Σάββατο 25 Δεκεμβρίου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 18. ΑΓΙΑ ΜΑΡΤΥΣ ΘΕΟΔΟΥΛΗ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ ΙΗ

ΘΕΟΔΟΥΛΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(ποίημα   Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης)

 

ΕΝ Τ ΜΙΙΚΡ ΕΣΠΕΡΙΝ

 

Ἱστῶμεν στίχους  δ΄. καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων...

Τῆς  Θεοδούλης τὴν μνήμην, τὴν θεοτίμητον, ἐν ἑορτίοις  ὕμνοις, καὶ ᾠδαῖς ἐγκωμίων, στέψωμεν συμφώνως, πάντες   πιστοί, πρὸς αὐτὴν ἀνακράζοντες, μαρτυρικαῖς σου  πρεσβείαις πρὸς τὸν Θεόν, ἡμῖν δίδου τὰ σωτήρια.         

 

Τὴν θεοφώνητον κλῆσίν  σου ἐδικαίωσας, ὦ Θεοδούλη  Μάρτυς, τῷ Θεῷ συνταχθεῖσα, ὅλῃ γὰρ ἐφέσει  τῆς σῆς ψυχῆς, τῷ Θεῷ ὑποτέταξαι, ὅθεν καὶ πλήρη ἀπείληφας τὸν  μισθόν οἷα δούλη  ἐν πιστότητι.                           

 

Τῆς Κιλικίας ἡ χώρα, ἐν σοὶ ἀγάλλεται, μητροπρεπῶς σκιρτῶσα, Θεοδούλη γενναία, πᾶσα ἐκκλησία, χαρμονικῶς, ἐπὶ σοί τε εὐφραίνεται, ὅτι ἐδόξασας Μάρτυς  νικητικῶς, τοῦ Θεοῦ τὸ μέγα ὄνομα.

 

Τῶν δριμυτάτων βασάνων, τοὺς πόνους ἤνεγκας, ἐν  ψυχικῇ ἀνδρείᾳ καὶ πολλῇ καρτερία, Μάρτυς Θεοδούλη, ἀνδροπρεπές, κεκτημένη τὸ φρόνημα, καὶ τοῦ δολίου  συντρίψασα τὰς  ἀρχάς, ἐκ Θεοῦ τιμῇ τετίμησαι.

                                                           

Δόξα. ῏Ηχος α΄.

Οἱ  τῆς εὐσεβείας ἐργάται, καὶ τῶν ἄνω ἐρασταί, τῆς πίστεως οἱ τρόφιμοι, καὶ τοῦ Θεοῦ οἱ φίλοι, δεῦτε σήμερον χαρμονικῶς συνελθόντες, Θεοδούλην τὴν καλλίνικον χριστομάρτυρα, ὁμοφρόνως ἐπαινέσωμεν. Αὕτη γὰρ  τὸν Θεὸν ἀγαπήσασα, τῷ Θεῶ ἐπέδωκεν ἑαυτήν ὡς δούλη ἀγαθὴ καὶ πιστοτάτη. Διὸ καὶ τὴν καλὴν ἐπωνυμίαν δικαιώσασα, σὺν τῷ Θεῷ εἰς τοὺς αἰῶνας μετὰ πάντων τῶν  ῾Αγίων, εἰς τὴν χαρὰν ἑορτάζει τὴν ἀκήρατον.

 

Καὶ νῦν.  Θεοτοκίον . Ἦχος α΄.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων, στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν  λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

 

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Χαίροις τοῦ Ἰησοῦ ἀμνὰς ὡραιοτάτη, ὦ Θεοδούλη Μάρτυς, τῷ κάλλει λαμπρυνθεῖσα, ἀγώνων τῆς ἀθλήσεως.

 

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ.

Πόνους ἐν τῇ σαρκί, ἐβάστασας γενναίως, θεόφρον Θεοδούλη,                                         διὸ τὴν κατοικίαν, τὴν ἄπονον κεκλήρωσαι.      

 

Στίχος· Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μάρτυς τοῦ ᾽Ιησοῦ, ὦ Θεοδούλη χαῖρε, τῆς Κιλικίας   γόνε, τῆς ἐκκλησίας  κλῆμα καρπὸν κομῶσα χάριτος.

 

Δόξα. Τριαδικόν.

Πίστει συμπροσκυνῶ, τὴν ἄτμητον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, δι' ἧς τὸ πᾶν συνέστη, καὶ τὴν ζωὴν ἐλάβομεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄγγελοι  συνῳδὰ ἀνθρώποις ἀνυμνοῦσι, την παναγίαν Κόρην, Μαρίαν Θεοτόκον, αὐτῇ τὸ χαῖρε ᾄδοντες.

 

Νῦν ἀπολύεις.

 

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τοῦ Θεοῦ στομωθεῖσα Θεοδούλη τῷ ἔρωτι, τρίβον Μαρτυρίου διέβης, ἀπτοήτῳ φρονήματι· τῇ σῇ ὁμολογίᾳ δὲ ἐχθρούς, προσείλκυσας πρὸς πίστιν ἀληθῆ, οὓς συνάθλους  σου ἐκέκτησο ἐν πυρί, καὶ ξίφει μαρτυρήσαντας. Χαίροις τῆς  Κιλικίας ἀπαρχή, χαίροις ᾽Εδὲμ εὐπρέπεια, χαίροις ἡ  δούλη τοῦ Θεοῦ, πιστὴ ἐν ἀγαθότητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

 

 

 

 

ΕΝ Τ ΜΕΓΑΛ ΕΣΠΕΡΙΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα  προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες...

Ἑόρτιον αἴνεσιν κροτεῖ, ᾽Εκκλησία σήμερον, τῆς Θεοδούλης δοξάζουσα· τὰ θεῖα σκάμματα, τοῦ Σταυροῦ δυνάμει, τὸν ἐχθρὸν γὰρ ᾔσχυνε, καὶ τούτου τὴν κακόνοιαν ἅπασαν, εἰς χοῦν ἐλέπτυνε, καὶ εἰς τέλος ἐταπείνωσεν, ὅθεν δόξης, τὰ βραβεῖα εἴληφεν.

 

Βασάνων ὀδύνας ἀλγεινάς, καρτερῶς ὑπέμεινας, ὡσεὶ ἀδάμας ἀλύγιστος· πυρὸς νικήσασα, τὴν γεώδη φλόγα, Θεοδούλη εὔψυχε, τῷ φίλτρῳ φλεγομένη τῷ κρείττονι, Χριστῷ τε ἔκραζες, τῆς ἀγάπης οὐ χωρίσει με, τῆς σῆς Λόγε, τὰ τῆς γῆς οὐδέποτε.

 

Χριστὸν ὡμολόγησας Θεόν, Θεοδούλη πάντολμε, τῶν διωκτῶν κατενώπιον· πολλοὺς ἑλκύσασα, πρὸς τὴν θείαν πίστιν, ἣν αὐτοῖς ἐδίδαξας, πρὸς ἄθλησιν ὁμοῦ τὴν Χριστώνυμον, πρὸς τέλος ἅγιον, Μαρτυρίου γὰρ τὸν στέφανον, οὗτοι εὗρον, κεφαλὰς τεμνόμενοι.

    

῞Ετερα. ῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσιν.

Κιλικία ἡ ἔνδοξος, μητρικῶς ἐπαγάλλεται, καὶ σκιρτᾷ τῷ πνεύματι, μεγαλύνουσα· τὴν Θεοδούλην τὴν Μάρτυρα, Χριστοῦ τὴν ἀμώμητον, καὶ καλὴν περιστεράν, ἀναπτᾶσαν, ταῖς πτέρυξιν· τῆς ἀθλήσεως, εἰς Μονὰς οὐρανίους σὺν παρθένοις, ταῖς φρονίμοις γηθομένη, ἐν χαρμοσύνῳ λαμπρότητι.

 

Τῷ Θεῷ καθυπήκουσας, εὐπειθῶς ἐκ νεότητος, Θεοδούλη πάντιμε, καὶ στεῤῥόψυχε καὶ τῶν ταλάντων σου ηὔξησας, τὸν πλοῦτον ὃν ἔλαβες, οὐρανόθεν ὡς πιστή, ἀγαθή τε θεράπαινα· δικαιώσασα, τὴν σὴν κλῆσιν ἐν ἄθλοις Μαρτυρίου,  καὶ τὸ στέφος δεξαμένη, τὸ τοῖς ᾽Αγγέλοις ἐράσμιον.

 

Τῆς σαρκὸς τὴν ἐπίτασιν, τῶν μελῶν σου τὴν κάκωσιν, οἷα ἄλλου πάσχοντος, ἐκαρτέρησας· ὦ Θεοδούλη καλλίνικε, μαστῶν σου τὴν πύρωσιν, καὶ τὰ κάρφη τὰ σκληρά, φυλακῆς τε τὴν στένωσιν καὶ τὴν ἄστεκτον, τῆς ἐσχάρας  πυρὰν καὶ τῆς καμίνου, τὰς φλογώσεις δι' ὧν εὗρες, τὴν θείαν δρόσον τοῦ πνεύματος.

 

 

 

Δόξα.  Ἦχος α΄.

Μαρτυρικὴ πανήγυρις, καὶ πάλιν ἐπέστη ἡμῖν τοῖς φιλεόρτοις, συγκαλοῦσα εἰς αἴνεσιν χαρμόσυνον, τῆς παρθένου τε καὶ μάρτυρος Θεοδούλης. Καὶ γὰρ αὕτη ἀγαπήσασα  τῆς τοῦ Θεοῦ ἀγάπης τὴν σπουδήν, καὶ τὴν μελέτην τῆς  οὐρανίου διδασκαλίας μαθοῦσα, τῷ τοῦ μαρτυρίου πονήματι Θεῷ εὐηρέστησεν. ῞Οθεν ἐπιδόσεως λαβοῦσα, τῆς χρηστῆς τὰς ἀριστείας, δείκνυσιν ἡμῖν ὁδὸν τὴν εὐθυτάτην, τῆς  καλῆς ὁμολογίας. Καὶ τὰς συνθήκας τίθησιν πιστοῖς, ἵνα   τὴν καλὴν φυλάττοντες παρακαταθήκην, εὕρωμεν δικαιοσύνης, τὴν ἐπαξίαν ἀνταπόδοσιν.

                                                                 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν  παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα,  καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη,  οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότειχον τῆς  ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον  ἠνέῳξε.  Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον.  Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς  πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ. 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας   Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)

Δίκαιοι  εἰς τὸν    αἰῶνα ζῶσι,  καὶ ἐν   Κυρίῳ    μισθὸς αὐτῶν, καὶ ἡ   φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ  βασίλειον  τῆς  εὐπρεπείας,   καὶ   τὸ  διάδημα τοῦ κάλλους ἐκ χειρὸς  Κυρίου·  ὅτι  τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι   ὑπερασπιεῖ αὐτῶν. Λήψεται  πανοπλίαν   τὸν   ζῆλον   αὐτοῦ, καὶ   ὁπλοποιήσει  τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.  Ἐνδύσεται  θώρακα,  δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται  ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ  δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.   Συνεκπολεμήσει αὐτῷ ὁ  κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες   ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου  τῶν νεφῶν, ἐπὶ  σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ  πλήρεις  ῥιφήσονται χάλαζαι.  Ἀγανακτήσει  κατ'  αὐτῶν ὕδωρ  θαλάσσης·  ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.  Ἀντιστήσεται  αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει  αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.   Ἀκούσατε οὖν  βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.

Τῆς χρυσαυγεστάτης  σου τιμῆς τὰς ἀντιδόσεις, θαυμάζουσιν ἄγγελοι καὶ γεραίρουσιν ἄνθρωποι, ὦ Θεοδουλη μακαρία χριστομάρτυς. Πάντων γὰρ ἀπέστης τῶν  φθαρτῶν, τῶν αἰωνίων ἀγαθῶν ἐρῶσα τὴν ἐπίκτησιν. Τῷ   φίλτρῳ ὅθεν, τοῦ Νυμφίου σου Χριστοῦ συνεχομένη, ἠλόγησας τῆς πηλίνης σου σαρκὸς τὴν εὔνοιαν. Καὶ ποδὶ  ἀγαλλομένῳ ἔδραμες, εἰς μαρτυρίου τὰ ἐπίπονα σκάμματα, τὴν πλησμονὴν ἐπιποθοῦσα, τῆς τερπνῆς καὶ ἀκηράτου μακαριότητος,          

                                                                                                                                                        

῏Ηχος β΄.

Θεὸν τὸν τοῦ παντὸς Δημιουργὸν καὶ Κύριον, εὐτονωτάτῃ σου φωνῇ καὶ ἀκαταπτώτῳ φρονήματι ἐνώπιον  ἀθέων δυναστῶν ὡμολόγησας, ὦ Θεοδούλη ἀήττητε. Διὸ  καὶ ὀδύναις ὁμιλήσασα ταῖς ἀνυποίστοις, καὶ φοβεραῖς  ἀπειλαῖς τῶν αἰκισμῶν περιαχθεῖσα, οὐχ ἡττήθης τῷ λογισμῷ  ἀλλ' ἔκραζες μεγάλῃ τῇ φωνῇ. Οὐδέν με χωρίσαι  δύναται, τῆς θείας συντυχίας, ἀλλ΄ ἄχρι τέλους πιστὴ  Κυρίῳ εὑρεθήσωμαι, ἵνα λάβω τῆς ζωῆς τὸν στέφανον.     

 

῏Ηχος γ ΄.

Εὖ δούλη τοῦ Θεοῦ, ἀγαθή τε καὶ πιστὴ καὶ σώφρων, ἡ  φανεῖσα τῆς ἐπωνυμίας σου ἀξία, Θεοδούλη θειοτάτη.   Τὸ τάλαντον λαβοῦσα ἐκ Θεοῦ, τῆς ἀμωμήτου πίστεως, τῇ   σῇ ἀθλήσει ηὔξησας, καὶ εἰς ἑκατὸν καλῶς ἐπολυπλασίασας. Διὸ καὶ τὴν μαρτυρίαν ἔδωκας τὴν ἀγαθήν, καὶ τροπαιοῦχος ἀνεδείχθης ἀθληφόρος, τῆς ἀσθενοῦς τοῦ θήλεος φύσεως, ὑπερβᾶσα τὰς δυνάμεις. Τῷ δὲ Θεῶ τῶν δυνάμεων ἀρέσασα, διαμένεις μετ' Αὐτοῦ εἰς αἰῶνας, καθὼς τοῖς φίλοις Αὐτοῦ ἀληθεύων ἐπηγγείλατο.                   

 

Ἦχος δ΄.

Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν, καὶ μεγάλη ἡ ἰσχὺς Αὐτοῦ, ἥν ἐν σταδίῳ ἔδειξεν, ἡ καλλιμάρτυς Θεοδούλη. ᾽Εχθρῶν γὰρ αἰσθητῶν καὶ νοητῶν, ἐτροπώσατο τὴν ἀνίσχυρον ἰσχύν, καὶ εἰς τὴν γῆν κατεπάτησεν, τῶν ἐθνῶν τὰ βουλεύματα, Θεοῦ μετ᾽αὐτῆς συμμαχοῦντος ἐν τῇ πάλῃ. Σὺν αὐτῇ καὶ ἡμεῖς, νικητήριον ᾠδὴν βοήσωμεν, τῷ ᾽Αθλοθέτῃ τῶν ψυχῶν, καὶ ἀλαλάξωμεν ψαλμικῶς, αἰνοῦντες καὶ εὐλογοῦντες, τὸν μόνον ἐν ἰσχύϊ ἀνίκητον.

 

 

 

 

 

῏Ηχος πλ.α΄.

Τοῦ Κυρίου λέγοντος, ἐν τῷ ῾Αγίῳ Εὐαγγελίῳ, ὅστις ἐὰν  ὁμολογήσει τὸ ἐμὸν ῎Ονομα, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ αὐτὸν ὁμολογήσω, ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐπουρανίου, εὗρεν ἐν σοὶ βεβαίωσιν, ὦ Χριστομάρτυς Θεοδούλη. Καὶ γὰρ ἐγένου κήρυξ τῆς πίστεως, καὶ ὁδηγὸς ἐν τῇ ὁδῷ τῆς ἀληθείας, δεικνύουσα τῆς σωτηρίου οἰκονομίας, τὰ μεγαλοπρεπῆ καὶ θειότατα μυστήρια. Τούτων γενέσθαι κοινωνοὺς ἀξίωσον, ταῖς εὐπροσδέκτοις σου πρὸς Κύριον ἱκεσίαις, τοὺς ὑμνολογοῦντας εὐαρέστως τὰ σὰ ἀξιάγαστα κατορθώματα.

 

῏Ηχος πλ. β΄.

Μετὰ τῶν παίδων τῶν τριῶν, τῶν ἐν καμίνῳ τοῦ πυρὸς    δοκιμασθέντων, συναγάλλει αἰωνίως, ὦ Θεοδούλη στεφηφόρε. Καὶ γὰρ μετὰ βασάνους πλείστας, ἐν τῇ καμίνῳ ἐβλήθης τῇ καιομένῃ, ἔνθα Θεὸν ἐδόξασας, τὸν ἐν ῾Αγίοις Αὐτοῦ ἐνδόξως δοξαζόμενον. Καὶ τὸ τέλος ἐν αὐτῇ λαβοῦσα, τῆς τελειώσεως ἔλαβες τὸν ἔπαινον, καὶ τὰ κέρδη τῶν θησαυρῶν, τῶν μήποτε παλαιουμένων. Πρέσβευε Κυρίῳ τῷ Θεῷ ὅπως τῷ πυρὶ τῆς αὐτοῦ τελείας ἀγαπήσεως, ἀναλωθῆναι καὶ ἡμῶν τὰς καρδίας, ὡς ἂν παραστῶμεν καθαροὶ καὶ ἄμωμοι ἔμπροσθεν Αὐτοῦ, ἐν τῇ ὥρᾳ τῆς μελλούσης  καὶ φρικτῆς παραστάσεως.

 

῏Ηχος πλ. δ΄.

Τὰ σὰ μέλη ἐν εὐλαβείᾳ πλείστῃ κατασπάζομαι, ὦ Θεοδούλη στεφηφόρε, τὰ ὑπομείναντα ἀλγεινά, διὰ Χριστὸν τὸν καταδεξάμενον ἐπὶ Σταυροῦ, τὸ πάθος καὶ τὸν δι᾽ ἡμᾶς ἑκούσιον θάνατον. Χριστὸς γὰρ καρφωθεὶς ἐπὶ τοῦ Ξύλου, τὴν ἄπονον ζωὴν ἡμῖν προεξένησεν. Καὶ σὺ δι᾽ Αὐτόν, καρφίων τῶν πέντε τὰς ὀδύνας ἐβάστασας, τῆς πίστεως τὴν ἰσχὺν διατρανώσασα. Τὰ ὦτα σου ἐκαρφώθης, διὸ καὶ νῦν ἀκούεις, χαρμοσύνου ἀγαλλιάσεως τὸν εἱρμὸν τὸν ἀτελεύτητον. Τῷ μετώπῳ σου ὡσαύτως κάρφος ἐδέξω,  ἐνωπία  τῷ  Θεῷ  κατενώπιον  σταθεῖσα,  μετὰ παῤῥησίας ἀκατακρίτου. Καὶ τοῖς μαστοῖς σου ὡσαύτως τὰ κάρφη ἔλαβες, διὸ ἀεὶ τῷ γάλακτι τῷ οὐρανίῳ τὴν ψυχὴν τρεφομένη, τῶν Μαρτύρων ὁμοτράπεζος παρίστασαι. Δὸς ἡμῖν εὐχαῖς σου, τοῦ ἄρτου τοῦ ἀθανάτου μετέχειν, ἵνα εἰς αἰῶνας πλησθησόμεθα χρηστότητος.

 

 

 

 

 

 

Δόξα.  Ἦχος πλ. δ΄.

Ἐπαινετὴ τῆς Θεοδούλης ἡ πολιτεία, ὑπὲρ τῆς τῶν ᾽Αγγέλων συνεδρίας. Αὕτη γὰρ εἰς τὸ ῞Αγιον Βάπτισμα παρώτρυνε, τοὺς ἐπιφανεῖς ἐκ τῶν ἀρχόντων, καὶ ἀπειθεῖς εἰδωλολάτρας, ῾Ελλάδιον καὶ Βοηθὸν τοὺς ὕστερον τῷ ξίφει μαρτυρήσαντας. ῾Ωσαύτως τε Εὐάγριον καὶ  Μακάριον, τοὺς τῷ πυρὶ τελειωθέντας, οὓς τῆς ᾽Εδὲμ ἡ εὐδαίμων θαλπωρὴ ὑπεδέξατο. Πάντες οὖν  ἀπέλαβον, τῶν  δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, καὶ τὸ κεφάλαιον εὗρον, τῆς θεοπαρόχου χάριτος. Βαπτίσματός τε τὴν στολὴν τὴν λευκοΰφαντον, ἐν αἵμασιν καὶ πόνοις μαρτυρίου κατεποίκιλαν, χρυσοειδῆ ταύτην ἐν δόξῃ ἀπαρτίσαντες, ἐν αἰωνιζούσης  τιμῆς τῇ λαμπρότητι. Σὺν ἐκείνοις καὶ ἡμᾶς, ὦ Χριστομάρτυς Θεοδούλη πανένδοξε, ποίησον τῶν ἄνω ἐραστάς, καὶ τῶν Ἀγγέλων ὁμοτρόπους ἐν τῇ ψυχικῇ ἀκεραιότητι.   

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ      λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ ῏Ηχος πλ. α΄. Χαίροις ἀσκητικῶν...

Χαίροις τοῦ ἀρχιθύτου Χριστοῦ, ἡ ἐθελόθυτος ἀμνὰς καὶ περίδοξος, τῷ φίλτρῳ ἡ στομωθεῖσα, τῆς τοῦ Κυρίου  στοργῆς, καὶ πρὸς τοὺς ἀγῶνας, τῆς ἀθλήσεως· προθύμῳ καρδίᾳ καὶ λογισμῷ καρτερόφρονι, ᾗ προσελθοῦσα, Θεοδούλη στεῤῥόψυχε, καὶ τρανώσασα, τοῦ Σταυροῦ τὴν ἐνέργειαν. Μάρτυς ἀξιοθαύμαστε, παρθένων τὰ τάγματα, ἡ εὐκοσμοῦσα πρεπόντως, νικητηρίοις στεφάνοις σου, Χριστὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν ὑμνούντων, τὰ σὰ θαυμάσια.   

 

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ.       

Σεβω τὸν τοῦ παντὸς ποιητὴν καὶ ἀπαρνοῦμαι τὰ ψευδώνυμα εἴδωλα, δυνάμει ἀκαταπτώτῳ καὶ στεντορείᾳ φωνῇ, Θεοδούλη Μάρτυς, ἀνεκραύγαζες· σταδίου ἐν μέσῳ,  τῶν δυναστῶν τε ἐνώπιον, τὴν Βασιλείαν, τοῦ Θεοῦ μεγαλύνουσα, καὶ τὴν ἄφραστον, Τούτου δόξαν προβάλλουσα.  ῞Οθεν Χριστῷ ἐπίστευσαν, ἀρχόντων οἱ πρόκριτοι, σὺν ῾Ελλαδίῳ τῳ θείῳ  ὁ Βοηθὸς καὶ Εὐάγριος· ὁμοῦ Μακαρίῳ  διὰ ξίφους καὶ πυρός τε, οἱ μαρτυρήσαντες.                

 

 

 

 

 

 

Στίχος. Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.                              

Ἄνθη πανεορτίων ᾠδῶν, σοὶ ἀνατίθεμεν καρδίας εὐθύτητι, συμφώνως ἐπικροτοῦντες, ὦ Θεοδούλη σεμνή,τὰ  πολυειδῆ σου, κατορθώματα· Θεοῦ γὰρ ὡς δούλη, πανευπειθῶς Τούτου ἤκουσας, ἀσπασαμένη, τὴν ὑπέρτιμον ἄθλησιν, καὶ Μαρτύριον, δεξαμένη ἐν χάριτι. Χαίρουσα οὖν εἰσέδραμες, χαρὰν εἰς εὐφρόσυνον, εἰς τὸν νυμφῶνα τῆς  δόξης, εἰς τοῦ φωτὸς τὴν πανήγυριν, παρθένοις συνάμα,  ταῖς φρονίμοις ἀνυμνοῦσα, Χριστοῦ τὸ ῎Ονομα.

 

Δόξα. ῏Ηχος πλ. α΄ .

Τὰς θαυμαστάς σου ἀριστείας ἄγαμαι, καὶ πολλά σου  βραβεῖα, νικητικαῖς καταστέφω ἐν ᾠδαῖς, ὦ Θεοδούλη,  μακαρία· Πῶς θήλεος τὴν φύσιν, τὴν εὐλύγιστον ὑπερέβης,  καὶ ὡς ἀδάμας ἔστης ἄκαμπτος, ἐν ταῖς βασάνοις ταῖς ἀνυποίστοις. ᾽Ανδρικήν τε καρτερίαν ἔδειξας, ἐν φυλακῇ διὰ  Χριστὸν βληθεῖσα, τὸν ἐλευθερίαν παρεχόμενον, καὶ ἄνεσιν ἐν οὐρανοῖς, τοῖς εἰς Αὐτὸν πιστεύουσιν. Πάντα δὲ πόνον τῆς σαρκός, εἰς οὐδὲν ἐλογίσω, οὕτω λέγουσα μετὰ  παῤῥησίας. Εἷς Θεὸς ἀληθινός, ὁ ἐν Τριάδι προσκυνούμενος καὶ λατρευόμενος, Οὗ τῷ ᾽Ονόματι, ὑπερβήσομαι τὸ  τεῖχος τῶν ὀδυνῶν, καὶ τῶν Μαρτυρικῶν θλίψεων.  ᾽Ωμότητα δὲ τυράννων καταπατήσω, καὶ ὑψωθήσομαι ἐν δόξῃ,  ἵνα ἴδωσιν οἱ λαοί, τὰ τῶν πιστῶν μεγάλα κατορθώματα, καὶ δοξάσωσι  τὴν Βασιλείαν τοῦ Θεοῦ, τὴν εἰς αἰῶνας διαμένουσαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.                                          

 

Νῦν ἀπολύεις.

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τοῦ Θεοῦ στομωθεῖσα Θεοδούλη τῷ ἔρωτι, τρίβον Μαρτυρίου διέβης, ἀπτοήτῳ φρονήματι· τῇ σῇ ὁμολογίᾳ δὲ ἐχθρούς, προσείλκυσας πρὸς πίστιν ἀληθῆ, οὓς συνάθλους  σου ἐκέκτησο ἐν πυρί, καὶ ξίφει μαρτυρήσαντας. Χαίροις τῆς  Κιλικίας ἀπαρχή, χαίροις ᾽Εδὲμ εὐπρέπεια, χαίροις ἡ  δούλη τοῦ Θεοῦ, πιστὴ ἐν ἀγαθότητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' στιχολογίαν. Κάθισμα.  Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ...

Καρδίας ἐν σπουδῇ καὶ ψυχῆς ἐν ἐφέσει, ὑμνήσωμεν πιστοί, τοῦ Χριστοῦ τὴν ἀμνάδα, τὴν θείαν καλλιμάρτυρα, Θεοδούλην τὴν πάντιμον· τὴν ἐλέγξασαν, τὴν τῶν εἰδώλων ἀπάτην· καὶ κηρύξασαν, τῆς ἀληθείας τὸ κράτος, Τριάδα τὴν ἄκτιστον.

Δόξα. ῞Ομοιον.

Ἀγάλλεται ἐν σοί, Κιλικίας ἡ χώρα,κροτοῦσα μητρικῶς, Θεοδούλη τὰς χεῖρας, τὰ θεῖά σου παλαίσματα, ἐν ᾠδαῖς μεγαλύνουσα· σὺ γὰρ ᾔσχυνας, τῇ τοῦ Σταυροῦ συμμαχίᾳ· τὸν ἀντίπαλον, καὶ εἰς τὴν ἄμωμον πίστιν, τυράννους προσείλκυσας.

Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.

  βάτος ἐν Σινᾷ, ἣν Μωσῆς  ὁ θεόπτης, τεθέαται τὸ πρίν, σὴν ἐτύπου λοχείαν, Παρθένε ἀπειρόγαμε, τὸ γὰρ πῦρ τῆς θεότητος· οὐ κατέφλεξε, τὴν παναγίαν σου  μήτραν, ἀλλ᾽ ὡς πρότερον, μακρὰν φθορᾶς διαμένεις, ῾Αγνὴ   ἀειπάρθενος.                                        

 

Μετὰ τὴν  β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχ. πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῷ Θεῷ Θεοδούλη, ὡς δούλη ἔμπιστος, ἀκολουθήσασα πόθῳ καὶ προθυμίᾳ ψυχῆς, Μαρτυρίου τὴν στενὴν ὁδὸν  διήνυσας· πόνους βαστάσασα δριμεῖς, τῇ τιμίᾳ σου σαρκί,  τῷ φίλτρῳ δὲ φλεγομένη, τοῦ Νυμφίου σου τῆς καμίνου, τὸ  πῦρ τὸ πρόσκαιρον ἠλόγησας.                       

Δόξα. ῞Ομοιον.

Κιλικίας τὸ κλῆμα, τὸ εὐφορώτατον, τοῦ Παραδείσου τὸ κρίνον θεοπρεποῦς ἀπαρχῆς, τῆς ἀθλήσεως τιμὴν τὴν  ὑπερκόσμιον· Πνεύματος θείου δωρεάς, τὴν ἐκβλύζουσαν  ἀεί, τὴν Μάρτυρα Θεοδούλην, νῦν αἰνέσωμεν εὐαρέστως, εὐχαῖς αὐτῆς ὅπως σωθείημεν.

Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.

Προφητῶν θεηγόρων, χορὸς ὁ ἅγιος, τὸν ὑπὲρ νοῦν σου Παρθένε προκατιδὼν τοκετόν, ἐν συμβόλοις ἱεροῖς σε ἐθεάσατο· ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ Τράπεζαν θείου Μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῷ ἀκηράτῳ βεβαιοῦσα τροφῇ.

 

 

 

 

 

 

 

Μετὰ τὸν πολυέλεον. Κάθισμα. ῏Ηχος δ΄. Κατεπλάγη Ἰωσήφ...

Τοῦ Κυρίου τῇ στοργῇ Εὐαγγελίου τε σπουδῇ, δεσμευθεῖσα τῇ ψυχῇ, ὦ Θεοδούλη θαυμαστή, τὰ τῶν βασάνων φερέπονα ἐκαρτέρεις. Σκότος καὶ δεσμὰ φυλακίσεως, κάρφη τῇ σαρκὶ ὡς ὁ Κύριος·  ὁ σταυρωθεὶς ἐν ξὺλῳ ὑπὲρ   πάντων, τῶν πεπτωκότων ἐν πάθεσιν· Αὐτὸν δυσώπει, ὦ  Θεοδούλη, δοῦναι ἔλεος πᾶσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.

Παραβάσεως καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς ᾽Εδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο. Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ ὑπακούσασα· τὸν χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸν ὃς πάλιν, ἐν παραδείσῳ τοὺς ἀνθρώπους οἰκίζει.

 

Εἶτα τὸ Α΄ Ἀντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ΄. Ἤχου.

Προκείμενον ῏Ηχος δ': Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται,                                

Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν τας αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.                  

Εὐαγγέλιον (Μαρτυρικόν).

Ὁ Ν' ψαλμός.

Δόξα. Ταῖς τῆς ᾽Αθληφόρου….                          

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

᾽Ιδιόμελον. ῏ Ηχος δ΄. Στίχος. ᾽Ελεῆμον, ἐλέησόν με ὁ Θεός…

Ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν ἐγένου, ὦ Θεοδούλη  καλλιμάρτυς, κλάδους φέρουσα ἀθλητικῆς παγκαρπίας, καὶ ἔλαιον τῆς ἐπαινετῆς ἀγαλλιάσεως. Δι' οὗ τὰς καρδίας εὐφραίνεις πληρωτικῶς, καὶ φωτίζεις  ἱλαρῶς τὰς ψυχὰς ἡμῶν, τῶν αἰνούντων σὲ ἐν πίστει, καὶ  τιμώντων εὐλαβῶς, τῶν σῶν ἀγώνων τὰ νικηφόρα ἔπαθλα.

 

Ὁ κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Θεοδούλης Μάρτυρος τὴν πίστιν ἐπαινῶ. Ἰσιδώρας

ᾨδὴ α΄. ῏Ηχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Θυσίαν αἰνέσεως, καὶ προσφορὰν τελειώσεως, λατρείαν εὐάρεστον, και λογικὴν τῷ Θεῷ· προσενήνοχεν, ἡ Μάρτυς Θεοδούλη, αὐτῇ οὖν προσάξωμεν, αἶνον ἐπάξιον.        

ν πόνοις ἀθλήσεως, καὶ ἐν γενναίοις παλαίσμασιν, τὴν πίστιν καὶ ἄμωμον, καὶ ἱερὰν τοῦ Χριστοῦ· ἐπεσφράγισας, τιμία Θεοδούλη, καὶ τούτου γεγένησαι, θῦμα εὐπρόσδεκτον.                                                        

Οὐράνιοι  Ἄγγελοι, μετὰ βροτῶν συγχορεύουσι, τὴν  μνήμην τὴν ἔνδοξον, της Ἀθληφόρου Χριστοῦ· μακαρίζοντες, τῆς θείας Θεοδούλης, ἣν πόθῳ τιμήσωμεν, πάντες φιλέορτοι.                                                          

Δυνάσταις ἐνώπιον, μεγαλοφώνως ἐκήρυξας, τὸ κράτος τὸ μέγιστον, τοῦ Τρισαγίου Θεοῦ· ῝Ον ἐδόξασας, σοῖς ἄθλοις Θεοδούλη,  καὶ Τούτῳ ἐδούλευσας, δούλη ὡς ἔμπιστη. 

Θεοτοκίον.

τόκος σου Ἄχραντε, ὁ ὑπὲρ νοῦν τε καὶ ἔννοιαν, ἐκπλήττει τὰ τάγματα, ἀγγελικῶν στρατιῶν· τὴν διάνοιαν, βροτῶν τε ὑπερβαίνει, Θεὸν γὰρ ἐκύησας, πάλιν ἁγνεύουσα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

λώδους συγχύσεως τοὺς βρόγχους, καὶ πλάνης κακίας τοὺς δεσμούς, διέλυσας ἀθλήσει σου, ὦ Θεοδούλη ἔνδοξε· καὶ τῷ Θεῷ συνήνωσαι, τῇ ἁρμονίᾳ τῇ κρείττονι.

Λαὸς Κιλικίας Θεοδούλη, σκιρτᾷ τῇ σῇ μνήμῃ ἐν χαρᾷ, καὶ εὐχαρίστως ἄγει σοι, πνευματικὴν πανήγυριν· ὡς γὰρ αὐτοῖς ἐγγίζουσα, τοῦ γένους τῇ ὁμοιότητι.

μέρας λαμπρᾶς σε θυγατέρα, καὶ τέκνον φωτὸς καινοπρεποῦς, καὶ δόξης κληρονόμον σε, αἰωνιζούσης ἔγνωμεν· ὦ Θεοδούλη πάντιμε, μαρτυρικῶς ἐξαστράπτουσα.

Σαρκός σου ὀδύνας Θεοδούλη, ἀκάμπτῳ δυνάμει σῆς ψυχῆς, ὑπέμεινας στεῤῥότατα, ὡσεὶ ἀδάμας μείνασα· καὶ τὴν ἰσχὺν τῆς πίστεως, νικητικῶς διετράνωσας.

Θεοτοκίον.

Μαρία ἀνύμφευτε Παρθένε, βροτῶν πρὸς Θεὸν καταλλαγή,

εἰρήνευσον τὸν κόσμον σου, σαῖς μητρικαῖς δεήσεσιν· καὶ τῷ Θεῷ ὃν ἔτεκες, ἡμᾶς οἰκείους παράστησον.

Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοῦ Θεοῦ τὴν ἀμνάδα τὴν λογικήν, Θεοδούλην τιμήσωμεν οἱ πιστοί·  Κυρίου γὰρ πιστεύσασα, τοῖς προστάγμασιν ἔδραμεν· καὶ τὸν Σταυρὸν τὸν θεῖον, ἐπ' ὤμων βαστάσασα· τοῦ Μαρτυρίου ἔφερε, τὰς θλίψεις κραυγάζουσα· τίς ἡμᾶς χωρίσει, τῆς ἀγάπης σου Λόγε, βασάνων ἐπίπονα, ἢ τὸ πῦρ τὸ ὁμόδουλον, ἢ δεσμὰ φυλακίσεως. Σκύβαλα ἡγοῦμαι καὶ χοῦν, ἀπατηλότερα ψεύδους τε ἅπαντα· Σοὶ πεπίστευκα Λόγε, ὅστις εἶ ἡ ἀλήθεια.                           

Δόξα. ῞Ομοιον.

Ἐν τῷ μέσῳ σταδίου δικαστικοῦ, στεντορείᾳ ἐκήρυξας  τῇ φωνῇ, Τριάδα τὸν ὁμόθρονον, καὶ ὑπέρθεον δύναμιν σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ Πνεῦμα τὸ ῞Αγιον· τὴν  τοῦ παντὸς Δεσπόζουσαν, καὶ πάντα συνέχουσαν· ὅθεν  Θεοδούλη, εἰς τὴν ἔνθεον πίστιν, τυράννους προσείλκυσας,  Βοηθὸν καὶ ῾Ελλάδιον, οἳ καὶ ξίφος ἐδέξαντο. Εἶτα Εὐαγρίῳ ὁμοῦ, καὶ τὸν Μακάριον ἔσχες συμμάρτυρας· Μεθ' ὧν  ἔλαβες τέλος, ἐν καμίνῳ ἀοίδιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία Παρθένε ὑπάρξασα, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον Τόκον Σου.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

κορέστῳ διαθέσει, τῶν βασάνων τὸ πέλαγος, Μάρτυς ὅλως ἀβλαβῶς διεπέρασας, καὶ προσωρμίσθης λιμένα, εἰς γαλήνιον, ἔνθα χαίρουσα· Δόξα Κυρίῳ ἐβόησας.   

ήμασί σου θεηγόροις, Θεοδούλη τοὺς ἄρχοντας, εἰς Χριστοῦ τὴν πίστιν, τὴν ἀληθινὴν καθωδήγησας, οἳ  καὶ προθύμως λαβόντες,  

θεῖον Βάπτισμα, ἐπεσφράγισαν, τοῦτο ἀθλήσεως αἵμασιν.                             

Τετρωμένη τῇ ἀγάπῃ, τοῦ  Νυμφίου σου ἔδραμες, εἰς πηγὰς ὑδάτων, ἔλαφος καθάπερ καὶ ἔπιες, τῶν ζωηῤῥύτων ὑδάτων, θεῖα νάματα, ἃ μετέδωκας, ὦ Θεοδούλη τοῖς κάμνουσιν.                                    

ψωθεῖσα ἐπὶ ξύλου, κυπαρίσσου στεῤῥόψυχε, και διαπαρεῖσα,    σούβλαις πυρωθείσαις τῷ σώματι, καὶ φυλακῆς Θεοδούλη, τὰ φερέπονα, καρτερήσασα· χώραν οἰκεῖς νῦν τὴν ἄπονον.                                             

Θεοτοκίον.

ητορεύσεις τῶν ἁγίων, Προφητῶν ἐκπεπλήρωνται, επὶ σοὶ  Παρθένε, μόνη γὰρ Θεὸν ἀπεκύησας, τῇ τοῦ Πατρὸς εὐδοκίᾳ, καὶ διέμεινας, ὡς τὸ πρότερον· πάλιν ἁγνὴ ἀπειρόγαμε.                                                           

                       

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

ρῶσα τὸν Κύριον, τοῖς ψυχικοῖς σου ὄμμασιν, πάθος ἑκουσίως ὑποστάντα, διὰ τὸ σῶσαι τὸν πεπτωκότα Ἀδάμ, πρὸς πάθος ὁδοῦ μαρτυρικῆς, ἦλθες ἐν εὐθύτητι, Θεοδούλη πανεύφημε.

Στολὴν κατελάμπρυνας, ψυχῆς σου ἐν τοῖς στίγμασιν· θείου μαρτυρίου Θεοδούλη, κάρφη ἐδέξω ἐν τῷ μετώπῳ τῷ σῷ, καὶ ἄλγη ἐν ὅλῃ σου σαρκί, μείνασα ἐν σκάμματι, ὡς ἀδάμας ἀλύγιστος.

Τρωθεῖσα τῷ ἔρωτι, τοῦ νοητοῦ Νυμφίου σου· πόθον τῶν παρόντων ὑπερεῖδες, ὦ Θεοδούλη, εἰς οὐρανοὺς σῆς ψυχῆς, τὸν πόθον  προσθεῖσα ἀληθῶς, ἔνθα σὸν πολίτευμα, ὡς ὁ Παῦλος μετέθηκας.

λίου λαμπρότερον, ἡ μνήμη σου ἐξέλαμψε· Μάρτυς Θεοδούλη εὐαρέστως, τοὺς ἐν τῷ σκότει, φωταγωγοῦσα ἀεί, καὶ δόξαν Τριάδος ἀρχικῆς, πᾶσιν ἐγκαινίζουσα, τοῖς ἐν πίστει τιμῶσί σε.

Θεοτοκίον.

Νηδύς σου ἡ ἄφθορος, Παρθένε ἀπειρόγαμε· πέλει οὐρανῶν ὑψηλοτέρα, καὶ γὰρ ἐν ταύτῃ ὁ Βασιλεὺς τοῦ παντός, χωρήσας ἐγένετο βροτός, ἄγων εἰς οὐράνιον, πολιτείαν τὸν ἄνθρωπον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Πυρὸς τὴν φλόγαν ἐνίκησας, θεόφρον Θεοδούλη τῇ χάριτι, τοῦ θείου Πνεύματος, καὶ ὡς οἱ Παῖδες τὴν κάμινον, εἰς δροσισμὸν ὡσαύτως, ψυχῆς μετέστρεψας.

σχύϊ θείας δυνάμεως, τὰ βέλη τοῦ ἐχθροῦ τὰ ἀνίσχυρα, εἰς γῆν κατέῤῥιψας, καὶ εὐκλεῶς ὑπερύψωσας, ὦ Θεοδούλη Μάρτυς, Σταυροῦ τὸ τρόπαιον.

Συνοῦσα θείων προστάξεων,  τοὺς νόμους Θεοδούλη πανεύφημε, τούτους ἐφήρμοσας, καὶ τῆς ὁδοῦ οὐκ ἐξέκλινας, τῆς εἰς ζωὴν ἀγούσης, τὴν αἰωνίζουσαν.

Τυράννων Βήματι ἕστηκας, γενναία Θεοδούλη κηρύξασα, Θεοῦ τὸ ὄνομα, καὶ ἐκ τῆς πλάνης μετέστρεψας, ἐκ τῶν ἀρχόντων πλείστους, εἰς πίστιν ἔνθεον.

Θεοτοκίον.

δοὺ Παρθένε ὡς εἴρηκας, ἀνθρώπων γενεαὶ σὲ δοξάζουσι, καὶ μακαρίζουσιν, ὅτι Θεὸν σωματώσασα, τὴν εὐλογίαν δίδως, ἐν ἀγαθότητι.

Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ  θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

 

Κοντάκιον. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.

Τὸν Θεὸν κηρύξασα, ἀνδρειοφρόνως, τοῖς τυράννοις ἔμπροσθεν, ὦ Θεοδούλη θαυμαστή, πολλοὺς εἰς πίστιν προσείλκυσας· μεθ' ὧν στεφάνους, ἐδέξω ἀθλήσεως.

Ὁ Οἶκος.

 

 

Ἄριστα ἐκληρώσω καὶ ἀμάραντα γέρα, χειρὶ τοῦ Ἰησοῦ  Θεοδούλη. Καὶ γὰρ Αὐτοῦ τὴν πίστιν τὴν ἀμώμητον,  ἐν μέσῳ ὡμολόγησας τῶν ἀπίστων. Καὶ νῦν ἡμεῖς ὁμολογοῦντες, τῶν σῶν ἄθλων τὰ ἐξαίσια, βοῶμέν σοι νικητικῶς  τοιάδε:                                                             

Χαίροις ἡ στάθμη τῆς εὐψυχίας·                          

χαίροις ἀντίβαρον τῆς ἀνδρείας.                          

Χαίροις τῆς δικαιοσύνης ἡ ἐξέχουσα εἰκών·                

χαίροις γενναιοφροσύνης ὁ ἀσύγκριτος κανών.             

Χαίροις ὅτι ἐδέξω Μαρτυρίου τὴν πάλην·

χαίροις ὅτι ἐδρέψω εὐφροσύνης τὴν χάριν.

Χαίροις ἡ στεῤῥῶς βληθεῖσα ἐν καμίνῳ τοῦ πυρός·

χαίροις ἡ τὴν γῆν κοσμοῦσα ὡς ὁ δόκιμος χρυσός.

Χαίροις τῶν καλῶν ἀγώνων ἡ τελέσασα τὸν δρόμον·

χαίροις ἡ προσορμισθεῖσα εἰς γαληνιῶντα ὅρμον.

Χαίροις ἡ τῆς Κιλικίας πανυπέρτιμος στολή·

χαίροις ἡ τῆς ᾽Εκκλησίας ἀξιάγαστος τιμή.

Χαίροις Μάρτυς στεῤῥόψυχε.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης, καὶ τῶν ὑπ’ αὐτῆς πιστευσάντων· Εὐαγρίου, Μακαρίου, Ἐλλαδίου τοῦ Κομενταρησίου, καὶ Βοηθοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἁγίων Ἀθανασίου τοῦ Μεγάλου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ξένη, πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρκιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραιμίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβανοῦ τοῦ ἐν Παλαιστίνῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωακείμ, ἀρχιεπισκόπου Τυρνόβου Βουλγαρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου, ἐπισκόπου Οὐγγροβλαχίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου Σγιαντέμσκϊυ Ῥωσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ Ναβολόσκυϊ, τοῦ διὰ Χριστὸν Σαλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Κυρίλλου καὶ Μαρίας, γονέων τοῦ Ὁσίου Σέργιου τοῦ Ῥάντονεζ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου (Σουσάνια) Γεωργιανοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Νεουργήσασα καρδίας σου τὴν αὔλακα ἀρότρῳ πίστεως· ὦ Θεοδούλη καρπόν, πολύχουν ἐθέρισας, θείας ἀθλήσεως· Ὃν ἀπέδωκας, τῷ σῷ Νυμφίῳ ψάλλουσα, ὁ Θεὸς  εὐλογητὸς εἶ.

παιρόμενον ἐχθρὸν τὸν πολυμήχανον εἰς γῆν κατέβαλες· τῇ καρτερίᾳ τῆ σῆ, Θεοῦ συμμαχοῦντός σοι, ἐν  ἀγωνίσμασιν· Ὃν ἱκέτευε, ὦ Θεοδούλη πάντιμε, σὺν συνάθλοις σου ἀπαύστως.                                    

Πύργος ἄσειστος, τῆς πίστεως γεγένησαι, καὶ περιτείχισμα· τῆς εὐσεβείας κανών, ἐλπίδος βεβαίωσις, πρᾶξις ἀγάπης τε· ἣν ἀπέδειξας, ἐν μαρτυρίου σκάμμασι, Θεοδούλη μακαρία.                                             

γγελότροπον τὸν βίον σου ἐποίησας καὶ οὐρανόφρονα· ὦ Θεοδούλη σεμνή, σωφρόνως βιώσασα, καὶ ἀριστεύσασα· ἐν τοῖς ἔργοις σου, τοῖς ἀγαθοῖς οἷς ᾔνεσας, τὸν Θεὸν μεγαλοφώνως.                                        

Θεοτοκίον.

εράτευμα βασίλειον πανάμωμε, σὺ ἐχρημάτισας· τὸν Βασιλέα καὶ γάρ, τῶν ὅλων ἐβάστασας, ἐν ταῖς ἀγκάλαις σου· ὃς τὸν ἄνθρωπον, ἱερουργὸν ἐποίησεν, οὐρανίου λειτουργίας.                                                        

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Νεύσει τοῦ Θεοῦ σου Θεοδούλη, εἰς πάλην τοῦ μαρτυρίου εἰσχωρήσασα, ἔλαβες ἐπάξια· στέφανον ἀκήρατον, καὶ τὴν τιμὴν τὴν κρείττονα καὶ ὑπερέχουσαν· τὸν Κύριον, ὑμνοῦσα ἀπαύστως, καὶ ὑπερυψοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

σπερ ὁ χρυσὸς ἐδοκιμάσθης, καμίνῳ ὦ Θεοδούλη τῶν αἰκίσεων, λάμπεις οὖν τοῖς πέρασι· πᾶσι τηλαυγέστατα, καὶ θησαυρὸν οὐράνιον, καὶ ἀδιάφθορον· προβάλλουσα, προτρέπεις πρὸς αἶνον, καὶ δοξολογίαν, Θεοῦ τοῦ ἐν Τριάδι. 

να τὸν Θεὸν ὁμολογήσῃς, τὸν πάθος καταδεξάμενον ἑκούσιον,  ἦλθες ἐν τῷ  σκάμματι· ἔμπροσθεν τοῖς ἄρχουσι, καὶ τὸν Θεὸν ἐκήρυξας, τὸν Τρισυπόστατον· καὶ εἵλκυσας, Αὐτοῦ εἰς τὴν πίστιν, πλείστους Θεοδούλη, συμμάρτυρας οὓς ἔσχες.

Σκότος φυλακῆς ἐνεκαρτέρεις, καὶ φέγγους τοῦ τρισηλίου τὰς λαμπρότητας, ἔχουσα ὡς ἔσοπτρον· Μάρτυς μεγαλώνυμε, ὦ Θεοδούλη  ἔκραζες,  ἐν ἱλαρότητι·  Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

σον τῷ Πατρὶ Υἱὸν καὶ Λόγον, Παρθένε Θεοκυῆτορ ἀπεγέννησας, σάρκα μὲν φορέσαντα· δίχα συνευρέσεως, τῆς ἀνθρωπίνης πάναγνε, ἐκ θείου Πνεύματος. Ἀπόῤῥητον, καὶ μέγα τὸ θαῦμα, νόας ὑπερβαῖνον, Ἀγγέλων καὶ ἀνθρώπων.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Δῶρον τῷ Θεῷ, τῶν ὅλων προσήνεξαι, καὶ ὁλοκάρπωσις· Τοῦτον γὰρ ποθήσασα, ὦ Θεοδούλη ἦρας ἐπ' ὤμων σου, τὸν σὸν Σταυρὸν καὶ χαίρουσα, κατηκολούθησας, καὶ ἀθλήσει· θείᾳ ἐπεσφράγισας, τὴν καλὴν μαρτυρίαν τῆς πίστεως.

τῶν θαυμαστῶν, καὶ θείων χαρίτων σου, δι' ὧν κεκόσμησαι· ὢ στεῤῥᾶς σου πίστεως, ὢ τῆς ἐλπίδος, ὢ τῆς ἀγάπης σου, τῆς πρὸς Θεὸν ὃν ἔστερξας, ἀπὸ νεότητος, Θεοδούλη· Τούτου τὸ πανάγιον, ἐν τοῖς ἄθλοις τηρήσασα θέλημα.

ᾶον τὴν ὁδόν, τῆς πίστεως ἔδραμες, τὴν λίαν δύσβατον· Θεοδούλη πάντιμε, καὶ θείῳ σθένει, ταύτην τελέσασα, εἰς τῆς χαρᾶς τὸν πάμφωτον, νυμφῶνα ᾤκησας, εὐλογοῦσα· ἅμα σὺν στρατεύμασι, τῶν Ἀγγέλων Θεὸν τὸν Πανάγαθον.

σμασι καινοῖς, τὴν μνήμην τιμήσωμεν, τὴν ὑπερένδοξον· θείας καλλιμάρτυρος, τῆς Θεοδούλης, ταύτῃ κραυγάζοντες, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ἡμῖν κατάπεμψον, τοῦ ἐλέους· χάριν τὴν πολύδωρον, σωτηρίαν ψυχῶν ὡς ἂν εὕρωμεν.

Θεοτοκίον.

Σοὶ μετὰ τιμῆς, τὸ γόνυ προσκλίνομεν, ψυχῆς καὶ σώματος· οἱ σοὶ δοῦλοι Δέσποινα, πολλῇ ἐν πίστει, τὰ μεγαλεῖᾳ σου, τὰ θαυμαστὰ δοξάζοντες, καὶ μεγαλύνοντες, ἐκβοῶντες· χαίροις ἀειπάρθενε, αἰωνίου χαρᾶς τὸ κεφάλαιον.

 

 

 

 

 

 

Ἐξαποστειλάρια. ῏Ηχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἕνα Θεὸν λατρεύω, τὸν Βασιλέα τοῦ παντός, καὶ τῶν γλυπτῶν εἰδώλων, ψευδεῖς ἀρχὰς καταπατῶ, ἡ Θεοδούλη ἐβόα, μετὰ φωνῆς στεντορείας.

Πολυειδῶν βασάνων, ὦ Θεοδούλη τῇ σαρκί, καθυποστᾶσα πόνους, εἰς τὴν χαρὰν τῶν οὐρανῶν, σὺν ἐκλεκτοῖς καὶ δικαίοις, πανευφροσύνως ἀγάλλει.

Σοῖς Θεοδούλη λόγοις, ἦλθον Θεῷ μαρτυρικῶς, ἐκ τῶν τυράννων πλεῖστοι, σὺν ῾Ελλαδίῳ Βοηθός, καὶ ὁ Μακάριος ἅμα, τῷ Εὐαγρίῳ οὓς μέλπω.

Θεοτοκίον.

Τῶν Σεραφεὶμ ἀνωτέρα, τιμιωτέρα Χερουβείμ, πάντων Ἀγγέλων τε ἅμα, ἐνδοξοτέρα Μαριάμ, μόνη ὑπάρχεις ὡς Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.

 

Αἶνοι. ῏Ηχος πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος...

Μάρτυς Θεοδούλη εὔψυχε!  μαρτυρικῶς σὲ τιμῶ θαυμαστῶς τῶν ἀγώνων σου, τὴν δόξαν θεώμενος, καὶ   πιστῶς εὐλαβούμενος· τὰ τῆς σαρκός σου μέλη δεξάμενα· τοῦ μαρτυρίου ἄλγη ἐπώδυνα. Τούτοις γὰρ γέγονας, κοινωνὸς ἐν χάριτι! τοῦ ᾽Ιησοῦ, πάθη ὃς ἐδέξατο, σαρκὶ τὰ  ῎Αχραντα.

 

Χαίρει Κιλικία ἔνδοξος! μητροπρεπῶς ἐπὶ σοί, Θεοδούλη  πανεύφημε, Χριστοῦ τοῦ καλέσαντος, ἡ τοὺς λόγους  τηρήσασα· καὶ θείοις ἄθλοις τούτου τὸ ὄνομα· ἐν θαυμαστώσει πλείστῃ τρανώσασα. Τέλος τὸ ἅγιον, ἐν πυρὶ γὰρ δέδεξαι! μετὰ πολλῶν, οἷς συνάμα πρέσβευε, Θεῷ ἑκάστοτε.

 

Σέβω τὸν Θεὸν τοῦ σύμπαντος! τῶν δὲ εἰδώλων βωμούς, τοὺς σαθροὺς καταπτύσσομαι, φωνῇ στεντορείᾳ σου, Θεοδούλη ἀνέκραζες· ἐν τῷ σταδίῳ πάντας ἐκπλήττουσα· τῇ εὐτολμίᾳ τῆς παῤρησίας σου.Ταύτης ἀξίωσον,καὶ ἡμᾶς μιμήσασθαι! τὸ ἀρεστόν, ὡς ἂν δικαιώσεως, τῆς ἄνω τύχωμεν.

  

Παῖδες ὡς οἱ τρεῖς τὸ πρότερον! ὦ Θεοδούλη  πυρί τῆς   καμίνου ἐμβέβλησαι, Θεοῦ τοῦ ποιήσαντος, φλεγομένη τῷ ἔρωτι· τὸν τοῦ θανάτου φόβον ἀπέῤῥιψας· καὶ χαρμοσύνως Τούτῳ ἐκραύγαζες. Σῆς ἀγαπήσεως, καὶ στοργῆς φιλάνθρωπε! τῶν ἐπὶ γῆς, ἔρως οὐ δυνήσεται, οὐδεὶς χωρίσαί με.

 

 

 

 

 

 

Δόξα. ῏Ηχος πλ. δ΄.

Διαφερόντως ᾄσμασι, καινοῖς καὶ θεαρέστοις,τιμήσωμεν φιλέορτοι τὴν θείαν Θεοδούλην. Αὕτη γὰρ ᾖρε τὸν Σταυρὸν Χριστοῦ ἐπὶ τῶν ὤμων, καὶ χαίρουσα διέδραμεν ὁδὸν τοῦ μαρτυρίου. Κάρφη  ἐδέξατο σαρκί, Χριστὸν ἐνθυμουμένη τὸν ἐπὶ ξύλου τοῦ Σταυροῦ, θελήσει καρφωθέντα. Θριξί τε θείας κεφαλῆς, καὶ πάλιν ἀνηρτήθη, ἐν κυπαρίσσῳ καλλονὰς τὰς ἄνω θεωροῦσα. ᾽Εν φυλακῇ ἐμβέβληται, ἡπλώθη ἐν ἐσχάρᾳ, περιχυθεῖσα ἔλαιον μετὰ κηροῦ καὶ πίσσης. ᾽Εν δὲ καμίνῳ τοῦ πυρός, βληθεῖσα ὡς οἱ παῖδες, ἀνάλωτος μὲν ἔμεινε ψυχῇ ἐξαγνισθείσῃ. Τέλος δὲ εὕρατο σαρκός, μετὰ πολλῶν ἑτέρων, μεθ' ὧν ποιεῖται δέησιν Θεῷ ἀδιαλείπτως. ῞Οπως ἐλέους τύχωμεν καὶ θείας σωτηρίας, οἱ εὐλαβούμενοι σεπτῶς αὐτῆς τὰ μεγαλεῖα, τὸν ᾽Αθλοθέτην δὲ Θεὸν ᾄδοντες εἰς αἰῶνας.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

Χαίροις Κιλικίας ἡ ἀπαρχή, χαίροις ᾽Εκκλησίας ἡ εὐώδης προσαγωγή, χαίροις Θεοδούλη Μαρτύρων κοσμιότης· Παρθένων τε φρονίμων τὸ σεμνολόγημα.

Λόγοις Θεοδούλη ὑψοποιοῖς, ἔτρεψας τυράννους εἰς τὴν πίστιν τὴν ἀληθῆ, οὗτοι τῷ πυρὶ γὰρ σὺν σοὶ τελειωθέντες, ζωῆς αἰωνιζούσης κλῆρον  εἰλήφασιν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου