἐν γήρᾳ, Στέφανε μακάριε, κηδεμονίας σου· ὅθεν τῶν ὑμνούντων σε πόθῳ, πάρεσο ἐν βίῳ προστάτης, τῇ θερμῇ πρεσβείᾳ σου πρὸς Κύριον.

 

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Γήρως ἡλικίαν ἀληθῶς, ἔσχες ἀκηλίδωτον βίον, Στέφανε Πάτερ σοφέ· σὺ γὰρ τὴν βασίλειον, αἴγλην κατέλιπες, καὶ Χριστῷ ἐφεπόμενος, τῆς δικαιοσύνης, ἔργοις ἐπλεόνασας, ὡς πλήρης πίστεως· ὅθεν φερωνύμως ἐστέφθης, τῷ ἀμαραντίνῳ στεφάνῳ, καὶ τρυφῆς τῆς θείας ἐκοινώνησας.

 

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Δῶρον ἀξιόθεον Θεῷ, τῆς φιλανθρωπίας τὰς πράξεις, προσενεγκὼν εὐσεβῶς, παρ’  Αὐτοῦ ἀπέλαβες, καλὴν ἀντίδοσιν, τὸ εἰς πάντας αἰῶνάς σε, ἐν ταῖς τῶν Ἁγίων, κατοικεῖν λαμπρότησι, θεόφρον Στέφανε· ὅθεν σὺν αὐτοῖς παῤῤησίᾳ, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασιν.

Δόξα. Ἦχος πλ. α΄.

Σήμερον ἐκ μυστικῶν ἀδύτων, ὡς ἥλιος ὑπέρφωτος ηὔγασεν, ἡ ἐτήσιος τοῦ θεοφόρου Πατρός, καὶ παγκόσμιος πανήγυρις, τὰς διανοίας ἡμῶν καταλαμπρύνουσα, τῶν ἐν αὐτῇ συναχθέντων καὶ βοώντων· χαίροις, ὁ καθὼς ὁ Παῦλος ἔγραψε, τὸ δυσήνιον σῶμα δουλαγωγήσας, καὶ τὰ πάθη ἀσκήσει ἀπονεκρώσας· χαίροις, ὁ τῆς ἀγάπης τὸ χάρισμα, πρὸς Θεὸν καὶ τὸν πλησίον δεξάμενος, καὶ αὐτῷ πλεονάσας τοῖς ἔργοις σου· χαίροις, ὁ τὸ πολίτευμα ἐν τοῖς ὑψίστοις κτησάμενος, καὶ Ἀγγέλων τῆς χαρᾶς κοινωνήσας. Ἀλλ’ ὡς πλουτήσας μεγίστην, τὴν χάριν τοῦ πρεσβεύειν Κυρίῳ, Ὅσιε Πάτερ Στέφανε, τὴν εἰρήνην τῇ οἰκουμένῃ ἐξαίτει, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε Πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Ἀξίας ἐπιγείου λιπὼν τὴν εὐδοξίαν, καὶ ἀναλαβὼν τοῦ Κυρίου, ἐπ’  ὤμων τὸ φορτίον, ὁσίαν μετῆλθες βιοτήν, ἐν ἔργοις εὐποιΐας ἀγαθοῖς· διὰ τοῦτο Πάτερ Στέφανε τῆς ζωῆς, τὸν πλοῦτον ἐταμιεύσω. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, ῥύστην ἐν θλίψεσιν.

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, κόσμου ἔλιπες, τὰς ἀπολαύσεις, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας· ἀβραμιαίως τοὺς ξένους ἐξένισας, καὶ τῶν ἐν γήρᾳ, εὐσπλάγχνως ἐφρόντισας. Ὅθεν στέφανον, πλουτήσας θεόθεν ἄφθαρτον, μνημόνευε ἡμῶν Ὅσιε Στέφανε.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Χριστὸν τὸν Λυτρωτήν, μανικῶς ἀγαπήσας, ὑπῆλθες δι’ Αὐτόν, οὐρανόφρονα βίον, καὶ Τούτου τῆς λαμπρότητος, ἀναδέδειξαι μέτοχος· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, τῶν τελούντων σου, ἐν ὑμνῳδίαις τὴν μνήμην, μακάριε Στέφανε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παρθένε ἀγαθή, τοῖς ἱκέταις Σου ἴθι, βοήθεια στεῤῥά, προστασία καὶ σκέπη, ὡς εὔσπλαγχνος ὑπάρχουσα, συμπαθὴς καὶ φιλάνθρωπος· Σοὶ γὰρ Δέσποινα, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καταφεύγομεν, καὶ ὡς Θεοῦ Σε Μητέρα, ἀεὶ μακαρίζομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ τὸν πλησίον ὡς σαυτόν ἀγαπήσας, καὶ τοῖς ἐν γήρατι καλῶς ἐπαρκέσας, ὁ ἀρεταῖς τὸν βίον σου, φαιδρύνας εὐσεβῶς, Στέφανε μακάριε, τῶν Ὁσίων ἀκρότης, τοὺς ἐπιτελοῦντάς σου, τὴν ὑπέρτιμον μνήμην, ἀπὸ παντοίων ῥῦσαι πειρασμῶν, καὶ τῆς κακίας ἐχθροῦ τοῦ ἀλάστορος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; Τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ Σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν παθῶν τὴν νέκρωσιν, ἐνδεδυμένος, τῆς ζωῆς κατέλαβες, τὸ πλάτος Στέφανε σοφέ, ἔνθα Χριστῷ παριστάμενος, Αὐτὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι᾿ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον, πιστοὶ μακαρίσωμεν.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,… 

Πίστεως πάντες ᾠδαῖς, τὸν στεφανηφόρον τῆς εὐσεβείας ἀθλητήν, Στέφανον μακαρίσωμεν· ἐν χώρᾳ γὰρ τῶν ζώντων, ὡς νεκρωθεὶς τοῖς ἐν κόσμῳ ἀναπέπαυται, καὶ πρεσβεύει ἀκαταπαύστως Χριστῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, φέρων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.

ᾨδὴ α´. ῏Ηχος πλ. β´.  Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Μαρμαρυγαῖς ταῖς ἀκτίστοις ἐν οὐρανοῖς, καταγλαϊζόμενος, σὺν Ἁγίων τοῖς χοροῖς, φωτισμόν μοι αἴτει τῷ νοΐ, Πάτερ Στέφανε σοφέ, ὡς ἂν ὑμνήσω σε.

Κατασχεθεὶς τῇ ἀγάπῃ τῇ πρὸς Χριστόν, βασιλείους ἔλιπες, ἀπολαύσεις νουνεχῶς, καὶ Ἁγίου Πνεύματος ναός, ἐγκρατείας ἀγωγαῖς, ἐδείχθης Στέφανε.

Ἀσκητικαῖς ἀριστείαις καθαγνισθείς, προσφορὰ εὐάρεστος, καὶ θυσία καθαρά, ἀνηνέχθης Στέφανε Θεῷ, καὶ τρυφὴν τὴν ὑπὲρ νοῦν, ἐκληρονόμησας.

Θεοτοκίον.

Καταιγιζόμενον πλήθει τῶν πειρασμῶν, καὶ εἰς ἀπογνώσεως, ἐξελκόμενον βυθόν, τῇ γαλήνῃ σῶσον με Ἁγνή, μητρικῶν Σου πρεσβειῶν, πρὸς τὸν Φιλάνθρωπον.

 

ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.

Νεκρώσας φρόνημα σαρκός, Στέφανε ἐγκρατείας, τοῖς συντόνοις ἀγῶσιν, χορηγίᾳ θεϊκῇ, τῆς ἀθανάτου ζωῆς, πρὸς τὴν δόξαν, λαμπροφόρος ἔδραμες.

Ὀπίσω ἔδραμες Χριστοῦ, πάσης καταφρονήσας, ἐπιγείου ἀξίας, ἀνθ’  ἧς Στέφανε σοφέ, ἐν Παραδείσου σκηναῖς, αἰωνίαν, ἔχεις τὴν ἀπόλαυσιν.

Ὑψόθεν στέφανον φαιδρόν, Στέφανε φερωνύμως, ὑπεδέξω ἀσκήσει, μεγαλύνας τὸν Θεόν, καὶ εὐποιΐας Αὐτόν, θεραπεύσας, ἐν τῷ κόσμῳ πράξεσιν.

Θεοτοκίον.

Ὑμνοῦμεν Δέσποινα Ἁγνή, τὴν φρικτήν Σου λοχείαν, δι᾿ ἧς ὤφθη τῷ κόσμῳ, σαρκοφόρος ὁ Θεός, τοῦ παλαμναίου ἐχθροῦ, τῆς δουλείας, κόσμον ἐκλυτρούμενος.

 

Κάθισμα. ῏Ηχος γ´. Τὴν ὡραιότητα.

Θείαν συμπάθειαν, ἐπιδειξάμενος, πρὸς τοὺς ἐν γήρατι, θεόφρον Στέφανε, καὶ θεραπεύσας τὰς αὐτῶν, ἀνάγκας καὶ ἀσθενείας, γῆρας ἔσχες τίμιον, βιοτὴν ἀκηλίδωτον, καὶ Ἁγίου Πνεύματος, τῷ φωτὶ κατηγλάϊσαι· διὸ τὸν φωτισμὸν ἡμῖν αἴτει, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε παλάτιον, φωτὸς θεόδμητον· χαῖρε ἀνάκτορον, ζωῆς οὐράνιον· χαῖρε θεόβρυτος πηγή, τῆς χάριτος Θεοτόκε· χαῖρε ἡ ἀντίληψις, τῶν ἐν θλίψεσιν Ἄχραντε· χαῖρε ἡ βοήθεια, τῶν πιστῶν Μητροπάρθενε· Χριστοῦ χαῖρε ἡ ἄμωμος Μήτηρ· χαῖρε ἡ Κεχαριτωμένη.

 

ᾨδὴ δ´. Χριστός μου δύναμις.

Προσύλων Στέφανε, προκαθηράμενος, ἐγκρατείας ἀγῶσι, τοῖς ὑπὲρ νοῦν, ὄμμασι καρδίας σου, φῶς ἐθεάσω μυστικῶς, τὸ ἀνέσπερον τῆς χάριτος.

Πτερώσας Στέφανε, πρὸς τὴν ἀγάπησιν, τοῦ Δεσπότου τὸν νοῦν σου, ταῖς ἀρεταῖς, ἀνεδείχθης δόκιμος, καὶ ἐξεφαύλισας ἐχθροῦ, τὴν μετέωρον θρασύτητα.

Θεοῦ τὸ εὔσπλαγχνον, ἐκμιμησάμενος, τῶν ἐν γήρᾳ ταῖς χρείαις, ἐν οἰκτιρμῶν, σπλάγχνοις διηκόνησας, καὶ ξένων ὤφθης ξενιστής, Ἀβραὰμ ὡς ἄλλος Στέφανε.

Θεοτοκίον.

Ῥοαῖς Θεόνυμφε, τῶν χαρισμάτων Σου, τῇ ψυχῇ μου παράσχου ἀναψυχήν, ἵνα μακαρίζω Σε, τὴν τὸν φιλάνθρωπον Θεόν, ἀπειράνδρως σωματώσασαν.

 

ᾨδὴ ε´.  Ὁ τὸ φῶς ἀνατέλλων.

Ἀγαπήσας τὸν πέλας καθάπερ σαυτόν, Στέφανε παμμακάριστε, τοῦ Σωτῆρος τὸ λόγιον, ἐπλήρωσας.

Τὸν ζυγὸν τοῦ Κυρίου βαστάσας καλῶς, Στέφανε διὰ βίου σου, Παραδείσου κατέπαυσας, εἰς εὔκλειαν.

Τῶν γερόντων καὶ ξένων ταῖς χρείαις καλῶς, διακονήσας Στέφανε, Παρακλήτου ἐπλούτησας, τὴν ἔλλαμψιν.

Θεοτοκίον.

Ἱερῶς Σε ὑμνοῦμεν Παρθένε Ἁγνή, χαῖρε ἀναβοῶντές Σοι, ἡ βροτοῖς τὸν Παράδεισον, ἀνοίξασα.

 

ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.

Τὸν δρόμον ἐτέλεσας, ἐπὶ γῆς τῶν ἀρετῶν, καὶ τῆς Ἁγίων στάσεως, ἐν ὑψίστοις ἐπέτυχες εὐκλεῶς· διὸ καθικέτευε, σὺν αὐτοῖς τὸν Δεσπότην Πάτερ Στέφανε.

Μεγίστην τὴν πρόνοιαν, ἐπιδείξας ἀληθῶς, πρὸς τὸν πλησίον Στέφανε, ὡς ἀγάπης εἰκόνισμα ἱερόν, ὁμώνυμον στέφανον, δεξιᾷ ὑπεδέξω τοῦ Δεσπότου σου.

Ταῖς χρείαις ἐπήρκεσας, τῶν ἐν γήρατος δεινοῖς, ἀπορουμένων Στέφανε, καὶ ἐκτήσω ἀσύλητον θησαυρόν, ἣν δόξαν ὑπέσχετο, ἀψευδῶς τοῖς δικαίοις ὁ Φιλάνθρωπος.

Θεοτοκίον.

Λαόν Σου Θεόνυμφε, τὸν δοξάζοντα τὸ Σόν, ὑπερφυὲς μυστήριον, δι᾿ οὗ γένος τὸ βρότειον τῆς ἀρᾶς, τῆς πάλαι λελύτρωται, πειρασμῶν καὶ κινδύνων ῥῦσαι τάχιστα.

 

Κοντάκιον. ῏Ηχος β´. Τοῖς τῶν αἱμάτων Σου.

Τῆς ἐγκρατείας ἀγῶσι διέπρεψας, καὶ εὐποιΐας τοῖς ἔργοις ἠρίστευσας, αὐλὴν καταλείψας βασίλειον· διὸ Χριστὸς ὁ Θεὸς σε ἐδόξασε, ὦ Στέφανε Πάτερ μακάριε.

Ὁ Οἶκος.

Τὴν ἐν Εὐαγγελίοις φωνήν, τοῦ Δεσπότου ἀκούσας λέγουσαν, «ὅστις θέλει ὁπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτῳ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι», ἔργῳ ταύτην ἐπλήρωσας Ὅσιε· τὰς ἐν ἀνακτόροις γὰρ καταλιπὼν διατριβάς, καὶ τὰς προσκαίρους τιμὰς ἀπωσάμενος, ἀσκητικῶς Αὐτῷ ἠκολούθησας, καὶ τῶν γερόντων καί ξένων ταῖς χρείαις ἐπήρκεσας, ἐν σπλάγχνοις πλουσίων οἰκτιρμῶν, ὡς μιμητής Χριστοῦ ἀκριβέστατος· διὸ Αὐτός σε ἐδόξασε, καὶ τῆς χαρᾶς τῶν Δικαίων ἠξίωσεν, ὦ Στέφανε Πάτερ μακάριε.

 

Μηνολόγιον.

Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Στεφάνου, τοῦ συστησαμένου τὸ Γηροκομεῖον τὸ ἐν τοῖς Ἁρματίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Τῷ κήτει καταποθείς.

Ἀξίαν τὴν κοσμικήν, ἀγάπῃ μισήσας, μακάριε Χριστοῦ, ἀγγελοτρόπως, τὴν ζωὴν σου ἐξετέλεσας

Ἀσκήσει ὡραϊσθείς, καὶ φιλευσπλαγχνίας, ταῖς κάλλεσι φαιδρῶς, Στέφανε Πάτερ, ὡς ἀστὴρ τῷ κόσμῳ ἔλαμψας.

Ποθήσας ὅλῃ ψυχῇ, τῆς δικαιοσύνης, τὸν ἄνακτα Χριστόν, τὴν ἀνακτόρων, ἐβδελύξω αἴγλην Στέφανε.

Θεοτοκίον.

Λαμπὰς τοῦ θείου φωτός, ὡς πέλουσα Μῆτερ, καταύγασον τὸν νοῦν, τῶν οἰκετῶν Σου, προσκυνούντων τὴν λοχείαν Σου.

 

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Προαιρέσει τὴν φύσιν, Πάτερ ἐδούλωσας, καὶ ἐλεύθερος ὤφθης, Πνεύματι Στέφανε· ὅθεν ὁ ζωῆς, Ἀρχηγός σε ἠξίωσε, υἱοθεσίας, τῆς θείας ἐν ὑψίστοις.

Ὡδοποίησας τρίβον, Ὅσιε Στέφανε, σεαυτῷ σωτηρίου, ἔργοις τῆς πίστεως, δι’ ἧς ἀσφαλῶς, εἰς σκηνώματα ἔφθασας, ἔνθα καταυγάζει, τὸ φῶς τῆς Θεαρχίας.

Τοῦ Δεσπότου φυλάξας, τὰ παραγγέλματα, καὶ ἐν τούτοις βιώσας, Στέφανε ἔνδοξε, στέφανον Αὐτός, τῇ σῇ κάρᾳ ἐπέθηκε, τῆς δικαιοσύνης, καὶ χαίρεις εἰς αἰῶνας.

Θεοτοκίον.

Ὁλοθύμῳ καρδίᾳ, Σὲ μακαρίζομεν· τοῦ Πατρὸς γὰρ τὸν Λόγον, ἐκ τῶν αἱμάτων Σου, ἔτεκες Ἁγνή, πάντα κόσμον λυτρούμενον, Ἀδὰμ τοῦ γενάρχου, κατάρας τῆς ἀρχαίας.

 

ᾨδὴ θ´. Θεὸν ἀνθρώποις.

Θεοῦ φυλάξας, τὰ δικαιώματα, ἀσκητικοῖς καμάτοις, εὐποιΐας τε πράξεσι, μακάριε Στέφανε, παρέστης Αὐτῷ, δόξῃ ὡραϊσμένος· ᾧ Πάτερ πρέσβευε, τοῦ ἐλεηθῆναι τὰς ψυχάς, τῶν ἀνυμνούντων σε.

Ἁγίου Πνεύματος, ἡ χάρις ἄνωθεν, ἐν τῇ καθαρωτάτῃ, σοῦ καρδίᾳ ὀμβρήσασα, θαυμάτων σε ἔδειξεν, πλουσίαν πηγήν, Στέφανε θεηγόρε, πάντας εὐφραίνουσαν, τοὺς ἐπιτελοῦντας εὐσεβῶς, τὴν θείαν μνήμην σου.

Ὁσίων κλέος, ἔνδοξε Στέφανε, τῆς Ἐκκλησίας δόξα, μοναζόντων ἀγλάϊσμα, Ἀγγέλων συνόμιλε, ἐν τοῖς οὐρανοῖς, πρέσβευε παῤῥησίᾳ, τῷ ἐλεήμονι, Θεῷ τοῦ σωθῆναι τὰς ψυχάς, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Ὑμνοῦμεν Μῆτερ, πιστῶς τὴν δόξαν Σου, ἣν Ἀσωμάτων τάξεις, ἀσιγήτως δοξάζουσι· τρανῶς δὲ κηρύττομεν, τὴν Σὴν πρὸς ἡμᾶς, θείαν κηδεμονίαν, δι᾿ ἧς σῳζόμεθα, πάντων τῶν ἐν βίῳ δυσχερῶν, καὶ περιστάσεων.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Προσκαρτερήσας Στέφανε, προσευχῇ καὶ δεήσει, ἀσκήσει, ἐγκρατείᾳ τε, γρηγορήσας συντόνῳ, καὶ οἰκτιρμοῖς ἐν γερόντων, ἐπαρκέσας καὶ ξένων, ὑψόθεν τὸν ὁμώνυμον, στέφανον ὑπεδέξω, παρὰ Θεοῦ, καὶ Αὐτῷ παρέστης ἡγιασμένος· ᾧ πρέσβευε δωρήσασθαι, τοῖς τιμῶσί σε χάριν.

Θεοτοκίον.

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ Σου, τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὢ Θεομῆτορ Δέσποινα, ποίησον Σαῖς πρεσβείαις.

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Πάτερ θεοφόρε Στέφανε, τῆς βασιλείου αὐλῆς, τὴν τιμὴν βδελυξάμενος, τὸν Σταυρὸν ἐβάστασας, διὰ βίου ἐπ’  ὤμων σου, καὶ ἐπορεύθης στεῤῥῷ φρονήματι, τὴν τεθλιμμένην ὁδὸν ὡς ἄσαρκος, τῷ κοσμοκράτορι, ἀνταγωνιζόμενος, οὗ καὶ ἡμᾶς, τῶν παγίδων λύτρωσαι, ταῖς ἱκεσίαις σου.

 

Πάτερ θεοφόρε Στέφανε, ὄρθρῳ τῷ θείῳ Χριστοῦ, ἀνατείλας ἐν χάριτι, τῶν παθῶν  ἐκοίμισας, τὰς ὁρμὰς τῇ ἀσκήσει σου, καὶ τῶν πραέων τὴν γῆν ἀπέλαβες, εἰς κατοικίαν ἀπαρασάλευτον, ἔνθα θεούμενος, συμπαθῶς μνημόνευε πάντων ἡμῶν, τῶν ἐπιτελούντων σου, μνήμην τὴν πάντιμον.

 

Πάτερ θεοφόρε Στέφανε, τῷ τῆς ἀγάπης πυρί, τὴν καρδίαν πυρούμενος, τῷ Θεῷ ἐδούλευσας, ἀρετῶν προτερήμασι, καὶ τῶν ἐν γήρᾳ, τοῖς ὑστερήμασιν, ὡς ἀδελφῶν σου, καλῶς ἐπήρκεσας. Ὅθεν ὁ Κύριος, δούς σοι πολυπλάσιον τὴν ἀμοιβήν, τῆς Αὐτοῦ σε μέτοχον, δόξης ἐποίησεν.

 

Πάτερ θεοφόρε Στέφανε, ἐπιτελέσας καλῶς, τὸν ἐπίγειον βίον σου, πρὸς τὴν ἐπουράνιον, χαρμονὴν ἐξεδήμησας, ἔνθα Ἁγίων, συναγαλλόμενος, χοροστασίαις, ἡμῶν μνημόνευε, τῶν ἐν ἁγίῳ σου, συναχθέντων σήμερον πίστει ναῷ, καὶ ἀνευφημούντων σε, τερπνοῖς ἐν ᾄσμασιν.

 

Δόξα. Ἦχος α΄.

Ὅσιε Πάτερ, θεόφρον Στέφανε, ἀσκητικῶς ἐπὶ γῆς πολιτευσάμενος, καὶ ἐν οἰκτιρμοῖς γερόντων διαπρέψας, τῷ πανοικτίρμονι Θεῷ συνεκράθης, καὶ τῷ φωτὶ τοῦ προσώπου Αὐτοῦ, ἁγιοπρεπῶς κατηυγάσθης· διὸ καὶ παράδειγμα ἔμψυχον, τοῖς αἱρουμένοις πολιτεύεσθαι, κατὰ τὸ σωτήριον θέλημα Αὐτοῦ, ἑαυτὸν κατέλιπες· οὐ γὰρ δύναται πόλις, ἐπάνω ὄρους κειμένη κρυβῆναι, ὡς τὸ εὐαγγελικὸν λόγιον ἀπεφήνατο. Ὅθεν σήμερον οἱ πιστοί, ἀξιοχρέως τιμῶμέν σε, καὶ δεόμεθα τυχεῖν ταῖς πρεσβείαις σου, τῶν ἐπηγγελμένων ἀγαθῶν, τῆς  οὐρανίου ἀπολαύσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τῆς δικαιοσύνης ἐπὶ τῆς γῆς, Στέφανε τοῖς ἔργοις, πλεονάσας δι’ ἀρετῆς, δόξῃ κατεστέφθης, ἐν οὐρανῶν τῷ ὕψει· διὸ ἡμῖν ἐξαίτει, χάριν καὶ ἔλεος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου