Τρίτη 16 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 5. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΤΕΦΑΝΟΣ ΡΗΓΙΟΥ & ΣΥΝ ΑΥΤῼ

 

ΙΟΥΛΙΟΣ Ε΄.

ΣΤΕΦΑΝΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΡΗΓΙΟΥ & ΣΥΝ ΑΥΤῼ

ΣΟΥΗΡΑΣ Ὴ ΣΩΚΡΑΣ ΕΠΙΣΚΟΠΟΣ,

ΑΓΝΗ, ΦΙΛΙΚΗΤΗ & ΠΕΡΠΕΤΟΥΑ

ΚΑΝΟΝΕΣ ΔΥΟ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν πεντάριθμον Μαρτύρων ὑμνῶ χάριν. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Ταῖς ἀστραπαῖς τοῦ παναγίου Πνεύματος, καταυγαζόμενοι, Ἀθλητῶν στέφει, καθωραϊζόμενοι, τοὺς εὐσεβῶς γεραίροντας, τὴν σεπτὴν ὑμῶν μνήμην, θεομακάριστοι Μάρτυρες, θείου φωτισμοῦ ἀξιώσατε.

Ἡ φωταυγὴς καὶ καθαρὰ καὶ εὔσημος, ὑμῶν πανήγυρις, ἡλιακὴν αἴγλην, πέμπουσα τοῦ Πνεύματος, τοὺς ἐν αὐτῇ γεραίροντας, τοὺς σεπτοὺς ὑμῶν πόνους, φωταγωγεῖ θεῖοι Μάρτυρες, νύκτα τῶν δεινῶν ἀπελαύνουσα.

Νόμῳ Θεοῦ ὠχυρωμένοι Μάρτυρες, δόγμα παράνομον, ἐν εὐσεβεῖ πίστει, ὄντως ἠκυρώσατε, καὶ χαίροντες ἠθλήσατε, καὶ στεφάνοις στεφθέντες, νικητικοῖς συναγάλλεσθε, ταῖς τῶν Ἀθλητῶν ὁμηγύρεσιν.

Πεποικιλμένος ἀρετῶν ἐν κάλλεσιν, ἔνδοξε Στέφανε, ἱερουργὸς ὤφθης, ἀναιμάκτους Ὅσιε, θυσίας προσαγόμενος, διὰ σὲ τῷ τυθέντι, καὶ δι’ αὐτῶν ὥσπερ ἄκακος, τέθυσαι ἀμνὸς ἀναιρούμενος.

Θεοτοκίον.

Ἐκ Σοῦ Θεὸς δι’ εὐσπλαγχνίαν ἄφατον, βροτὸς γενόμενος, πάντας βροτοὺς σώζει, τῷ ἰδίῳ αἵματι, ἁγνὴ θεοχαρίτωτε, τῶν Μαρτύρων ἡ δόξα, τῶν Ἀποστόλων τὸ καύχημα, καὶ τῶν γηγενῶν τὸ διάσωσμα.

 

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Θεοδότου.

ᾨδὴ α’. Ἦχος α΄. Ὁ Εἱρμός. Τῷ βοηθήσαντι Θεῷ

Τῆς Ἐκκλησίας ὁ φωστήρ, ὁ τῆς πίστεως κανών, Στέφανος σήμερον ἡμᾶς, συνεκάλεσεν πιστοί· τοῖς ἱεροῖς αὐτοῦ ἄθλοις, συνδράμωμεν, ἐπαγαλλόμενοι.

Ἀναπετάσας ἱερεῦ, τὸ ἱστίον τῆς ψυχῆς, τὰς τρικυμίας τοῦ ἐχθροῦ, σὺν τοῖς θείοις καὶ σεπτοῖς, ἐν τῇ τοῦ Πνεύματος αὔρᾳ, συνάθλοις σου, κούφως διέπλευσας.

Ἐν τῷ πυρὶ τῶν πειρασμῶν, Ἱεράρχα τοῦ Χριστοῦ, ὁ τῆς μεγάλης ἐπιστάς, ἀρχιστράτηγος βουλῆς, τῆς καρτερίας τὴν δρόσον, παρεῖχέ σοι, ἔνδοξε Στέφανε.

Θεοτοκίον.

Θεοκυῆτορ Μαριάμ, τὸ προσφύγιον ἡμῶν, καὶ πρὸς Θεὸν καταλλαγή, τὰς αἰτήσεις τῶν πιστῶς, προσφευγόντων Σοι δέχου, καὶ πρόσαγε, τῷ ἐπὶ πάντων Θεῷ.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Νενευρωμένῳ λογισμῷ, καὶ στεῤῥοτάτῃ καρδίᾳ, ἀντετάξω τοῖς τοῦ σκότους προστάταις, φωτοβόλοις ἀστραπαῖς, τοῦ παναγίου Πνεύματος, πεφωτισμένος ὅλως, Στέφανε θεομακάριστε.

Τῶν μυστηρίων τοῦ Χριστοῦ, θεῖος διάκονος ὤφθης, καταγγέλλων τὸν σωτήριον λόγον, καὶ τὴν πλάνην κερτομῶν, καὶ τῶν Μαρτύρων στάδιον, περιφανῶς ἀνύων, μάκαρ Σωκρᾶ ἀξιάγαστε.

Ἁγνῶς φιλοῦσαι τὸν Χριστόν, Ἁγνή τε καὶ Περπετούα, καὶ Φιλικητὰ αἱ πάνσεμναι κόραι, τὸν πτερνίσαντα τὸ πρίν, τὴν Εὔαν κατεπάτησαν, καὶ Παραδείσου ἔνδον, περιχαρῶς κατεσκήνωσαν.

Θεοτοκίον.

Ῥητορευόντων οὐδαμῶς, γλῶσσαι εἰπεῖν ἐξισχύει, τὰ θαυμάσια τὰ Σὰ Θεοτόκε· Ὃν γὰρ τρέμει οὐρανῶν, τὰ νοερὰ στρατεύματα, ἀνερμηνεύτως τίκτεις· ὅθεν Σε πίστει δοξάζομεν.

 

Ἕτερος. Ὁ Εἱρμός. Στερέωμα μου γενοῦ

Τῷ ἅλατι ἱερεῦ, τῶν θείων σου λόγων, τὰς κεχαυνωμένας, καρδίας συνέσφιγξας, τῶν πίστει προσελθόντων σοι.

Τοῖς λίθοις τῶν ἀσεβῶν, βαλλόμενος Πάτερ, τοῦ λίθου ἐγένου, συμμέτοχος Στέφανε, τοῦ ἀκρογωνιαίου Χριστοῦ.

Συνήστραψε τῷ Σωκρᾷ, σοφίας πρὸς ὕψος, κατεπειγομένῳ, Ἁγνὴ Περπετούα τε, γνησίως καὶ Φιλίκητα.

Θεοτοκίον.

Ἐν Σοὶ Παρθένε ἁγνή, τὰς τῆς σωτηρίας, βεβαίας ἐλπίδας, ἡμεῖς ἀνεθέμεθα· διάσωζε τοὺς δούλους Σου.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἱέρευσας σαυτόν, διὰ βίου τελείου, καὶ θῦμα καθαρόν, διὰ σὲ τῷ τυθέντι, γεγέννηκας Στέφανε, σὺν τοῖς θείοις συνάθλοις σου· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες.

Ἕτερον. Ὅμοιον.

Χορὸν παναληθῆ, Ἀθλητῶν πανενδόξων, ὑμνήσωμεν πιστοί, ἀθλησάντων ἐννόμως, Σωκρᾶν τὸν ἀοίδιμον, καὶ τὸν ἔνδοξον Στέφανον· οὗτοι ἅπασαν, τοῦ διαβόλου τὴν πλάνην, κατεπάτησαν, σὺν γυναιξὶ μακαρίαις, τὸν δρόμον τελέσαντες.

Ἕτερον. Ὅμοιον.

Στεφάνοις ἐκ χειρός, ἡ σεπτὴ κορυφή σου, τρισμάκαρ ἀληθῶς, κατεστέφθη Κυρίου, φερώνυμε Στέφανε, τῶν Ἀγγέλων ὁμότιμε· ὅθεν σήμερον, τοὺς τὴν ἀοίδιμον μνήμην, ἐκτελοῦντάς σου, σαῖς ἱκεσίαις παντοίων, κινδύνων ἐκλύτρωσαι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τελέσας τὸν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐχθρὸν ἐθανάτωσας θανατωθεὶς ἱερῶς, πολύαθλε Στέφανε· ὅθεν ἡ Ἐκκλησία, ὡς λαμπρὸν ἀριστέα, πίστει σε μακαρίζει, καὶ λαμπρῶς ἑορτάζει, τὴν μνήμην σου Μάρτυς Στέφανε, ἀνευφημοῦσά σε.

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ,.

Ἱερουργός, Στέφανε θεῖος γενόμενος, ἱερεῖον, τέθυσαι ὡς ἄμωμον, προσενεχθεὶς τῷ Παμβασιλεῖ, καὶ τῶν πρωτοτόκων, φαιδρύνας θείαν ὁμήγυριν· διό σε συνελθόντες, μακαρίζομεν πίστει, τὴν σεπτήν σου τελοῦντες πανήγυριν.

Θείᾳ βουλῇ, τὴν αὐθεντίαν ἐπλούτισας, Ἀποστόλων, πρόεδρος γενόμενος, καὶ ποιμενάρχης θείου λαοῦ, καὶ ἱερομύστης, θεομακάριστε Στέφανε, καὶ Μάρτυς ἀληθείας, καὶ φωστὴρ εὐσεβείας, καὶ Ἁγίων Ἀγγέλων συνόμιλος.

Μαρτυρικαῖς, ἠγλαϊσμένος φαιδρότησιν, πᾶσαν πεῖραν, ἤνεγκας στεῤῥότατα, τῶν ἀλγηδόνων μάκαρ Σωκρᾶ, κατατραυματίζων, ἐχθροὺς ἀσάρκους τοῖς τραύμασιν, θεόφρον τῆς σαρκός σου, καὶ τὴν ἄνωθεν δόξαν, εὐπρεπῶς τῷ Χριστῷ στολιζόμενος.

Ὅλῃ ψυχῇ, πρὸς τὰς βασάνους χωρήσασαι, Ἀθλοφόροι, ὅλην ἐφελκύσασθε, χάριν τοῦ Πνεύματος ἀληθῶς, ὑμᾶς παραδόξως, ἐπιστασίᾳ ῥωννύουσαν, Ἁγνὴ καὶ Περπετούα, καὶ Φιληκητά· ὅθεν, ἐν σκηναῖς πρωτόκων αὐλιζεσθε.

Θεοτοκίον.

Νόμοι ἐν Σοί, καινοτομοῦνται τῆς φύσεως· νομοδότην, Κύριον γὰρ τέτοκας, νομοθετοῦντα πᾶσι ζωήν, τοῖς παρανομίᾳ, καὶ ἀπωλείᾳ δουλεύσασιν, Παρθένε Θεοτόκε, τῶν Μαρτύρων ἡ δόξα, καὶ ἁπάντων ἀνθρώπων βοήθεια.

 

Ἕτερος. Ὁ Εἱρμός. Κατενόησα παντοδύναμε

Ἀπειλὰς πάσας τοῦ Ἱέρακος, ὡς ἀράχνας τέμοντες, Χριστοῦ ὁπλῖται ἐστεφανώθητε.

Ἐν τῷ αἵματι τῆς ἀθλήσεως, τῆς σαρκὸς τὸν χιτῶνα, πεφοινιγμένοι Χριστῷ προσάγεσθε.

Εἰς τὸ ἄνω θυσιαστήριον, τῷ Χριστῶ παρεστῶτες, στεφανηφόροι μνήσθητε πάντων ἡμῶν.

Θεοτοκίον.

Οὐ φαντάσας ἡμῶν τὸ πρόσλημμα, ἐκ Σοῦ Παρθενομῆτορ, Θεὸς προῆλθεν ὁμοῦ καὶ ἄνθρωπος.

 

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Μεληδὸν σπαραχθέντες, λίθοις τε βαλλόμενοι, καὶ συντριβόμενοι, καὶ μυρίοις πόνοις, ἀλγεινόμενοι Ἅγιοι Μάρτυρες, Ἰησοῦν τὴν πέτραν, τὴν ἀῤῥαγῆ εὐσεβοφρόνως, οὐκ ἠρνήσασθε· ὅθεν δοξάζεσθε.

Ἀκλινεῖ διανοίᾳ, ἄδικον ὑπέστητε, Ἅγιοι θάνατον, καὶ ἀθανασίαν, αἰωνίζουσαν κατεκληρώσασθε, καὶ βροτῶν τὰ πάθη, θαυματουργίαις παραδόξοις, ἰατρεύετε Πνεύματος χάριτι.

Ῥεῖθρον πρόεισι θεῖον, Μάρτυρες πανεύφημοι, ἐκ τῆς σοροῦ ὑμῶν, καὶ φλογμὸν ἐξαίρει, νοσημάτων καὶ λύει τὸν καύσωνα, τῶν ἀῤῥωστημάτων· ὅθεν ὑμᾶς ὡς ἰατῆρας, τῶν ψυχῶν καὶ σωμάτων γεραίρομεν.

Θεοτοκίον.

Τῆς ψυχῆς μου τὰ πάθη, πάντα τὰ ἀνίατα, Κόρη θεράπευσον, καὶ τὸν ἐσβεσμένον, ῥαθυμίᾳ ἐπάναψον λύχνον μου, καὶ πρὸς μετανοίας, ὁδοὺς ὁδήγησον Παρθένε, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.

 

Ἕτερος. Ὁ Εἱρμός. Ἐκ νυκτὸς ὀρθρίζοντες

Εἰς μονὰς τοῦ Πνεύματος, ὁδηγήσας Ἱεράρχα Χριστοῦ, τὸ πιστευθέν σοι ποίμνιον, σεαυτὸν προσήνεγκας, θυσίαν ζῶσαν τῷ τῶν ὅλων Θεῷ.

Μελετῶν τὰ κρείττονα, καὶ τὰς θείας ἐν τῷ λάρυγγι, ὑψώσεις φέρων Στέφανε, τοῦ ἁγίου Πνεύματος, κατοικητήριον γεγένησαι.

Χορευέτω σήμερον, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων Χριστοῦ, ἡ οἰκουμένη ἅπασα, τοὺς ἱεροὺς αὐτῶν ἄθλους, διαπρυσίως ἐκπομπεύουσα.

Θεοτοκίον.

Διὰ Σοῦ πανύμνητε, τῆς κατάρας ἐλυτρώθημεν, καὶ κοινωνοὶ γεγόναμεν, τῆς ἀκτίστου φύσεως· διό Σε πάντες μακαρίζομεν.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Ὕφαναν μαρτυρικῶν, ἐξ αἱμάτων ἑαυτοῖς οἱ γενναῖοι, φωτοειδῆ χιτῶνα, καὶ ὡς σκῆπτρον κατέχοντες, τοῦ Κυρίου τὸν Σταυρόν, τῷ βασιλεύοντι εἰς αἰῶνας, συμβασιλεύειν ἠξιώθησαν.

Ῥεύμασι τῶν ἱερῶν, Ἀθλοφόροι καὶ ἁγίων αἱμάτων, τῶν δυσμενῶν δαιμόνων, ἀποπνίξαντες φάλαγγας, ἰαμάτων ποταμούς, ἀναπηγάζετε πάντα ῥύπον, ἀῤῥωστημάτων ἀποπλύνοντες.

Ὤφθησαν ὥσπερ λαμπάς, πενταυγὴς οἱ τοῦ Χριστοῦ Ἀθλοφόροι, Στέφανος ὁ γενναῖος, καὶ Σωκρᾶς καὶ Φιλικητά, Περπετούα καὶ Ἁγνή, ἡ ἀξιάγαστος καὶ τὸν κόσμον, θείαις αὐγαῖς καταλαμπρύνουσιν.

Θεοτοκίον.

Νέκρωσόν μου τῆς σαρκός, τὰς ἀτάκτους Θεοτόκε κινήσεις, ἡ τοὺς νενεκρωμένους, τῇ κακίᾳ ζωώσασα, τῷ Σῷ ζῶντι τοκετῷ, ὅπως δοξάζω Σε ὡς αἰτίαν, τῆς τῶν ἀνθρώπων ἀναπλάσεως.

 

Ἕτερος. Τὸν Προφήτην διέσωσας.

Ἱερέων συνόμιλον, καὶ Μαρτύρων συνέκδημος, εἰδότες σε Στέφανε Μάρτυς, συμφώνως γεραίρομεν.

Συνανέτειλε σήμερον, ὡς ἀστὴρ φαεινότατος, τῷ θείῳ Στεφάνῳ ἐνθέως, Σωκρᾶς ὁ ἀοίδιμος.

Ἡ τῆς πίστεως σύμπνοια, καὶ τὸ θῆλυ ἐνεύρωσεν· ἰδοὺ γὰρ σαφῶς καὶ γυναῖκες, δι’ ἄθλων ἐστέφθησαν.

Θεοτοκίον.

Ὁ σκηνώσας ἐν μήτρᾳ Σου, σωτηρίας λιμένα Σε, εἰργάσατο πάναγνε Κόρη· διό Σοι προσφεύγομεν.

 

Συναξάριον.

Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Στεφάνου, ἐπισκόπου Ῥηγίου Καλαβρίας, καὶ τῶν σὺν αὐτῷ· Σωκρᾶ ἢ Σουήρα ἐπισκόπου, Ἁγνῆς, Φιληκητής, καὶ Περπέτουας.

Οὗτος ὁ Ἅγιος Ἱερομάρτυς Στέφανος, ὑπῆρχεν ἀπὸ πόλεως Νικαίας· κατερχομένου δὲ Παύλου τοῦ Ἀποστόλου ἐν τῇ Ῥώμῃ, συνηκολούθησεν αὐτῷ ἄχρι πόλεως Ῥηγίου τῆς Καλαβρίας. Εὑρὼν ὁ Ἀπόστολος τὴν πόλιν οὖσαν κατείδωλον, ἐκήρυξεν ἐν αὐτῇ λόγον Κυρίου, καὶ ὥσπερ ἀγαθὴ τὸν σπόρον δεχομένη καὶ ἑκατοστεύουσα, οὕτως οἱ ἐν αὐτῇ τὸν λόγον ἐδέξαντο· κατηχήσας τοὺς αὐτοὺς ὁ Παῦλος, καὶ βαπτίσας πλείστους εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, προχειρίζει αὐτοῖς ἀρχιεπίσκοπον Στέφανον. Ὃς καλῶς ποιμάνας τὴν ἐμπιστευθεῖσαν αὐτῷ ποίμνην, πολλοὺς τῷ ἑσπερίῳ μέρει ὑπέστρεψεν εἰς τὴν τοῦ Χριστοῦ πίστιν ταῖς αὐτοῦ διδασκαλίαις. Διατρίψας οὖν ἐν ταύτῃ τῇ πόλει ἑπτὰ καὶ δέκα ἐνιαυτούς, καὶ ἐπισκόπους καὶ πρεσβυτέρους χειροτονήσας, καὶ τῆς Ἐκκλησίας Θεοῦ χάριτι μεγαλυνθείσης, ἐκινήθη διωγμὸς κατὰ τῶν Χριστιανῶν. Ἐκρατήθη ὑπὸ Ἱέρακος ἡγεμόνος ὁ Ἅγιος προσαίτιος τοῦ Χριστιανισμοῦ, καὶ ἠναγκάσθη ἀρνήσασθαι τὸν Χριστὸν καὶ θῦσαι τοῖς εἰδώλοις· ὃς δὲ οὐκ ἠνέσχετο, ἀλλὰ μᾶλλον παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσας, Θεὸν ὄντα καὶ Ποιητὴν πάντων· τὰ δὲ εἴδωλα, ξύλα καὶ λίθους ἀναίσθητα, ἔργα χειρῶν ἀνθρώπων, τοῦ διαβόλου ἐφευρήματα. Διὸ τύπτεται ἀφειδῶς, σὺν τῷ Σουηρᾷ ἐπισκόπῳ, καὶ λίθοις τὰς ὄψεις συνθλῶνται, καὶ εἰς κάμινον πυρὸς ἐμβληθέντες, ἐξῆλθον ἀβλαβεῖς· ὅθεν πλείστοι ἐπίστευσαν τῷ Χριστῷ, καὶ μέγας ὁ Θεὸς ἀνεβόησαν, ὁ ὑπὸ Στεφάνου καὶ Σουηρᾷ τῶν ἀρχιερέων κηρυττόμενος. Ἐν οἷς ὑπῆρχον γυναῖκες σεμναί, Ἁγνῆς, Φιλικητὰς καὶ Περπετούα προσαγορευόμεναι, μαθήτριαι τοῦ Ὁσίου Στεφάνου ὑπάρχουσαι, παῤῥησιασάμεναι ἔμπροσθεν στᾶσαι Ἱέρακος ἡγεμόνος, ὡμολόγησαν τὸ ὄνομα τοῦ Χριστοῦ, Θεὸν ἀληθινὸν καὶ Ποιητήν, πάντων ἀνακηρύξασαι. Τότε θυμοῦ πλησθείς, ἐκέλευσεν αὐτὰς ξίφει ἀποτμηθῆναι ἅμα Στεφάνῳ καὶ Σουηρᾷ τοῖς ἀρχιερεῦσιν. Οὗ γινομένου, παραυτίκα ἀπέδωκαν τὰς ἁγίας αὐτῶν ψυχὰς τῷ Κυρίῳ, εὐχαριστοῦντες καὶ ἀγαλλιώμενοι, ὅτι ἠξιώθησαν ὑπὲρ Χριστοῦ ἀποθανεῖν. Τὸ δὲ τίμιο σώματα τοῦ Στεφάνου, ὑπ’ ἀνδρῶν εὐσεβῶν ἀωρὶ τῆς νυκτὸς κομισθὲν ἐν τῷ νοτιαίῳ μέρει τῆς αὐτοῦ πόλεως, κατετέθη ἐν τῷ ἡσυχαστικῷ αὐτοῦ εὐκτηρίῳ, ὡς ἀπὸ σημείου ἑνὸς τῆς πόλεως, πλείστας ἰάσεις ἐπιτελοῦν. Τὰ δὲ τῶν λοιπῶν ἁγία σώματα, Σουηρᾶ ἐπισκόπου, σεμνῆς Ἁγνῆς καὶ Φιλικητάτης καὶ Περπετούας, ἔνθα ἀπετμήθησαν, ὑπὸ πιστῶν κατετέθησαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Ὑπήλθετε κάμινον, ὥσπερ οἱ θεῖοι, Παῖδες πανεύφημοι, καὶ τὴν δρόσον ἐξ ὕψους, τῆς σωτηρίας ὑποδεξάμενοι, εὐχαριστοῦντες, Χριστῷ ἀναμέλπετε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μικροῖς ἀντωνούμενοι, τὰ δι’ αἰῶνος, Μάρτυρες μένοντα, τὰς τῶν λίθων νιφάδας, ἀνδρειοτάτως ἐκαρτερήσατε, ἐπαναγούσας, ὑμᾶς ὥσπερ κλίμακας, πρὸς αἰωνίους μονάς, ὑμνολογοῦντες Χριστόν.

Νομίμως ἐνήθλησας, σὺν τοῖς συνάθλοις, ἔνδοξε Στέφανε, τοῦ πρωτάθλου τὸν ζῆλον, ἐνθέως φέρων· ὃν ἐκμιμούμενος, οἷα βαθμῖσιν, ἐπέβης καὶ κλίμαξι, ταῖς ἐκ τῶν λίθων βολαῖς, ἀπαίρων πρὸς οὐρανούς.

Θεοτοκίον.

Ὡραίαν ἐν κάλλεσι, τῶν ἀρετῶν σε, λόγον εὑράμενος, τοῦ Πατρὸς Θεοτόκε, ἐν Σοὶ ἀφράστῳ λόγῳ κατώκησεν, καθωραΐζων, βροτοὺς ἀναμέλποντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἕτερος. Ὁ ἐν τῇ βάτῳ ὀφθείς.

Τῷ ἀπροσίτῳ φωτί, συνεκράθης διὰ βίου, καὶ τῆς δόξης, τῆς ἀΰλου ἐν μεθέξει ἐγένου, ἱερομάρτυς Στέφανε, ἐν ᾠδαῖς σε δοξάζομεν.

Τὰς ἀντιθέους πλοκάς, τῶν τυράννων τῷ ἁπλῷ σου, ἱεράρχα, τοῦ κηρύγματος κατέβαλες λόγῳ, καὶ διὰ τοῦτο Στέφανε, ἐν ᾠδαῖς σε δοξάζομεν.

Ἡ τριλαμπὴς τῶν κορῶν, συναστράπτει δᾳδουχίᾳ, τῷ Στεφάνῳ, καὶ Σωκρᾷ τοῖς θεολήπτοις πατράσι, εὐλογητὸς εἶ κράζουσα, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Τῆς ἀρχεγόνου ἀρᾶς, τὴν προμήτορα ἐῤῥύσω, Θεοτόκε, ἀνωδύνως τὸν Σωτῆρα τεκοῦσα, καὶ διὰ τοῦτο κράζομεν· χαῖρε σκέπη τοῦ γένους ἡμῶν.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Χειραγωγίᾳ Πνεύματος, τοῦ ἁγίου ὑπέπλευσαν, θάλασσαν ἀβρόχως, πειρασμῶν οἱ Μάρτυρες, καὶ ὅρμον κατέλαβον, τῆς Βασιλείας τῶν οὐρανῶν, αἵμασιν οἰκείοις δυσμενεῖς ἀοράτους, βυθίσαντες καὶ πᾶσιν, ἀναβλύζοντες ῥεῖθρα, τοῖς πίστει προσιοῦσι, μεγίστων ἰαμάτων.

Ανευφημείσθω Στέφανος, καὶ Σωκρᾶς ὁ θαυμάσιος, καὶ μεγαλυνέσθω, Περπετούα σήμερον, Ἁγνὴ καὶ Φιλικητά, οἱ καρτερῶς ἀθλήσαντες, καὶ ὡς εὐωδία τοῦ Χριστοῦ γεγονότες, τοὺς πίστει προσιόντας, ἀσυγκρίτου πληροῦντες, ὀδμῆς τῆς τούτων θείας, ἐκπεμπομένης θήκης.

Ῥώμῃ Θεοῦ καὶ χάριτι, ἐπὶ ξύλου τεινόμενος, ἔφερες Σωκρᾶ, τοὺς σπαραγμοὺς τοῦ σώματος, δορὰν ἀφαιρούμενος, καὶ ἐκ Θεοῦ δεχόμενος, τὴν καταστολὴν τῆς ἀφθαρσίας κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἱκετηρίαν Ἅγιοι, τῷ Δεσπότῃ προσάξατε, ὑπὲρ τῶν πιστῶς, ἐπιτελούντων πάντοτε, τὴν θείαν καὶ εὔσημον, καὶ θαυμασίαν μνήμην ὑμῶν, ὅπως οὐρανίου καὶ ἡμᾶς βασιλείας, ἐργάσηται μετόχους, ἐν αἰνέσει βοῶντας· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νενοσηκὼς τοῖς πάθεσι, καὶ τὸν νοῦν ἀμαυρώμενος, καὶ τῇ ἀμελείᾳ, τὴν ψυχὴν πανάμωμε, ἀεὶ σκοτιζόμενος, τῇ φωτεινῇ πρεσβείᾳ Σου, πίστει καταφεύγω· μελῳδοῦντά με σῶσον· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ.

Τῷ ἀνεπιλήπτῳ σου βίῳ, ὡς ἀλάβαστρον μύρου, τὴν δεξαμένην σε, κατεμύρισας πόλιν μακάριε· διό σε, Στέφανε δοξάζει, εἰς πάντας τοὺς αἰῶνας.

Πρὸς τὰς τῶν δαιμόνων μεθοδείας, ἐν μιᾷ συμφωνίᾳ, παραταξάμενοι, τὸ τῆς νίκης ἐστήσατε τρόπαιον, καὶ δόξης, Μάρτυρες τρυφᾶτε, τῆς θείας εἰς αἰῶνας.

Διὰ τῆς στεῤῥᾶς ὑμῶν ἀνδρείας, Ἀθλοφόροι Κυρίου, πεπαῤῥησίασται, ὁ τῆς πίστεως λόγος καὶ βέβληται, εἰδώλων, πᾶσα συμμορία, Χριστοῦ δοξαζομένου.

Θεοτοκίον.

Οἱ τῇ κραταιᾷ Σου νῦν πρεσβείᾳ, πεποιθότες Παρθένε, διασωζόμεθα· τοῦ ἐχθροῦ τὰς παγίδας συντρίβοντες, ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, τὴν Σὴν κυοφορίαν.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Ἰσχύϊ τοῦ τῶν ὅλων δημιουργοῦ, Ἱερομάρτυς ἔνδοξε Στέφανε, καταβαλών, πάσας μυριάδας τῶν δυσμενῶν, νίκης ἐδέξω στέφανον, κλήσει σου κατάλληλον ἐκ Θεοῦ, καὶ ταῖς τῶν πρωτοτόκων, ἠρίθμησαι χορείαις, σὺν τοῖς συνάθλοις ἀγαλλόμενος.

Ὡράθη ὡς πεντάκτινος ἐπὶ γῆς, τῶν Μαρτύρων ὁ σύλλογος ἥλιος, φωταγωγῶν, πᾶσαν τὴν ὑφήλιον ἀληθῶς, τῶν ἰαμάτων λάμψεσι, καὶ ταῖς τῶν ἀγώνων ἀνατολαῖς, καὶ τῆς πολυθεΐας, ἐξαίρων τὴν ὁμίχλην, καὶ καταυγάζων τὰς ψυχὰς ἡμῶν.

Στησώμεθα χορείαν πνευματικήν, εὐφημοῦντες τὸν ἔνδοξον Στέφανον, καὶ τὸν Σωκρᾶν, τοὺς Ἱερομάρτυρας τοῦ Χριστοῦ, Ἁγνή τε καὶ Φιλικητάν, ἅμα Περπετούᾳ ὡς ἱεράς, παρθένους τὸν τῆς Εὔας, ποσὶν ὡραιοτάτοις, συμπατήσασας πολεμήτορα.

Ἡ μνήμη τῶν Μαρτύρων περιφανῶς, ἀνατείλασα σήμερον χάριτι, τοῦ παντουργοῦ, Πνεύματος φωτίζει τοὺς ἐν αὐτῇ, ἐνθέως μακαρίζοντας, τούτων τοὺς ἀγῶνας τοὺς εὐκλεεῖς, τοὺς πόνους καὶ κινδύνους, καὶ τὰς θαυματουργίας, καὶ τὰ ἐξαίσια τεράστια.

Θεοτοκίον.

Φορέσας με προῆλθεν ὅλως ἐκ Σοῦ, ὁ τὸ πᾶν οὐσιώσας βουλήματι, Λόγος Πατρός, δύο ἐν οὐσίαις θεοπρεπῶς, καὶ ἐν δυσὶ θελήσεσι, σώζων τὸ ἀνθρώπινον τῇ φθορᾷ, ἀθλίως Θεοτόκε, καθυπαχθέν· διό Σε, εὐσεβοφρόνως μακαρίζομεν.

 

Ἕτερος. Σὲ τὴν ὁραθεῖσαν πύλην.

Τῷ τῶν χαρισμάτων πλούτῳ, διὰ τῆς καλῆς ὁμωνυμίας, καὶ κοινωνὸς τοῦ τέλους, ἐγένου τοῦ πρωτάθλου, καὶ τῆς δόξης ἐκείνου, μεθέξει θεῖε Στέφανε.

Ὥσπερ ζωηρὸν λειμῶνα, τὰ περικαλλῆ ἀναβλαστάνοντα, τῆς εὐσεβείας ἄνθη, τὴν τῶν Μαρτύρων θήκην, οἱ πιστοὶ ἐγνωκότες, δρεψώμεθα τὰ νάματα.

Τοῦ διὰ Χριστὸν ἀγῶνος, ταύτην ἀμοιβὴν στεφανηφόροι, αἰτήσασθε δοθῆναι, τοῖς πίστει ἐκτελοῦσι, τὴν φαιδρὰν ὑμῶν μνήμην, ζωὴν καὶ μέγα ἔλεος.

Θεοτοκίον.

Ὕμνους ἐγκωμίων πλέκειν, Σοὶ τῇ παναμώμῳ ἀποροῦντες, τὴν τοῦ Ἀγγέλου πάντες, φωνὴν ἀναβοῶμεν· χαῖρε τεῖχος καὶ σκέπη, καὶ καύχημα τῶν ψυχῶν ἡμῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου