ΑΥΓΟΥΣΤΟΣ Η΄.
ΘΕΟΔΟΣΙΟΣ ΟΣΙΟΣ ΟΡΟΒΩΝ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ο Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Θεοσεβείς ἑτοιμάσας τράπεζαν, ἐπὶ τῇ μνήμῃ αὐτοῦ, μεθ’ ὑψηλοῦ πάντας, συγκαλεῖ κηρύγματος, ὁ μέγας Θεοδόσιος, ἱερέων τὸ κλέος, τῶν μοναζόντων τὸ καύχημα· δεῦτε συνελθόντες μετάσχωμεν.
Ἐπὶ τῶν ὤμων τὸν χρηστὸν ἀράμενος, ζυγὸ προθύμως Χριστοῦ, τὴν ἀγαθὴν τρίβον, εὐσταλῶς διώδευσας, πατρώαν περιφάνειαν, τεθηκὼς παρὰ φαῦλον, καὶ πᾶσαν κόσμου προσπάθειαν· ὅθεν τοῦ σκοποῦ οὐ διήμαρτες.
Θεοτοκίον.
Ὁ συνυπάρχων τῷ Πατρὶ καὶ Πνεύματι, ἀδιστάκτως ἀεί, μονογενὴς Λόγος, τὴν ἡγιασμένην Σου, γαστέρα κατεσκήνωσε, προελθὼν ἀποῤῥήτως, Θεάνθρωπος ἀναλλοίωτος, πάναγνε καὶ σῶσας τὸν ἄνθρωπον.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Συναπεβάλου ταῖς θριξί, τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, μοναστῶν περισταλεὶς δὲ ἀμφίοις, τὴν ἐξ ὕψους μυστικῶς, συμπεριέθου δύναμιν, ψάλλων· οὐκ ἔστιν πλήν Σου, ἅγιος μόνε φιλάνθρωπε.
Ὀνομαστὸς δι’ ἀρετήν, καὶ διαβόητος πᾶσιν, ἀπεφάνθης Θεοδόσιε μάκαρ· οὐ γὰρ πόλιν δυνατόν, κειμένην ἐπὶ ὄρος λαθεῖν· ὅθεν συνελθόντες, ὕμνοις συμφώνως δοξάζομεν.
Θεοτοκίον.
Ὑπὲρ κατάληψιν τῆς Σῆς, κυοφορίας ὁ τρόπος· τῶν αἰώνων γὰρ ὁ γενάρχης, ἐπ’ ἐσχάτων ἡμερῶν, ἐκ Σοῦ ἀρχὴν λαβὼν χρονικήν, ὅπερ οὐκ ἧν ἀτρέπτως, γέγονε μείνας Παρθένος ἀεί.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀστραπαῖς σου τῶν λόγων τῶν θεϊκῶν, καταφλέξας τὴν πλάνην τὴν πονηράν, πιστοὺς κατεφώτισας, ἀνυμνεῖν τὴν ἐν σώματι, παρουσίαν μάκαρ, τοῦ πάντων δεσπόζοντος, καὶ Αὐτοῦ τὸ πάθος, τὸ θεῖον ἐζήλωσας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, καὶ συμφώνως βοῶμέν σοι· Θεοδόσιε Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ᾨδὴ δ΄. Σύ μου Χριστέ.
Μωσαϊκήν, ἱερουργίαν ἐτέλεσας· σταυροτύπῳ, ῥάβδῳ γὰρ ἐντεύξεσιν, ἀναστομώσας λαγόνας γῆς, ὡς ἐξ ἀκροτόμου, πηγὰς ὑδάτων ἐξέβλυσας, εἰς ῥῶσίν τε καὶ πόσιν, τῶν πιστῶν μελῳδούντων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Ἐπιτελῶν, ἱερουργίαν ἀναίμακτον, πῦρ φωτίζον, ἔχων ἐν καρδίᾳ σου, πυρὸς φλογίζοντος ἀσινής, λώβης ἐφυλάχθης, βαβυλωνίας ὡς πάλαι φλογός, οἱ περὶ Ἀζαρίαν, σὺν αὐτοῖς ἀναμέλπων· τῇ δυνάμει δόξα φιλάνθρωπε.
Θεοτοκίον.
Καινοτομεῖ, φύσιν ἐκ Σοῦ προερχόμενος, ὁ τὸ εἶναι, πᾶσι παρεχόμενος· Θεὸς γὰρ ὢν γίνεται βροτός, καὶ Σὲ τὴν τεκοῦσαν, παρθένον καὶ μετὰ γέννησιν, φυλάττει ὡς πρὸ τόκου· ᾧ πιστῶς μελῳδοῦμεν· τῇ δυνάμει δόξα φιλάνθρωπε.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ὑψηλὸς ταπεινώσει, τῆς ἀκτημοσύνης δὲ περιουσίᾳ κομῶν, πρακτικὸς ἐν λόγῳ, ἐν φρονήσει δὲ ἄκακος γέγονας, τὴν κυβέρνησίν τε, πολυειδὴς ἁπλοῦς τὸν τρόπον, ὠφελείας καὶ χάριτος ἔμπλεως.
Δωρεῶν οὐρανίων, ὡς ἀξιωθεὶς λεπρωθέντα ἐκάθαρας, φθαρτικῆς δὲ λύμης, ἑρπετῶν ἰοβόλων ἀπήμων φανείς, τῷ θηρὶ προστάττεις, ὑποζυγίου ὀλετῆρι, τὸ ἐκείνου πληροῦν διακόνημα.
Θεοτοκίον.
Ἐπὶ Σοὶ Θεοτόκε, οἱ προφητικοὶ ἀριδήλως πληροῦνται χρησμοί· Ὃν γὰρ προτυποῦσιν, ἐν συμβόλοις σκιαῖς καὶ αἰνίγμασι, Σὺ ἐν ἀληθείᾳ, κυοφορεῖς ὁμοιωθέντα, κατὰ πάντα ἡμῖν ἁμαρτίας χωρίς.
ᾨδὴ στ΄ Ἱλάσθητί μοι Σωτήρ.
Παντὸς καλοῦ πεφυκώς, θεοπρεπὲς καταγώγιον, ἀγάπην εἰλικρινῆ, καὶ πίστιν ἀδίστακτον, καὶ πραοφροσύνην, ἐν Κυρίῳ κατεπλούτησας.
Ἡλιοβόλος ἀκτίς, ὡς οἵα δή τις τεθέαται, τῷ στρατιάρχῃ ταῖς σαῖς, εὐχαῖς Θεοδόσιε, μαθητῶν ὁ πρόκριτος, καὶ ἠγαπημένος, θυμιῶντί σοι ἑπόμενος.
Θεοτοκίον.
Ὑπερηφάνων ἑσμός, διεσκορπίσθη καὶ ὤλωλεν, ὑψώθη δὲ ταπεινῶν, τὸ κέρας τῷ τόκῳ Σου, καὶ μετεστοιχείωται, πρὸς τὸ κρεῖττον πάντα, Παναγία Μητροπάρθενε.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Εὐλόγησε Κύριος, φιλοφροσύνης τὸ ἐγκατάλειμμα, ὡς ἀλεύρου ὑδρίαν· καὶ ὡς ἐλαίου καμψάκην ὃ κατιδών, σὺν τοῖς συνοῦσιν, ἐβόα θαμβούμενος· εὐλογητὸς ὁ Θεός.
Πανήγυριν ἄγοντες, κλητὴν Ἁγίαν τῆς μεταστάσεως, στοιχηδόν σου τὰ τέκνα, παρεστῶτα τῆς μυροβόλου σοροῦ, καὶ μεμνημένοι, ἱδρώτων καὶ πόνων σου, παρακαλοῦμεν τυχεῖν, ὧν σὺ τετύχηκας.
Θεοτοκίον.
Ἐσκήνωσεν ἅγιος, ὁ τῶν ἁγίων ὑπεραγία ἐν Σοί, προελθὼν εἷς ἐκ δύο, τῶν ἐναντίων σαρκὸς καὶ πνεύματος, ᾧ σὺν Πατρί τε, καὶ Πνεύματι μέλπομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἵνα Θεῷ εὐάρεστος, χρηματίσῃς τῆς δόξης Αὐτοῦ, καταξιωθῆναι δόξαν τὴν εὐμάραντον, καὶ πλοῦτον ἐπίκηρον, καὶ ἡδονὰς σαρκὸς καὶ τρυφήν, καταλελοιπὼς ἐν προσευχαῖς καὶ νηστείαις, αὐτῷ προσῳκειώθης, καὶ αὐτοῦ τῆς ἀφράστου, χαρᾶς κατηξιώθης, εἰς πάντας τοὺς αἰῶνας.
Ῥείθροις δακρύων Ὅσιε, καὶ πηγῇ τοῦ βαπτίσματος, ῥύπον ἁμαρτίας ψυχικὸν ἀπέκλυσας, καὶ πόνοις ἀσκήσεως, σαρκὸς ἀπονιψάμενος, ἅπασαν κηλῖδα τῷ Θεῷ ἀνεκράθης, βοῶν κεκαθαρμένος· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιωσύνης σκήνωμα, καθαρότητος τέμενος, ὤφθης ἐν ἁγίοις τὸν ἀναπαυόμενον, ἁγίως κυήσασα, ὑπεραγία Δέσποινα, ὃν μὴ διαλίπῃς ἐξευμενιζομένη, ἡμῖν τοῖς μελῳδοῦσιν· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Γηθόμενος ἐλπίσι ταῖς ὑπὲρ νοῦν, ἀγαθῶν αἰωνίων παρέθου Θεῷ, πνεῦμα τὸ σὸν ἁγιοπρεπῶς μεθ’ ὑπομονῆς, καλῶς ἀγωνισάμενος, ἀποστολικῶς δὲ τετελεκώς, τὸν δρόμον καὶ τὴν πίστιν, τετηρηκὼς ἐστέφθης, δικαιοσύνης διαδήματι.
Ἀνάλογον τῷ βίῳ τὴν τελευτήν, ἀπηνέγκω καὶ ἄθλων τὰ ἔπαθλα· ὅθεν ἡ σὴ θεοειδεστάτη Πάτερ ψυχή, ὑπὸ Ἀγγέλων δόξῃ πολλῇ, ἀναφερομένη πρὸς οὐρανούς, ὡράθη τοῖς ἀξίοις· καὶ γὰρ δοξάζειν οἶδε, Θεὸς ἐκεῖνον τοὺς δοξάζοντας.
Θεοτοκίον.
Σοφία Θεοτόκε παντουργική, συλληφθεῖσαν ἐν Σοὶ ἀπετέχθη ἐκ Σοῦ, Λόγος Θεοῦ δύναμις εἰκών τε καὶ χαρακτήρ, ἀνδρὸς πορείας ἄνευθεν, ἄνθρωπος ὁρώμενος καὶ Θεός, νοούμενος ἀφράστως, μιᾷ μὲν ὑποστάσει, ἐν δὲ δυσὶ τελείαις φύσεσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου