Δευτέρα 1 Μαΐου 2023

ΙΟΥΝΙΟΣ 22. ΟΣΙΟΣ ΒΑΣΙΛΕΙΟΣ ΠΑΤΕΛΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΣ ΚΒ

ΒΑΣΙΛΕΙΟΣ ΠΑΤΕΛΑΡΙΑΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τοῦ Ἁγίου γ’. Ἦχος γ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Μοναζόντων τὸ καύχημα, σωφροσύνης ὑπόδειγμα, ἐγκρατείας ἄσειστος στῦλος πέφηνας, ὑπογραμμὸς ἀκριβέστατος, γενόμενος Ὅσιε· θεοφρόνως γὰρ σαυτόν, ἀληθῶς διετήρησας, ἀκηλίδωτον, τῷ Χριστῷ παραστῆσαι, σκεῦος Πάτερ, ἐφιέμενος διόπερ, σὺν τοῖς Ἀγγέλοις ἀγάλλει ἀεί.

 

Τίς ἐξείποι Βασίλειε, ἢ ἐκφράσαι δυνήσεται, τῶν κατορθωμάτων σου τὰ ἐξαίσια· καὶ γὰρ βροτεία διάνοια, εἰς τέλος ἐκπλήττεται, ἐπαΐουσα τῆς σῆς, ἀσκήσεως τὸ μέγεθος, τήν τε πάννυχον, ἀγρυπνίαν καὶ στάσιν, θεοφόρε, καὶ θαυμάζουσα δοξάζει, τὸν σὲ δοξάσαντα Κύριον.

 

Τὸν καθηγέτην μιμούμενος, Ἰωάννην ἀοίδιμε, τοὺς ἀρίστους τρόπους τούτου ἐξίχνευσας· ὅθεν ποιμὴν θαυμαστότατος, σαφῶς καὶ διάδοχος, ὑπ’ αὐτοῦ παναληθῶς, προκεχείρισαι Ὅσιε, καὶ ἐπηύξησας, φοιτητῶν τὰς ἀγέλας, σοῦ τὴν ποίμνην, ἐκ παντοίας ἐπηρείας, διαφυλάττων ἀλώβητον.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀῤῥήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βασίλειον, εὐλάλοις ἔπεσι κροτῶν ἄδω, πρόσηλυς πένης.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Βασιλευόντων Βασιλέα Κύριον, Πάτερ Βασίλειε, ἐπεγνωκὼς μόνον, τὰ δὲ κόσμου ἅπαντα, φθαρτὰ λιπὼν καὶ ἄστατα, τὸν σταυρόν σου ἐπ’ ὤμων, ἐπάρας τούτῳ προσέδραμες, ὅπως κερδανεῖς τὰ ἐμμένοντα.

Ἀνεπιστρόφῳ τῷ ποδὶ ἐμάκρυνας, Πάτερ Βασίλειε, ἐν ταῖς ἐρήμοις φεύγων, καὶ ἐναυλιζόμενος, Θεὸν ὡς προσδεχόμενος, τὸν σὲ σώζοντα· ὅθεν, καὶ σέσωκέ σε προσάγοντα, πλοῦτον δαψιλῆ ἐκ τῶν πόνων σου.

Σωτηριώδη τὴν φωνὴν τὴν ἄψευστον, Πάτερ Βασίλειε, ἐνωτισθεὶς χεῖρας, ἐπ’ ἀρότρῳ ἔθηκας, ἀνεπιστρόφως Ὅσιε· ὅθεν εὔθετος ὤφθης, ἐκ πόνων ἅμα καὶ πράξεων, εἰς τὴν ποθεινὴν Βασιλείαν Αὐτοῦ.

Ἱερουργήσας ἑαυτὸν τῷ Κτίστῃ σου, Πάτερ Βασίλειε, καὶ ὡς κωφὸς βύσας, στόμα καὶ ὡς ἄλαλος, τῷ ποδηγοῦντι ποΰθηκας, σεαυτὸν ὡς πιστεύσας, εὐχαῖς σωθῆναι ταῖς τούτου σοφέ· ὅθεν τοῦ σκοποῦ οὐκ ἀπέτυχες.

Λαμπαδηφόρον τὴν αὐγὴν θεώμενος, Πάτερ Βασίλειε, τοῦ ποδηγοῦ ὤφθης, ἀληθὲς ἐκτύπωμα, καὶ ἀρετῆς εἰκόνισμα· ἀλλ’ ἱκέτευε μάκαρ, ὑπὲρ τῶν πίστει αἰτούντων σε, σοῦ ἐπιτυχεῖν τῆς μεθέξεως.

Θεοτοκίον.

Ἐν ταῖς χερσί Σου Παρθένε βαστάσασα, τὸν τοῦ παντὸς Ποιητήν, ὑπερφυῶς Μήτηρ, ὤφθης καὶ διέμεινας, ἁγνὴ καὶ μετὰ γέννησιν· ὅθεν Σε Θεοτόκον, Κυρίως πάντες δοξάζομεν, τὴν καταφυγὴν καὶ προστάτιν ἡμῶν.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ἰσοστασίως τῇ ψυχῇ, τὸν κόσμον προλελεγμένου, μὴ ὑπάρχειν παρὰ τοῦ Θεοῦ Λόγου, ἐζημίωσαι αὐτόν, ἵνα Χριστὸν κερδήσας δειχθῇς, τῶν ἐντολῶν τῶν τούτου, φύλαξ παμμάκαρ Βασίλειε.

Οὐκ ἐξαρκέσω ἐξειπεῖν, τοὺς πόνους σου κατ’ ἀξίαν, οὓς Θεῷ δι’ ἐγκρατείας προσῆγες, ἀγρυπνίαις καὶ εὐχαῖς, καὶ στάσεσι παννύχοις τελῶν· ἀλλ’ ἐπόμβρισον λόγον, μάκαρ εὐχαῖς σου Βασίλειε.

Νομοθεσίᾳ τοῦ σοφοῦ, ποιμένος σου Ἰωάννου, ἐπιβὰς ὀχήματι πολυδρόμῳ, ἐπτερώθης ἀναβάς, εἰς ὕψος ταπεινώσεως, καὶ νικητὴς δαιμόνων, ὤφθης παμμάκαρ Βασίλειε.

Ἐν βαθυτάτοις τῆς ψυχῆς, ταῖς αὔλαξί σου τὸν σπόρον, εἰσεδέξω τοῦ σωτηρίου λόγου, καὶ προσήγαγες Χριστῷ, καρπὸν ἑκατοστεύοντα, τοῦτον ἀπαύστοις ὕμνοις, Πάτερ γεραίρων Βασίλειε.

Ὑποπιάζων καρτερῶς, τῷ σῶμα τῇ ἐγκρατείᾳ, καὶ ἰσχύϊ τοῦ Σταυροῦ τοῦ Κυρίου, ἀντετάξω εἴπερ ἐκεῖνος, τῷ νόμῳ ἀντιστράτηγον, αἰχμαλωτεύσας τοῦτον, ὑπὲρ ἐκείνου Βασίλειε.

Θεοτοκίον.

Λόγοις τὸν τόκον Σου ὑμνεῖν, οἱ νόες ἐξαποροῦσιν, ὦ Μητράνασσα ἁγνὴ Θεομῆτορ· ἀλλ’ αὐτὴ ὑπὲρ ἡμῶν, ἀπαύστως ἱκετεύοις Χριστόν, ἐκ τῶν παθῶν ῥυσθῆναι· Σὺ γὰρ ἡμῶν ἡ βοήθεια.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσει ἐμάρανας τὰς τῆς σαρκὸς ἡδονάς, καὶ σάρκα ἐλέπτυνας δι’ ἐγκρατείας πολλῆς, Βασίλειε Ὅσιε, πᾶσαν τοῦ διαβόλου, τὴν ἰσχὺν καταλύσας· ὅθεν καὶ μετὰ τέλους, εἰληφὼς τοὺς στεφάνους, πηγάζεις τοῖς ὑμνοῦσί σε, Πάτερ θαυμάτων κρουνούς.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Ὑψούμενος ὕψωσας τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας.

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Ἀποσκοπῶν, μάκαρ τὰ ἄνω καὶ κρείττονα, τῆς γαστρός σου, λίαν κατεκράτησας, ταῖς πατρικαῖς χαίρων διδαχαῖς· ὅθεν τῇ ἐκβάσει, ἐφάνης τούτῳ πανδόκιμος· διὸ καὶ διπλαρίθμως, ἀναπέπαυται πνεῦμα, τὸ Θεοῦ ἐπὶ σὲ παμμακάριστε.

Λόγου Θεοῦ, ἀκουτισθεὶς μακαρίζοντος, τοὺς πεινῶντας, τὴν δικαιοσύνην ἀεί, χαίρων τροφαῖς ταῖς τοῖς ἀδελφοῖς, ἐκπεριττευούσαις, ἀρκούμενος εὐχαρίστεις Θεῷ, αἰτούμενος πιπλᾶσθαι, τῆς ἐκεῖ ἀϊδίου, καὶ ἀφθάρτου τρυφῆς ὦ Βασίλειε.

Ὅλον σαυτόν, ἔσπευσας πρᾶον καὶ ἥσυχον, ἀναδεῖξαι, Ὅσιε Βασίλειε, τῷ πλαστουργῷ καὶ παμβασιλεῖ, ὅπως ἐπιβλέψει, ἐν οἴκτῳ ἐπί σε Κύριος· διὸ καὶ φερωνύμως, τὸ ποθούμενον εὗρες, ἐν ἀφθάρτῳ τῷ χώρῳ σκηνούμενος.

Ἴσως σαυτῷ, Ὅσιε θέλων ἀνάγεσθαι, τοὺς πλησίον, λόγῳ καθικέτευες, πρὸς τὴν ζωὴν Πάτερ ὁδηγῶν· ὅθεν ὁ ἀλάστωρ, ἐχθρὸς τῷ φθόνῳ βαλλόμενος, λαλῆσαι δι’ ὀργάνου, ἐκτολμᾷ ἀλλ’ ἡττᾶται, συντριβεὶς ὁ παράφρων καὶ δόλιος.

Σωφρονισμοῦ, χάριν ὁ φλήναφος ἄνθρωπος, τῇ προνοίᾳ, κρείττονι παιδεύεται, τοῦ μὴ λαλεῖν κατὰ τῶν Χριστοῦ, δούλων φλυαρίας, ἀλλ’ αὖθίς σου διασώζεται, εὐχαῖς ὦ θεοφόρε, παιδευθεὶς ἀδιστάκτως, ἀρετῆς τῆς ἐνθέου τὰ ἔπαθλα.

Ἐν πρακτικοῖς, ὁ ποδηγέτης θεώμενος, εὐπραγοῦντα, τρόποις τε καὶἤθεσι, σὲ ἐκτενῶς τὸν Δημιουργόν, πάντων ἱκετεύει, εὐχαῖς γενέσθαι οἰκήτορα, τῆς θείας σκηπτουχίας· ὅθεν καὶ εἰσηκούσθη, παρ’ οὗ καὶ ἐπεπόθει Βασίλειε.

Θεοτοκίον.

Ἕνα ἡμῖν, ὦ Θεοτόκε ἐκύησας, τῆς Τριάδος, ἄτρεπτον ἀσύγχυτον, τῇ τοῦ Πατρὸς ἄχραντε βουλῇ, καὶ τῇ συνεργείᾳ, τοῦ Πνεύματος διαμείνασα, παρθένος μετὰ τόκον· ὅθεν Σε καταχρέως, γενεαὶ γενεῶν μακαρίζομεν.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Πρὸς ἀνάβασιν σπεύδων, ἀξιομνημόνευτον τῆς ταπεινώσεως, ἐφυλάξω ὅπως, τὸν πλησίον σου ἐν ἑνὶ ῥήματι, μήπως σκανδαλίσαι· ὅθεν πρὸς φῶς τῆς ἀϊδίου, μετετέθης ζωῆς ἀγαλλόμενος.

Ἐν ἐλπίδι καὶ πίστει, τοῦ καθηγεμόνος σου καὶ ἀοιδίμου Πατρός, Ἰωάννου τρόπους, ἀνεμάξω ζηλώσας ἀσκήσεσιν· ὅθεν ἐγεήθει, βλέπων ἐν σοὶ Πνεύματος αἴγλην, ἀπαστράπτουσαν Πάτερ Βασίλειε.

Σωτηρίαν πηγάζεις, πίστει ἀδιστάκτῳ σοφὲ τῷ ὁμαίμονι, καὶ ῥοῆς αἱμάτων, σεσηπότων λυτροῦσαι τειχίσας αὐτόν, τοῦ σταυροῦ τῷ ὅπλῳ, καὶ ζωτικῶν καὶ ἀκηράτων, μυστηρίων μεθέξει Βασίλειε.

Ἰατρεύεις ἁφῇ σου, σοῦ τὸν ἀδελφόπαιδα Πάτερ Βασίλειον, τῶν τεκόντων πίστει, ἀκλινεῖ πρεσβευσάντων Βασίλειε, πατρικαῖς πρεσβείαις, θωρακισθεὶς καὶ τῷ σημείῳ, τοῦ Σταυροῦ τοῦ Θεοῦ τῶν δυνάμεων.

Κατετάκη σου μάκαρ, σφόδρα τὸ σαρκίον τοῖς κόποις κλονούμενος, καὶ ταῖς ἀγρυπνίαις, ὡς ἐδείκνυ ἡ ἄμορφος ὅρασις· σὺ δὲ ἐπ’ ἐλπίδι, ἀποσκοπῶν τοῖς ἀκηράτοις, ἐκαρτέρεις σταυρῷ δυναμούμενος.

Θεοτοκίον.

Ῥῦσαι τῶν παθημάτων, Κόρη Θεομῆτορ, καὶ σῶσον τοὺς λάτρας Σου, καὶ τυράννων θράση, καὶ βουλὰς τὰς ἀθέους κατέβαλες, ὅτι Σε προστάτιν, χριστιανοὶ πρὸς τὸν Υἱόν Σου, καὶ ἀκράδαντον τεῖχος κεκτήμεθα.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Ὅλον σου τὸ νοερόν, πρὸς τὸ ὄντως ἐραστὸν ἀνατείνας, ἐγρηγορῶν συστέλλεις, παννυχίως Βασίλειε, τὸ σαρκίον κατατήκων, τοῖς πόνοις σου Ὅσιε, καὶ τὸν ὕμνον, καταλιμπάνων ὁμοτρόποις σου.

Τίμιος ἀναδειχθείς, Ἰωάννου τοῦ κλεινοῦ σου ποιμένος, σὺ μιμητὴς παμμάκαρ, τοῖς δυσὶν δι’ ἐλαίου, τὴν ὑγίειαν διδούς, καὶ τὸν μὲν αἵματος ῥύσεως, θάτερον δέ, τοῦ πυρετοῦ ἀπελυτρώσω σοφέ.

Ὦ πίστις ἡ ἀκλινής, καὶ πτωχεία ἡ ἐν σοὶ γνωρισθεῖσα, καὶ πρὸς Θεὸν τὸν κτίστην, σὲ ὑψώσασα Ὅσιε, χαρισμάτων τε ῥοαῖς, σὲ καταρδεύσασα, καὶ πανσόφων, θεωρημάτων ὦ Βασίλειε.

Θεοτοκίον.

Νύμφην Σε ὡς ἀληθῶς, καὶ Μητέρα τοῦ Θεοῦ τῶν ἁπάντων, δουλοπρεπῶς ὑμνοῦντες, οἱ πιστοὶ μακαρίζομεν· διὰ Σοῦ γὰρ τῆς ἀρᾶς, πάντες ἐῤῥύσθημεν, τῇ ἑνώσει, τῇ τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Βασιλείου, ἡγουμένου τῆς Μονῆς τῆς Πατελαρίας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀπεσκόπεις θεόφρον, παραστῆναι ἀμέμπτως, τῷ Ποιητῇ καὶ Θεῷ, καὶ λόγῳ τε καὶ βίῳ, τὴν ποίμνην ἐποδήγεις, πρὸς μονὰς οὐρανίους βοῶν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Διαπλέων θεόφρον, ὑπὸ τοῦ σοῦ ποιμένος, ἐν ἑσπερίοις σταλείς, πνευμάτων ἀπειλούντων, ἀπόγνωσιν πλωτῆρσιν, τρικυμίαν κατεύνασας, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὥς ποτε ἡ αἱμόῤῥους, Ἰησοῦ ἐκ κρασπέδων, ῥῶσιν προσήκατο, ὡσαύτως ἡ πιστῶς σοι, παμμάκαρ προσελθοῦσα, ἰαθεῖσα ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Παῤῥησίᾳ παμμάκαρ, τὸν Χριστὸν Θεὸν εἶναι, πάντων ἐκήρυξας, ἐνώπιον ἀθέων, καὶ μάρτυς τῇ προθέσει, ἀληθὴς ἀναδέδειξαι, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ῥητορεύουσαι γλῶσσαι, ἀποροῦσι τὸν τρόπον, τῆς Σῆς κυήσεως, ἐκφράσαι Θεοτόκε· διὸ ὦ βασιλίδα, προσκυνοῦντες βοῶμέν Σοι· χαῖρε ἡ μόνη ἐλπίς, τῶν Σε ἀνευφημούντων.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Οὐρανοδρόμος Ὅσιε, Ἀθλοφόρων χορεία Χριστῷ, ἐκ τῶν σῶν θρεμμάτων τετραρίθμως θύεται, τυράννους αἰσχύνασα, καὶ τὰς δαιμόνων ὕδρας ὁμοῦ, καὶ σὺν Ἀσωμάτοις γεγηθῶσα κραυγάζει· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σὺν Ἀθληταῖς χορεύοντες, καὶ Ὁσίοις ἀοίδιμοι, καὶ τῆς ἀκηράτου τηλαυγῶς μετέχοντες, ζωῆς παμμακάριστοι, τὸν τῶν ἁπάντων κτίστην Θεόν, καὶ δημιουργὸν καὶ λυτρωτὴν δυσωπεῖτε, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν σεπτὴν ὑμῶν μνήμην, ῥυσθῆναι ἐκ παντοίων, κινδύνων τε καὶ βλάβης.

Ἣν εὐσεβῶς ἐλάτρευσας, ἐν ἀγῶσιν Βασίλειε, πόνοις καὶ νηστείαις καὶ εὐχαῖς καὶ δάκρυσι, Τριάδα τὴν ἄναρχον, περιαυγάζει νῦν σε τρανῶς, μέλπειν ἔνθα ἦχος τῶν σε ἑορταζόντων· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαμπροφανὴς γεγένηται, ἡ σεπτὴ πολιτεία σου, καὶ ἡ ἐκδημία πρὸς Θεὸν Βασίλειε, φαιδρὰ καὶ χαρμόσυνος, ἣν εὐφημοῦντες ὕμνοις ᾠδῶν, τῷ Δημιουργῷ καὶ Λυτρωτῇ μελῳδοῦμεν· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑμνολογῶν Βασίλειε, σὺν Ὁσίοις τὸν Κύριον, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ὃν ἔθου προΐστασθαι, τῆς λογικῆς σου ποίμνης σοφέ, μετὰ τοῦ ποιμνίου καὶ τῶν σε δυσωπούντων, καὶ πόθῳ μελῳδούντων· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Υἱὸς ὁμοούσιος, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, μόνος κατοικεῖ ἐν μήτρᾳ Σου πανάμωμε, τὸν ἄνθρωπον ὅλον μέν, ἀναλαβὼν ὡς οἶδεν αὐτός, σώσας τε τῆς πλάνης τῶν εἰδώλων θεοῖ με· διό Σε Θεοτόκε, ὡς ἐλπίδα τοῦ κόσμου, ἀεὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε, πᾶσα ἀκοή.

Σῶσόν μου, Πάτερ προσευχαῖς, ταῖς πρὸς Κύριον ἀπαύστοις τὸ ποίμνιον, περικυκλούμενον, ἐθνῶν ἐφόδοις, καὶ περιστάσεσιν, καὶ διανύσαι εὐμαρῶς, αὐτὸ καταξίωσον, τὸν δρόμον Ὅσιε, τῆς ἀσκήσεως καὶ πίστει κρατύνεσθαι.

Πρόσαγε, Πάτερ τὰς λιτάς, δυσωπούμενος Χριστῷ τῷ Θεῷ ἡμῶν, σὺν τῷ ποιμένι σου, ἀδιαλείπτως, ὑπὲρ τῆς ποίμνης σου, ῥυσθῆναι πάσης ἀπειλῆς, ἐχθρῶν καὶ κακώσεως· σὲ γὰρ ἐν ᾄσμασιν, εὐφημεῖ καὶ μακαρίζει Βασίλειε.

Ἔσπευσας, Ὅσιε θερμῶς, διελθεῖν τὸ σκάμμα τὸ τῆς ἀσκήσεως, πόνοις καὶ δάκρυσι, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις ὁμοῦ, καὶ νῦν τῶν πόνων τοὺς καρπούς, τρυγᾷς ἀγαλλόμενος· ὅθεν ἀξίως σε, μακαρίζομεν ᾠδαῖς ὦ Βασίλειε.

Νόμος ἧν, ἔγγραπτον ἐν σῇ, διανοίᾳ μνήμῃ Πάτερ Βασίλειε, καὶ ἐν τοῖς χείλεσιν, ἡ τοῦ θανάτου, καὶ ἡ ἀπέραντος, τῶν αἰωνίων ἀγαθῶν, ἐκπράξεως μέθεξις, ἧς καὶ τετύχηκας, ἐν Χριστῷ τῷ Λυτρωτῇ ἀγαλλόμενος.

Ἤκουον, ἄρχοντες λαῶν, ἀκοὴν τὴν σὴν παμμάκαρ Βασίλειε, καὶ φόβῳ ἔπτησσον, τὴν ἐνοικοῦσαν, ἐν σοὶ τοῦ Πνεύματος, χάριν καὶ πίστει ἀῤῥαγεῖ, ὑμνοῦντες ἐδόξαζον, τὸν μεγαλύνοντα, τοὺς Αὐτὸν ὡς λυτρωτὴν μεγαλύνοντας.

Σῶσόν με, Πάτερ σαῖς εὐχαῖς, δυσωπῶ ὁ ταπεινὸς καὶ ἀνάξιος, δεινῶς κλονούμενον, ἐν ἁμαρτίαις, καὶ ἀτοπήμασιν, καὶ τῷ ποιμνίῳ δυσωπῶ, ἀρίθμησον Ὅσιε, τῷ σῷ τολμήσαντα, ἐφυμνίοις καὶ ᾠδαῖς μεγαλῦναί Σε.

Θεοτοκίον.

Σῶσόν με, Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα τῷ κόσμῳ Θεάνθρωπον, καὶ διαμείνασα, ὡς πρὸ τοῦ τόκου, Κόρη Θεόνυμφε, σώα παρθένος καὶ ἁγνή· διὸ καταχρέως Σε, Παρθένε Δέσποινα, ὡς Μητέρα τοῦ Θεοῦ μεγαλύνομεν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου