Πέμπτη 2 Δεκεμβρίου 2021

ΝΟΕΜΒΡΙΟΣ 1. ΑΓΙΑ ΝΕΟΜΑΡΤΥΣ ΕΛΕΝΗ ΣΙΝΩΠΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΝΟΕΜΒΡΙΟΣ Α΄

ΕΛΕΝΗ ΝΕΟΜΑΡΤΥΣ ΣΙΝΩΠΗ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν,

Ἄνθος εὐωδέστατον, ἐκ τῆς Σινώπης ἐβλάστησας, ἐν ὑστέροις τοῖς ἔτεσιν, Ἑλένη πανεύφημε, καὶ τῆς παρθενίας, ὀσμὴν τὴν ἁγίαν, καὶ μαρτυρίου ἀληθῶς, ὡς ἐναθλήσασα κόσμῳ ἔπνευσας· διό σε μακαρίζομεν, ὡς τοῦ Χριστοῦ νύμφην ἄμωμον, καὶ ἀήττητον Μάρτυρα, ἐκτελοῦντες τὴν μνήμην σου.

 

Νεᾶνις ἀμόλυντος, ἐν εὐσεβείᾳ ἐκλάμπουσα, καὶ Χριστὸν θεραπεύουσα, ὡράθης θεόνυμφε, ἀλλ’ ὁ παλαμναῖος, ὄμματι βασκάνῳ, τὴν σὴν ἁγνείαν βουληθείς, ἀποσυλῆσαι εἰς τέλος ἥττηνται· ἀνδρείως γὰρ ἀνθέστηκας, ταῖς ἀπειλαῖς τοῦ ἀλάστορος, καὶ νομίμως ἐνήθλησας, τῇ δυνάμει τῆς πίστεως.

 

Ἤνεγκας στεῤῥότατα, ἐν ἁπαλῷ Μάρτυς σώματι, ἀπειλάς τε καὶ μάστιγας, καὶ εἱρκτῆς τὴν κάκωσιν, πρὸς Χριστὸν ὁρῶσα, ὅλῃ διανοίᾳ, ᾧ καὶ προσήγαγες πιστῶς, τὴν σὴν ἁγνείαν καὶ τῶν αἱμάτων σου, τὴν χύσιν καλλιπάρθενε, ὡς προσφορὰν εὐαπόδεκτον, ὦ Ἑλένη καὶ ἔδραμες, πρὸς παστάδα οὐράνιον.

 

Κάραν σου τὴν πάντιμον, ὡς θησαυρὸν θείας χάριτος, θησαυρίσαντες πάνσεμνε, ἐκ ταύτης λαμβάνομεν, ῥῶσιν καὶ ὑγείαν, πίστει προσιόντες, Ἑλένη Μάρτυς τοῦ Χριστοῦ, καὶ τὸν Νυμφίον σου μεγαλύνομεν, τὸν σὲ λαμπρῶς δοξάσαντα, καὶ διὰ σοῦ χαριζόμενον, ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν, καὶ πταισμάτων τὴν συγχώρησιν.

 

Δόξα. Ἦχος δ΄.

Τῇ ἀγάπῃ τοῦ Χριστοῦ στοιχειουμένη, τούτῳ ὡς θεῖον ἀνάθημα, σαυτὴν προσανέθηκας, Ἑλένη καλλιπάρθενε. Καὶ τοῦ ἐχθίστου τυράννου, ἀποκρουσαμένη τὴν μανίαν, μαρτυρικῶς ἀνέδραμες, τῷ σῷ Νυμφίῳ Χριστῷ, ὡς ἀμνὰς σεμνοτάτη, καὶ περιστερὰ ἀμόλυντος. Καὶ νῦν σὺν τοῖς Μάρτυσιν πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤσχυνας τὸν ἐχθρόν, τῇ σῇ στεῤῥᾷ ἐνστάσει, καὶ ἤθλησας ἀνδρείως, Ἑλένη μακαρία, ὡς παρθενίας σκήνωμα.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Αἵμασι τοῖς σεπτοῖς, ἁγνείας τὴν στολήν σου, φοινίξασα Ἑλένη, νενύμφευσαι Κυρίῳ, ὡς Μάρτυς καλλιπάρθενος.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίροις νύμφη Χριστοῦ, Σινώπης θεῖον κλέος, Ἑλένη Νεομάρτυς, τῶν εὐκλεῶν Μαρτύρων, ἰσότιμος ἐν ἅπασι.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμότιμε Θεότης, λιταῖς τῆς Ἀθληφόρου, ἐλέησον τὸν κόσμον σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Νύμφη τοῦ Σοῦ Υἱοῦ, Ἑλένη ἡ θεόφρων, Παρθένε ἀνεδείχθη, ἁγνείᾳ κοσμουμένη, καὶ μαρτυρίου σκάμμασι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Τῆς ἁγνείας τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Σινώπης τὸ κλέος καὶ θεῖον βλάστημα, Παρθενομάρτυς τοῦ Χριστοῦ Ἑλένη πάνσεμνε, ἡ ἀθλήσασα στεῤῥῶς, καὶ καθελοῦσα τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Σινωπέων οἱ χοροί, ὕμνοι καὶ ᾠδαῖς ἐγκωμίων, ἀνευφημήσωμεν, τοῦ Χριστοῦ τὴν Μάρτυρα, καὶ νύμφην ἄμωμον, τῆς ἁγνείας τὸ σκήνωμα, Ἑλένην τὴν θείαν, πρὸς αὐτὴν κραυγάζοντες, ἀγαλλιώμενοι· Χαίροις, Νεομάρτυς Κυρίου, ἄνθος τῆς Σινώπης εὐῶδες, καὶ τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.

 

Ὅτε, ὁ δυσώνυμος ἐχθρός, τῆς σῆς παρθενίας τὸν πλοῦτον, συλῆσαι ἔσπευσε, τότε ἀκατάπληκτος ἐν τῇ δυνάμει Χριστοῦ, τὴν βουλὴν τοῦ ἀλάστορος, ἀπώσω εἰς τέλος, καὶ Μαρτύρων στάδιον, Ἑλένη ἤνυσας· ὅθεν, ἀφθαρσίας τῷ στέφει, παρὰ τῷ Χριστῷ ἐκοσμήθης, ὡς Παρθενομάρτυς ἀξιάγαστος.

 

Ἄνωθεν, τὸ σῶμά σου σεμνή, ἐν φωτὶ ἐδόξασε θείῳ, ὁ σὸς νυμφίος Χριστός, ᾧ καθοδηγούμενοι, οἱ ναυτιλλόμενοι, ἐκ θαλάσσης ἀνήγαγον, βυθοῦ ὥσπερ θεῖον, θησαυρὸν δοξάζοντες, Χριστὸν τὸν Κύριον· ὅθεν τῇ ἁγίᾳ σου κάρᾳ, πίστει προσιόντες Ἑλένη, ἐξ αὐτῆς λαμβάνομεν ἰάματα.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Παρθενίας ἀκήρατον, πολιτείας σεμνότητι, εὐσεβῶς συνάψασα καλλιπάρθενε, Ἑλένη νύμφη πανάμωμος, Χριστοῦ ἐχρημάτισας, καὶ τὸν δόλιον ἐχθρόν, ἐπελθόντας σοι ᾔσχυνας, τῇ ἐνστάσει σου, καὶ νομίμως ἀθλήσασα τῆς ἄνω, Βασιλείας ἠξιώθης, Παρθενομάρτυς πανεύφημε.

 

Ὡς ὡραία καὶ πάγκαλος, καὶ ψυχῇ τε καὶ σώματι, τὴν ἐν σοὶ τῆς πίστεως θείαν ἔλλαμψιν, καὶ τὴν ἀήττητον δύναμιν, τοῖς πᾶσιν ὑπέδειξας, ἐνεργοῦσαν θαυμαστῶς, ἀσθενείᾳ τῆς φύσεως· τὸν γὰρ ἔχθιστον, κατεπάτησας τύραννον Ἁγία, καὶ Χριστῷ λαμπαδηφόρος, Μάρτυς Ἑλένη ἀνέδραμες.

 

Τῇ θαλάσσῃ τὸ σῶμά σου, οἱ τῆς Ἄγαρ ἀπόγονοι, μετὰ τέλος ἅγιον ἐναπέῤῥιψαν, θαυμαστώθεν θείᾳ χάριτι, καὶ τοῦτο ἐφεύραντο, Σινωπεῖς πανευλαβεῖς, καὶ σπουδῇ μετεκόμισαν, μετὰ πίστεως, εἰς Ῥωσσίαν Ἑλένη μακαρία, τὴν δὲ κάραν σου τὴν θείαν, ὡς θησαυρὸν ἔσχον ἅγιον.

 

 

 

 

 

Δόξα. Ἦχος β΄.

Παρθενικῇ κεκοσμημένη λαμπρότητι, μαρτυρικὴν εὐκληρίαν ἐπλούτησας, Χριστὸν θερμῶς ἀγαπήσασα, Ἑλένη θεόφρον· ἐν θεολήπτῳ γὰρ καρδίᾳ, τῆς πίστεως ἀναλαβοῦσαν τὴν ἰσχύν, τοῦ ἀοράτου ἐχθροῦ τὴν μανίαν, καὶ πᾶσαν ἐπιβουλήν, εἰς γῆν καταβέβληκας· καὶ ἀνενδότῳ ἐνστάσει, Ἀγαρηνῶν τὸ θράσος ἀπήμβλυνας, ὑπεράνω σαρκός, ὡς θυσία μυστική, Χριστῷ προσηνέχθης. Ἀλλ’ ὦ σεμνὴ Παρθενομάρτυς, πρέσβευε σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σου τὴν ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)

Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. Πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. Στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. Πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Λιτή. Ἦχος α'.

Ὡς νεᾶνις ἐκλεκτή, τῷ θείῳ φόβῳ ῥυθμιζομένη, τοῖς πᾶσιν ὑπέδειξας, τῆς εὐσεβείας τὸ κράτος· ἐν ᾧ κραταιουμένη, τὸν ἰσχυρὸν ἐν κακίᾳ εἷλες ἐχθρόν, καὶ τῆς ἁγνείας τὸν θησαυρόν, ἄσυλον Χριστῷ διέσωσας, Ἑλένη θεόνυμφε· καὶ καλῶς τὸν ἀγῶνα τελέσασα, οὐρανίων θαλάμων ἠξίωσαι, ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παρθενομάρτυς ἀξιάγαστε.

 

Ἠσχύνθη ὁ βάσκανος ἐχθρός, τῇ ψυχικῇ σου προσβαλὼν στεῤῥότητι, Ἑλένη μακαρία. Νυμφευθῆναι γὰρ μυστικῶς, τῷ Χριστῷ ἐφιεμένη, οὐκ ἠνέσχου ἀμαυρωθῆναι, τὸ τῆς ἁγνείας κάλλος. Καὶ τῷ τυράννῳ, ἀντικαταστᾶσα μέχρις αἵματος, ἀθλητικοῖς πόνοις ὡμίλησας, καὶ ἀθλητικῶν ἐπάθλων ἔτυχες, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄

Τὴν τῆς ἁγνείας λαμπάδα, ἄσβεστον ἐτήρησας, δι’ ἀγάπης θείας ἑνουμένη, τῷ σῷ νυμφίῳ Χριστῷ. Καὶ αἱμάτων τῇ κογχύλῃ, τὴν τῆς νυμφεύσεως στολὴν πορφυρώσασα, καὶ λαμπρῶς στολισαμένη, πρὸς τὸν οὐράνιον νυμφῶνα ἔδραμες, μαρτυρικοῖς ὡραϊσμένη στίγμασι, Παρθενομάρτυς Ἑλένη. Νεότητος γὰρ ἄνθος ὑπερεῖδες, καὶ ποινῶν ποικίλων κατετόλμησας, οὐρανίῳ φρονήματι, ἐν γυναικείᾳ φύσει. Καὶ νῦν Χριστοῦ τὸ κάλλος ὁρῶσα, πρέσβευε δεόμεθα ὑπὲρ τῶν τιμῶντών σε.

 

Ἦχος δ΄.

Ἀγάλλεται πατρὶς ἡ θρεψαμένη σε, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, δι’ ἧς πάλαι τῶν Μαρτύρων, τὴν ἀρετὴν ὑπέφηνας, Παρθενομάρτυς Ἑλένη ἔνδοξε. Οὐκ ἐφείσω γὰρ μακαρία, τοῦ ἁπαλοῦ σου σώματος, οὐδὲ τυραννικὸν θυμὸν κατέπτηξας, ἀλλ’ ὡς ἀδάμας ἔστης, ἐν ἀπειλαῖς καὶ κακώσεσι. Καὶ πάντων ἀνωτέρα φανεῖσα, ταῖς τῶν Ἁγίων συνήφθης τάξεσιν, ἁγιασμὸν καὶ ἔλεος, παρὰ Χριστοῦ ἡμῖν παρέχουσα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες

Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, τῆς Σινώπης βλάστημα, καὶ παρθενίας ὀσφράδιον, Ἑλένη πάνσεμνε, ἡ καταβαλοῦσα τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ δόξης μετασχοῦσα τῆς κρείττονος, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Ἁγνείας λειμὼν πανευθαλής, καὶ εὐώδης πέφηνας, καὶ μαρτυρίου ἐξήνθησας, ἄνθη τὰ εὔοσμα, Ἑλένη θεόφρον, καὶ ὀσμὴν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ διέπνευσας, καλῶς ἀθλήσασα, ἐν ὑστέροις Μάρτυς ἔτεσι· διὰ τοῦτο, πάντες σε γεραίρομεν.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Νεάνις ὡραία καὶ καλή, ὡς φησὶ τὸ λόγιον, ψυχῇ καὶ σώματι πέφηνας, Ἑλένη πάνσεμνε, καὶ ὡραιοτάτη, πολλῷ ὤφθης πλείονι, Χριστῷ τῷ ἀθανάτῳ Νυμφίῳ σου, στεῤῥῶς ἀθλήσασα, καὶ τῆς τούτου ὡραιότητος, ἀπολαύεις, καὶ θείας μεθέξεως.

 

 

Δόξα. Ἦχος πλ. δ.

Ἐν τῇ ἄνωθεν ῥοπῇ ἀναδειξαμένη τὸν ἀγῶνα, ἐν γυναικείᾳ φύσει, πάντων περιεγένου τῶν δεινῶν, Ἑλένη παμμακάριστε. Τῇ γὰρ χάριτι Χριστοῦ, σεαυτὴν θωρακίσασα, ἁγνείας πύργος ὤφθης, καὶ εὐσεβείας νεοφανὴς λαμπηδών. Καὶ νῦν πρέσβευε τῷ Κυρίῳ, σώζεσθαι τοὺς τιμῶντας τὴν μακαρίαν σου ἄθλησιν

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Τῆς ἁγνείας τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Σινώπης τὸ κλέος καὶ θεῖον βλάστημα, Παρθενομάρτυς τοῦ Χριστοῦ Ἑλένη πάνσεμνε, ἡ ἀθλήσασα στεῤῥῶς, καὶ καθελοῦσα τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς μύρον ἐκλεκτόν, καὶ θυμίαμα θεῖον, προσήγαγες Χριστῷ, τῷ Νυμφίῳ σου Μάρτυς, τὸν πλοῦτον τῆς ἁγνείας σου, ἀκηλίδωτον ἄσυλον, καὶ ἀθλήσασα, ὑπὲρ Αὐτοῦ ὦ Ἑλένη, στέφος ἄφθαρτον, παρὰ Κυρίου ἐδέξω, τοῦ σὲ ἐνισχύσαντος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Παρθένος ἐκλεκτή, ἡ Ἑλένη ἐδείχθη, Θεόνυμφε ἁγνή, ἀειπάρθενε Κόρη, καὶ χαίρουσα τοῖς ἴχνεσι, τοῦ Υἱοῦ Σου πεπόρευται· ὅθεν ἔτυχε, τῆς ὑπὲρ νοῦν εὐφροσύνης, μεγαλύνουσα, διὰ παντὸς Θεοτόκε, τὴν ἄῤῥητον δόξαν Σου.

 

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Συλῆσαι βουληθείς, τὴν ἁγνείαν σου Μάρτυς, ὁ δόλιος ἐχθρός, ἀλλ’ εἰς τέλος ᾐσχύνθη· αὐτοῦ γὰρ κατεπάτησας, τὸ ἀνόσιον βούλημα, καὶ τὴν ἄθλησιν, ὑπὲρ Χριστοῦ ἀνεδέξω, δι’ ἧς μέτοχος, τῶν ἀπ’ αἰώνων Μαρτύρων, Ἑλένη γεγένησαι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τῶν μύρων ἀληθῶς, τοῦ Υἱοῦ Σου Παρθένε, ὀσμὴ ἡ μυστική, νεανίδων χορείας, πρὸς δόξαν οὐράνιον, δι’ ἀθλήσεως εἵλκυσεν, ἐν αἷς ἔλαμψε, καὶ ἡ Ἑλένη ἡ Μάρτυς, ἧς δεήσεσι, ῥῦσαι ἡμᾶς Θεοτόκε, δεινῶν περιστάσεων.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἀμνὰς ὡς ἀμόλυντος τῇ τοῦ Σωτῆρος φωνῇ, ἁγνείας λαμπρότητι καὶ πολιτείᾳ σεμνῇ, πιστῶς ἠκολούθησας· ᾯ καὶ προσενεχθεῖσα, δι’ ἀθλήσεως θείας, νύμφης Αὐτοῦ Ἑλένη, θαυμαστὴ ἀνεδείχθης, πρεσβεύουσα δωρήσασθαι, ἡμῖν θεῖον ἔλεος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ἐλέους τὸν πρύτανιν καὶ παροχέα Χριστόν, τεκοῦσα ἐν σώματι δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανύμνητε, οἴκτειρον ὡς οἰκτίρμων, τὸν οἰκτρόν Σου ἱκέτην· δίωξον τοῦ Βελίαρ, ἀπ’ ἐμοῦ τὴν μανίαν, καὶ δίδου τῇ καρδίᾳ μου, σωστικὴν κατάνυξιν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν… Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ΄ Ἑβδομάδος Ματθαίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας, δι’ ὧν ἐχθρὸν ἐθριάμβευσας, ἐν ἀσθενείᾳ φύσεως, ὁ ἀθλοθέτης Χριστὸς ἐδόξασεν, Ἑλένη θεόφρον· τῶν ἐντολῶν γὰρ Αὐτοῦ φύλαξ, ὤφθης ἀκριβής, ὑπὲρ ὧν προείλου τὸ αἷμα ἐκχέαι, θεολήπτῳ γνώμῃ, παριδοῦσα εἰς τὰ φθαρτά· καὶ νῦν τῶν ἀφθάρτων ἀγαθῶν μετέχουσα, πρέσβευε Ἁγία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ἑλένην μέλπω, τὴν ἐκ Σινώπης. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἑλένην φιλάνθρωπε, τὴν σὴν σεμνὴν Νεομάρτυρα, ὑμνῆσαι προθέμενος, τὴν σὴν αἰτοῦμαι ἰσχύν, καὶ παράσχου μοι, σοφίαν ἐν τῷ λόγῳ, ὡς ἂν ταύτης Δέσποτα, μέλψω τὴν ἄθλησιν.

Λαμπὰς ὡς νεόφωτος, τῇ Ἐκκλησίᾳ ἀνέλαμψας, ἐσχάτοις ἐν ἔτεσι, καλῶς ἀθλήσασα, καὶ κατηύγασας, Ἑλένη Ἀθληφόρε, ἡμῶν τὴν διάνοιαν, φέγγει τῶν ἄθλων σου.

Ἐκ ῥίζης ἐβλάστησας, ὥσπερ ἐλαία κατάκαρπος, Ἑλένη πανεύφημε, πανευσεβοῦς μυστικῶς, καὶ προσήγαγες, καρποὺς ἀθανασίας, παρθένος ὡς ἄφθορος, τῷ σὲ δοξάσαντι.

Θεοτοκίον.

Ναὸς ἁγιάσματος, καὶ φωτοφόρον παλάτιον, ἐγένου πανάμωμε, τοῦ Παντοκράτορος· ὅθεν οἶκόν με, τῆς θείας ἐνεργείας, ἀνάδειξον δέομαι, ἐπιστασίᾳ Σου.

 

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

Ἠγώνισαι Μάρτυς στεῤῥοψύχως, κατὰ τοῦ ἀρχαίου πτερνιστοῦ, ἐν ἁπαλῷ σου σώματι, Ἑλένη παμμακάριστε, καὶ τοῦτον καταβέβληκας, ἐν τῇ δυνάμει τῆς πίστεως.

Νομίσας συλῆσαί σου τὸν πλοῦτον, ἁγνείας ἐπῆλθέ σοι σεμνή, ἀλάστωρ ὁ δυσώνυμος, ἀλλὰ γέλωτα ὤφλησε, τῇ καρτερᾷ ἐνστάσει σου, Ἑλένη Μάρτυς ἀήττητε.

Μαρτύρων ἰσότιμος τῶν πάλαι, Ἑλένη ἐδείχθης ἀληθῶς, αὐτῶν τοῖς θείοις ἴχνεσι, καρτερικῶς βαδίσασα· μεθ’ ὧν καὶ κατηξίωσαι, τῆς ὑπὲρ λόγον λαμπρότητος.

Θεοτοκίον.

Ἐκ Σοῦ ἀποῤῥήτως ἐσαρκώθη, ὁ πάντα ἁγνὴ ἐκ μηδενός, τῷ λόγῳ συστησάμενος, καὶ τὸν Ἀδὰμ ἐῤῥύσατο, τῆς ἀλογίας Δέσποινα, δι’ εὐσπλαγχνίαν ἀμέτρητον.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ὡραιότατον, Χριστὸν ποθήσασα, Τούτῳ νενύμφευσαι, Ἑλένη πάνσεμνε, οἷα παρθένος παγκαλής, καὶ Μάρτυς ἠγλαϊσμένη· ὅθεν καὶ ἀνέδραμες, εἰς παστάδα οὐράνιον, καὶ τῆς ὑπὲρ ἔννοιαν, ἐντρυφᾶς ὡραιότητος· ἀλλ’ ὦ Παρθενομάρτυς δυσώπει, σώζεσθαι τοὺς σὲ εὐφημοῦντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν πάντων Κύριον, δι’ ἀγαθότητα, τεκοῦσα πάναγνε, τῆς δυναστείας με, καὶ τῆς ἀπάτης τοῦ ἐχθροῦ, ἀπάλλαξον Θεοτόκε· τούτῳ γὰρ δεδούλωμαι, παραλόγοις νοήμασι, καὶ μολύνω Δέσποινα, τῆς ψυχῆς τὰς αἰσθήσεις μου· ἀλλ’ ὦ Θεογεννῆτορ Παρθένε, σῶσόν με τῇ Σῇ εὐσπλαγχνίᾳ.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Λύσσῃ προσβαλών σοι Μάρτυς πολλῇ, ὁ Ἀγαρηνὸς ὁ ἀνόσιος, κατεβροντήθη, καὶ συντέτριπται εἰς γῆν, Ἑλένη ὡς ἐγνώρισε, τὴν ἐν σοὶ οὐράνιον δύναμιν.

Πλήρης ὢν μανίας ὁ δυσσεβής, ἐν εἱρκτῇ σὲ Μάρτυς κατέκλεισε, τὴν φρουρουμένην, τῇ δυνάμει τοῦ Χριστοῦ, Ἑλένη ᾧ καὶ ἔκραζες· Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὡς ἀμνάδα Μάρτυς σε τοῦ Ἰησοῦ, καὶ παμβασιλέως ὁ τύραννος, καθυποβάλλει, αἰκισμοῖς καὶ ἀπειλαῖς, ἀλλ’ ἥττηται τῇ στάσει σου, τῇ ἀπεριτρέπτῳ πανεύφημε

Θεοτοκίον.

Τὴν ὑπὲρ νοῦν κατάληψιν τὸν Ποιητήν, καὶ Δεσπότην πάντων κυήσασαν, εἰς κόσμου λύτρον, ἀειπάρθενον ἁγνήν, ὑμνήσωμεν κραυγάζοντες· Χαῖρε Θεοτόκε πανύμνητε.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἡνίκα τὸ πνεῦμά σου, εἰς χεῖρας τοῦ Νυμφίου σου, δέδωκας Ἑλένη μακαρία, τότε τὸ σῶμα τὸ σὸν οἱ ἄνομοι, εἰς θαλάσσης ἔῤῥιψαν βυθόν, ὃ φωτὶ ὁ Κύριος, οὐρανίῳ ἐδόξασε.

Νεκρώσασα πάνσεμνε, ἐχθρὸν τὸν δολιότροπον, πόθῳ τοῦ Χριστοῦ θανατωθεῖσα, πρὸς τὴν ἀγήρω ζωὴν ἀνέδραμες, τὸ δὲ λείψανόν σου ἐν φωτί, θείῳ ἀπεκάλυψεν, ὁ Σωτὴρ τοῖς ποθοῦσί σε.

Ἐξέστησαν βλέψαντες, πιστῶς οἱ ναυτιλλόμενοι, ὡς ἐκ τοῦ βυθοῦ τοῦ τῆς θαλάσσης, τὸ λείψανόν σου Μάρτυς ἐξήγαγον, καὶ ᾠδαῖς Ἑλένη μυστικαῖς, τοὺς ἀγῶνας ὕμνησαν, τῆς στεῤῥᾶς σου ἀθλήσεως.

Θεοτοκίον.

Καθάρασα ἴασαι, τῆς τῶν παθῶν συγχύσεως, τὴν νοσοῦσαν πάναγνε ψυχήν μου, καὶ ἐπηρείας πάσης ἀπάλλαξον, ῥυπαρᾶς ἐχθροῦ τοῦ πονηροῦ, τὸν νοῦν μου καὶ πλήρωσον, τοῦτον θείας ἐλλάμψεως.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σὲ τὴν ἀμνάδα τὴν ἄσπιλον, καὶ νύμφην τοῦ Χριστοῦ ἀκηλίδωτον, Ἑλένη πάνσεμνε, ἐν τῇ ἑνώσει τοῦ κρείττονος, οὐδόλως κηλιδῶσαι, ὁ ἄφρων ἴσχυσεν.

Ἰσχὺν οὐράνιον φέρουσα, κατίσχυσας ἐχθροῦ τοῦ ἀλάστορος, Ἑλένη πάνσεμνε, τῆς παρθενίας κειμήλιον, καὶ Σινωπέων πάντων, θεῖον ἀγλάϊσμα.

Νύμφη Χριστοῦ πανακήρατος, ὡς κόρη ἁπαλὴ καὶ ἀμίαντος, Ἑλένη πέφηνας, ἀθλητικοῖς ἀγωνίσμασι, καὶ πρὸς νυμφῶνα ἤχθης, τὸν ἐπουράνιον.

Θεοτοκίον.

Ὡς κιβωτὸς ἁγιάσματος, καὶ θρόνος μυστικὸς καὶ πυρίμορφος, ἐν ταῖς ἀγκάλαις Σου, τὸν Ποιητὴν πάσης κτίσεως, ἐκ Σοῦ σωματωθέντα, φέρεις πανάχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὡς παρθένος ἄμωμος, ἐν τῇ δυνάμει, τοῦ Χριστοῦ κατέβαλες, τὸ πολυμήχανον ἐχθρόν, καὶ μαρτυρίῳ κεκόσμησαι, Παρθενομάρτυς, Ἑλένη πανεύφημε.

Ὁ Οἶκος.

Ἐκ ῥίζης ἤνθησας σεπτῆς, ἐκ πόλεως Σινώπης, οἷάπερ ῥάδαμνος σεπτός, καὶ κρίνον παρθενίας, καὶ ὡς ὀσφράδιον θεῖον, εἰς ὀσμὴν εὐωδίας μυστικῆς προσήχθης τῷ Κυρίῳ. Τοῦ γὰρ δυσωνύμου ἐχθροῦ, τὴν προσβολὴν ἀνδρικῶς ἀπεκρούσω, καὶ ὑπὲρ Χριστοῦ τοῦ σοῦ Νυμφίου τεθνάναι προείλου, πάντων ὑπεριδοῦσα τῶν ἐν γῇ σφαλλομένων. Καὶ τῆς ἁγνείας τὸν θεοΰφαντον χιτῶνα, ἄσπιλον καὶ καθαρὸν τηροῦσα, μαρτυρικοῖς ἀγῶσιν ὡμίλησας, καὶ τὴν ἀνόσιον βουλὴν τοῦ τυράννου κατήσχυνας· ἔνθεν ἀξίως παρὰ Χριστοῦ τοῦ Σωτῆρος δεδόξασαι, Παρθενομάρτυς, Ἑλένη πανεύφημε.

 

Συναξάριον.

Μὴν Νοέμβριος, ἔχων ἡμέρας λ΄.

Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἑλένης, τῆς ἐκ Σινώπης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης, τῶν ἐξ Ἀσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γυναικῶν· Κυριαίνης καὶ Ἰουλιανῆς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Καισαρίου, Δασίου Σάββα, Σαβινιανοῦ, Ἀγρίππα, Ἀνδριανοῦ, καὶ Θωμᾶ τοῦ νηπίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων· Ἰωάννου ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δαβὶδ τοῦ Γέροντος, τοῦ ἐν Εὐβοίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεολήπτης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Κυπριανὸς καὶ Ἰουλιανή, διὰ πυρὸς τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ· Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι’ ἀγχόνης τελειωθέντων, κατὰ τὸ 1520 ἔτος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Κοίμησις τῆς Γερόντισσας Ξένης, πρώτης Ἡγουμένης τῆς Μονῆς τῆς Ἁγίας Τριάδος-Ἁγίου Νεκταρίου Αἰγίνης

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Πᾶσαν ᾔσχυνας, βουλὴν τοῦ παναλάστορος, Ἑλένη πάνσεμνε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, καὶ θείας ἐνέπλησας, χαρᾶς καὶ χάριτος, τοὺς ἐξάξαντας, τὸ ἱερόν σου λείψανον, ἐκ βυθοῦ τοῦ θαλαττίου.

Ἡ τοῦ Πνεύματος, ζωοποιὸς ἐνέργεια, κατασκηνώσασα, τῇ κάρᾳ Μάρτυς τῇ σῇ, πηγάζει ἰάματα, τοῖς πίστει σπεύδουσι, θεραπεύουσα, τῆς κεφαλῆς πᾶν ἄλγημα, καὶ παρέχουσαν ὑγείαν.

Σὲ ἡ δύναμις, φρουροῦσα ἡ οὐράνιος, ὡς τεῖχος ἄῤῥηκτον, Ἀγαρηνοῦ τοῦ δεινοῦ, τὴν χεῖρα ἀπείργουσα, ἄπρακτον ἔδειξε, προσεγγίσαι σοι, Ἑλένη παναοίδιμε, τοῦ Χριστοῦ Παρθενομάρτυς.

Θεοτοκίον.

Γένος Δέσποινα, τὸ βρότειον λελύτρωσαι, τῆς πάλαι πτώσεως, τοῦ πρωτοπλάστου Ἀδάμ, τεκούσης Σου ἄχραντε, Χριστὸν τὸν Κύριον, τὸν ὑψώσαντα, ἡμᾶς δι’ ἀγαθότητα, πρὸς τὴν πρώτην εὐκληρίαν.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἔστης ἀπερίτρεπτος ἐν πάσαις, παρθένε ταῖς ἐπιθέσεσι τοῦ ὄφεως· τούτου γὰρ τὸ ὄργανον, Ἄγαρ τὸν ἀπόγονον, ἡ ἐκτενής σου δέησις πρὸς τὸν Νυμφίον σου, ὡς τεῖχος ἀπεκρούσατο μέγα· ἔνθεν ἐπευλόγεις, τὸν σὲ ἐνισχυκότα.

Ῥώμην καὶ ἰσχὺν παρὰ Κυρίου, τὸ σῶμα τὸ ἁπαλόν σου ἐνεδύσατο· ὅθεν οὐκ ἐνάρκησας, ἀπειλαῖς καὶ μάστιξι, καὶ ὥσπερ ἄλλου πάσχοντος Ἑλένη ἤνεγκας, τὴν ἔμπηξιν, τοῦ ἥλου ἀνδρείως, ἐν τῇ κεφαλῇ σου, Χριστὸν δοξολογοῦσα.

Αἵματι Ἑλένη σου τῷ θείῳ, φοινίξασα τὴν στολὴν τῆς παρθενίας σου, καὶ χερσὶ κατέχουσα, τὴν λαμπάδα ἄσβεστον, πρὸς τὸν νυμφῶνα ἔδραμες τὸν ἐπουράνιον, ὡς Μάρτυς, καὶ παρθένος φρονίμη, ἀνυμνολογοῦσα, Χριστὸν τὸν σὸν Νυμφίον.

Θεοτοκίον.

Σκήνωμα Θεοῦ ἡγιασμένον, Παρθένε καὶ ἐνδιαίτημα λαμπρότατον, καὶ ναὸς πανάχραντος, ὤφθης παναμώμητε· ἐκ Σοῦ γὰρ σεσωμάτωται ὁ Ὑπερούσιος· διὸ κἀμὲ ἀνάδειξον Κόρη, διὰ μετανοίας, φωτὸς ἀΰλου σκεῦος.

 

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Ἵνα τοῦ Χριστοῦ, ὁρᾷς τὸ ἀμήχανον κάλλος καὶ ἄχραντον, πάντα τὰ ὁρώμενα, κάλλη παρεῖδες ὡς παρερχόμενα, καὶ δι’ αὐτὸν τὸν θάνατον ἀσμένως δέδεξαι· ἀθανάτου, ὅθεν κατηξίωσαι, εὐκληρίας Ἑλένη καὶ χάριτος.

Μάρτυς ἀψευδής, Χριστοῦ ἐχρημάτισας Ἑλένη πάνσεμνε, ᾧ τὴν παρθενίαν σου, καὶ τῶν αἱμάτων τὰ ῥεῖθρα ἤνεγκας· διὸ τὴν θείαν μνήμην σου πανηγυρίζοντες, Σινωπέων, οἱ χοροὶ ὑμνοῦσί σε, ὡς θερμὴν πολιοῦχον καὶ ἔφορον.

Ὅρμῳ τῆς ζωῆς, καλῶς διαπλεύσασα βίου τὸ πέλαγος, Μάρτυς προσεχώρησας, καὶ οὐρανίων ἐπάθλων ἔτυχες, Ἑλένη παμμακάριστε· διὸ τὸν ὕμνον σου, ὥσπερ δῶρον, δέξαι εὐαπόδεκτον, καὶ ψυχῆς μου τὰ πάθη θεράπευσον.

Θεοτοκίον.

Ὕμνοις ἱεροῖς, τὴν μόνην πανύμνητον καὶ ὑπερύμνητον, Κόρην ἀνυμνήσωμεν, τὴν ἀποῤῥήτως Θεοῦ κυήσασαν, καὶ τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν ἐπανορθώσασαν, ἐκβοῶντες· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀθλητικὸν ἀγῶνα, Ἑλένη νύμφη τοῦ Χριστοῦ, ἀνύσασα θεαρέστως, ἐν ἀσθενείᾳ τῆς σαρκός, τῆς οὐρανίου παστάδος, ὤφθης σεμνὴ κληρονόμος.

Θεοτοκίον.

Τὸν Ποιητὴν τῶν ὅλων, κυήσασα σωματικῶς, σωματικῶν με Παρθένε, ῥῦσαι καὶ νόσων ψυχικῶν, καὶ τῆς μελλούσης με δόξης, ποίησον κληρονόμον.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὴν καλλιπάρθενον πάντες καὶ Νεομάρτυρα, Ἑλένην τὴν Ἁγίαν, εὐφημήσωμεν ὕμνοις· αὕτη γὰρ ἠνδρίσατο ἐν Χριστῷ, καὶ καθεῖλε τὸν δράκοντα· καὶ νῦν ἀπαύστως πρεσβεύει ὑπὲρ ἡμῶν, τοῦ λαβεῖν πταισμάτων ἄφεσιν.

 

Τεῖχος ὡράθη Ἑλένη ἐν σοὶ ἡ δύναμις, τῆς πίστεως ἡ θεία, τοῦ ἐχθροῦ τὴν μανίαν, ἀπείργουσα εἰς τέλος τὴν κατὰ σοῦ, καὶ ᾐσχύνθη ὁ τύραννος, Ἀγαρηνὸς ὁ μιάναι σου βουληθείς, τῆς ἁγνείας τὴν λαμπρότητα.

 

Ἐν τῇ θαλάσσῃ ῥιφέν σου Μάρτυς τὸ λείψανον, καὶ ἐν φωτὶ ἁγίῳ, δοξασθὲν οὐρανόθεν, μετήχθη εἰς Ῥωσσίαν ὡς θησαυρός, Ἀθληφόρε τῆς χάριτος· διὸ τὴν μνήμην Ἑλένη σου τῆς σεπτῆς, μακαρίζομεν ἀθλήσεως.

 

Σὺν Ἀθληφόροις Ἑλένη καὶ θείοις Μάρτυσιν, ἀεὶ ἀγαλλομένη, ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν προσιόντων πανευλαβῶς, τῇ σεπτῇ Μάρτυς κάρᾳ σου, καὶ Σινωπεῦσιν ἐξαίτει παρὰ Θεοῦ, οἰκτιρμῶν θεία δωρήματα.

 

Δόξα. Ἦχος πλ. Α΄.

Ὡς παρθένος φρονίμη, ἐν συνέσει καὶ ἀνδρείᾳ, τὸν ἐπελθόντα σοι ἐχθρὸν ἀπώσω, Ἑλένη μακαρία. Τῷ γὰρ Νυμφίῳ Σου Χριστῷ, ὅλῳ τῷ νοΐ ἀτενίζουσα, ὡς στρουθίον κατὰ Δαυΐδ ἐῤῥύσθης, ἐκ τῆς παγίδος τῶν θηρευόντων. Καὶ ὡς ἁγνὴ περιστερά, πρὸς οὐρανίους καλιὰς ἀνέπτης, τὸν ἀγῶνα τελέσασα. Ἀλλ’ ὦ Παρθενομάρτυς ἔνδοξε, τῷ Σωτῆρι ἀεὶ πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῆς Σινώπης ἄνθος τερπνόν, καὶ τῆς παρθενίας, τὸ ἀλάβαστρον τὸ σεπτόν· χαίροις τῶν Μαρτύρων, ἰσότιμος Ἑλένη, οἷα Παρθενομάρτυς, Χριστοῦ ἀήττητος.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου