Κυριακή 2 Ιανουαρίου 2022

ΙΑΝΟΥΑΡΙΟΣ 27. ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΑΝΟΣ ΤΑΜΑΣΟΥ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΚΖ!!

ΔΗΜΗΤΡΙΑΝΟΣ ΤΑΜΑΣΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσαν, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει τοῦ Πνεύματος. Αὐτὴν οὖν ἐορτάζοντες, περιχαρῶς σὲ γεραίρομεν, Δημητριανὲ θεσπέσιε, τῶν Κυπρίων ἀγλάϊσμα. (Δίς)

 

Ἄγγελος ἐπίγειος, οἷάπερ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας πανόλβιε, θεῖε ἱεράρχα, λειτουργὲ Κυρίου, διηνεκῶς ἐμμελετῶν, τὰ θεῖα ὄντως ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸ ἀκρότατον· ὅπερ χαίρων κατείληφας, Δημητριανὲ πανένδοξε. (Δίς)

 

 

Ἀστέρα παγκόσμιον, πληθὺς Κυπρίων ἐπέγνωκεν, σὲ θεόφρον θεσπέσιε, Δημητριανὲ ἀοίδιμε, λειτουργὲ Κυρίου· πάντες μετὰ πόθου, ἀπαρυόμεθα πιστῶς, οἱ προσιόντες τῇ θείᾳ σκέπῃ σου, ἰάσεις καὶ χαρίσματα, ἐκ τῆς σοροῦ τῶν λειψάνων σου· ὅθεν πίστει βοῶμέν σοι· Χαίροις Πάτερ τρισόλβιε.

 

Σήμερον πανήγυριν, Κυπρίων ἄγει τὸ σύστημα, τῇ σῇ μνήμῃ φαιδρύνεται, Δημητριανέ· ἔχον σε, τὸν πάλαι ποιμένα πολιοῦχον, καὶ πρὸς Χριστὸν ὑφηγητήν, κατεφωτίσθη σαῖς παραινέσεσι, Χριστὸν ἐνστερνισάμενον, δαιμόνων πλάνην ἀπέδρασεν· ὑπὲρ οὗ καὶ νῦν πρέσβευε, λυτρωθῆναι κακώσεων.

 

Δόξα. Ἦχος δ΄.

Ἐκ βρέφους ἐγένου, τοῦ Κυρίου ἐραστής, Ἱεράρχα Δημητριανὲ παμμακάριστε. Τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ, ἐπ’ ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς ἀληθείας· δι’ ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης διαπρύσιος.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 10-19)

κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήςῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τὸν ἐν πόνοις τοῖς ἀσκητικοῖς ἀπαράμιλλον, τὸν ὑπὲρ τῆς αἰωνίου ζωῆς ἀγωνισάμενον, ἅπαντες ὑμνήσωμεν λέγοντες· Χαίροις, τὸ στεῤῥὸν τῆς πίστεως θέμεθλον, κατὰ τοὺς ἀρχαίους Πατέρας καὶ διδασκάλους· χαίροις, ὁ φαιδρῶς λάμψας ἐν ἀρεταῖς, ὁ φωτίσας τὰ πέρατα κόσμου· χαίροις, ἡ τῶν θαυμάτων ἀκένωτος πηγή· χαίροις, τῆς Κύπρου τὸ καύχημα, καὶ Περάτων ἀγαλλίαμα.

 

Τῶν θαυμάτων τὴν πηγὴν τὴν ἀέναον, τὸν κατὰ τῆς πονηρίας στεῤῥῶς ὁπλισάμενον, δεῦτε πιστοὶ ὑμνήσωμεν λέγοντες· Χαίροις τῶν πιστῶν ἀήττητος πρόβολος, πονηρῶν πνευμάτων ἀπείργων μηχανουργίας· χαίροις, ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ ἐνοικοῦντα, καὶ δόξης σε πληροῦντα· χαίροις, ὁ τῶν νοσούντων ταχὺς θεραπευτής· χαίροις, Ταμασέων καὶ Περάτων ὁ θερμότατος προστάτης· χαίροις, ἱσταμένων τὸ στήριγμα, καὶ καταπιπτόντων ἀνόρθωσις.

 

Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν Αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ θησαυρόν σε, ἡ Ταμασέων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Εὐφραίνου ἐν Κυρίῳ πόλις Ταμασέων, ἀνθίσασα τοιοῦτον πολιοῦχον, τὸν ἀληθῆ Ἱεράρχην Δημητριανὸν τὸν παμμέγιστον. Οὗτος γάρ, τῇ σοφίᾳ τοῦ Πνεύματος, καταγλαϊσθεὶς οὐρανόθεν, τοὺς εἰδωλομανοῦντας ἤλεγξε, καὶ τοὺς βωμοὺς κατηδάφισε, σὺν Ἱεράρχῃ τῷ Μνάσωνι. Τούτους οὖν καὶ ἡμεῖς μεσίτας προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱεραρχῶν καλλονή, Πατέρων κλέος, καὶ Κυπρίων ἀγλάϊσμα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας ἀγαλλίαμα, πηγὴ ἀνεξάντλητος, θεῖα ῥεῖθρα προχέουσα, τῶν ἰαμάτων, καὶ τὰ πάθη καθαίρουσα, καὶ παρέχουσα, εὐρωστίαν τοῖς κάμνουσιν, ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων παράκλησις, τῶν πίστει τὴν θείαν, καὶ φαιδράν σου ἐκτελούντων, ἀεὶ πανήγυριν.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, ὁ Ταμασέων σεπτός, ποιμὴν καὶ πρόεδρος, καὶ τεῖχος ἀπόρθητον, ὁ στῦλος τῆς ἐγκρατείας, τῆς σωφροσύνης λαμπτήρ, καταπονουμένων ἡ βοήθεια, παθῶν ἀνιάτων, ὁ ἰατρὸς καὶ ἀσφάλεια, τῶν ἱσταμένων, καὶ πιπτόντων ἀνάστασις, πλανωμένων τε, ὁδηγὸς ὁ σωτήριος, πάντων τὸ ἀγαλλίαμα, Κυπρίων τὸ καύχημα, τῶν ἐκτελούντων ἐν πίστει, τὴν φωτοφόρον σου κοίμησιν, ἣν πόθῳ τελοῦντες, ποριζόμεθα πλουσίως, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ἄλλον, τὸν σὸν ναὸν οὐρανόν, Θεοῦ τὴν δόξαν διηγούμενον ἔδειξας, θαυμάτων τὰς λαμπηδόνας, ἱερομύστα σοφέ, ὡς λαμπροὺς ἀστέρας προβαλλόμενος, φαιδρῶς τῶν λειψάνων, τὴν θείαν χάριν ὡς ἥλιος, τῶν ἰαμάτων, ἀστραπὰς ἀποστίλβοντα, καὶ φωτίζοντα, τὴν ὑφ’ ἥλιον ἅπασαν· ὅθεν τοὺς τὴν φωσφόρον σου, καὶ θείαν πανήγυριν, ἐπιτελοῦντας προθύμως, ἐν τούτῳ μάκαρ καταυγᾶσαι, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β΄.

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Δημητριανόν, ἅπαντες εὐφημήσωμεν, τὸ καύχημα ὄντως τῶν Περάτων, καὶ τῆς Ταμασοῦ τὸ βλάστημα, τῆς Πόλεως τὸ κλέος, καὶ τῶν Κυπρίων τὸν ἀκοίμητον πρεσβευτήν, πρὸς ὃν προθύμως ἐν ἀγαλλιάσει ψυχῆς εἴπωμεν· Χαίροις Δημητριανέ, ποιμένων ἐγκαλλώπισμα· χαίροις, ἡ πηγὴ τῶν θαυμάτων, καὶ ἰαμάτων ταμεῖον ἄσυλον, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, δώρησαι τοῖς ἐκ πόθου ἐκτελοῦσι, τὴν πανέορτον μνήμην σου, ῥυσθῆναι πειρασμῶν καὶ παντοίων θλίψεων.

 

 

Καὶ νῦν. Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Κυπρίων τὸ κλέος, Ταμασέων ὁ πρόεδρος, φύλαξ καὶ φρουρὸς τῶν Περάτων, Δημητριανὲ πατὴρ ἡμῶν ἀνεδείχθης· διὸ τυφλὸν ἐφώτισάς ποτε, τὸ φῶς ἐνεδίδους τηλαυγῶς, ἀνέκραζε δὲ οὗτος, τῷ διὰ σοῦ μὲ φωτίσαντι δόξα σοι. Δόξα τῷ οὕτως εὐδοκήσαντι Θεῷ· δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ τοιαῦτα τέρατα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀρωμάτων παντοίων μυρεψικῶν, χαρισμάτων ποικίλων πνευματικῶν, ταμεῖον ἀκένωτον, ἡ σορὸς τῶν λειψάνων σου, χρηματίζει τρισμάκαρ, Πατὴρ ἡμῶν Ὅσιε· ἐξ αὐτῆς γὰρ ἰαμάτων, πηγαὶ ἀναβλύζουσιν· ὅθεν οἱ νοσοῦντες, ἀρυόμενοι πίστει, παθῶν ἀπαλλάττονται, καὶ τρανῶς ἐκβοῶσί σοι· Δημητριανὲ πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι’ ἀρετῆς ἀπαρτίσασα, Φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις Σου.

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησία Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας τὸ κατ’ εἰκόνα Θεοῦ, Δημητριανὲ μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τῆς σωφροσύνης, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου Σου καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοι ἄφεσιν, Σὲ γὰρ ἔχω προστάτιν, ἐν νυκτὶ καὶ ἡμέρᾳ, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, τοῦ Κυρίου ἐκόσμησας, Δημητριανὲ πανένδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη τοῦ κόσμου διάσωσμα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. Ι΄, 1-9): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων… (Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου ἐν τῷ Ὄρθρῳ)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ, ἐκ βρέφους τῷ Θεῷ ἀνετέθης, ὡς ὁ πάλαι Σαμουήλ· ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς Αὐτῷ εὐηρέστησας. Αὖθις δὲ ἱερωσύνης κοσμηθείς, τὸ ἐμπιστευθέν σοι ποίμνιον, παντοίοις χαρίσμασι κατεποίκιλας· ὅθεν καὶ στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε, Δημητριανὲ παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, ὁ Κανὼν τοῦ Ἱεράρχου.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ Ἐρυθραῖον.

Τὴν θείαν, δικαιοσύνην πάνσοφε περιζωσάμενος, ὡς ἱερεὺς τῷ θρόνῳ τοῦ Θεοῦ, παρεστὼς νῦν δυσώπησον, ὑπὲρ τῶν γεραιρόντων σου, τὴν σεπτὴν μνήμην ἀξιάγαστε.

Τριάδος, τῆς ὑπερθέου γέγονας, σάλπιγξ θεόφθογγος, ἀναφωνοῦσα πᾶσι τὰ σεπτά, καὶ σωτήρια δόγματα, καὶ τὰς ψυχὰς εὐφραίνουσα, τῶν Ταμασέων παναοίδιμε.

Οὐδόλως, τοῖς σοῖς βλεφάροις δέδωκας ὕπνον μακάριε, ἕως οὗ ὄντως ἔφθασας σαφῶς, ὀρεκτῶν τὸ ἀκρότατον, Δημητριανὲ ἀείμνηστε· ὅθεν σε πάντες μακαρίζομεν.

Θεοτοκίον.

Γαλήνη, τῶν ἐν βίῳ Ἄχραντε, χειμαζομένων βροτῶν, καὶ ἀσφαλείας ἄγκυρα στεῤῥά, καὶ λιμὴν καὶ κυβέρνησις, αὐτὴ ὑπάρχεις πάντοτε, χειραγωγοῦσα καὶ διέπουσα.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Επ’ ὤμων ἄρας σοφέ, τὸν τοῦ Κυρίου σου Σταυρὸν ἔκραζες· κόσμῳ κἀγὼ ἐσταύρωμαι, σάρκα καθηλώσας τῷ φόβῳ σου.

Γῆ ὥσπερ πίων ἡ σή, ψυχὴ λαβοῦσα λογικὰ σπέρματα, στάχυν Δημητριανὲ ὤριμον, θείας εὐσεβείας ἐβλάστησε.

Ῥομφαία τῷ πονηρῷ, θανατηφόρος ἀληθῶς γέγονεν, ἡ πρὸς Θεόν σου σοφέ, ἔμπυρος ἀγάπη καὶ ἔφεσις.

Θεοτοκίον.

Φορέσας με ἐκ τῶν Σῶν, θείων αἱμάτων ὁ Χριστὸς ἄχραντε, καταστολὴν χάριτος, πάλαι γυμνωθέντα ἐνέδυσε.

 

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατήσχυνας, τῶν ἐχθρῶν τὰ φρυάγματα· ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, πληθὺν σωζομένων τε· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Δημητριανὲ σοφέ, τὴν πανέορτον μνήμην σου, ἱεράρχα μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Δημητριανοῦ τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν, θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις νευρούμενοι.

Ἀνυψούμενος ὡς φοῖνιξ ταῖς θεωρίαις, τῶν ἀρετῶν ὑψίκομον, δένδρον καθωράθης, γλυκασμὸν σωτήριον, βλυστάνων ἑκάστοτε, Δημητριανὲ παμμακάριστε.

Ἡ θεολόγος σου γλῶσσα ἱεροφάντορ, τῆς ἀρχικῆς Τριάδος, τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μία Θεότητα, σέβειν ἐν τρισὶν ὑποστάσεσιν.

Θεοτοκίον.

Ὁ κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἐπτώχευσε, χρηστότητος πλούτῳ, Μήτηρ ἀειπάρθενε, ἐκ Σοῦ καθ’ ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἡμέτερον.

 

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Σὺ ὥσπερ παμφαής, ἑωσφόρος ἀνέτειλας· σὺ ῥήμασι καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας, Δημητριανὲ μακάριε.

Λαμπόμενος φωτί, τρισηλίου Θεότητος, ἐκάθησας ἐπὶ θρόνου, τῆς ἀρχιερωσύνης, Δημητριανὲ ἀείμνηστε.

Τίς ὄντως ἐξειπεῖν, τοὺς σοὺς πόνους ἰσχύσειεν, ἀγῶνάς τε καὶ ἱδρῶτας, ἑκουσίως οὓς ἔτλης, Δημητριανὲ ἀοίδιμε.

Θεοτοκίον.

Ὦ πάντων τῶν πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις Σου.

 

ᾨδὴ στ΄. Θύσω σοι, μετὰ φωνῆς.

Νεκρώσας, τὸ τῆς σαρκὸς χαμαίζηλον φρόνημα, τῆς ἀπαθείας τὴν χάριν, ἐκομίσω, Πάτερ ἱερομύστα, Δημητριανὲ θεηγόρε, Κυπρίων τὸ καύχημα.

Ἀγάπη, τοῦ Χριστοῦ πυρπολούμενος ἔνδοξε, μέχρι θανάτου ἀντέστης, τοῖς τυράννοις, πάνσοφε· διὰ τοῦτο Βασιλείας, οὐρανῶν ἠξιώθης γηθόμενος.

Τῷ φόβῳ στοιχειωθεὶς τῷ θείῳ, θεόληπτε, καὶ τὴν ψυχὴν μολυσμάτων, καθαρὰν τηρήσας, σκεῦος ἐδείχθης, τοῦ Θεοῦ ἱερώτατον, ὄντως ἀοίδιμε.

Θεοτοκίον.

Ἁγνήν Σε, περιστερὰν καὶ μόνην ἀμίαντον, ὁ καθαρὸς εὗρε Λόγος, καὶ ἐκ Σοῦ τεχθῆναι, Παρθενομῆτορ, Παναγία Θεοτόκε, βουλήσει ηὐδόκησε.

 

 

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Θαυματουργὸν ἀνέδειξέ σε ἐν κόσμῳ, ὁ Ἀγαθὸς καὶ θαυμαστὸς ἐν ἁγίοις, καὶ τῶν βροτῶν βαστάσας τὴν ἀσθένειαν, πάντων τῶν ἐν πίστει σοι, προσφευγόντων τρισμάκαρ, καὶ ἱκετευόντων σε, ἀδιστάκτῳ καρδίᾳ· τῇ τῶν λειψάνων Δημητριανὲ θήκῃ καὶ πόθῳ σοφέ, δοξαζόντων σε.

Ὁ Οἶκος.

Τῆς ἀσθενούσης μου ψυχῆς τὰ πάθη, καὶ τὰς νόσους τοῦ σώματος, εὐχαῖς σου θεράπευσον ἐν τάχει· ὡς Ἱεράρχης γὰρ Χριστοῦ ἔνδοξός τε καὶ θύτης, καὶ μυστηρίων τῶν σεπτῶν αὐτόπτης τε καὶ μύστης, παρέχεις τὴν ὑγείαν τοῖς χρήζουσιν ἀφθόνως· ῥῶσιν οὖν μοι δίδου καὶ ἰσχύν, ὅπως ἀνυμνήσω τὴν ἱεράν σου μνήμην καὶ φωσφόρον. Αὐτὴν γὰρ ἡ Τριὰς ἐδόξασε μάκαρ, ἣν ἐδόξασας αὐτός, ἔργῳ καὶ λόγῳ. Πάντων γὰρ λιμὴν σωτήριος ἐπεφάνης, τῶν κατὰ χρέος σοφὲ δοξαζόντων σε.

 

Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Δημητριανοῦ, ἐπισκόπου Ταμασοῦ τῆς Κύπρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ἁγίου Ἰωάννου Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαρκιανῆς τῆς βασιλίσσης

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κλαυδιανοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ Αἰγυπτίου, μαθητοῦ τοῦ Ἀββὰ Λώτ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νεονίλλας ἐκ Παμφυλίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίτου τοῦ στρατιώτου (27/2)

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1784ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄσκιοτ τοῦ βασιλέως Γεωργίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος Ζβέρεφ, ὁ Νέος Ἱερομάρτυς, ἐν ἔτει 1929ῳ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.

Ἐπὶ τὸ ὄρος ἀνελθών, Δημητριανὲ ἐκομίσω, νόμον Θεοῦ ὥσπερ Μωσῆς, πλανηθέντας εὐθέτως ἐφείλκυσας, μελῳδῶν ἀξιάγαστε· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἔχων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι, Δημητριανὲ σοφέ, καὶ συμπράττεις τοῖς ψάλλουσιν· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Πηγὴ θεόβρυτος ἡ σὴ Πάτερ, ἀναδέδεικται κόνις, καὶ τοῖς προστρέχουσι πιστῶς, χορηγεῖ τὰς ἰάσεις ἑκάστοτε, μελῳδοῦσι καὶ ψάλλουσιν· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός Σου, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας, εὐλογημένη.

 

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ὁ πᾶσι παρέχων τὴν ζωήν, ὡς Ἱεράρχην πιστὸν καὶ θεοῤῥήμονα, ἐν ἐκκλησίαις σε Ὅσιε, τῶν Κυπρίων εἰσωκίσατο, ἱερουργοῦντα μυστικῶς, καὶ πίστει μέλποντα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἄγρυπνόν σε φύλακα ἡμῶν, κατεπλουτήσαμεν, Δημητριανὲ ἀοίδιμε, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, κατακοιμίζοντα τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἰδοὺ νῦν ἐπέλαμψεν ἡμῖν, ἡ μνήμη σου, Δημητριανὲ μακάριε, πάντας εὐφραίνουσα Ὅσιε, ἐν πίστει σοι προστρέχοντας, καὶ ἐκβοῶντας ἐκτενῶς· Σῶζε τὴν ποίμνη σου, ἐκ παντοίων πειρατηρίων, ὡς ῥύστης θερμότατος.

Θεοτοκίον.

Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· Σὺ γὰρ πανάμωμε, τέτοκας τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾯ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, τὴν Θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ’ αὐτῆς τετίμησαι, Δημητριανὲ ἀοίδιμε.

Ἔχων πρὸς Θεὸν παῤῥησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην σου παμμακάριστε, μὴ ἐπιλάθου Ἅγιε, τῷ Κτίστῃ πάντων παριστάμενος.

Ὅλον ἐμαυτὸν προσαγάγω, τῇ θείᾳ σκέπῃ σου, θεόφορν Δημητριανὲ θεοφόρε, ἐμῶν σφαλμάτων σειρὰς διάῤῥηξον, καὶ σώζων με πρεσβείαις σου, τῷ θείῳ φέγγει καταλάμπρυνον.

Θεοτοκίον.

Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ’ ἀληθείας Μητροπάρθενε.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Οἱ τῷ ναῷ σου Ἅγιε, καθ’ ἑκάστην φοιτῶντες, καὶ τῇ σεπτῇ σου λάρνακι, προσιόντες ἐν πίστει, ὡς ἐκ πηγῆς ἀενάου, δαψιλῶς πρὸς ὑγείαν, ἀντλοῦσι μύρον ἔντιμον, τῶν ψυχῶν καὶ σωμάτων· ἱκετικῶς, ὑμνῳδίαις ταύταις σε ἀνυμνοῦμεν, Δημητριανὲ Πατὴρ ἡμῶν, Ταμασέων τὸ κλέος.

Θεοτοκίον.

Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα πάναγνε· τὸν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀποῤῥήτως τέτοκας Θεοτόκε· Ὃν αἴτησαι τοῖς δούλοις Σου, λύτρον δοῦναι πταισμάτων.

 

Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Λόγῳ, τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης θεομακάριστε· διό σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, Δημητριανέ, αἴνεσιν προσάγοντες, τῷ πάντων Κτίστῃ σου. (Δίς)

 

Πᾶσαν, ἱερῷ κηρύγματι, φωταγωγήσας τὴν γῆν, τὴν ἀχλὺν ἀπεδίωξας, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς καθωδήγησας, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν ζόφῳ πάλαι, τῆς ἀθεότητος, Πάτερ θεόπνευστε, Δημητριανὲ ἀοίδιμε, ὡς παρεστώς, θρόνῳ τοῦ Παντάνακτος, μὴ ἐπιλάθου ἡμῶν.

 

Πόθῳ, τῷ θείῳ πτερούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενον, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων, μὲν ἀφιστάμενος, πρὸς οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν διέδραμες, ἔνθα φῶς τὸ ἄδυτον Δημητριανέ, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἱεράρχην Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Δημητριανὸν τὸν ἀοίδιμον. Σήμερον γάρ, ὡς παμφαὴς ἀστήρ, ἀνατέταλκεν ἡμῖν, καταφωτίζων πάντων τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, τελούντων αὐτοῦ, τὴν σεβάσμιον πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ταμασέων ἀρχιερεῦ, ὁ ὀλέσας πλάνην, τῶν εἰδώλων λόγοις σοφοῖς, καὶ τὴν τοῦ Κυρίου, φυτείαν ἐπαυξήσας, τοῖς ῥείθροις τῶν θαυμάτων, θεομακάριστε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου