ΔΕΚΕΜΒΡΙΟΣ Ε΄!!
ΔΙΟΓΕΝΗΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀθλητὴν τοῦ Κυρίου, τὸν γενναιότατον, τὸν λιθοβοληθέντα, ὑπ’ ἐχθρῶν παρανόμων, τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, Διογένη τὸν εὔψυχον, καὶ τῇ αὐτοῦ παῤῥησίᾳ πανευλαβῶς, οἱ φιλέορτοι προσφύγωμεν.
Τοῦ μεγαλάθλου Στεφάνου, καὶ πρωτομάρτυρος, τὸν ζηλωτὴν τῶν ἄθλων, εὐφημήσωμεν πόθῳ, δεξάμενον τῶν λίθων πάσας βολάς, ὥσπερ ῥόδα πανεύοσμα, πλοκὴν πρὸς στέφους ἀφθίτου πανευσθενῆ, Διογένη τὸν καλλίνικον.
Τὸν δι’ ἀγάπην Κυρίου, καθυπομείναντα, ἀνδροπρεπῶς τῶν λίθων, τὰς βολὰς καὶ ὡς δῶρον, Αὐτῷ προσενεγκόντα τὰς ἐκροάς, τοῦ αὐτοῦ θείου αἵματος, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, Διογένη τὸν πανθαύμαστον.
Ἐξ οὐρανίων δωμάτων, τὸν ἐποπτεύοντα, πιστοὺς αὐτὸν τιμῶντας, ἐφυμνίοις εὐτάκτοις, καὶ σκέποντα ἀπαύστως τοὺς τὴν αὐτοῦ, μνήμην πόθῳ γεραίροντας, μεγαλομάρτυρα μέλψωμεν εὐλαβῶς, Διογένη τὸν ἀοίδιμον.
Δόξα. Ἦχος β΄.
Ὡς λίθος πολυτίμητος ἀνδρείας καὶ σάπφειρος πίστεως, κατεκόσμησας Χριστοῦ τὴν Ἐκκλησίαν, ἀθλοφόρε Διόγενες· σὺ γὰρ καρτερῶς ὑπομείνας τὰς βολὰς τῶν λίθων, ὡς ὑετὸν δροσοβόλον ἐκ τῶν πηγῶν τοῦ οὐρανοῦ, ἐρχόμενον, Χριστῷ παρέδωκας ψυχὴν τὴν παναγίαν σου, ᾯ καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ὁ ἀθλητής, ὁ καθομολογήσας, στεῤῥῶς ἐν τῷ σταδίῳ, Χριστοῦ τὴν θείαν κλῆσιν, πανευσθενὲς Διόγενες.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε ὁ ἀκρεμών, μαρτύρων λιθολεύστων, Διόγενες τρισμάκαρ, ὁ σὺν Ἀγγέλων δήμοις, ἀεὶ ἐπαγαλλόμενος.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαῖρε ὁ τὰς βολάς, καθυπομείνας λίθων, ὡς δῶρα οὐρανόθεν, πεμπόμενα μαρτύρων, καλλώπισμα Διόγενες.
Δόξα. Τριαδικόν.
Πάτερ πανσθενουργέ, σὺν Λόγῳ Σου τῷ θείῳ, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς ὑπεραγία, ἀεὶ δοξολογοῦμέν Σε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ χαρμονή, Μαρτύρων Θεοτόκε, τῶν ὁμολογησάντων, τὸ ὄνομα Υἱοῦ σου, πανευσθενῶς τὸ Ἅγιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν λιθόλευστον πάντες Κυρίου μάρτυρα, πανευσθενῆ Διογένη ἰσχύϊ θείᾳ βολάς, τὰς τῶν λίθων ὑπομείναντα καὶ λάϊνον, ἀμφιεσάμενον λαμπρῶς, δι’ ἀγώνων ἀνδρικῶν, ἱμάτιον ἐν σταδίῳ, ἐγκωμιάσωμεν πόθῳ, αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀθλοφόρε Διόγενες, θείῳ ζήλῳ κινούμενος, ἔσπευσας ἀθλῆσαι καὶ τὰ φρυάγματα, καταπατῆσαι τὰ ἄνομα, ἐχθρῶν τῶν τῆς πίστεως, πλάνων εἰδωλολατρῶν, τῇ εὐτόλμῳ ἐνστάσει σου, μάρτυς ἔνδοξε, ἐν σταδίῳ ὁ γέρα ἀφθαρσίας, ἐκ χειρῶν τοῦ Ζωοδότου, Χριστοῦ ἀξίως δεξάμενος.
Ἀθλητὴν τὸν λιθόλευστον, Διογένη τὸν εὔψυχον, τὸν ἐν τῷ σταδίῳ ὁμολογήσαντα, τρανῶς Ὑψίστου τὸ ὄνομα, καὶ καθυπομείνατα, τῶν ἀψύχων τὰς βολάς, λίθων ὕμνοις τιμήσωμεν, πόθῳ κράζοντες· Χαῖρε, μάρτυς στεῤῥὲ τῆς εὐσεβείας, νίκης τρόπαια ὁ στήσας, περιφανῆ θείας πίστεως.
Ἰταμῶς ἐμπαιζόμενος, ἀθλητὰ ὑβριζόμενος, καὶ λιθοβολούμενος ὡς ὁ Στέφανος, ἔκτεινας χεῖρας πρὸς Κύριον, τὸν ἀγωνοθέτην σου, καὶ Σωτῆρα Ἰησοῦν, σὲ τὸν ἐνδυναμώσαντα, τὸ μαρτύριον, περατῶσαι καλῶς καθικετεύων, ὑπὲρ τῶν ἀποκτενόντων, ἀψύχοις λίθοις σε ἄριστε.
Τῆς ψυχῆς σου ἱμάτιον, τοῖς σμαράγδοις ἐκόσμησας, τῶν σεπτῶν αἱμάτων σου, μάρτυς εὔφημε, καὶ λαμπροχίτων Διόγενες, εἰσῆλθες εἰς δώματα, παμφαῆ τῶν οὐρανῶν, συνευφραίνεσθαι πάντοτε, ὁμηγύρεσι, τῶν πρωτάθλων σταδίου καὶ χορείαις, τοῦ Παντάνακτος Ἀγγέλων, Αὐτὸν αἰνούντων ἀείποτε.
Στεφηφόρε Διόγενες, τοῦ Χριστοῦ μέγα ὄνομα, καθομολογήσας ψυχῆς ἐφέσει σου, ὅλῃ ἀνόμων πρὸ βήματος, στεῤῥῶς καθυπέμεινας, τὰς βασάνους τὰς πικράς, ἀθλοφόρων εὐπρέπεια, μάρτυς ἄριστε, καὶ βολὰς τὰς τῶν λίθων τῶν ἀψύχων, σοῦ τῶν διακοσμησάντων, λαμπρὸν καρδίας ἱμάτιον.
Τὴν ὑπέρφωτον μνήμην σου, ἑορτάζοντες σήμερον, εὐσεβῶν οἱ δῆμοι ὑμνολογοῦμέν σε, μαρτύρων κλέος Διόγενες, καὶ πίστει προστρέχοντες, ἀντιλήψει σου θερμῇ, ἐκβοῶμεν· Κατάπεμψον, ἱκεσίαις σου, τοῦ Θεοῦ οἰκτιρμοὺς καὶ τὰ ἐλέη, τοῖς τιμῶσί σε ἐν ὕμνοις, καὶ ἱεροῖς μελῳδήμασι.
Δόξα. Ἦχος πλ. β΄.
Ἀπεκδυσάμενος ἀτολμίας τὸ ἔνδυμα θείᾳ ἰσχύϊ, ἐνεδύσω εὐτολμίας, χιτῶνα χρυσοΰφαντον, ὃν διεκόσμησας λίθοις ἐκ τῶν βολῶν, τοῦ μαρτυρίου σου, Διόγενες μάρτυς καλλίνικε· λαμπροχίτων ὅθεν ἀνελθὼν πρὸς οὐράνια δώματα, εἰσῆλθες εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, Οὗ ἐν γῇ τὸ ὄνομα τρανῶς ἐμεγάλυνας ἄθλοις σου· Αὐτὸν οὖν δυσωπῶν μὴ παύσῃ, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μθ᾿, 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ᾿, 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε᾿, 5-6, 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν ἰδιόμελα. Ἦχος α´.
Δεῦτε πάντες φιλέορτοι τὸν ἀριστέα τοῦ σταδίου, νομίμως καὶ εὐτόλμως ἀθλήσαντα, καὶ ἀξίως εἰληφότα κότινον δόξης αἰωνίου. Διογένη τὸν μάρτυρα, ἐγκωμιάσωμεν κράζοντες· Τῶν σεβόντων ἀψύχους λίθους τῆς πλάνης καθαιρέτα, ὁ Χριστοῦ μεγαλύνας τὴν πίστιν ἀθλήσει σου, μὴ παύσῃ αὐτὸν ἀκλινῶς ἱλεούμενος, ἡμῖν τοῖς τιμῶσι τοὺς ἄθλους σου, καὶ ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ἦχος β΄.
Ὡς ἀσώματον ὑπομείναντα τῶν λίθων τὰς ῥίψεις, διὰ Χριστοῦ τὴν ἀγάπην Διογένη τὸν ἀήττητον, μαρτύρων ἀλκιφρόνων τὸν πρόβολον, οἱ πιστοὶ ἀξιοχρέως εὐφημήσωμεν, καὶ ἐν κατανύξει αὐτῶ βοήσωμεν· Στρατιῶτα τῆς εὐσεβείας θεοτίμητε, ὁ πεπαῤῥησιασμένῃ φωνῇ, καταισχύνας εἰδώλων, τοὺς λάτρεις, ἴσθι πάντων τῶν ὑμνητῶν σου χειραγωγὸς καὶ ἰθύντωρ, πρὸς πόλου σκηνώσεις καὶ ζωὴν τὴν αἰώνιον.
Ἦχος γ΄.
Λίθοις ἀψύχοις συνθλιβόμενος ὡς ὁ σῖτος, ἄρτος ἡδὺς ἐγένου Χριστοῦ τῆς πίστεως, Διόγενες μάρτυς πανάριστε· τρανῶς γὰρ ὁμολογήσας ἡμῶν τὴν πίστιν, καὶ γενόμενος ἡμῖν ὑπογραμμὸς εὐσεβείας, καὶ θάῤῥους, ὡς ἄλλου πάσχοντος ἤθλησας ἐν τῷ σταδίω· καὶ νῦν Χριστῷ συνευφαινόμενος ἐν πόλῳ δόξης, καὶ παῤῥησίαν ἔχων πρὸς Αὐτὸν ὡς ἀθλητής, τροπαιοῦχος, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ σεβασμίαν σου ἄθλησιν.
Ἦχος δ΄.
Ὡς ἔαρ πανευφρόσυνον ἀνέτειλεν ἐν μέσῳ χειμῶνος, ἡ φωτοφόρος μνήμη σου Διόγενες, ἡδύνουσα τοὺς μετὰ πίστεως προσπίπτοντας, τῇ σῇ χάριτι, ἀθλοφόρε Κυρίου ἀήττητε· σὺ γὰρ διαλύσας τὴν ὁμίχλην τῆς τῶν εἰδώλων ἀπάτης, αὐγαῖς τῆς σῆς ἐνστάσεως καὶ ἀθλήσεως, εὐσεβεῖς κατηύφρανας, τοὺς ποθοῦντας φωτὸς τοῦ ἀδύτου σὺν σοὶ ἀπολαῦσαι· διὸ νῦν τὴν λαμπρὰν μνήμην σου ἑορτάζοντες, τὰς ἀδιαλείπτους ἱκεσίας σου ἐξαιτούμεθα, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Δόξα. Ὁ αὐτός.
Νομίμως ἐν τῷ σταδίῳ ἀγωνισάμενος, καὶ καθελὼν τῶν τὰ εἴδωλα σεβόντων, ἐπηρμένον φρύαγμα ἀηττήτῳ ψυχῆς σου σθένει, Διόγενες, ἀπῆλθες λαβεῖν παρὰ Κυρίου τὰ γέρα τῶν ἄθλων σου· τυχὼν οὖν τῶν ἐν Ἐδὲμ ἀγαθῶν, τῶν ἀκηράτων, μνημόνευε καὶ ἡμῶν τῶν πόθῳ ὑμνούντων σε, καὶ ἐκτελούντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῶν ἀθλοφόρων εἰκών, τοῦ πρωτομάρτυρος Στεφάνου ὁμόζηλος, Διόγενες καλλιμάρτυς, ὁ τοῦ Σωτῆρος Χριστοῦ, ὄνομα τὸ θεῖον, καὶ πανάγιον, ἀνόμων πρὸ βήματος, φεῦ σεβόντων τὰ εἴδωλα,, ὁμολογήσας, εὐσθενῶς καὶ κατώδυνον, μάρτυς ἄλκιμε, δι’ Αὐτὸν ὡς ἀσώματος, καθυπομείνας, πάντιμε, μαρτύριον ἄσμενος· διὸ πιστῶν νῦν χορεῖαι, τὴν ἀεισέβαστον μνήμην σου, λαμπρῶς ἐκτελοῦντες, ἐκδεχόμεθα πρεσβείας, ἀδιαλείπτους σου.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἀψύχων λίθων βολάς, ὁ ὑπομείνας ἐν σταδίῳ ὡς ἄσαρκος, καὶ λίθοις τοῖς πολυτίμοις, κεκοσμημένος λαμπροῦ, μαρτυρίου, πάτερ εὐσταλέστατε, δραμὼν τῷ Παντάνακτι, ὑπαντῆσαι ἐν δώμασιν, ἀφθίτου δόξης, τῆς ἐν πόλῳ, Διόγενες, ἔνθα τάγματα, τῶν Ἀγγέλων ἀείποτε, σὺν Ἀθλητῶν συστήμασιν, Αὐτοῦ μέγα ὄνομα εὐτόλμως μεγαλυνάντων, ἐν διαφόροις τοῖς ἔτεσιν, σεπτοῦ στεφοδότου, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην τὴν σὴν λαμπρὰν καὶ σεπτὴν, ἐπιτελοῦντες ἐτησίως, Διόγενες, καὶ ἄθλους σου τοὺς ἀρίστους, στέφοντες ὕμνοις φαιδροῖς, καὶ ψαλμοῖς εὐήχοις, παναοίδιμε, θερμῶς δυσωποῦμέν σε· Μὴ ἐλλείπῃς τὸν Κύριον, καθικετεύων, ὑπὲρ πάντων τιμώντων σε, ἵνα τύχοιμεν, τῆς ἀφθίτου βιώσεως, καὶ πολιτείας κρείττονος, ὁπλῖτα ἀήττητε Χριστοῦ, βολὰς ὁ τῶν λίθων, καθυπομείνας γηθόμενος, καλλίνικε μάρτυς, εὐσεβείας καὶ ἀνδρείας, φανὲ πολύφωτε.
Δόξα. Ἦχος πλ. δ΄.
Λάϊνον ἐνδυσάμενος ἔνδυμα ἐν μέσῳ σταδίου, καὶ προσευξάμενος ὑπὲρ τῶν λιθοβολούντων σε, ψυχὴν τὴν μακαρίαν σου παρέδωκας, εἰς χεῖρας Θεοῦ ζῶντος, Διόγενες πανένδοξε· Αὐτῷ οὖν εἰς τοὺς αἰῶνας συνευφραινόμενος, καὶ πολλὴν παῤῥησίαν ἔχων ὡς ἄκμων ὑπομονῆς ἐν βασάνοις, μὴ παύσῃ Αὐτὸν θερμῶς ἱκετεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν λιθόλευστον πάντες Κυρίου μάρτυρα, πανευσθενῆ Διογένη ἰσχύϊ θείᾳ βολάς, τὰς τῶν λίθων ὑπομείναντα καὶ λάϊνον, ἀμφιεσάμενον λαμπρῶς, δι’ ἀγώνων ἀνδρικῶν, ἱμάτιον ἐν σταδίῳ, ἐγκωμιάσωμεν πόθῳ, αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Διόγενες σεπτέ, ἀθλητῶν κοσμιότης, ἠγλάϊσας λαμπρῶς, τοῦ Χριστοῦ Ἐκκλησίαν, ἀγῶσι τιμίοις σου, καὶ στεῤῥᾷ ἐναθλήσει σου, δι’ ἧς εἴληφας, τὸ ἀμαράντινον στέφος, νίκης εὔψυχε, καὶ δόξης αἰωνιζούσης, λιθόλευστε πρώταθλε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, πρὸς νομὰς σωτηρίας, καὶ κήπους εὐανθεῖς, τῆς Ἐδὲμ Θεοτόκε, τοὺς πίστει τιμῶντάς σε, σταθηρὰν ὡς ἰθύντειραν, ὁμηγύρεως, τῶν εὐσεβῶν πρὸς λειμῶνας, ἀφθαρτότητος, καὶ τὸν Υἱόν σου αἰνοῦντας, ψαλμοῖς τε καὶ ἄσμασι.
Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰδώλων πρὸ λάτρεων, Χριστὸν σεπτὲ εὐσθενῶς, Θεὸν ὡμολόγησας, καὶ ἀπεκτάνθης βολαῖς, τῶν λίθων Διόγενες, ἄριστε καλλιμάρτυς, ἀθλοφόρε γενναῖε, διὰ Χριστοῦ τὴν πίστιν, τὴν σεπτὴν καὶ ἁγίαν· διό σου νῦν τὴν μνήμην λαμπρῶς, πανηγυρίζομεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ ἡμῶν σῷ Υἱῷ, καὶ Κτίστῃ τοῦ σύμπαντος, τῶν καθ’ ἑκάστην λαμπρῶς, ὑμνούντων σε Δέσποινα, ὡς ἐλεοῦσαν πάντας, δαψιλῶς σοὺς οἰκέτας, καὶ ἐκ πυρὸς γεέννης, λυτρουμένην ἀστέκτου, τὸ γένος χοϊκῶν ὃ καλῶς, σκέπεις ἀείποτε.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ἐνδυσάμενον λάϊνον ἔνδυμα, ἀνευφημήσωμεν ὕμνοις ἐμπρέπουσι, σταδίου πρώταθλον στεῤῥὸν καὶ μάρτυρα πανωραῖον, λίθων λογιζόμενον ῥίψεις ὡς Ἁερμώνιον, αὔραν καὶ οὐράνιον δρόσον τὴν ἀναψύχουσαν, καρδίας ἐναθλούντων βοῶντες· Χαῖρε, Διόγενες τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· Κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 - ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός…
Ἔνδοξε καλλιμάρτυς τοῦ Χριστοῦ, Διόγενες, ὁ ζηλώσας πρωτομάρτυρος Στεφάνου, τοὺς ἄθλους, καὶ λίθων ὑπομείνας καλῶς τὰς ῥίψεις, ὡς ἄσαρκος, εὐλόγει καὶ ἁγίαζε τοὺς σὲ μακαρίζοντας, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν ὑπέρφωτον μνήμην σου.
Εἶτα ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Λιθόλευστε μάρτυς, Διόγενες, χαῖρε. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λιθόλευστε μάρτυς ὁ τοῦ Χριστοῦ, τὸ ὄνομα πόθῳ, μεγαλύνας σῇ ἀγωγῇ, καὶ ἄθλοις ὡραίου μαρτυρίου, ἴσθι ἡμῶν βίου φύλαξ Διόγενες.
Ἰσχὺν οὐρανόθεν ὡς ἀληθῶς, λαβὼν ἐπηρμένην, κατηδάφισας ἀθλητά, ὀφρὺν σῇ ἐνστάσει καὶ τῶν λίθων, βολὰς ὑπέμεινας χαίρων Διόγενες.
Θυσίαν Διόγενες θαυμαστέ, μὴ θέλων προσφέρειν, τοῖς εἰδώλοις τῷ Λυτρωτῇ, θυσίαν σαυτὸν καὶ ἱερεῖον, σεπτὸν προσήνεγκας, μάρτυς ἀήττητε.
Θεοτοκίον.
Οἱ δῆμοι γηθόμενοι τῶν πιστῶν, λαμπρῶς νῦν τελοῦντες, Διογένους τοῦ γεραροῦ, τὴν μνήμην ἁγνὴ Θεογεννῆτορ, σὲ εἰς αἰῶνας λαμπρῶς μακαρίζομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λιθολεύστων μαρτύρων, πολυτελὲς κόσμημα, ζηλωτὴς ἐδείχθης Στεφάνου, τοῦ πρωτομάρτυρος, καὶ Διακόνου στεῤῥέ, κατορθωμάτων, τρισμάκαρ, ἀθλητὰ Διόγενες, περιφανέστατε.
Ἐν σταδίῳ τὴν κλῆσιν, τοῦ Ἰησοῦ, ἄριστε, μάρτυς, ὡμολόγησας χαίρων, καὶ κατετρόπωσας, ἐνστάσει σῇ εὐσθενεῖ, ἀπίστων πλάνων τὸ στῖφος, θαυμαστὲ Διόγενες, πίστεως πρόβολε.
Ὑπερήρθης βασάνων, μάρτυς Χριστοῦ ἄλκιμε, καὶ ὁμολογήσας Κυρίου, κλῆσιν τὴν πάνσεπτον, οὐκ ἐπτοήθης βολάς, τῶν λίθων τὰς ἐπωδύνους, ἀλλ’ ἐκθύμως ἤθλησας, μάκαρ Διόγενες.
Θεοτοκίον.
Σκοτομήνην παθῶν μου, Μῆτερ Θεοῦ, σκέδασον ἀστραπαῖς παμφώτοις λιτῶν σου, καὶ ἐξανάτειλον τοῖς σὲ τιμῶσι πιστῶς ἦμαρ συνέσεως τάχος, Φῶς, Χριστόν, τὸ ἄδυτον, κόσμῳ ἡ τέξασα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Γένους κλέϊσμα τῶν χριστωνύμων, δι’ ἀγάπησιν τοῦ Ζωοδότου, Ἰησοῦ περιφανῶς ἐμαρτύρησας, καὶ χαίρων λίθων βολὰς καθυπέμεινας, τροπαιοφόρε σταδίου, Διόγενες· ὅθεν ἅπαντες τὴν μνήμην σου ἑορτάζοντες, τοὺς ἄθλους σου τοὺς θείους μακαρίζομεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σκέπε, φύλαττε καὶ περιφρούρει, τοὺς τιμῶντάς σε, Θεογεννῆτορ, καθ’ ἑκάστην καὶ προστρέχοντας χάριτι, τῇ μητρικῇ σου καὶ σκέπῃ τῇ θείᾳ σου, ἐν συμφοραῖς καὶ δειναῖς περιστάσεσιν, ἵνα πάντοτε ὑμνῶμεν τὰ μεγαλεῖά σου καὶ πλῆθος θαυμασίων σου, πανύμνητε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τὴν τιμίαν σου ἄθλησιν, ὕμνων καταστέφομεν ῥόδοις ἄριστε, καὶ τὴν μνήμην ἑορτάζομεν, σοῦ τὴν πανσεβάσμιον Διόγενες.
Ἐκ τοῦ ὕψους τῆς δόξης σου, καὶ εὐκλείας μάρτυς τῆς ὑπὲρ ἔννοιαν, πέμπεις ἅπασι Διόγενες, σαῖς εὐχαῖς Χριστοῦ τὸ μέγα ἔλεος.
Μαρτυρίου τὸ στάδιον, ἤνυσας ἀλκίμως καὶ καθυπέμεινας, λιθοβολισμὸν ὡς ἄσαρκος, ἀθλητὰ Χριστοῦ σεμνέ, Διόγενες.
Θεοτοκίον.
Ἁμαρτίας τοὺς δούλους σου, ἐκ βοθύνου Μῆτερ Θεοῦ ἀνάγαγε, ῥάβδῳ θείας προστασίας σου, καὶ ἀκαταισχύντου ἀντιλήψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι πειρασμῶν, τοῦ ἐχθροῦ ἡμᾶς Διόγενες, ὁ αὐτὸν κατατροπώσας σῇ στεῤῥᾷ, ἐναθλήσει καὶ ἀγῶσι μαρτυρίου σου.
Τόμος ψυχικῆς, εὐτονίας καὶ ἀθλήσεως, ἀνεδείχθης χρυσοστόλιστος σεπτέ, καὶ χρυσόδετος Διόγενες πανεύφημε.
Ὕμνοις μελιχροῖς, καταστέφομεν τὴν μνήμην σου τὴν πανσέβαστον Διόγενες στεῤῥέ, τοῦ Στεφάνου τῆς ἀθλήσεως ὁμόζηλε.
Θεοτοκίον.
Σκέδασον ἡμῶν, τὴν ὁμίχλην Μητροπάρθενε, Θεοτόκε τῶν παθῶν σαῖς ἀστραπαῖς, πρεσβειῶν πρὸς σὸν Υἱὸν καὶ πάντων Κύριον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμεως θείας ὁ πληρούμενος, καὶ ἰσχύος θεϊκῆς καλλιμάρτυς, ἐν τῷ σταδίῳ Χριστὸν παῤῥησίᾳ, Θεοῦ Ὑψίστου τὸν Λόγον ἐκήρυξας, καὶ δι’ Αὐτὸν λίθων βολάς, καθυπέμεινας χαίρων Διόγενες.
Ἱλέωσαι τὸν Χριστὸν Διόγενες, τὸν εὐΐλατον τοῖς σοῖς ὑμνηπόλοις, καὶ τῆς χαρᾶς οὐρανῶν τῆς ἀφθίτου, τοὺς σὲ τιμῶντας λαμπρῶς καταξίωσον, ἧς σὺν Ἀγγέλων τοῖς χοροῖς, ἀπολαύεις ἐν πόλου σκηνώμασιν.
Ὁδήγησον εὐσεβεῖς Διόγενες, τοὺς ποθοῦντας εὐλαβῶς διανῦσαι, οὐρανοδρόμον τῷ ὄντι πορείαν, ἐν γῇ μαρτύρων κλεινῶν ἀκροθίνιον, πρὸς πόλον βήματα τὰ σά, πρὸς Θεὸν ὁ ἰθύνας ἀθλήσει σου.
Θεοτοκίον.
Γηθόμενοι εὐσεβεῖς ἀείποτε, μακαρίζομέν σε Μῆτερ Ὑψίστου, εὐλογημένη Παρθένε Μαρία, χριστιανῶν προστασία καὶ στήριγμα, ἐν συμφοραῖς καταφυγή, καὶ ἐν δίναις λιμὴν ὁ ἀχείμαστος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν σταδίῳ Ἰησοῦν ὁμολογήσαντα, καὶ δι’ Αὐτὸν καρτεροψύχως ὑπομείναντα, τὰς βολὰς τῶν λίθων δρόσον ὡς οὐρανόθεν, πεμπομένην πρὸς πιστῶν ψυχῶν ἀνάψυξιν, καλλιμάρτυρα στεῤῥὸν ἐγκωμιάσωμεν, πόθῳ κράζοντες· Χαίροις, μάρτυς Διόγενες.
Ὁ Οἶκος.
Ἄριστε καλλιμάρτυς, τὰς βολὰς ὁ τῶν λίθων, Διόγενες καλῶς ὑπομείνας, ἐν σταδίῳ καὶ στέφος λαβών, ἐκ χειρῶν Κυρίου, τῆς χαρᾶς μέτοχος, Ἀγγέλων μάκαρ γέγονας· διό σοι ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, λιθόλευστος χριστομάρτυς·
χαῖρε, ὁ ἔνδοξος καλλιμάρτυς.
Χαῖρε, τῶν ἀψύχων εἰδώλων τὸ σύντριμμα·
χαῖρε, τῶν ἀπίστων καὶ πλάνων κατάπτωμα.
Χαῖρε, ὅτι καθυπέμεινας χαίρων λίθων τὰς βολάς·
χαῖρε, ὅτι διεκόσμησας ἄθλοις σου Ἐδὲμ αὐλάς.
Χαῖρε, μέσον τῶν λίθων συνθλιβεὶς ὥσπερ σῖτος·
χαῖρε, τῶν ἀθλοφόρων ἡ τιμὴ καὶ τὸ νῖκος.
Χαῖρε, εὐφράνας δῆμον χριστώνυμον·
χαῖρε, αἰσχύνας στῖφος τὸ ἄνομον.
Χαῖρε, μαρτύρων ὑπέρτιμος δόξα·
χαῖρε, εἰδώλων ἀψύχων ἡ ἧττα·
Χαίροις, μάρτυς Διόγενες.
Συναξάριον.
Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἡγιασμένου.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Ἀβέρκιος, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Νόννος, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γράτος, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐπὶ Βέκκου ἐν Καρυαῖς ὁμολογησάντων καὶ ὑπὲρ τῆς Ὀρθοδοξίας ἀθλησάντων ξίφεσί τε καὶ ἀγχόνῃ Ὁσίων Πατέρων ἡμῶν, οἱ μὴ θελήσαντες συγκοινωνῆσαι καὶ συμφρονῆσαι τοῖς Λατινόφροσι, σὺν τῷ Πρώτῳ ἁγίῳ Κοσμᾷ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νεκταρίου, τοῦ ἐν τῷ Ἄθῳ, τοῦ ἐν τῷ κελλίῳ τῶν Ἀρχαγγέλων Καρυῶν, τῷ καλουμένῳ Ἰάγαρι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλοθέου τοῦ Καρεώτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νιζερίου τοῦ Λουξεμβούργιου
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκκλησίας λαμπρότης, μαρτυρίου τὸν δρόμον, καλῶς διήνυσας, καὶ στεφηφόρος ἤρθης, πρὸς θεϊκὰς ἐπάλξεις, καλλιμάρτυς Διόγενες, Ἀγγέλων καὶ Ἀθλητῶν, χορείαις συγχορεύειν.
Νικητὴς τροπαιοῦχος, κατ’ εἰδώλων τῆς πλάνης, στεῤῥὲ Διόγενες, ὑπήντησας Κυρίῳ, ἐν δώμασι τοῦ πόλου, τῷ τρανῶς σὲ ἰσχύσαντι, τὴν ἐπηρμένην ὀφρύν, πατῆσαι τῶν ἀπίστων.
Ἐνδυσάμενος πίστει, τοῦ σταδίου ἐν μέσῳ, χιτῶνα λάϊνον, Διόγενες ἀπῆλθες, πρὸς δόμους οὐρανίους, τοῖς χοροῖς συνευφραίνεσθαι, τῶν δοξαζόντων Χριστὸν, φωτοειδῶν Ἀγγέλων.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων, παραμύθιον θεῖον, τῶν ἐν ταῖς θλίψεσι, καὶ τῶν ἐμπεριστάτων, καταφυγὴ Παρθένε, Μῆτερ Θεογεννήτρια, ὑπάρχεις ὡς ἀληθῶς, ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χαρᾶς τοῦ πόλου, καὶ εὐφροσύνης ἀλήκτου, ἀπολαύεις Διόγενες μάρτυς, ὁ τοῦ μαρτυρίου, ὁδὸν καλῶς ἀνύσας.
Ἀλκίφρον μάρτυς, ὁ ἐν σταδίῳ τῶν λίθων, ὑπομείνας βολὰς ὥσπερ ἄλλου, πάσχοντος βραβεῖα, Διόγενες ἐδέξω.
Ἰδεῖν τὴν δόξαν, τοῦ Ἰησοῦ ἠξιώθης, ἀθλητὴς ὡς λαμπρὸς τοῦ σταδίου, ὁ ἐχθροὺς τροπώσας, Διόγενες εὐτόλμως.
Θεοτοκίον.
Ῥανίδας σμῆξον, ἡμῶν δακρύων Παρθένε, μανδηλίῳ θερμῶν πρεσβειῶν σου, πρὸς τὸν Ζωοδότην, μονογενῆ Υἱόν σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐτάκτοις ὑμνῳδίαις, καταστέφομέν σε, φιλομαρτύρων οἱ δῆμοι ἑκάστοτε, τὸν ζηλωτὴν τοῦ Στεφάνου σεπτὲ Διόγενες.
Χριστὸς ἠξίωσέ σε, δόξης ἀθανάτου, ὡς ἐν σταδίῳ νομίμως ἀθλήσαντα, καὶ καταισχύναντα πλάνους ἐχθροὺς Διόγενες.
Μαρτύρων καλλινίκων, πέλεις κοσμιότης, λάτρεων λίθων Διόγενες, σύντριμμα, καὶ χαρμονὴ χριστωνύμων θεομακάριστε.
Θεοτοκίον.
Μετὰ τοῦ Διογένους, πρέσβευε Παρθένε, τῷ σῷ Υἱῷ καὶ Σωτῆρι τοῦ σύμπαντος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πανευσταλὲς Διόγενες, μαρτύρων ἀκροθίνιον, ὁ ἐνδυσάμενος πίστει, ἔνδυμα λάϊνον μάκαρ, ὃ φέρων εἰσελήλυθας, εἰς δώματα οὐράνια, ἀεὶ συγχαίρειν Κτίσαντι, ἀγωνοθέτῃ Κυρίῳ, ἀνδρείας πέλεις κοσμήτωρ.
Θεοτοκίον.
Βοήθει τοῖς ὑμνοῦσί σε, λαμπρῶς ἐν βίου κλύδωσι, καὶ περιστάσεσι πλείσταις, καὶ συμφοραῖς καὶ ἀνάγκαις, ἁγνὴ Θεογεννήτρια, Χριστιανῶν ἀντίληψις, ἑτοίμη καὶ βοήθεια, καὶ στηριγμὸς κλονουμένων, καὶ προστασία καὶ σκέπη.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Διόγενες μάρτυς θαυμαστέ, τοῦ σταδίου πρώταθλε, Χριστοῦ σαφῶς ἐμεγάλυνας, ἄθλοις τιμίοις σου, ὄνομα τὸ θεῖον, καὶ πιστῶν τὸ σύστημα, κατηύφρανας εὐτόλμῳ ἐνστάσει σου, καὶ καθυπέμεινας, ὄμβρον λίθων ὡς ἀσώματος, πιαινόντων, καλῶς τὴν καρδίαν σου.
Διόγενες, κλέος ἀθλητῶν, ἐνεδύθης ἔνδυμα, ἀθλητικοῖς πόνοις λάϊνον, καὶ στέφος ἄφθαρτον, ἐκ χειρῶν ἐδέξω, τῶν σεπτῶν τοῦ Κτίσαντος, βραβεύοντος Αὐτὸν τοὺς δοξάζοντας, ἀϊδιότητι· ὅθεν μνήμην σου τὴν πάνσεπτον, ἐτησίως, ἐν ᾄσμασι στέφομεν.
Διόγενες, σκεῦος ἐκλεκτὸν τοῦ Ἁγίου Πνεύματος, ὅλῃ ἐφέσει καρδίας σου, καθωμολόγησας, πρὸ στυγνῶν τυράννων, παρανόμου βήματος, τὸ ὄνομα Χριστοῦ τὸ πανάγιον, καὶ κατεστόλισας, τὴν ψυχήν σου λίθοις Ἅγιε, πολυτίμοις, ἀρίστης ἀθλήσεως.
Διόγενες, μνήμην σου σεπτήν, καὶ ἁγίαν σήμερον, περιχαρῶς ἑορτάζοντες, οἱ φιλομάρτυρες, σὲ παρακαλοῦμεν· Μὴ ἐλλείπῃς Κτίσαντι πρεσβεύειν Ἰησοῦ, δοῦναι ἅπασι, σὲ μεγαλύνουσιν, ἄμφω ῥώμην καὶ ὑγίειαν, ἀθλοφόρε, Ἀγγέλων συνόμιλε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ψαλμῶν καὶ ὑμῶν τοῖς ἄνθεσι, καταστέψωμεν Διογένη τὸν μάρτυρα, τὸν ὑπὲρ χρυσίον καὶ τοπάζιον λάμποντα, ὡς διακεκοσμημένον λίθοις πολυτίμοις ἀθλήσεως, ἀρίστης· αὐτὸς γὰρ λίθων βολὰς δεξάμενος ὡς ἄσαρκος, μαρτυρίου τὸν δρόμον καλῶς ἐτέλεσε, καὶ ἄνω πόλεως κληρονόμος γέγονε· καὶ νῦν τῷ ἀληθινῷ Θεῷ παριστάμενος, καὶ μαρτυρικὴν ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὥσπερ δρόσον, μάρτυς, ἐξ οὐρανοῦ, τὰς βολὰς ἐδέξω, λίθων χαίρων καὶ τῶν ἐχθρῶν, ᾔσχυνας τὰ στίφη, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, ὁμόζηλε Στεφάνου, μάκαρ Διόγενες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου