Δευτέρα 24 Ιανουαρίου 2022

ΦΕΒΡΟΥΑΡΙΟΣ 5. ΟΣΙΟΣ ΣΑΒΒΑΣ ΣΙΚΕΛΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ Ε΄!!

ΣΑΒΒΑΣ ΟΣΙΟΣ ΣΙΚΕΛΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάσης, τῆς γηΐνης καὶ φθαρτῆς, Πάτερ ἀπολαύσεως ὄντως, τὴν μακαρίαν ζωήν, ἄριστα προέκρινας, καὶ θείῳ ἔρωτι, τὴν ψυχὴν πυρακτούμενος, καὶ σάρκα λεπτύνων, Σάββα παναοίδιμε, στεῤῥαῖς ἀσκήσεσι, λύμην, τοῦ νοὸς περιεῖλες· καὶ πλησιφαεῖς λαμπηδόνας, δεδειγμένος ὤφθης μοναζόντων φωστήρ.

 

Τρίβον, διοδεύων τὴν στενήν, καὶ τῶν τὰς αἰσθήσεις θελγόντων σὺ ἀπεχόμενος, Πάτερ ἀξιάγαστε, ῥεούσης φύσεως, βιαστὴς ἐχρημάτισας, μελέτην θανάτου, θέμενος τὸν βίον σου· ἐν χώρᾳ ζώντων δι’ ὅ, μάκαρ, αὐλιζόμενος φέγγος, ἄφραστον ὁρᾶς, σοῦ τῶν πόνων, τοὺς καρποὺς δρεπόμενος θεόληπτε,.

 

Χάριν δαψιλῆ παρὰ Χριστοῦ, Σάββα κομισάμενος, θεῖος ψυχῶν ἐδείχθης ποιμήν, ῥήμασιν ἐμπράκτοις σου ταύτας ἐκτρέφων σοφῶς, ἀφαρπάζων τοῦ φάρυγγος τοῦ ἀνθρωποκτόνου, ἄγων πρὸς σωτήριον ὅρμον ἐκ ζάλης παθῶν, λύων ῥαθυμίας τὸν ζόφον, ἕλκων μετανοίας πρὸς αἴγλην, καὶ χειραγωγῶν πρὸς Βασιλείαν Θεοῦ.

 

Ἕτερα. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Ῥύπου τὴν καρδίαν σου, εὑρὼν ἀοίδιμε Σάββα, καθαρὰν ὁ Ὕψιστος, ἐν αὐτῇ ἐσκήνωσε καὶ λαμπτῆρά σε, μοναστῶν ἔδειξε, ζοφερὰν λύοντα, ῥαθυμίας νύκτα λόγοις σου, καὶ διεγείροντα πρὸς σωτηριώδη μετάνοιαν· διό σου μάκαρ δέομαι, πάθεσι πολλοῖς μολυνθέντα με, καὶ τοῖς ἐναντίοις, ἀθλίως σκοτισθέντα λογισμοῖς, ταῖς σαῖς καθαραῖς ἐντεύξεσι, φώτισον καὶ σῶσόν με.

 

Ἀνομίας χείμαῤῥοι, ἕως ψυχῆς μου εἰσῆλθον· ὠδίνες θανάτου μου, περιέσχον Ὅσιε καὶ τὴν ἄστεκτον, τοῦ Θεοῦ δέδοικα, καὶ δικαίαν κρίσιν, πλημμελήσας ὑπὲρ ἄνθρωπον, καὶ τὸ μακρόθυμον, τούτου παροργίσας τοῖς πταίσμασιν· ἀλλ’ οἴκτειρον θεσπέσιε, καὶ τῆς τιμωρίας ἐξάρπασον, εὐχαῖς εὐπροσδέκτοις, καὶ τοῖς τῶν σωζομένων με χοροῖς, συγκαταρίθμησον πίστει σε, Σάββα μακαρίζοντα.

 

 

 

Ἱδρῶσι καὶ πόνοις σου, ἥνπερ συνήγαγες ποίμνην, πειρασμῶν ἐκλύτρωσαι, καὶ νεκρῶν ἐκκάθαρον ἔργων ἔνδοξε· καὶ ψυχῶν ἴασαι, τοὺς δεινοὺς μώλωπας, καὶ ἐν ὥρᾳ τῆς ἐτάσεως, ἵλεων ἔργασαι, Πάτερ τὸν Δεσπότην καὶ Κύριον, αἰτούμενος τὴν ἄφεσιν, τῶν ἀγνοημάτων δωρήσασθαι, τοῖς ἡμαρτηκόσιν· ὡς γνήσιος θεράπων γὰρ αὐτοῦ, τὴν παῤῥησίαν ἐπλούτησας, Σάββα πανσεβάσμιε.

 

Ἕτερα. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου.

Ὀνείρου δίκην τὴν ἅπασαν, παρερχομένην ὁρῶν, βίου δόξαν θεόληπτε, μόνα ἐπεπόθησας, τὰ ἑστῶτα καὶ μένοντα· διὸ ἐρήμοις ἐναυλιζόμενος, καὶ ταῖς νηστείαις ἐκδαπανώμενος, σὺ τῆς ἐφέσεως, ἀληθῶς ἐπέτυχες ἐκδυσωπῶν, Σάββα τὸν φιλάνθρωπον, ὑπὲρ τῆς ποίμνης σου.

 

Μέτα τῆς ὕλης ὁρώμενος, καὶ τὰ τοῦ κόσμου τερπνά, ὑπερβὰς θείᾳ χάριτι, ἀσωμάτων Ὅσιε, πολιτείαν ἐζήλωσας, προσομιλῶν τε τῷ ἀκροτάτῳ φωτί, ταῖς φρυκτωρίαις κατελαμπρύνθης αὐτοῦ, ὅλος μετάρσιος, ἐν εὐχαῖς γινόμενος καὶ καθαρόν, ἔσοπτρον δεικνύμενος, τοῦ Παντοκράτορος.

 

Τὰς τυραννούσας ἀοίδιμε, πρὸ τελευτῆς ἡδονάς, θανατώσας τοῦ σώματος, ὕπνον ὀφειλόμενον, τοῖς Θεὸν ἀγαπήσασιν, ὕπνωσας Πάτερ καὶ μεταβέβηκας, πρὸς αἰωνίαν, ζωὴν καὶ ἄπονον, ἔνθα φῶς ἄδυτον, εὐφροσύνη ἄῤῥητος καὶ ἀσκητῶν, πάντων ἡ ὁμήγυρις, καὶ τῶν Ἀγγέλων πληθύς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν ἐν μονασταῖς εὐκλεῆ μέλπω Σάβ(β)αν.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ

Τῷ ἀῤῥήτῳ φέγγει τοῦ Χριστοῦ, μάκαρ ἐνηδόμενος, καὶ σὺν Ἀγγέλων χοροῖς μέλπων ἄπαυστον καὶ τερπνὸν μελώδημα, τῶν ἀγώνων σου νῦν κομίζει τὰ ἔπαθλα, Σάββα θεοφόρε, πάντων τῶν Ὁσίων ἐγκαλλώπισμα.

Ὁ εἰδὼς τὰ πάντα θεϊκῇ φύσει πρὶν γενέσεως, ἐν τῇ συλλήψει σου ξένον προχάραγμα δείκνυσιν, ἐν στόματι εἰσιόντα διαφανῆ τῆς τεκούσης σε Ὅσιε ἀστέρα, σοῦ προδιαγράφων τὸ πολίτευμα.

Νεκρωθεὶς τῷ κόσμῳ, τὴν ζωὴν ἔζησας ἀοίδιμε, τὴν ἐν Χριστῷ κεκρυμμένην, καὶ γέγονας Σάββα μεγαλέμπορος, τὸν ὑπέρτιμον μαργαρίτην κτισάμενος, καὶ τῶν φθειρομένων ἄφθαρτα σοφῶς ἀνταλλαξάμενος.

Θεοτοκίον.

Ἐνεδρεύσας ὄφις ὁ δεινὸς δόλῳ καὶ ἀπάτῃ με, τῆς μακαρίας ζωῆς ἀπεστέρησεν· ἀλλ’ ὁ πάντων Κύριος σαρκωθείς, ἐν τῇ παναχράντῳ νηδύϊ Σου, ᾍδου κενεώνων καὶ διαφθορᾶς ἁγνὴ ἐῤῥύσατο.

 

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Νυττόμενος τῷ φίλτρῳ τοῦ σοῦ Δεσπότου, ὑπῆρξας ἀπερίτρεπτος ἐν συντόνοις εὐχαῖς καὶ ἀγρυπνίαις, θεόφρον Σάββα, βοῶν τῷ Κτίσαντι· Σὺ εἶ Θεὸς ἡμῶν.

Μονάζων καὶ συντρίβων σου τὴν καρδίαν, δακρύων τε προχέων πηγὰς ἀπαύστως μακάριος σὺ γέγονας· καὶ μετέσχες τῆς παρακλήσεως, μέσον σκηνῆς θαυμαστῆς κατοικήσας Ὅσιε Σάββα γηθόμενος.

Θεοτοκίον.

Ὁ πλάσας ἐκ χοός με Σὴν κατ’ εἰκόνα, συντριβέντα ὠκτείρησας· καὶ παρθένου εἰσδὺς μήτραν ἀμόλυντον ἀναπλάττεις· ὑμνῶ τὸν ἔλεον καὶ τὴν χρηστότητα, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν.

 

ᾨδὴ δ΄. Ὑμνῶ Σε.

Νεώσας τῆς ψυχῆς τὴν αὔλακα, τῷ ἀρότρῳ τῆς ἐγκρατείας ἐν δάκρυσιν ἔσπειρας· πολύχουν δὲ καρπὸν θερίζεις νυνὶ ἐν ἀγαλλιάσει ἔνδοξε· ὅθεν ἀπέδρα λύπη γὰρ ἐσκήνωσας.

Ἀθρόον, περιχώρῳ μέλλοντος ὀλεθρίου πάθους ἐνσκήπτειν τὴν ἕλευσιν Ὅσιε, προφήτης τούτου· καθαρὰν γὰρ σαφῶς τὴν καρδίαν σὺ ἐκέκτησο, ὡς ἐνεστῶτα ὁρῶσαν τὰ μέλλοντα.

Συῤῥεύσας ἀρετῶν ὁ σύλλογος, ἐν τῇ σῇ ψυχῇ θεομάκαρ, αἰδέσιμον ἅπασιν εἰργάσατο καὶ πολιτείας σεπτῆς ἀκριβὲς ὄντως ἀρχέτυπον ἔδειξε, Σάββα Πατέρων τὸ καύχημα.

Θεοτοκίον.

Τὸν πάλαι τοῖς ὠσὶ πανάμωμε, εἰσφθαρέντα πικρὸν τῆς Εὔας ἱόν, ἐξετίναξας, γεννήσασα τὸν ἀναιρέτην Χριστὸν τοῦ δολίου ἁγνὴ δράμοντος· οὗπερ τῆς κακουργίας ἡμᾶς λύτρωσαι.

 

ᾨδὴ ε’. Ὁ φωτισμός.

Ἀποσκοπῶν τὴν ὑπέρλαμπρον δόξαν, τῆς πατουμένης καὶ διαῤῥευούσης σαὐτὸν μακρύνας, τοῦ ποθουμένου ἐν μεθέξει κατέστης, ἀναμέλπων τῷ Παντοκράτορ· Ἕτερον ἐκτός Σου Θεὸν οὐ γινώσκομεν.

Ἴσος ἡμῖν τοῖς τὰ ξένα τελοῦσιν ὤφθης παμμάκαρ, παῖδα γὰρ ἰάσω χειρὸς προσψαύσει, Σάββα θεόφρον, ὑπ’ ἐχίδνης δηχθέντα, θείαν χάριν καὶ γὰρ ἐπλούτησας, ἆθλον ἀρετῆς ἀκραιφνοῦς καὶ ἀσκήσεως.

Τὸν φοιτητὴν δαιμονίῳ ληφθέντα, καὶ ἐπ’ ἐδάφους Ὅσιε, ἀθλίως καταῤῥαγέντα, τῆς συνεχούσης ἀπαλλάττεις αὐτίκα θεοφόρε, βαρείας μάστιγος, καὶ πρὸς ὑμνωδίαν κινεῖς τοῦ ποιήσαντος· Ἕτερον ἐκτός Σου Θεὸν οὐ γινώσκομεν.

Θεοτοκίον.

Ἐκ Σοῦ τὸ φῶς, προελθὸν ὑπὲρ φύσιν λάμπει τῷ κόσμῳ, καὶ τῆς ἁμαρτίαις φαιδραῖς ἀκτῖσιν, ἁγνὴ Παρθένε, τὸ στυγνὸν διαλύει, καὶ φωτίζει τοὺς πίστει κράζοντας· Ἕτερον ἐκτός Σου Θεὸν οὐ γινώσκομεν.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ

Ὑποτάττεις τὴν σάρκα τῷ πνεύματι, ῥάβδῳ ἐγκρατείας συστέλλων πανόλβιε, τὰ ἐμπαθῆ σκιρτήματα, καὶ φωτὶ ἀπαθείας λαμπόμενος.

Καταιγίδι φερόμενον ἔνδοξε, ῥεῖθρον ποταμοῦ τῆς ῥοῆς ἀνεχαίτισας· οἶδε φιλοσοφίᾳ γὰρ καθυπείκειν, καὶ φύσιν ἡ ἄλογος.

Θεοτοκίον.

Λόγος ὢν ἀναφὴς καὶ ἀσώματος, ἐκ τῆς γαστρὸς σωματοῦται, καὶ σώζει με δι’ εὐσπλαγχνίαν ἄφατον ὁ Θεός μου, Παρθένε πανάμωμε.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς

Ἐν γήρᾳ καλῷ τὴν ζωὴν ἀνεπιλήπτως καταλύσαντι, καὶ τῶν γηΐνων μεταστάντι σοι, περιφανῶς ἐπουράνιαι πύλαι διηνοίγησαν Σάββα· καὶ πρωτοτόκων ὁμήγυρις ἑορταζόντων, ἐν χαρᾷ σὲ ὑπεδέξατο.

Ἠλίας μὲν πρὶν τὴν φιλόξενον τροφῆς χήραν ἐμπίπλησι· σὺ δὲ τρισμάκαρ, τοῦ Θεοῦ ἡμῶν φιλανθρωπίαν μιμούμενος, πᾶσιν ὑπανοίγεις τὰ σπλάγχνα, καὶ διατρέφεις λιμώττοντας σῖτον πληθύνων δι’ εὐχῆς, Σάββα πανθαύμαστε.

Μερίς σου Χριστός, καὶ ζωὴ καὶ φωτισμός ἧν παναοίδιμε· οὗ τῆς ἀγάπης ἐξαρτώμενος, πάντα σωφρόνως παρέδραμες, χόρτον λογισάμενος Πάτερ, τὰ τοῖς πολλοῖς περισπούδαστα· κλῆρον ἀκήρατον δι’ ὃ ἐφεῦρες ἐν οὐρανοῖς.

Θεοτοκίον.

Ἐρήμοις ψυχαῖς καὶ ἀγόνοις ἀγαθή, δίδου καρπὸν εὐκλεῆ ἐν μετανοίᾳ φέρειν ἄχραντε, πρὸ τῆς φρικτῆς ἀποφάσεως, καὶ τῆς τοῦ πυρὸς τιμωρίας· καὶ σωτηρίας ἀξίωσον, ἱκετηρίαις πρὸς Θεὸν χρωμένη πάντοτε.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Λύχνος ἐδείχθης ἀληθῶς διακρίσεως ἡμῖν Ὅσιε Πάτερ, καὶ πυρσὸς σωφροσύνης τῶν φιληδόνων ψυχῶν, ἐλαύνων τὸ σκότος ἀείμνηστε, καὶ τῷ τῆς ἁγνείας καταφαιδρύνων φέγγει.

Πολυειδέσιν Χριστὸς σὲ δοξάζει ἀψευδῶς τερατουργίαις· προσευχῇ γὰρ μαστίξας τὸ τῆς ἀκρίδος ποτέ, διώκεις ὀλέθριον σύστημα, καὶ τὰ ὑπὲρ φύσιν τελεῖς, Σάββα θεόφρον.

Ὥσπερ στρουθίον θηρευτῶν τὰς παγίδας διαδρᾶσα θεηγόρε, ἡ ἁγία ψυχή σου, πρὸς νοητὴν καλιὰν ἀνέπτη, ὡς πτέρυξιν ἄριστα, ἐκκουφιζομένη πράξει καὶ θεωρίᾳ.

Θεοτοκίον.

Συντετριμμένῳ λογισμῷ, τὴν πληθὺν τῶν χαλεπῶν ἀνομημάτων ἐξαγγέλλω Σοι Λόγε, κλίνων τὸ γόνυ πρὸς Σὲ τὸν πάντων κριτήν τε καὶ κύριον· Οἴκτειρόν με σῶσον λιταῖς τῆς Σὲ τεκούσης.

 

ᾨδὴ θ’. Ἀνάρχου γεννήτορος

ᾈσμένως ἐκλέλυσαι δεσμοῦ τῆς τυραννούσης σαρκός, καὶ τῆς κάτω ἀχλύος καὶ πλάνης Ὅσιε· καὶ ὅνπερ ζητῶν ἐξεζήτεις πάσῃ σπουδῇ, τρανώτερον βλέπεις, καρπούμενος ἄληκτον, θυμηδίαν καὶ ἀπόλαυσιν.

Βιαίοις ἀγχόμενον ἀλγήμασι τοῦ θώρακος, μοναστὴν θεραπεύεις, Σάββα πανάριστε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, ἐλευθεροῖς πλήθη παραδόξως· Χριστὸς γὰρ σημείων σε αὐτουργὸν θεῖον εἰργάσατο.

Ἀνέτειλε ὄντι σοι δικαίῳ φῶς ἀΐδιον, εὐφροσύνη τε Πάτερ σὲ ὑπεδέξατο, καὶ τῶν μακροτάτων ἀγώνων τὸ διαυγὲς ἀπείληφας στέφος, τῶν πόνων ἀνάπαυσιν, τῶν δακρύων ἀγαλλίασιν.

Θεοτοκίον.

Νοσοῦντα τοῖς πταίσμασι, καὶ πόῤῥω βεβλημένον με τοῦ προσώπου Κυρίου, ταῖς Σαῖς ἐντεύξεσιν ἴασαι, πανύμνητε Κόρη, καὶ τῷ Θεῷ οἰκείωσον, ὅπως δοξάζω τὸ εὔσπλαγχνον, καὶ κηρύττω Σου τὸ ἔλεος.

 

 

 

 

 

 

 

 

 

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.

 

ᾨδὴ α’. Ἦχος πλ. Β΄. Ὡς ἐν ἠπείρῳ.

Ἁμαρτιῶν καταιγίς με, καὶ πονηρῶν ἐννοιῶν ἡ κλυδώνιος συνταράττει, καὶ βυθῷ τῷ τῆς ἀπογνώσεως δεινῶς παραπέμπει· βοηθὸς γενοῦ μοι Ὅσιε.

Βάρει πολλῶν ἐγκλημάτων φρενοβλαβῶς Πάτερ, πιεζόμενος σκυθρωπάζων καὶ πενθῶν, σοὶ προστρέχω ἔνδοξε βοῶν· ταῖς προσευχαῖς σου κούφισον δέομαι.

Θεοτοκίον.

Γονυπετῶν ἐν κλαυθμῷ τε καὶ συντριβὴν τῆς καρδίας κράζω Σοι· ἴασαι με συμπαθῶς τὸν νοσοῦντα πάθεσι πολλοῖς ὡς φιλάνθρωπον Θεόν, ἁγνὴ κυήσασα.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Δολίας γλώσσης πονηρᾶς, καὶ χειλέων ἀδίκων ἐξελοῦ τὴν ψυχήν μου, ὑπὸ τὴν σκέπην τὴν σὴν καταφεύγουσαν ἀεί, καὶ ἐν πίστει, σὲ καθικετεύουσα.

Ἐκ τῶν κρυφίων καὶ δεινῶν παραπτώσεων Λόγε, διὰ σπλάγχνα ἐλέους καθάρισόν με Χριστέ, δεξάμενος εὐμενῶς τὰς ἐντεύξεις, Σάββα τοῦ Ὁσίου Σου.

Θεοτοκίον.

Ζήσας ῥαθύμως, καὶ σαρκὸς ἡδοναῖς ὑποκύψας, τὴν ψυχήν τε μολύνας, ὑπεύθυνον ἐμαυτὸν πεποίηκα τῇ φλογί· ἧς με ῥῦσαι Δέσποινα πανάμωμε.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ἡ κρίσις ἤγγικε, καὶ πάσης ἔρημος ἀγαθῆς ἐργασίας, μέλλων Χριστοῦ κρίματι παρίστασθαι, τὴν σὴν αἰτοῦμαι πατρικήν, Σάββα μέγιστε βοήθειαν.

Θρηνῶ καὶ κόπτομαι τὴν αἰωνίζουσαν ἐννοῶν τιμωρίαν, καὶ τοῦ πυρὸς μάκαρ τὴν κατάφλεξιν· ἧς ἐκφυγεῖν με τὴν πεῖραν ταῖς πρεσβείαις σου ἀξίωσον.

Θεοτοκίον.

Ἰσχὺς καὶ στήριγμα καὶ σωτηρία μου, Σὺ ὑπάρχεις Παρθένε, τὰς προσβολὰς πάσας ἐκδιώκουσα τῶν περιστάσεων· διὸ εὐχαρίστως μεγαλύνω Σε.

 

 

 

 

 

 

ᾨδὴ ε’. Τῷ θείῳ φέγγει.

Κλίνον εὐπρόσιτον οὖς Χριστέ, Σάββα τοῦ θεόφρονος λιταῖς, καὶ τῶν ῥημάτων εἰσάκουσον τῶν πρός Σε βοώντων, καὶ τοῦ ελέους Σου θαυμάστωσον τὸ πλῆθος ἐφ’ ἡμᾶς Δέσποτα.

Λιμήν μοι φάνηθι γαληνὸς τῷ ἐν βιωτικῷ νῦν πελάγει χειμαζομένῳ πανόλβιε, καὶ τὴν καταιγίδα τῶν χαλεπῶν πειρασμῶν εἰς αὔραν στῆσον Πάτερ θεομακάριστε.

Θεοτοκίον.

Μὴ ἐπιλάθῃ μου τῆς κραυγῆς, μὴ κατησχυμμένος ἀπὸ Σοῦ ἀποστραφῶ περιφέρων μου, Δέσποινα Παρθένε, τὰ ἀνομήματα· ἀλλ’ ἄφεσιν παράσχου ταῖς ἱκεσίαις Σου.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νυσταγμῷ κρατούμενον ἀμελείας πρὸς Θεοῦ ἐντολῶν διανάστησον ἐργασίαν, καὶ μή με φθοροποιὸν ἐάσης εἰς θάνατον ἀφυπνῶσαι, παμμάκαρ ἱκετεύω σε.

Ξενωθέντα πάσης με ἀγωγῆς θεοφιλοῦς, καὶ τοῖς αἰσχίστοις πάθεσι συμπεφυρμένον ὅλον με χαλεπῶς Πάτερ ἀνακάλεσαι, καὶ πρὸς πράξεις ἐνθέους καθοδήγησον.

Θεοτοκίον.

Ὀρθρίζων κραυγάζω Σοι, ἀμαυρούμενον ἁγνὴ λογισμοῖς φωταγώγησον, λῦσον πεπεδημένον με ταῖς σειραῖς τῶν ἁμαρτημάτων μου, δεξιοῖς με προβάτοις συναρίθμησον.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Πλεονάκις με πειράζων ἐκ νεότητος, ὁ δόλιος ἐχθρὸς συνωθεῖ εἰς ἀπώλειαν· οὗπερ διασκέδασον βουλάς, καὶ σῶσον βοῶντά με Χριστῷ· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥυπωθέντα με βεβήλοις ἔργοις ἔνδοξε, ῥείθροις δακρύων ἐκπλύνον, καὶ ἐν ἁγνείᾳ βιοτεύειν δίδαξον Χριστὸν ὑμνοῦντα καὶ λέγοντα πιστῶς· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Συλληφθεὶς ἐν ἀνομίαις ὁ πανάσωτος, καὶ γεννηθεὶς συγκέχωσμαι ἐν τῷ βορβόρῳ τῶν ἀτόπων πράξεων σεμνή· ἀλλ’ ἔκτεινον χεῖρα βοηθόν, καὶ τῆς παρούσης ἀγαθὴ ῥῦσαι κακώσεως.

 

 

 

 

 

 

 

 

ᾨδὴ η’. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Τῆς συκῆς θεοῤῥῆμον τὴν ἀκαρπίαν ζηλῶν, τὴν δικαίαν πτοοῦμαι τομήν· ἀλλ’ ἄρδευσον ὄμβροις προσευχῶν, καρποφόρον τε ποίησον, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ ἄμμον θαλάσσης αἱ ἀνομίαι μου ἐπληθύνθησαν ὄντως, καὶ σωτηρίας μοι ἔνεστιν ἐλπὶς οὐδαμῶς παναοίδιμε, ἱλεών μοι δεῖξον Χριστὸν τὸν σὸν Δεσπότην.

Θεοτοκίον.

Φοβερὸν τὸ εἰς χεῖρας ζῶντος Θεοῦ ἐμπεσεῖν, ὃς νεφροὺς ἐξετάζει καὶ καρδιῶν ἐρευνᾷ βάθη, τῶν κρυπτῶν γνώστης ὤν, παναμώμητε· ὃν τοῖς πεπτακόσι, κατάλλαξον εὐχαῖς Σου.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.

Χαρᾶς ἀλήκτου καταξιούμενος, καὶ τριλαμπεῖ φωτὶ καταστραπτόμενος Ὅσιε, καὶ χορείας Ἀγγέλων θεώμενος, μέμνησο τῶν ἐκ πόθου Πάτερ τιμώντων σε, καὶ τῆς αἰωνίου κοινωνοὺς ζωῆς ἀπέργασαι.

Ψυχῶν νῦν ἴασαι τὰ συντρίμματα, θραῦσον ἐχθροὺς τοὺς μάτην πολεμοῦντας καὶ θλίβοντας, σοῦ τὸ ποίμνιον Σάββα θεσπέσιε, ῥῦσαι πειρατηρίων, βλάβης ἐξάρπασον, καὶ τῆς ἀπεράντου φρικτῆς μάκαρ κολάσεως.

Θεοτοκίον.

Ὡς φῶς τεκοῦσα τὸ προαιώνιον, ζόφου παθῶν καὶ σκότους ἀφεγγοῦς με ἐκλύτρωσαι, τὸν Μητέρα Θεοῦ Σὲ κηρύττοντα, καὶ πασῶν ἀνωτέρα Κόρη, Δυνάμεων τῶν ἐπουρανίων, καὶ βροτῶν γένους ἀνάκλησιν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ὁ γ’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν θαυμάτων νέμοντα δοξάζω Σάβ(β)αν.

 

ᾨδὴ α’. Ἦχος πλ. Α΄. Ἁρματηλάτην Φαραώ.

Τῶν ὑπὲρ λόγον δωρημάτων Κύριε, Σὺ εἶ ταμίας σοφός· διό μοι φῶς θείας γνώσεως, κατάπεμψον ὑμνῆσαι τοῦ Ὁσίου Σου, τὴν σεπτὴν πολιτείαν, καὶ τὰ λαμπρὰ κατορθώματα, καὶ τὴν τῶν θαυμάτων φαιδρότητα.

Ὅλος τρωθεὶς τῷ τοῦ Δεσπότου ἔρωτι, καὶ τοὺς θορύβους φυγών, καὶ γεηρᾶς δόξης, Σάββα παμμακάριστε, σαὐτὸν μακρύνας ἤνυσας, ἀκηλίδωτον βίον, ἐν ἡσυχίᾳ καὶ γέγονας, σκήνωμα τοῦ Πνεύματος τίμιον.

Νοῦν τῶν τοῦ κόσμου ἡδονῶν πανόλβιε, ἐκσπάσας ἥνωσας τῷ Βασιλεῖ πάντων, καὶ Αὐτοῦ δεξάμενος, τὰς λαμπηδόνας Ὅσιε, διεπόρθμευσας ταύτας τῇ ποίμνῃ σου, ἀπεικόνισμα πράξεων ἀρίστων προκείμενος.

Θεοτοκίον.

Θαῦμα φρικτὸν καὶ καταπλῆττον ἔννοιαν ὑπὸ τὸν ἥλιον, Σὺ γυναικῶν μόνη πάναγνε, καινίσασα τὴν φύσιν τὴν ἐπάρατον, τῷ ἀσπόρῳ Σου τόκῳ ἐπευλογεῖς· ὅθεν ἅπαντες, Σοῦ τὰ μεγαλεῖα κηρύττομεν.

 

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ἀπὸ βλεφάρων ὀχετοὺς δακρύων χέων ἐβόας· πότε ἥξω καὶ ὀφθήσομαι Λόγε, τῷ προσώπῳ Σου κἀγώ, καὶ τοῦ ἀῤῥήτου κάλλους Σου, Χριστὲ κατατρυφήσω, καὶ τῆς γλυκείας μεθέξεως;

Ὑπερφυῆ σου καὶ λαμπρὰ τὰ προτερήματα Σάββα, τοὺς γὰρ πρώτους τῶν Χριστοῦ Ἀποστόλων ἔσχες ἔνδοξε, τὸν πλοῦν εὐθύνοντας καὶ τάχιον τῇ πρεσβυτέρᾳ Ῥώμῃ, προσάγοντάς σε γηθόμενον.

Θεοτοκίον.

Μεμολυσμένον με πολλοῖς, Μῆτερ Θεοῦ ἁμαρτίαις, καὶ δεινῶς ἀπεγνωσμένον Παρθένε, διὰ σπλάγχνα οἰκτιρμῶν καθάρισον, καὶ σῶσόν με, ὅπως ἐν εὐφροσύνῃ τὴν Σὴν ὑμνῶ ἀγαθότητα.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Χριστέ.

Αποτεφρῶν, ἄνθρακας ἐρημικοὺς τῶν παθῶν, τῶν δακρύων, ἀεννάοις ῥεύμασι, πηγὴ ἁγνείας καὶ ποταμός, ὤφθης σωφροσύνης, τῶν κεχραμένων ἐκπλύνων, ψυχῶν τὸν ῥύπον, καὶ προσάγων Θεῷ κεκαθαρμένας, ὡς θυσίαν εὐώδη μακάριε.

Τῆς ἀρετῆς ὥδεύσας τὴν τεθλιμμένην ὁδόν, καὶ τὸ βάρος ἅπαν καὶ τὸν καύσωνα, Πάτερ ἐβάστασας καρτερῶς, Σάββα τῆς νηστείας, καὶ εὐγνωμόνως δεδούλευκας, Χριστῷ τῷ ζωοδότῃ, εὐχαρίστως κραυγάζων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Ὡς εἰληφώς, παρὰ Θεοῦ χάριν ἄφθονον, ἰαμάτων, νόσῳ ἀνιάτῳ ποτὲ κεκρατημένον σὸν φοιτητήν, καὶ χαλεπωτάταις ὀδύναις, μάκαρ βαλλόμενον, εὐχαῖς σου θεραπεύεις, καὶ ὑμνεῖν διεγείρεις, τὸν σὲ Πάτερ ἀξίως δοξάσαντα.

Θεοτοκίον.

Νύμφη Θεοῦ, εὐλογημένη πανάμωμε, ἐν ἡμέρᾳ, δίκης με ἐξάρπασον τοῦ ἀφεγγοῦς, σκότους καὶ πυρός, τὸν ἐν ἀσωτίᾳ, τὸν βίον καταναλώσαντα, σκωλήκων ἰοβόλων, καὶ κλαυθμοῦ αἰωνίου, τὸν τῇ Σῇ προσφυγόντα χρηστότητι.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Γῆ καλύπτεσθαι παῖδα, μέλλοντα νεκρὸς σαῖς ἐντεύξεσιν ἤγειρας, καὶ συμπεφραγμένας, ἀκοὰς παραδόξως διήνοιξας, καὶ πεπεδημένων, δεσμὰ γλωσσῶν σὺ διαλύσας, πρὸς Θεοῦ ὑμνῳδίαν ἐτράνωσας.

Ἐξεκαύθη παμμάκαρ, πῦρ ἐν τῇ μελέτῃ σου καὶ πρὸς Χριστὸν ἐν νυξὶν ἀνεβόας πόθῳ· Ἐκολλήθη ὀπίσω Σου Δέσποτα, ἡ ψυχή μου πᾶσαν, βιωτικὴν βδελυξαμένη, ἡδυπάθειάν τε καὶ ἀπόλαυσιν.

Θεοτοκίον.

Μακαρία Σου ὄντως ἡ καθηγνισμένη γαστὴρ ἡ βαστάσασα, τὸν Θεὸν τῶν ὅλων, καὶ μαστοὶ οὓς ἐθήλασεν ἄχραντε, ὁ διδοὺς εὐσπλάγχνως, πᾶσι τροφὴν ζωογονῶν τε, φιλανθρώπως τὸν κόσμον Ὃν ἔπλασεν.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ὁ βίος σου θαυμαστός, ὁ λόγος χάριτος ἔμπλεως, τὸ εἶδος ἀγγελικόν, ὁ νοῦς καθαρώτατος, ἡ ψυχὴ θεόληπτος, περιηνθισμένη, ἀρεταῖς Πάτερ ἀοίδιμε.

Νοσοῦντα καὶ τοῖς πικροῖς, θανάτου βρόχοις ἐγγίζοντα, ἰάσω καὶ τὸν δεινῶς, ξηρανθέντα Ὅσιε, ὑγιῆ ἀπέδειξας, καὶ πασχόντων πλήθη, τῶν δαιμόνων ἠλευθέρωσας.

Θεοτοκίον.

Τίς μὴ θαυμάσει βροτῶν, τοῦ τόκου Σου τὸ μυστήριον; ἀσώματος γὰρ εἰσδύς, σάρκα περικείμενος, ἐκ Σοῦ προελήλυθε, τοῦ Θεοῦ ὁ λόγος, ἁγνὴ ἄφθορον φυλάξας Σε.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Ἀπέθου πανεύφημε, σοῦ τὸ σαρκίον, ὥσπερ φορτίον βαρύ, καὶ ἀνέδραμες χαίρων πρὸς τὰς ἀΰλους, καὶ ἀκηράτους μονάς, καὶ σὺν Ἀγγέλοις βοᾷς ἀξιάγαστε· Εὐλογητὸς ὁ Θεός, τῶν πατέρων ἡμῶν.

Δαιμόνων ὀλέθρια μαστίξας στίφη, εὐχαῖς ἀπήλασας τῆς ἐρήμου, καὶ ταύταις χοροὺς πατέρων εὐαρεστούντων Χριστῷ, ἐγκατοικίσας βοᾶν παρεσκεύασας· Εὐλογητὸς ὁ Θεός, τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ φύσει φιλάνθρωπος τοῖς ἀσθενοῦσι Σὲ θαῦμα, στὸν ἰατρὸν ἐδωρήσατο Σάββα, τῶν ἐπωδύνων αὐτοὺς λυτρούμενον ἀῤῥωστημάτων, καὶ ψάλλειν διδάσκοντα· Εὐλογητὸς ὁ Θεός, τῶν πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ἀγαπητοῖς σκηνώμασι τοῦ Θεοῦ τῶν δυνάμεων νῦν ἐνδιαιτώμενος, Πατέρων ἄριστε, ἀπαύστως ἱκέτευε, τὸ λογικόν σου ποίμνιον ἔργων τῆς αἰσχύνης καθαρθῆναι, καὶ πάσης ῥυσθῆναι κακουργίας δυσμενῶν ἀοράτων, καὶ τῆς ἐπουρανίου μετασχεῖν κληρουχίας.

Ζωῆς στερεῖσθαι μέλλοντι, αἱμοῤῥοίᾳ τινὶ μοναστῇ χεῖρα ἐπιθεὶς θαυματουργὸν πανένδοξε, τὴν ῥῦσιν ἀνέστειλας, καὶ παρ’ ἐλπίδα ἤγειρας, καὶ μετ’ εὐφροσύνης διανέστησας ψάλλειν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.

Ὡς φοίνιξ ὄντως ἤνθησας, ἐν λειμῶνι ἀσκήσεως, καὶ καθάπερ κέδρος ἐπληθύνθης Ὅσιε, ῥοαῖς πιαινόμενος ταῖς τῶν πολλῶν δακρύων Σου, καὶ καρπὸν προσφέρων ἀρετῶν τῷ Κυρίῳ, καὶ μέλπων ἀσιγήτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σάρκα βροτείαν Δέσποτα, συμπαθῶς ἐνδυσάμενος, ἐκ παρθενικῶν αἱμάτων τῆς Θεόπαιδος, σταυρόν τε καὶ θάνατον ὑπελθών, ἐξανέστησας ᾍδου κενεώνων τὴν φθαρεῖσαν εἰκόνα· τὴν ἄφατον δοξάζω εὐσπλαγχνίαν Σου Λόγε, καὶ τὴν φιλανθρωπία κηρύττω εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ἀπάρας τοῦ γεώδους καὶ ταπεινοῦ, σκήνους σου μάκαρ καὶ βίου τὸν πρόσκαιρον, καταλιπών, τῶν εὐφραινομένων ἔνθα ἐστίν, ἡ κατοικία Ὅσιε, καὶ ἑορταζόντων ἦχος τερπνός, μετέστης ἀπολαύων, ἀῤῥήτου θυμηδίας, καὶ δόξαν ἄφραστον καρπούμενος.

Βοήθειαν ἰσχὺν καὶ καταφυγήν, σοῦ τὸν ὕψιστον θέμενος ἔνδοξε, τὴν κεφαλήν, τὴν ὀλεθροτόκον τοῖς σοῖς ποσίν, συνέθλασας τοῦ δράκοντος, τοῦ ἐν Παραδείσου βρώσει τὸ πρίν, δολίως τὸν γενάρχη, πτερνίσαντος καὶ ᾍδου, κατενεγκόντος πρὸς τὸ βάραθρον.

Ἀξίως ὁ δεσπόζων κόσμου παντός, Βασιλείαν Αὐτοῦ τὴν ἀσάλευτον, καὶ διαυγῆ, στέφανον παρέσχε σοι τὴν ζωήν, ἀσκητικῶς τελέσαντι, καὶ ἐκλεξαμένῳ τὴν ἀγαθήν, μερίδα θεοφόρε, Ὁσίων ἡ ἀκρότης, Ἁγίων Πάντων ἐγκαλλώπισμα.

Θεοτοκίον.

Νυκτός Σε καὶ ἡμέρας ἐν στεναγμοῖς, ἐκβοῶ Παρθένε οἰκτείρησον, ὅτι κακῶν, πέπλησμαι καὶ βάρει ἀνομιῶν, σφοδρῶς κατακαμπτόμενος, καὶ ἐσκοτισμένος τοῖς λογισμοῖς, πενθῶ καὶ σκυθρωπάζω· σῶσόν με οὖν τὸν πίστει, Σὲ ἀδιστάκτῳ μεγαλύνοντα.

 

 

Ὁ δ’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν ἁγνείας ἐραστὴν αἰνέσω Σάβ(β)αν. Ἐν δὲ τοῖς Θεοτοκίοις: Ὀρέστου.

ᾨδὴ α’. Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.

Τῷ θρόνῳ παρεστηκὼς μακάριε, τῆς τρισηλίου αὐγῆς, ὑπὲρ ἡμῶν μνημόνευε, θερμῶς τῶν ἐν πίστει τελούντων σου, τὸ ἱερὸν μνημόσυνον, καὶ τὴν ἡμέραν τὴν χαρμόσυνον.

Ὁ πόθος ὁ θεϊκός, κατέθλεξεν τὴν σὴν καρδίαν σοφέ, ἐξ ἁπαλῶν ὀνύχων, καὶ σεπτὸν καταγώγιον, γέγονας τοῦ παναγίου Πνεύματος, Σάββα Πατὴρ ἡμῶν μακάριε.

Ναμάτων τῶν ἀειζώων ἔμπλεος, γέγονας Ὅσιε, καὶ τοὺς διψῶντας, ἤρδευσας ἀεὶ ἐπομβρίαις τῶν λόγων σου, καὶ τῶν παθῶν ἐξήρανας, τοὺς ὀχετοὺς καὶ τὰ ὀμβρήματα.

Θεοτοκίον.

Ὁ ἄνω σὺν τῷ Πατρί, καὶ Πνεύματι ὑπάρχων πάναγνε, βρέφος ἐκ Σοῦ ὁρᾶται καθ’ ἡμᾶς, διὰ οἶκτον ἀμέτρητον, καὶ εὐσπλαγχνίαν ἄμετρον, σῶσαι βουλόμενος τὸ γένος ἡμῶν.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Ἁγνείας τὸν ἐραστήν, καὶ τῶν πάντων προασπιστὴν ἅπαντες, χαρμονικῶς μέλψωμεν, Σάββα τὸν πανάγαστον σήμερον.

Γονέων ἐξ ἱερῶν, ὡς ἐνθαλέστατος, βλαστὸς ἤνθησας, καὶ τῷ Θεῷ ἀνάθημα, ὡς πρὶν Σαμουὴλ Πάτερ δέδωσαι.

Ναὸς ἐγένου σεπτός, τοῦ Παρακλήτου καὶ Ἁγίου Πνεύματος, Σάββα σοφὲ Πατὴρ ἡμῶν, σείων πονηρίας τὰ πνεύματα.

Ἐγνώσθης ὑπὸ Θεοῦ, ὡς ὁ θεόπτης Μωϋσῆς Ὅσιε, καὶ ἀρχηγὸς γέγονας Πάτερ, μοναχῶν ἐπινεύσει αὐτοῦ.

Θεοτοκίον.

Ῥομφαία τοῦ δυσμενοῦς, κατεπληγώθην τὴν ψυχήν, Δέσποινα· ὅθεν βοῶ· φάρμακα τὰ τῆς μετανοίας δώρησαι.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα ἰδοῦσα.

Ἰθυνόμενος παλάμῃ τοῦ σοῦ Δεσπότου πρὸς τοὺς ἀγῶνας ἔσπευσας, τοὺς μοναδικούς τε ἐν ταῖς ἐρημίαις τελῶν, αἰκίζων τὸ σῶμά σου, διὰ ἐπιπόνου ἀσκήσεως.

Ἁμιλλόμενος τοῖς πάλαι πατράσι Πάτερ, ἀστὴρ λαμπρὸς ἐνδέδειξαι, βίῳ τε καὶ λόγῳ πᾶσιν ἐναργῶς γνωρισθείς, φωτίζων μακάριε, τοὺς ἐν ἀγνωσίᾳ καθεύδοντας.

Σταυρὸν εἴληφας ἐπ’ ὤμων τὸν τοῦ Κυρίου, καὶ τούτῳ ἠκολούθησας χαίρων Σάββα Πάτερ, κράζων ἐμμελέστατα· δραμοῦμαι ὀπίσω Σου, καὶ κατασκηνώσω γηθόμενος.

Ἐνηδόμενος τοῖς στίγμασι τοῦ Σωτῆρος, καὶ Τοῦτον ἐκμιμούμενος Πάτερ, ἐκαρτέρεις ἐγκρατῶς τοῖς πόνοις ἀεί, εὐχαῖς καὶ δεήσεσι, καὶ ταῖς ὁλονύχτοις σου στάσεσιν.

Θεοτοκίον.

Ἐπὶ Σοὶ τὴν πᾶσαν Δέσποινά μου, ἐλπίδα ὁ ἀσθενῶν ἀνέθηκα· ψυχήν τε καὶ σῶμα ἴασαί με δέομαι, καὶ χεῖρά μοι ἔκτεινον, καὶ τῶν συμπτωμάτων ἀνάστησον.

 

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Ῥοῦν Πάτερ τῶν παθῶν ἀπεξήρανας χάριτι, τοῖς ῥείθροις τῶν σῶν δακρύων ἡδονῶν κατασβέσας, τὴν φλόγα τὴν δυσκάθεκτον.

Ἀνύστακτον πυρσὸν ἐν καρδίᾳ σου Ἅγιε, κτισάμενος προεώρας τῶν ψυχῶν τὰς κινήσεις, ὡς ἄλλος Σαμουὴλ ἐμφανῶς.

Σθένος παρὰ Θεοῦ ἐκομίσω ἀοίδιμε, ἀξίως τῶν σῶν καμάτων, θεραπεύεις τὰ πάθη τῶν πίστει προσιόντων σοι.

Θεοτοκίον.

Ἐκ Σοῦ ὁ λυτρωτὴς ἐπεδήμησε Δέσποινα, ῥυόμενος ἐκ θανάτου τῆς δεινῆς ἀγνωσίας, τὸ γένος τὸ ἀνθρώπινον.

 

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.

Τὸν πίστει εἰλικρινὴ πρὸς σὲ ἀφικόμενον, καὶ δυσωποῦντα ῥυσθῆναι τοῦ παρενοχλοῦντος δεινοῦ τε πάθους, θεραπεύεις δι’ ἁφῆς χειρὸς ἀξιάγαστε.

Ἡ χάρις ἡ τοῦ Θεοῦ, ἐν σοὶ κατοικήσασα Πάτερ, δοχεῖόν σε ὄντως τῆς τρισυποστάτου καὶ ἑνιαίας νῦν γνωρίζει τοῖς ἐν σκότει φωστῆρα ἀνέσπερον.

Νοσούντων καὶ καμνόντων δεινῶς, ἐν ταῖς θλίψεσιν ἀκέστωρ ὤφθης παμμάκαρ, καὶ χειμαζομένων λιμὴν γαλήνης, καὶ πεινόντων χορηγός, καὶ τροφεὺς συμπαθέστατος.

Θεοτοκίον.

Σαρκός μου τὰς κινήσεις ἁγνή, κατακοίμησον τῇ Σῇ ἀγρύπνῳ πρεσβείᾳ, καὶ τῆς ἁμαρτίας μου τὰς ἀβύσσους, καὶ τὰ πάθη ἀποξήρανον θεοχαρίτωτε.

 

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Ἀναπετάσας πρὸς Θεὸν ὄμματα καὶ καρδίαν, τὰ δι’ αἰῶνος ἀγαθὰ μελετῶν οὐ διέλιπες πάντοτε, καὶ ἐβόας γηθόμενος· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν εὐλογητὸς εἶ.

Ἰχνηλατῶν τὰς ἀπλανεῖς τρίβους καὶ ὁδοὺς τοῦ Σωτῆρος, πρὸς τοῦτον ἔφθασας σοφέ, ἔνθα πάντων δικαίων ὁμήγυρις, εὐφραινόμενος ἔστης λαμπρῶς τῆς ἐφέσεώς σου Πάτερ εἰς τοὺς αἰῶνας.

Νῦν καθορᾶς ὡς ἐφικτὸν Πάτερ, ἅπερ Ἄγγελοι βλέπουν, καὶ σὺν αὐτοῖς χαρμονικῶς, τὸν τρισάγιον ὕμνον ἡδόμενος, μελῳδεῖς ἀξιάγαστε, μετὰ πάντων τῶν Ἁγίων εἰς τοὺς αἰῶνας.

Ἐν τῇ εὐσήμῳ καὶ φαιδρᾷ πάντες οἱ πιστοὶ συνελθόντες ἡμέρᾳ, τῇ τῆς ἑορτῆς τοῦ σοφοῦ καὶ Ὁσίου, ἐν ᾄσμασι τὸν Θεὸν μεγαλύνομεν, καὶ ληψώμεθα τὸν λύτρον τῶν ἐπταισμένων.

Θεοτοκίον.

Τὸν τῆς ψυχῆς μου σκοτασμόν, καὶ τὴν τοῦ νοὸς ἀβλεψίαν, νῦν ἀποδίωξον ἁγνή, κατανύξεως φῶς μοι παρέχουσα, καὶ δακρύων πηγάζει ἀεὶ ὀχετούς, ἵνα ἐκπλύνω τὸν βόρβορόν μου.

 

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Στρατιαὶ οὐρανῶν ὑπεδέξαντο, τὴν ἁγίαν ψυχήν σου θεόληπτε, καὶ τῶν Ἀγίων τάγματα, Ἀποστόλων Ὁσίων, Ἱεραρχῶν τε μεταστάντος ἐκ γῆς πρὸς οὐράνια.

Ὤφθης Πάτερ, ἐν γῇ ὥσπερ ἄσαρκος, τοὺς Ἀγγέλους ζηλῶν μετὰ σώματος, καὶ τοὺς ἀσάρκους ἔτρεψας δυσμενεῖς, καὶ τὸ στέφος παναλκεστάτῃ, ἐκομίσω χειρὶ τοῦ παντάνακτος.

Συνηγμένα τὰ τέκνα σου σήμερον, ἃ ὠδίνησας πνεύματι Ἅγιε, καὶ τὴν σὴν ἑορτάζοντα μετὰ πόθου ἡμέραν ἀναβοῶμεν· τὰς εὐχὰς ἡμῶν πάντων ἐκπλήρωσον.

Ἀπὸ πάσης ἡμᾶς περιστάσεως, ἐξελοῦ ἀπὸ πάσης κακώσεως, ταῖς σαῖς πρεσβείαις Ἅγιε, καὶ παντοίων κινδύνων, καὶ τῶν ποικίλων πειρασμῶν, Σάββα Πάτερ ἀοίδιμε.

Θεοτοκίον.

Ὅτι Σύ μου ἐλπίς, καὶ προσφύγιον ἐν νυκτὶ καὶ ἡμέρᾳ πανάμωμε, τῶν δυσχερῶν λυτροῦσά με καὶ παρέχουσα χεῖρα ἐπικουρίας, εὐλογῶ καὶ δοξάζω Σε πάντοτε.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Βλέπεις Πάτερ ἅπερ ἐπόθεις, ὡς ἀδύνατον ἦν καθορᾶν τε πρόσωπον ἤδη, τὴν τῆς Τριάδος ἀϊδιότητα, καὶ σὺν Ἀγγέλοις πάντοτε, μέλπεις τὸν αἶνον τὸν τρισάγιον.

Ἄνωθεν ἡμᾶς ἐποπτεύοις τοὺς σὲ ἐν πίστει ἀνυμνοῦντας, πλήρωσον ἡμῶν τὰς αἰτήσεις, παρέχων πᾶσι προσφόρως Ἅγιε, τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν παθῶν τὴν ἀπολύτρωσιν.

Νέκρωσον ὀρέξεις σαρκός μου, καὶ τῶν παθῶν ἐπαναστάσεις, καὶ τὰς τῶν κακῶν καταιγίδας, καὶ ἀπαθείας στολήν με ἔνδυσον, ἵνα σοῦ χαίρων Ἅγιε, τελῶν τὴν μνήμην τὴν πανίερον.

Θεοτοκίον.

Ὑμνῶ καὶ δοξάζω Σε, Μῆτερ τοῦ Βασιλέως τῶν ἁπάντων, ὅτι τῆς Τριάδος τὸν ἕνα Χριστὸν τεκοῦσα, ἐν δύο φύσεσι, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἐνεργείαις δυσὶ σέβομεν.

 

 

 

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, καὶ Αὐτῷ μέχρι γήρως ἀκολουθῶν, ἀνένδοτος ἔμεινας, διαθλῶν ἀγωνίσμασι, καὶ φωτισθεὶς τὰς φρένας λογίοις τοῦ πνεύματος, διδαγμάτων ἔβλυσας πηγὴν μάκαρ ἄφθονον, καὶ τὰς στειρευούσας, καταρδεύσας καρδίας, γονίμους ἐν χάριτι, ἀπειργάσω θεόσοφε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρηθῆναι ἡμῖν καὶ τὸ μέγα ἔλεος.

 

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.

Εἰ καὶ τὸ σῶμα τὸ ἁγνὸν λίθος ἐκάλυψεν, ἀλλ’ οὐ συνέσχε τὰ φαιδρά σου κατορθώματα· ὡς γὰρ ἥλιος ἐκλάμποντα καταυγάζει τὰς ψυχὰς τῶν φοιτητῶν σου, ἐφελκόμενα πρὸς τὴν ἴσιν ἀγωγὴν αὐτοὺς καὶ ἄσκησιν σοὶ κραυγάζοντας· Χαῖρε Σάββα μακάριε.

Οἱ Οἴκοι.

Ἄγγελοι κατιδόντες, τοὺς μακρούς σου ἀγῶνας, ἐκρότησαν ἀοίδιμε Πάτερ, καὶ ἡμεῖς δὲ νῦν οἱ γηγενεῖς, ἐν φωναῖς ᾀσμάτων τὴν σεπτὴν μνήμην σου γεραίροντες πανεύφημε, βοῶμεν εὐσεβῶς σοι ταῦτα·

Χαῖρε, ποιμὴν λογικῶν προβάτων·

χαῖρε, φωστὴρ τῶν ἐσκοτισμένων.

Χαῖρε τῶν πεινώντων τροφὴ καὶ ἀνάψυξις·

χαῖρε, τῶν πιπτόντων ταχεῖα ἀνόρθωσις.

Χαῖρε, κλέος καὶ ἀγλάϊσμα τῶν ἁγίων μοναστῶν·

χαῖρε, δόξαν ἀτελεύτητον ὁ λαβὼν παρὰ Θεοῦ.

Χαῖρε, ὅτι καθεῖλες τὴν ὀφρὺν τῶν δαιμόνων·

χαῖρε, ὅτι βραβείοις ἐκοσμήθης ἀφθάρτοις.

Χαῖρε, φωτὸς ἀδύτου πληρούμενος·

χαῖρε, συνὼν Ἀγγέλων στρατεύμασι.

Χαῖρε, τρυφῆς ἀπολαύων ἀῤῥεύστου·

χαῖρε, ὁρὼν τὸν Δεσπότην ἀμέστως.

Χαῖρε, Σάββα μακάριε.

 

Βίον καθηγνισμένον μετελθὼν θεηγόρε, καὶ σάρκα ἐγκρατείᾳ νεκρώσας, ἀγρυπνίαις τε καὶ προσευχαῖς, τῆς ψυχῆς τὸ ὄμμα καθαρθεὶς Ὅσιε, ἐδέξω θείαν ἔλλαμψιν, καὶ ἔψαλλες ἐν εὐφροσύνῃ·

Ἀλληλούϊα.

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου