Κυριακή 19 Δεκεμβρίου 2021

ΝΟΕΜΒΡΙΟΣ 4. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΟΡΦΥΡΙΟΣ Ο ΑΠΟ ΜΙΜΩΝ ΑΚΟΛΟΥΘΙΑ

 

ΝΟΕΜΒΡΙΟΣ Δ΄.

ΠΟΡΦΥΡΙΟΣ ΜΑΡΤΥΣ ΜΙΜΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ἀληθείας τὸ φέγγος Μάρτυς δεξάμενος, τοῦ ψεύδους ἀπεσείσω, τὴν ἀπάτην ἐμφρόνως, καὶ ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Ἀθλοφόρε Πορφύριε· διὸ ἀξίως μετέσχες ἐν οὐρανοῖς, τῶν Μαρτύρων τῆς λαμπρότητος.

 

Ἐμπαῖξαι Μάρτυς θελήσας τὸ θεῖον Βάπτισμα, ἐξ ὕψους ὑπεδέξω, τὴν σωτήριον χάριν, καὶ χαίρων ὡμολόγησας τὸν Χριστόν, στεῤῥοτάτῳ φρονήματι, ἅπασαν σχέσιν τοῦ κόσμου ὑπεριδών, ὡς ποθήσας τὰ οὐράνια.

 

Ἀλλοιωθεὶς τὴν καρδίαν δυνάμει κρείττονι, Πορφύριε θεόφρον, καταισχύνεις τὸν ὄφιν, καὶ Μάρτυς τοῦ Σωτῆρος παναληθής, ἀνεδείχθης μακάριε, ὑπὲρ αὐτοῦ τὸν αὐχένα ἀποτμηθείς· διὰ τοῦτό σε γεραιρόμεν.

 

Τῇ φερωνύμῳ σου κλήσει πορφύραν ἔβαψας, Πορφύριε παμμάκαρ, ἐξ οἰκείων αἱμάτων, καὶ ταύτην στολισάμενος εὐπρεπῶς, τῷ Σωτῆρι παρέστηκας, διὰ παντὸς ἱκετεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

 

Δόξα. Ἦχος α΄.

Τὴν μυστικὴν τῆς εὐσεβείας ἐνέργειαν, ἐν τῇ καρδίᾳ δεξάμενος, τῆς ματαίας ἀναστροφῆς ἐχωρίσθης, καὶ τῷ Χριστῷ ᾠκειώθης, τῇ καλῇ ὁμολογίᾳ, Ἀθλητὰ Πορφύριε. Καὶ τὸν δι’ αὐτὸν θάνατον ὑπομείνας, τῆς ἀθανάτου ζωῆς μέτοχος ὤφθης, ὑπερκοσμίων ἐπάθλων ἀξιούμενος, καὶ ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στόματι ἱερῷ, Χριστὸν ὁμολογήσας, Πορφύριε τρισμάκαρ, ὑπὲρ αὐτοῦ προθύμως, τὸ αἷμά σου ἐξέχεας.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τέτρωται ὁ ἐχθρός, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Πορφύριε θεόφρον· Χριστοῦ γὰρ παῤῥησίᾳ, τὸ ὄνομα ἐκήρυξας.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Ῥείθροις σου τῶν σεπτῶν, Πορφύριε αἱμάτων, πρὸς εὐκαρπίαν θείαν, ἡμῶν τὰς διανοίας, ἀρδεύεις θείῳ Πνεύματι.

 

Δόξα. Τριαδικόν.

Αἴγλῃ τρισσολαμπεῖ, Πορφύριος ὁ Μάρτυς, λαμπόμενος τῆς πλάνης, κατέλιπε τὸν ζόφον, καὶ ἀνδρικῶς ἠγώνισται.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὅλος ὢν τῷ Πατρί, ὅλος ἐν σοὶ σκηνώσας, ὁ Λόγος Θεοτόκε, διπλοῦς ἐκ σοῦ ἐτέχθη, καὶ ἔσωσε τὸν ἄνθρωπον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Ὡς ἐδέξω τὸ φέγγος τῆς θείας χάριτος, ἐξ αἱμάτων πορφύραν λαμπρῶς ἐφοίνιξας, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Πορφύριε· ὅθεν τῆς δόξης τοῦ Χριστοῦ, κοινωνὸς ἀναδειχθείς, ἱκέτευε Ἀθληφόρε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Ὁ ἀπὸ μίμων ὡς ἄστρον ἀνατείλας, ὅτε τὴν καχέσπερον πλάνην κατέλιπες, καὶ τῷ φωτὶ προσεπέλασας, τῆς εὐσεβείας, ἐν ἀλλοιώσει θείᾳ γενόμενος, τότε ὡμολόγησας Χριστοῦ τὸ ὄνομα, ἀνδρείᾳ γνώμῃ Πορφύριε, μὴ δειλιάσας, προσδοκωμένων δεινῶν τὴν ἔφοδον, καὶ ἐναθλήσας ἀνδρικώτατα, μαρτυρίου ἐδέξω τὸν στέφανον, ὑπὲρ πάντων πρεσβεύων, τῶν τιμώντων σου τὴν ἄθλησιν.

 

Ὁ τὴν στολὴν τοῦ φωτὸς ἐνδεδυμένος, ὅτε τὴν σωτήριον χάριν εἰσδέδεξαι, τὸν παλαιὸν ἀποθέμενος, ἄνθρωπον πίστει, καὶ τὰ τοῦ κόσμου ἀπαρνησάμενος, τότε ὑπερκόσμιοι ἅγιοι Ἄγγελοι, σοὶ καθωράθησαν Ἅγιε, διδάσκοντές σε, τῆς εὐσεβείας τὴν θείαν μέθοδον, καὶ τῷ Σωτῆρι ὅλον δέδωκας, σεαυτὸν Ἀθλοφόρε Πορφύριε· Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἀνδρειοφρόνως τελέσας τὸν ἀγῶνα, τῆς θείας ἀθλήσεως Μάρτυς Πορφύριε, τοῖς τῶν αἱμάτων σου ῥεύμασι, τῆς ἀσεβείας, τὰ ψυχοφθόρα ῥεύματα ἔστησας, καὶ χαίρων ἀνέδραμες πρὸς τὰ οὐράνια, πεποικιλμένος τοῖς στίγμασι, τῶν σῶν ἀγώνων, καὶ τῆς ἀφράστου δόξης ἔτυχες, παρεστὼς ἐν χαρᾷ τῷ Δεσπότῃ σου· Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.

Πάντα καταλέλοιπας, ὡς ψυχοφθόρα καὶ μάταια, τὰ τῶν μίμων Πορφύριε, καὶ χαίρων προσέδραμες, τοῦ Χριστοῦ τῇ πίστει, γνώμῃ εὐθυτάτῃ, ἐπεγνωκὼς αὐτὸν Θεόν, δι’ εὐσπλαγχνίας βροτὸν γενόμενον, καὶ σώσαντα τὸν ἄνθρωπον, ἐκ τῆς ἀρᾶς τοῦ Προπάτορος, ᾯ θερμῶς ἠκολούθησας, θεολήπτῳ φρονήματι.

 

Πνεύματος τῇ χάριτι, ἀλλοιωθεὶς τὴν διάνοιαν, ἐν τῷ παίζειν ἀρξάμενος, τὰ θεῖα μυστήρια, ἄφνω ὑπεδέξω, τῆς θεογνωσίας, τὴν θείαν ἔλλαμψιν σοφέ· διὸ καὶ πάντες τῇ ἀλλοιώσει, ἐξέστησαν Πορφύριε· σὺ γὰρ εἰς τέλος ἐνέπαιξας, τοῦ ἐχθροῦ τὰ βουλεύματα, στεῤῥοτάτῃ ἀθλήσει σου.

 

Ξίφει τὸν αὐχένα σου, ἀποτμηθεὶς ἐναπέτεμες, τὸν ἀρχέκακον δράκοντα, καὶ πλάνης τὸν σύνδεσμον, Πορφύριε Μάρτυς, καὶ δόξης ἀλήκτου, μέτοχος ὤφθης ἀληθῶς, Μαρτύρων δήμοις συναριθμούμενος· μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τὴν μνήμην σου, τὴν φαιδρὰν καὶ ὑπέρτιμον, γεραιρόντων ἐν ᾄσμασι.

Δόξα. Ἦχος β΄.

Τῆς ἐν Χριστῷ ἀληθείας τὴν χάριν, ἐν εὐθύτητι καρδίας δεξάμενος, τῆς τῶν ματαίων σχέσεως ἀπέστης, ὁλοτρόπῳ σπουδῇ, Πορφύριε παμμάκαρ. Καὶ τῷ μυστικῶς σε καλέσαντι, ἀκολουθήσας νουνεχῶς, μαρτυρίου ὑπῆλθες τὸ στάδιον, τὴν ἀποκαλυφθεῖσαν ὁμολογήσας λαμπρότητα, καὶ τῶν ἀντικειμένων αἰσχύνας τὰς βουλάς. Ἀλλ’ ὡς μαρτυρικῶς ἀξιωθεὶς ἐπάθλων, ὡς τοῦ Σωτῆρος ἀριστεύς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σου.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τὴν ἐξ ὕψους χάριν, γεωργήσας Πορφύριε, τοῦ μαρτυρίου τὸν στάχυν ἤνεγκας, σεαυτὸν ἀπαρνησάμενος· ἀναγεννήσει γὰρ μυστικῇ, τὴν ἐν Χριστῷ καινότητα ἐκομίσω, καὶ ἀθλητικῇ ἐνστάσει, τοῦ παλαιοῦ πτερνιστοῦ, ἀπώσω τὸν δόλον. Καὶ νῦν τὸν ἀμαράντινον, ἀναδησάμενος στέφανον, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τοῦ φωτὸς ἀναλαβὼν τὰ ὅπλα, ἐν τῇ ἀποθέσει τῆς πλάνης, τῆς εὐσεβείας τὴν δύναμιν ἔδειξας, πᾶσιν ἐπιλάμπουσαν, Ἀθλοφόρε Πορφύριε· ἐν ἀσθενείᾳ γὰρ φύσεως, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατηγωνίσω, καὶ ὑπεράνω σαρκὸς καὶ αἵματος, ἐν τῇ ἑνώσει τοῦ κρείττονος, ἀληθῶς ἀνεδείχθης. Καὶ ἐν ἄθλοις ἀριστεύσας, οὐρανίων ἐπάθλων ἠξίωσαι, τοῦ ξύλου ἐντρυφῶν τῆς ζωῆς, ὡς τοῦ Χριστοῦ Μάρτυς ἀήττητος.

 

Ἦχος γ΄.

Σαγηνευθεὶς πρὸς εὐσέβειαν, ἐνεργείᾳ ἀῤῥήτῳ, ἔγνως Χριστὸν τὸν Θεόν, τὸν ἐκ σκότους φῶς ἐξάγοντα, καὶ σὲ οἰκεῖον θεράποντα, ἀναδείξαντα Πορφύριε. Καὶ τῇ ἀγάπῃ αὐτοῦ προβαίνων, ἀγγελικῆς θεωρίας ἠξίωσαι, καὶ πρὸς μαρτυρικοὺς ἀγῶνας, προθύμως ἐχώρησας. Οὐδόλως γὰρ ἔπτηξας, τυραννικὴν μανίαν, καὶ τοὺς πόνους τῆς σαρκὸς ὡς τρυφὰς ἡγήσω, ἐν τῇ ἀπεκδύσει τῶν γεηρῶν φρονημάτων. Καὶ καλῶς ἀγωνισάμενος, θείων γερῶν μετέσχες, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος.

 

Ἦχος δ΄.

Ὑπελθὼν ἀθλητικὸν ἀγῶνα, ὡς τῷ Χριστῷ στρατευσάμενος, τοῦ ἐχθροῦ συνέτριψας τὴν κάραν, ἐκτμηθεὶς τὸν αὐχένα, ὑπὲρ τῆς δόξης Κυρίου. Μακάριος εἶ, Ἀθλητὰ Πορφύριε, ὅτι τῷ μόνῳ ἀληθινῷ πεπιστευκὼς Θεῷ, ὡς θῦμα ἄμωμον αὐτῷ προσηνέχθης, οἰκείῳ αἵματι. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς αὐτόν, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ὁ αὐτός.

Τὸν ἀπὸ μίμων Μάρτυρα, καὶ ἐκ πλάνης εὐκλεῆ τοῦ Χριστοῦ ἀρισρέα, Πορφύριον τὸν ἀοίδιμον, φιλομαρτύρων δῆμοι τιμήσωμεν· ἐπιγνώσει γὰρ τοῦ κρείττονος, τὴν θείαν ἀλλοίωσιν ἐδέξατο, τὰς πεπλανημένας ἀποβαλὼν ὑπολήψεις, καὶ τῷ Χριστῷ ᾠκειώθη. Καὶ διὰ πόνων ἀθλήσεως αὐτὸν δοξάσας, τῆς αἰωνίου δόξης μέτοχος γέγονε, θεωθεὶς ἐν μεθέξει, καὶ πᾶσιν αἰτεῖται πταισμάτων ἄφεσιν, καὶ τὸν θεῖον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν, τὴν Μητέρα τοῦ Θεοῦ ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὸ σωτήριον βάπτισμα, διαπαῖξαι βουλόμενος, τῆς βουλῆς τῆς κρείττονος ὤφθης θήραμα, καὶ τῷ φωτὶ τῷ τῆς πίστεως, ψυχῆς σου τὰ ὄμματα, μυστικῶς καταυγασθείς, τὸν Χριστὸν ὡμολόγησας κατ’ ἐνώπιον, τῶν ἀπίστων Θεὸν καὶ Κτίστην πάντων, ὑπὲρ οὗ καὶ ἠγωνίσω, Μάρτυς θεόφρον Πορφύριε.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Φωτισθεὶς τὴν διάνοιαν, οὐρανόθεν Πορφύριε, τοὺς Ἀγγέλους ἔβλεψας ψυχῆς ὄμμασι, μυσταγωγοῦντάς σε Ἅγιε, τὰ θεῖα μυστήρια, καὶ προσῆλθον τῷ Χριστῷ, ἐνεργείᾳ τοῦ θαύματος, πλείστοι ἄνθρωποι· διὰ τοῦτο τιμῶμέν σε παμμάκαρ, ὡς ὁπλίτην τοῦ Σωτῆρος, καὶ στρατιώτην ἀήττητον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Ἐκτμηθεὶς τὸν αὐχένα σου, τῶν αἱμάτων τοῖς ῥεύμασιν, Ἐκκλησίας ἤρδευσας πᾶν τὸ πρόσωπον, καὶ ἀφθαρσίας ἐφοίνιξας, πορφύραν ὑπέρλαμπρον, ἣν φορέσας νοερῶς, τῷ Χριςῷ ἀνελήλυθας, ἀγαλλόμενος, παρ’ οὗ νίκης ἐδέξω τὰ βραβεῖα, ὑπὲρ πάντων ἱκετεύων, Μεγαλομάρτυς Πορφύριε.

 

Δόξα. Ἦχος πλ. Β΄.

Μαρτυρικῇ ἀνδρείᾳ, τὴν ψυχικὴν ἐκφήνας λαμπρότητα, τὸν τοῦ σκότους προστάτην ὤλεσας, ὁμολογίᾳ θείᾳ, Ἀθλητὰ Πορφύριε· ὅλον γὰρ τὸν πόθον, ἀναθέμενος Χριστῷ, οὐκ ἐφείσω σαρκὸς θνησκούσης, ἀλλὰ προθύμως ὑπέκλινας, τῇ τοῦ ξίφους ἐκτομῇ. Καὶ πρὸς αἰώνιον διαβὰς ζωήν, θανάτου ἁμαρτίας ἀπάλλαξον, ζωηφόροις λιταῖς σου, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Ὡς ἐδέξω τὸ φέγγος τῆς θείας χάριτος, ἐξ αἱμάτων πορφύραν λαμπρῶς ἐφοίνιξας, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Πορφύριε· ὅθεν τῆς δόξης τοῦ Χριστοῦ, κοινωνὸς ἀναδειχθείς, ἱκέτευε Ἀθληφόρε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ

Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς τῆς ἀπάτης, ἀνέλαμψας σοφέ, καταισχύνας τὸν ὄφιν, Πορφύριε μακάριε, καὶ Χριστὸν ὁμολόγησας· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, ἀνυμνοῦμέν σε, ὡς τοῦ Σωτῆρος ὁπλίτην, καὶ Μάρτυρα ἔνδοξον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Κυήσασα σαρκί, τὸν Ὑπέρθεον Λόγον, ἐῤῥύσω τοὺς βροτούς, τῆς παθῶν ἀλογίας· διὸ θείοις λόγοις Σε, Θεοτόκε δοξάζομεν, καὶ βοῶμέν Σοι· πάσης φθορᾶς καὶ ἀνάγκης, ἀπολύτρωσαι, καὶ τῆς ἐχθροῦ ἐπηρείας, τοὺς Σὲ μεγαλύνοντας.

 

Μετὰ τὴν β’  Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πορφύραν ἐξ αἵματος ἐνδεδυμένος λαμπράν, ἐχθροῦ ἀπεγύμνωσας, τὰς μηχανὰς Ἀθλητά, τῇ θείᾳ ἀθλήσει σου· ὅθεν ταῖς τῶν Μαρτύρων, ὡς συνήφθης χορείαις, βλέπεις ἀεὶ τὸ κάλλος, τοῦ Δεσπότου τῶν ὅλων· ᾯ πρέσβευε Πορφύριε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Θεὸν τὸν ἀσώματον σωματωθέντα ἐκ Σοῦ, ἀφράστως κυήσασα δίχα τροπῆς καὶ φυρμοῦ, τὸν κόσμον ἀνέπλασας· ὅθεν Σε ὡς αἰτίαν, σωτηρίας ὑμνοῦντες, μέλπομεν Θεοτόκε, τὸν Σὸν ἄῤῥητον τόκον, δι’ οὗ ταῖς οὐρανίαις, συνήφθημεν τάξεσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν τῶν μίμων ἀπάτην ἀποβαλών, ὡς ἐδέξω ὑψόθεν τὸν φωτισμόν, πάντα καταλέλοιπας, καὶ Χριστῷ ἠκολούθησας, καὶ μιμητὴς τοῦ πάθους Αὐτοῦ ἐχρημάτισας, τμηθείς σου τὸν αὐχένα, τῷ πόθῳ τοῦ Κτίστου σου· ὅθεν ἠξιώθης, οὐρανίων ἐπάθλων, Αὐτῷ παριστάμενος, καὶ μεθέξει θεούμενος, Ἀθλοφόρε Πορφύριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, διὰ πλοῦτον χρηστότητος ὑπὲρ νοῦν, ἁγνῶν ἐξ αἱμάτων Σου, τὴν οὐσίαν τὴν βρότειον, ἀναλαβόντα Κόρη, ἀτρέπτως ἐκύησας, καὶ πύλην σωτηρίας, τῷ κόσμῳ ἠνέωξας· ὅθεν τὰ πολλά Σου, μεγαλεῖα ὑμνοῦμεν, δι’ ὧν σώζεις ἅπαντας, τοὺς πιστῶς ἐκβοῶντάς Σοι, Θεοτόκε πανύμνητε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πόθῳ τῇ σκέπῃ Σου ἄχραντε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Μαρτυρικῆς εὐκληρίας, ἀπολαβὼν τὸ γέρας, ἐκφυγὼν ἐχθροῦ τὴν ἐπίνοιαν, μεγαλόφρονι γνώμῃ, τῆς Βασιλείας τοῦ Χριστοῦ, κληρονόμος γέγονας, Ἀθλοφόρε Πορφύριε. Καὶ τῶν ὑπὲρ νοῦν ἀξιούμενος ἀγαθῶν, πάσης ἀνάγκης καὶ βλάβης ῥύου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Τὸ Πορφυρίου κλέος, γεραίρω. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Τῷ φέγγει, τῆς ὑπὲρ νοῦν λαμπρότητος, καταυγαζόμενος, ὡς Ἀθλητὴς Πορφύριε Χριστοῦ, τὴν ψυχήν μου καταύγασον, μαρτυρικαῖς πρεσβείαις σου, ὅπως ὑμνήσω σου τὴν ἄθλησιν.

Ὁ πάντων, τῆς σωτηρίας αἴτιος, Χριστὸς ὁ Κύριος, μυστικωτέρα κλήσει σε σοφέ, ἱερῶς προσελάβετο, καὶ ἀπὸ μίμων ἔδειξε, θεῖόν σε Μάρτυρα Πορφύριε.

Προβλέπων, τῆς σῆς ψυχῆς τὸ εὔθετον, Χριστὸς λαμπρύνει σε, δι’ ἐνεργείας Μάρτυς μυστικῆς, ᾯ προθύμως προσέδραμες, καταλιπὼν Πορφύριε, πᾶσαν τῆς πλάνης τὴν σκοτόμαιναν.

Θεοτοκίον.

Ὁ Λόγος, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ θείῳ Πνεύματι, σάρκα ἐκ Σοῦ Παρθένε προσλαβών, τὸν Ἀδὰμ ἐλυτρώσατο, δι’ ἄκραν ἀγαθότητα, ἐκ τῆς ἀρχαίας παραβάσεως.

 

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.

Ῥημάτων τῶν δυσσεβῶν, ἠλογηκὼς ὅλον σαὐτὸν δέδωκας, τῷ τοῦ Χριστοῦ ἔρωτι, πάντων καταπτύσας, Πορφύριε.

Φῶς ἄϋλον ἀληθῶς, ἀπὸ Θεοῦ τῇ σῇ ψυχῇ ἔλαμψεν· ὅθεν Χριστὸν ἔγνωκας, Κτίστην τῶν ἁπάντων, Πορφύριε.

Ὑψόθεν σοι νοερῶς, Ἄγγελοι θεῖοι Ἀθλητὰ ὤφθησαν· ὅθεν πολλοὶ προσέδραμον, πίστει τῇ ἁγίᾳ, Πορφύριε.

Θεοτοκίον.

Ῥυόμενον τῆς ἀρᾶς, τῆς τοῦ Ἀδὰμ τοὺς γηγενεῖς Ἄχραντε, σωματικῶς τέτοκας, τὸν Δημιουργὸν πάσης κτίσεως.

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Διαπαῖξαι βουληθείς, τὸ θεῖον βάπτισμα σοφέ, ἠξιώθης μυστικῆς, ἐπιφανείας τῇ ψυχῇ, καὶ τὸν πολύτιμον εὕρηκας μαργαρίτην· ὅθεν καὶ Θεὸν αὐτὸν ἐκήρυξας, πᾶσαν δυσσεβῶν, λύσας ἐπίνοιαν, καὶ τῷ οἰκείῳ αἵματι ἐδόξασας, ὡς Ἀθλητὴς ἐνθεώτατος· Ὃν νῦν δυσώπει, ἡμῖν διδόναι, ἔλεος θεῖον Πορφύριε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Σαρκωθέντα ὑπὲρ νοῦν, τὸν προαιώνιον Θεόν, ἐξ αἱμάτων Σου ἁγνῶν, δι’ ἀγαθότητα πολλήν, ἀνερμηνεύτως ἐκύησας, Θεοτόκε· ὅθεν ὡς Θεοῦ, ἁγνὴν Μητέρα Σε, μέλπομεν ἀεί, καὶ ἐκβοῶμέν Σοι· χαῖρε Παρθένε πιστῶν καταφύγιον, καὶ πεπτωκότων ἀνόρθωσις· χαῖρε ἡ πύλη, τῆς σωτηρίας, δι’ ἧς Κυρίῳ ὁδηγούμεθα.

 

ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.

Ἰθυνόμενος Κυρίῳ, πίστει τελείᾳ, τὴν ἐν κόσμῳ ἔλιπες, ἀπάτην καὶ χαίρων, μαρτυρίου ἤνυσας, τὸν δρόμον Πορφύριε, θείᾳ κρατυνόμενος χάριτι.

Οἱ τὸ θαῦμα κατιδόντες τὸ τελεσθέν σοι, δι’ ἐναργείας κρείττονος, τῆς πλάνης τὸν ζόφον, Μάρτυς ἀπεβάλοντο, καὶ πίστει προσέλαβον, φῶς θεογνωσίας Πορφύριε.

Ὑπερόπτης τῶν γηΐνων γεγενημένος, ὡς τῷ Χριστῷ πεπίστευκας, ὅλῃ διανοίᾳ, Ἀθλητῶν διέλαμψας, ἀγῶσι Πορφύριε, καὶ πρὸς οὐρανοὺς ἀνελήλυθας.

Θεοτοκίον.

Κῆπος ὤφθης κεκλεισμένος ὡς ᾀσματίζων, ὁ Σολομὼν προέφησε, κεχαριτωμένη· ἐκ Σοῦ γὰρ ἐβλάστησεν, ὡς ἄνθος ἀμάραντον, ὁ Χριστὸς καὶ κόσμον διέσωσε.

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Λύτρωσιν τῆς φθορᾶς, ἐκομίσω Πορφύριε, τῷ αἵματι τοῦ Σωτῆρος, ᾯ τὸ ἴδιον αἷμα, ὡς δῶρον προσενήνοχας.

Ἔχων ἐν τῇ ψυχῇ, πῦρ τὸ θεῖον Πορφύριε, τῆς τοῦ Κυρίου ἀγάπης, τῆς ἀπάτης ἀθλήσας, τὴν ἄκανθαν κατέφλεξας.

Ὄμβροις τοῖς μυστικοῖς, θεϊκῆς ἐπισκέψεως, καταρδευθεὶς τὴν καρδίαν, γεωργεῖς μαρτυρίου, καρπὸν Μάρτυς τὸν ἥδιστον.

Θεοτοκίον.

Σκέπη Χριστιανῶν, ὡς τοῦ Θεοῦ Μήτηρ ἄφθορος, ὡς ἀληθῶς Σὺ ὑπάρχεις, Θεοτόκε Μαρία· διό Σε μεγαλύνομεν.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Γνώσεως, τῆς θεϊκῆς ἀνάπλεως γέγονας, ὡς ἀγνωσίας τὴν νύκτα, ἔλιπες Πορφύριε μεγαλόφρον, καὶ Κυρίῳ, ἀκλινῶς ἠκολούθησας Ἅγιε.

Ἔτεμες, τῆς ἀνιέρου πλάνης τὴν δύναμιν, ἀποτμηθεὶς τὸν αὐχένα, καὶ Χριστῷ συνήφθης Μάρτυς τελείως· Ὃν δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, Πορφύριε.

Ῥήμασι, τῶν διωκτῶν μὴ εἶξας Πορφύριε, Χριστὸν εὐτόνως κηρύττεις, τὸν σὲ ἀπὸ μίμων δι’ εὐσπλαγχνίαν, προσλαβόντα, καὶ τῆς δόξης συμμέτοχον δείξαντα.

Θεοτοκίον.

Ἄχραντε, θεοχαρίτωτε Κόρη πανάμωμε, τὴν ἄναγνόν μου καρδίαν, ἔργοις τε καὶ λόγοις μιαρωτάτοις, μολυνθεῖσαν, ῥυπτικῷ Σου ἐλέει ἀπόπλυνον.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Προτραπεὶς τὸ Βάπτισμα, Χριστοῦ ἐμπαῖξαι, τὸν ἐχθρὸν ἐνέπαιξας, ὁμολογίᾳ ἀληθεῖ, τῆς εὐσεβείας Πορφύριε, καὶ μαρτυρίου, τὸν δρόμον διήνυσας.

Ὁ Οἶκος.

Πορφυρίου τὴν μνήμην τελέσωμεν, ἀνυμνοῦντες αὐτὸν φιλομάρτυρες, ὡς Χριστοῦ ἐνθεώτατον Μάρτυρα, καὶ ὁπλίτην τῆς πίστεως ἔνδοξον. Τὴν τῶν μίμων γὰρ πλάνην καὶ ματαιότητα ἀποβαλών, νουνεχῶς προσῆλθε τῷ Χριστῷ. Τὸ γὰρ θεῖον Βάπτισμα ἐμπαῖξαι θελήσας, υἱὸς φωτὸς ἐδείχθη, ἀλλοιωθεὶς τῇ χάριτι, καὶ ἀνακαινισθεὶς τῷ Πνεύματι· καὶ τῇ Χριστοῦ ὁμολογίᾳ ταῦτα σφραγίσας, ἀθλητικῶς Κυρίῳ προσενήνεκται. Ἀλλ’ ὦ Μάρτυς Χριστοῦ Πορφύριε, ῥῦσαι ἡμᾶς πάσης θλίψεως· ὅτι νομίμως ἐνήθλησας, καὶ μαρτυρίου, τὸν δρόμον διήνυσας.

 

 

 

 

 

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Μάρτυς Πορφύριος ὁ ἀπὸ μίμων, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ Μεγάλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ Καρσλίδη, τοῦ ὁμολογητοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων· Νικάνδρου ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου τοῦ πρεσβυτέρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Βατάτζη, τοῦ ἐλεήμονος βασιλέως

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τοῦ Ῥώσσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.

Ἰσχύϊ θείᾳ, καταβαλὼν τὸν πολυμήχανον, νίκης τὸ βραβεῖον, ἐδέξω ἐκ Θεοῦ, ἐκβοῶν Μάρτυς Πορφύριε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ῥύπων κακίας, ἀπολουσθεὶς θείῳ βαπτίσματι, τοῦτο ὡς ἐμπαῖξαι, ἔνδοξε βουληθείς, τῷ σῷ αἴματι πεφοίνιξαι, καὶ χαίρων ἔδραμες, πρὸς Χριστὸν νικηφόρος, Πορφύριε.

Ὡς παῤῥησίαν, πρὸς τὸν Χριστὸν ἔχων Πορφύριε, πρέσβευε τοῦ ῥύεσθαι τῆς ἀπειλῆς, τοὺς συμφώνως ἀνακράζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Γένος ἀνθρώπων, τῇ Σῇ κυήσει ἀπολέλυται, Κόρη τῆς κατάρας, πάλαι τῆς ἐξ Ἀδάμ· τὸν Χριστὸν γὰρ Σὺ ἐκύησας, τὸν λυτρωσάμενον, ἐκ τοῦ θανάτου τοὺς Σὲ δοξάζοντας.

 

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.

Ἔδραμες τὸν δρόμον ἀκλινῶς, τὸν τῆς ἀθλήσεως, Μάρτυς Πορφύριε, καὶ τοῦ ἐχθροῦ ἀπεστένωσας, τὰς ὁδοὺς καὶ τὰ βουλεύματα, καὶ κατεσκήνωσας βοῶν, πρὸς τὰ οὐράνια· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥώμην θεϊκὴν ἀναλαβών, ἐχθρὸν ἀνίσχυρον, εἰς τέλος ἤσχυνας, τῇ ἀνενδότῳ ἐνστάσει σου, καὶ Μαρτύρων ὤφθης σύσκηνος, ἀποτμηθεὶς τὴν κεφαλήν, βοῶν Πορφύριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἵμασιν οἰκείοις λαμπρυνθείς, τὴν ὑπερκόσμιον, στολὴν ἐφοίνιξας, ἣν ἐνδυσάμενος Ἅγιε, τὰ οὐράνια σκηνώματα, σὺν τοῖς Ἀγγέλοις κατοικεῖς, ψάλλων Πορφύριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Σάρκα ἐξ αἱμάτων Σου ἁγνῶν, ὁ Ὑπερούσιος, λαβὼν δι’ ἔλεος, διπλοῦς τῷ κόσμῳ γεγέννηται, Θεὸς ἅμα τε καὶ ἄνθρωπος, καὶ τὴν οὐσίαν τῶν βροτῶν, ἁγνὴ ἐθέωσε, τῶν βοώντων· χαῖρε Κόρη, ἀνθρώπων τὸ μέγα προσφύγιον.

 

ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.

Ἵνα τῆς Χριστοῦ Βασιλείας, ἀξιωθῇς προθύμως κλίνεις, ξίφει τὸν αὐχένα σου Μάρτυς, καὶ τὴν τοῦ πόθου εὗρες πλήρωσιν, τὴν ὑπὲρ νοῦν λαμπρότητα, διὰ παντὸς ὁρῶν Πορφύριε.

Μίμων τὴν ἀπάτην μισήσας, τὸ τοῦ Σωτῆρος ἐμιμήσω, πάθος τὸ σωτήριον Μάρτυς, προθυμοτάτῃ γνώμῃ Πορφύριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν εὐφημούντων σου τὴν ἄθλησιν.

Οἱ τὴν σὴν γεραίροντες μνήμην, προστάτην θεῖόν σε πλουτοῦμεν, καὶ τὴν σὴν βοήθειαν Μάρτυς, ἐν πάσῃ ὥρᾳ ἀπεκδεχόμεθα, ἣν δίδου ἡμῖν πάντοτε, ἀειμακάριστε Πορφύριε.

Θεοτοκίον.

Ὕψωσον ἡμῶν τὴν καρδίαν, πρὸς θεῖον πόθον τοῦ Υἱοῦ Σου, καὶ τῶν ἐμπαθῶν νοημάτων, ἡμῶν ἐκκάθαρον τὴν διάνοιαν, ἵνα ζωῆς τῆς κρείττονος, μετὰ τὸ τέλος, Κόρη τύχωμεν.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀθλητικῶς ἐδόξασας, τὸν ἐκ σκότους τῆς πλάνης, καλέσαντά σε Ἅγιε, ἐνεργείᾳ ἀῤῥήτῳ, πρὸς εὐσεβείας ἡμέραν, καὶ πρὸς μέθεξιν θείαν, τῆς ἑαυτοῦ χρηστότητος, ἧς τρυφήσας μετέσχες τῆς ὑπὲρ νοῦν, εὐφροσύνης Μάρτυς, ἠγλαϊσμένε Πορφύριε μακάριε, ὑπὲρ πάντων πρεσβεύων.

Θεοτοκίον.

Σωματικῶς ἐκύησας, τὸν Ὑπέρθεον Λόγον, δίχα τροπῆς καὶ φύσεως, ἀπαλλάττοντα κόσμον, ἐκ τῆς ἀρχαίας κατάρας, Θεοτόκε Παρθένε· Ὃν ἐκτενῶς ἱκέτευε, ἐκ φθορᾶς με ῥυσθῆναι τῆς τῶν παθῶν, τῆς ἐπηρείας τοῦ ἀλλοτρίου, καὶ δοῦναί μοι συγχώρησιν, τῶν ἀμέτρων πταισμάτων.

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Πορφύριε, ἐπεγνωκὼς τὴν ἀλήθειαν, νοήσει κρείττονι, πᾶσαν τὴν τῶν μίμων, ἔλιπες ὑπόκρισιν, νοήσει κρείττονι, καὶ ψεῦδος τῆς ἀπάτης ὀλέθριον, καὶ χαίρων ἤθλησας, δι’ ἀγάπην τοῦ Κυρίου σου· Ὃν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

 

Τὸ φῶς δεδεγμένος τοῦ Χριστοῦ, Ἀθλητὰ Πορφύριε, ἀλλοιωθεὶς θείῳ Πνεύματι, Ἀγγέλους ἔβλεψας, ἀσφαλῶς μυοῦντας, τὰ θεῖά σε Ἅγιε· οἷς νῦν ὡς ἐναθλήσας στεῤῥότατα, ἀγαλλιώμενος, καθικέτευε δεόμεθα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.

 

Κηρύξας τὸ ὄνομα Χριστοῦ, ἅπαντας ἐξέπληξας, τῇ θαυμαστῇ ἀλλοιώσει σου, ἐπὶ τὰ κρείττονα, καὶ προθύμῳ γνώμῃ, ἤνυσας τὸ στάδιον, θεόφρον τῆς ἁγίας ἀθλήσεως· διὸ ἠξίωσαι, οὐρανίων ἐπιλάμψεων, σὺν Ἁγίοις Μάρτυσι Πορφύριε.

 

Πορφύραν ἐξ αἵματος λαμπράν, Ἀθλητὰ Πορφύριε, ὡς ἀληθῶς περικείμενος, Χριστῷ παρίστασαι, τῷ σῷ ἀθλοθέτῃ, παρ’ Αὐτοῦ δεχόμενος, τὰς θείας ἀμοιβὰς ὑπὲρ ἔννοιαν· διὸ αἰτοῦμέν σε· τοῖς τιμῶσί σε ἐξαίτησαι, τὴν εἰρήνην, καὶ τὸ θεῖον ἔλεος.

 

Δόξα. Ἦχος πλ. Α’.

Τῆς ματαίας ἀναστροφῆς, διαῤῥήξας τὸν χιτῶνα, τῆς ἐν Χριστῷ υἱοθεσίας, ἠμφιάσω τὸ ἱμάτιον, ἀνακαινισθεὶς τῷ Πνεύματι· ὡς εὐγνώμων γὰρ δοῦλος, τῷ θείῳ ὑπαχθεὶς θελήματι, τὴν δοθεῖσάν σοι χάριν, οἰκείῳ αἵματι ἐλάμπρυνας, ὁμολογήσας Χριστόν, τὸν ἐπὶ πάντων Θεόν. Καὶ διὰ θανάτου, πρὸς Αὐτὸν ἀναδραμών, τῶν αἰωνίων ἀγαθῶν μέτοχος ὤφθης, Ἀθλοφόρε Πορφύριε· διὸ τοῖς τελοῦσι τὴν μνήμην σου, τὸν θεῖον αἴτει ἱλασμόν, καὶ πταισμάτων ἄφεσιν Ἅγιε.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Αἵμασι φοινίξας ἀθλητικοῖς, πορφύραν ἁγίαν, ἀφθαρσίας μαρτυρικῶς, Πορφύριε χαίρων, παρέστηκας Κυρίῳ, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου