Κυριακή 28 Ιουνίου 2020

ΟΚΤΩΒΡΙΟΣ 4. ΑΓΙΑ ΜΑΡΤΥΣ ΔΟΜΝΙΝΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΟΚΤΩΒΡΙΟΣ Δ΄!!

ΔΟΜΝΙΝΑ ΜΑΡΤΥΣ & ΘΥΓΑΤΕΡΕΣ ΑΥΤΗΣ

ΒΕΡΙΝΑ & ΠΡΟΣΔΟΚΗ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε φιλόθεοι ᾄσμασιν εὐφημήσωμεν, τὴν ἔνθεον Δομνίναν, καὶ Βερίναν Προσδόκην, ταύτης θυγατέρας θεοσεβεῖς, γεγονυΐας συμμάρτυρας· ὅτι ἐπνίγησαν πᾶσαι ἐν ποταμῷ, ἑκουσίως ὑπὲρ πίστεως.

 

Τὴν θεοφόρον Δομνίναν δεῦτε τιμήσωμεν, μετὰ τῶν θυγατέρων, Βερίνης καὶ Προσδόκης, λέγοντες εὐφήμως· χαῖρε κλεινή, σῶν παρθένων διδάσκαλος, καὶ ὁδηγὸς μαρτυρίου ὑπὲρ Χριστοῦ, καὶ τηρήσεως ἁγνότητος.

 

Ἐν εὐφροσύνῃ Δομνίνα πρὸς τὸ μαρτύριον, ἔσπευδε σὺν τοῖς τέκνοις, τὴν ζωὴν Χριστῷ δοῦναι, ἵνα αἰωνίως ἐν οὐρανοῖς, σὺν Ἁγίοις ἀγάλλωνται, καὶ σαββατίζων δώμασιν οὐρανοῦ, ὡς Κυρίου καλλιμάρτυρες.

 

Δεῦτε Δομνίναν ἐν λόγοις ἐγκωμιάσωμεν, τὴν θύτην θυγατέρων, ἐν ἀγάπῃ ἁγίᾳ, ἵνα παρθενίαν τούτων σοφῶς, διασώσῃ ἀλώβητον, καὶ τῷ Νυμφίῳ ἑνώσῃ ἐν οὐρανοῖς, ὡς καλλίνικος ἡ πάντιμος.

 

Δόξα. Ἦχος β΄.

Δομνίναν τὴν θεόσοφον, μητέρα τῶν καλλινίκων παρθένων, Βερίνης καὶ Προσδόκης, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ἐγκωμίων ᾠδαῖς ἐνθεαστικῶς τιμήσωμεν. Αὕτη γάρ, τὴν εἰς Χριστὸν πίστιν, ταῖς θυγατράσιν ἐδίδαξε, καὶ τὴν αὐτῶν καθαρότητα ἀσφαλῶς διεφύλαξεν, ἀποπνιγεῖσα ἑκουσίως σὺν αὐταῖς, ὑπὲρ τοῦ Θεανθρώπου Χριστοῦ· διὸ καὶ στεφθεῖσαι στεφάνους μαρτυρικοῖς, αἰωνίως ἐν οὐρανοῖς σαββατίζουσαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τὴν εὐκλεῆ, Δομνίναν σὺν τοῖς τέκνοις, Βερίνῃ καὶ Προσδόκῃ, τιμήσωμεν ἐν ὕμνοις, ὡς μάρτυρα τῆς πίστεως.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

ᾌσμασιν εὐλαβῶς, ὑμνήσωμεν Δομνίναν, σὺν θυγατράσι ταύτης, τιμῶντες τὴν ἁγνείαν, δι’ ἣν φαιδρῶς ἐτύθησαν.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Πρέσβευε τῷ Θεῷ, Δομνίνα σὺν τοῖς τέκνοις, ὑπὲρ τῶν εὐφημούντων, μαρτύριον τὸν θεῖον, ὑμῶν ὑπὲρ ἁγνότητος.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, πρεσβείαις τῶν Μαρτύρων, διάσωσον τοὺς πίστει, τιμῶντας τὸ Σὸν Ὄνομα.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε Μαριάμ, παρθένων ἡ προστάτις, πρεσβείαις τῶν παρθένων, Βερίνης καὶ Προσδόκης, τοὺς ἐν ἁγνείᾳ φύλαξον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Ὕμνοις στέψωμεν, θείαν Δομνίναν, τὴν ἐκθρέψασαν, τὰς θυγατέρας, τῷ τῆς πίστεως ἁγνῷ θείῳ γάλακτι· ὁμοῦ Μαρτύρων ποθοῦσαι τὸ στέφανον, ἐν ποταμῷ ἀπεπνίγησαν ἄσπιλοι· ὅθεν ἔλαβον, τὸ στέφος τῆς ἁγιότητος, καὶ δόξαν ἀληθῆ καὶ αἰώνιον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῶν Μαρτύρων, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὰς παρθένους καὶ Μάρτυρας, αὐταδέλφους τιμήσωμεν, σὺν μητρὶ θεόφρονι Χριστοῦ Μάρτυρι· ὅτι ἐμφρόνως ἠρνήθησαν, ζωὴν τὴν ἐπίκηρον, καὶ τοῦ βίου ἡδονάς, παρθενίαν τιμήσασαι, καὶ πνιγμὸν προελόμεναι ἐνθέως, τῆς ζωῆς τῆς ἀτίμιας, αἱ τοῦ Χριστοῦ καλλιμάρτυρες.

 

Τὴν τριάδα τιμήσωμεν, τῶν Μαρτύρων φιλάγιοι, ἐκβοῶντες ᾄσματα καὶ ἐγκώμια· χαῖρε Δομνίνα πανάριστε, τὸ γάλα τῆς πίστεως, τῇ Βερίνῃ τῇ σεπτῇ, καὶ Προσδόκῃ ἐπότισας· ἐκ φθορᾶς παρθενίας ἐλυτρώσω, τὰς ἁγνάς σου θυγατέρας, συμμαρτυρήσασα ἔνδοξε.

 

Τῶν Μαρτύρων ἐφάμιλλοι, τῶν παρθένων ἰσότιμοι, τοῦ Χριστοῦ Ἀθλήτριαι ἀνεδείχθητε· ὅτι τοῦ κόσμου ἠρνήθητε, φθαρτὰ καὶ ἐπίκηρα, καὶ γλυκύτητα ζωῆς, ἵνα μείνητε ἄφθοροι, ἐκ παθῶν ψυχοφθόρων τῶν ἀνθρώπων, ὦ Δομνίνα καὶ Βερίνα, σὺν τῇ Προσδόκῃ τρισόλβιαι.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν καλλίνικον Μάρτυρα Δομνίναν, σὺν ταῖς δυσὶ θυγατράσιν αὐτῆς, ταῖς εὐκλεέσι παρθενομάρτυσι Βερίνῃ καὶ Προσδόκῃ, ἐνθεαστικοῖς ὕμνοις εὐφημεῖ λέγουσα· Χαίροις, τριὰς τῆς Παναγίας Τριάδος λάτρις, καὶ τοῦ Θεανθρώπου Χριστοῦ διὰ βίου καὶ θυσίας κήρυξ· χαίροις τριάς, ἡ διὰ τῆς τοῦ Παρακλήτου Πνεύματος χάριτος, τὴν ἁμαρτίαν τοῦ κόσμου φυγοῦσα καὶ τὸν Βελίαρ ἔργοις θαυμαστοῖς ταπεινώσασα· χαίροις τριάς, ἡ τῆς παρθενίαν ποθοῦσα τὴν διαφύλαξιν, καὶ ὑπὲρ αὐτῆς ἑκουσίως ἀποπνιγεῖσα· χαίροις τριάς, ἡ πάντων τῶν τιμώντων σε προστάτις ἀσφαλής, καὶ ἱκέτις ὑπὲρ αὐτὸν πρὸς τὸν Κύριον.
 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. τὰ Ἀναγνώσματα

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Παροιμιῶν τὸ ἀνάγνωσμα (ἐπιλογὴ στίχων)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν σκύλων οὐκ ἀπορήσει ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο. Ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Θύραν δὲ αὐτῆς διήνοιξε πένησι. Καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾿Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώττῃ αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄

Ἑορτὴν καὶ πανήγυριν, ἐπὶ τῇ μνήμῃ τῶν πανενδόξων Μαρτύρων· Δομνίνης, Βερίνης καὶ Προσδόκης, οἱ φιλομάρτυρες καὶ φιλάρετοι, εὐφροσύνως σήμερον ἐπιτελοῦμεν. Αὕται γὰρ τὰ τερπνὰ τοῦ κόσμου ἀπαρνηθεῖσαι, καὶ τὴν τοῦ Κυρίου ἀγάπην ἐνστερνισθεῖσαι, Τοῦτον εὐθαρσῶς ὡμολόγησαν, καὶ τὸν σταυρὸν τοῦ μαρτυρίου ἄρασαι, ὑπὲρ τοῦ Νυμφίου Χριστοῦ, καὶ τῆς ἁγνείας αὐτῶν, αὐτεξουσίως ἐν τοῖς τοῦ ποταμοῦ ὕδασιν ἀπεπνίγησαν· ὅθεν τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι, τὸν τῆς δικαιοσύνης στέφανον εἰλήφασι, παρὰ τοῦ Ἀθλοθέτου Χριστοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Δεῦτε φιλομάρτυρες πάντες, τὰς πανευφήμους Μάρτυρας· Δομνίναν, Βερίναν καὶ Προσδόκην, ἐν ὕμνοις ἱεροῖς, λαμπρῶς ἐγκωμιάσωμεν. Αὕται γάρ, τὴν τῶν οὐρανῶν Βασιλείαν ποθοῦσαι, τὰ ἐπίκηρα καὶ γήϊνα πάντα ὡς οὐδὲν ἐλογίσαντο, καὶ αὐτὴν τὴν ζωήν, ὁλοψύχως ὑπὲρ Χριστοῦ ἑκουσίως ἔθυσαν· ὅθεν σὺν τοῖς πρωτοτόκοις ἀδελφοῖς, ἐν τῇ οὐρανίῳ παστάδι, μετὰ τοῦ ἐρασμίου αὐτῶν Νυμφίου συνοικοῦσαι, ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τὴν θεόφρονα Δομνίναν, σὺν ταῖς αὐτῆς θυγατράσι, Βερίνῃ καὶ Προσδόκῃ, ἐνθεαστικοῖς ἐν ὕμνοις τιμήσωμεν. Τῷ αἰωνίῳ Διδασκάλῳ Χριστῷ ἀκολουθήσασαι, ὑπὲρ Αὐτοῦ, ἡ μὲν εὐλαβὴς Δομνίνα, τὸν αὐτῆς σύνευνον, αἱ δὲ Βερίνα καὶ Προσδόκη, τὴν αὐτῶν νεότητα καὶ αὐτὴν τὴν ζωὴν ὁλοκαρδίως καὶ εὐφροσύνως ἔθυσαν· ὅθεν ἐν οὐρανοῖς, μετὰ τῶν Μαρτύρων καὶ παρθένων σαββατίζουσι, καθικετεύουσι τὸν Τρισάγιον Θεόν, ὑπὲρ πάντων τῶν τιμώντων τὴν πανίερον μνήμην αὐτῶν.

 

Ἦχος δ΄.

Δεῦτε ἀδελφοὶ πανευφροσύνως καὶ εὐλαβῶς, τὴν τῶν πανενδόξων Μαρτύρων· Δομνίνης, Βερίνης καὶ Προσδόκης, πανσεβάσμιον μνήμην ἐν ὕμνοις ἐγκωμιάσωμεν. Αὕται γάρ, τὴν τοῦ Πνεύματος χάριν λαβοῦσαι, τὰ ἄνω ἐνθέως ἐφρόνουν, καὶ τὴν μένουσαν πόλιν ἐν χαρᾷ προσεδέχοντο· διὸ πιστῶς τηρήσασαι, τὰ τοῦ Κυρίου προστάγματα, ἑαυτὰς ἐθελουσίως τοῖς τοῦ ποταμοῦ ῥεύμασι παρέδοσαν· ὅθεν μαρτυρικοῖς στεφάνοις στεφθεῖσαι, μετὰ τοῦ ἐρασμίου Νυμφίου Χριστοῦ, αἰωνίως εὐφραίνονται, πρεσβεύουσαι ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλομάρτυρες πιστοί, εὐφροσύνως πανηγυρίσωμεν, καὶ ἐγκωμιαστικῶς τὰς καλλινίκους Μάρτυρας· Δομνίναν, Βερίναν καὶ Προσδόκην ἐπαινέσωμεν λέγοντες· Χαίρετε, τῶν φιλαρέτων πρότυπα καὶ τῶν παρθένων ἐγκαλλωπίσματα· χαίρετε, τῶν Μαρτύρων ἀγλαΐσματα, καὶ τῶν Ἁγίων ἀφομοιώματα· χαίρετε, τῶν πιστῶν κλεΐσματα, καὶ τῆς Ἐκκλησίας ἐγκαυχήματα· χαίρετε, τῶν ἀγγελικῶν χορῶν συνόμιλοι, καὶ τῶν πρωτοτόκων ἐφάμιλλοι. Ὡς ἔχουσαι παῤῥησίαν πρὸς τὸν φιλάνθρωπον Χριστόν, ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, εὐλογημένη τριάς, Δομνίνα Μῆτερ καὶ θυγάτρια ἔνθεα, Ἀθλήτριαι ἀληθείας, καὶ τοῦ Δεσπότου Χριστοῦ, νύμφαι θεοφόροι καὶ πανένδοξοι. Αὐτὸν ἀγαπήσασαι, καὶ τὴν πίστιν τηρήσασαι, ὁμοῦ πνιγεῖσαι, ποταμίοις ἐν ῥεύμασιν, ἐνικήσατε, τῶν βεβήλων ἐμπάθειαν· ὅθεν εἰς τὰ οὐράνια, εἰσήλθετε δώματα, δόξης τυχοῦσαι Ἁγίων, καὶ παῤῥησίαν πρὸς Κύριον, πρεσβεύειν ἀπαύστως, ὑπὲρ πάντων τῶν ὑμνούντων, ὑμᾶς πανεύφημοι.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, πεφωτισμένη τριάς, Δομνίνα μῆτερ καὶ Βερίνα Προσδόκη τε, Κυρίου εὐώδη ἄνθη, καὶ ταῆς ἁγνείας καρποί, παρθενίας ὄντως ὑποδείγματα· τοῦ κόσμου γὰρ ἄνεσιν, καὶ χαμαίζηλον φρόνημα, δόξαν καὶ πλούτη, ἡδονὰς τὰς τοῦ σώματος, ἀπηρνήθητε, ὑπὲρ Λόγου θεόφρονες· ὅθεν ὑμῶν πανένδοξον, τιμῶντες πανήγυριν, χάριν Χριστοῦ ἐκζητοῦμεν, λιταῖς ὑμῶν πρὸς τὸν Κύριον, μιμεῖσθαι τὴν πίστιν, καὶ ἀγάπην τῆς ἁγνείας, ὑμῶν πανεύφημοι.

 

 

 

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ἡ τῶν Μαρτύρων τριάς, σεπτὴ Δομνίνα σὺν δυσὶ θυγατράσι σου· Χριστὸν ἐξ ὅλης καρδίας, καὶ διανοίας ἁγναί, καὶ ἰσχύος πάσης ἀγαπήσατε· ἐν Μάρτυσιν ἔνδοξοι, ἐν παρθένοις περίβλεπτοι, ἐν ἀρεταῖς δε, Ἀθλοφόροι καλλίνικοι, μαρτυρίῳ τε θαυμασταὶ καὶ ἐξάκουστοι· ὅθεν λαμπρῶς γεραίροντες, ἐν ὕμνοις πανεύφημοι, ἄθλους ὑμῶν καὶ θυσίαν, καθικετεύομεν Κύριον, δωρήσασθαι πᾶσι τὴν τοῦ πνεύματος εἰρήνην καὶ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τῶν Μαρτύρων δῆμοι, καὶ οἱ τῶν παρθένων χοροί, ἐν οὐρανοῖς μεθ’ ὑμῶν συναγάλλονται, ἐπὶ τῇ πανενδόξῳ μνήμῃ, τῶν εὐκλεῶν Μαρτύρων· Δομνίνης, Βερίνης καὶ Προσδόκης. Αὗται γὰρ ἐνθεαστικῶς, τὴν τῆς ἁγνείας καὶ παρθενίας ζωὴν ζηλώσασαι, τῷ Θεανθρώπῳ Χριστῷ θαυμαστῶς ἀφιερώθησαν, καὶ ὑπὲρ Αὐτοῦ ἑκουσίως τὴν ζωὴν ἐν τοῖς ὕδασιν ἔθυσαν. Αὐτῶν ἀδιαλείπτοις πρεσβείαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθληφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Ὕμνοις στέψωμεν, θείαν Δομνίναν, τὴν ἐκθρέψασαν, τὰς θυγατέρας, τῷ τῆς πίστεως ἁγνῷ θείῳ γάλακτι· ὁμοῦ Μαρτύρων ποθοῦσαι τὸ στέφανον, ἐν ποταμῷ ἀπεπνίγησαν ἄσπιλοι· ὅθεν ἔλαβον, τὸ στέφος τῆς ἁγιότητος, καὶ δόξαν ἀληθῆ καὶ αἰώνιον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν ὑπερλάμπουσαν, Δομνίναν πίστει σου, καὶ τὴν ἀγάπην σου, πρὸς τὸν Θεάνθρωπον, κατανοοῦντες σοὶ βλαστοί, ἐβόων σοι πανένδοξε· φύλαξον ἁγνότητα, τῶν σῶν τέκνων ὦ πάνσεμνε, καὶ τὴν καθαρότητα, ἣν Χριστὸς ἐδωρήσατο· διὸ σὺν θυγατράσιν ἐπνίγης, μῆτερ ὑπερευλογημένη

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὰς νύμφας τοῦ Χριστοῦ, καὶ πανάγνους παρθένους, ὑμνήσωμεν πιστοί, τῆς Δομνίνης τὰ τέκνα, Βερίνην καὶ Προσδόκην τε, τὰς ἐνδόξους ἐν Μάρτυσιν, αἳ ἐτίμησαν, τὴν τῆς μητρὸς θείαν πίστιν, καὶ τὸν Κύριον, τὸν δι’ ἡμᾶς σταυρωθέντα, τυθεῖσαι ὡς σφάγια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττει τοὺς πιστούς, ἡ ἐν Χριστῷ διαγωγῇ, τῆς τριάδος τῆς σεπτῆς, Δομνίνης τῆς θεοφιλοῦς, ὁμοῦ Βερίνης Προσδόκης τῶν θυγατέρων. Κύριον αὐτῶν, τὸν Θεάνθρωπον, πίστει ἀληθῆ ἀνεκήρυξαν, καὶ δι’ Αὐτὸν τὰ πάντα ἀπηρνήσαντο, καὶ ἑκουσίως ἐπνίγησαν, ἐν ποταμίοις, ῥείθροις ῥιφθεῖσαι, ἄσπιλοι διαμείνασαι.

Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

 

Δόξα: Ταῖς τῶν Ἀθληφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σήμερον, ἐν ὕμνοις ἐνθεαστικοῖς, τὰς πανευφήμους Μάρτυρας· Δομνίναν, Βερίναν καὶ Προσδόκην, ἐπαινέσωμεν λέγοντες· Χαίρετε, τῆς Ἐκκλησίας ὁ κόσμος, καὶ τῶν πιστῶν τὰ πρότυπα· χαίρετε, αἱ τῶν εἰδώλων εὐθαρσῶς καταφρονήσασαι, καὶ τὸν Χριστὸν μανικῶς ἀγαπήσασαι· χαίρετε, οἱ τῶν Μαρτύρων ὁδηγοί, καὶ τὰ τῶν παρθένων ὑποδείγματα. Ἱκετεύσατε ἐκτενῶς δεόμεθα, ἐστεμμέναι ἐν οὐρανοῖς Μάρτυρες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Δομνίναν, σὺν θυγατράσιν, ὕμνοις τιμῶ. Ν(ικοδήμου).

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δομνίναν ὑμνῆσαι ἐπιθυμῶ, καὶ τὰς θυγατέρας, τὰς πνιγείσας ὑπὲρ Χριστοῦ· διὸ ἱκετεύω Θεὸν Λόγον, τοῦ ἀποστεῖλαί μοι Πνεῦμα Παράκλητον.

Ὁδὸν ἀληθείας καὶ ἀρετῆς, Δομνίνα διδάσκεις, θυγατέρας σου εὐκλεεῖς· ἐτήρησαν δὲ τὴν παρθενίαν, διὰ θυσίας τοῦ βίου ἀλώβητον.

Μεγάλη Δομνίνα ἡ σὴ φροντίς, περὶ παρθενίας, καὶ ζωῆς τῆς ἐν οὐρανοῖς· στηρίζεις γὰρ κόρας σου ἁγίας, μεθ’ ὧν ἐπνίγης ὡς Μάρτυς πανένδοξε.

Θεοτοκίον.

Ναὸν τῆς ἁγνείας περικαλλής, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ἰσχυραὶ ἐν τῇ πίστει αἱ εὐκλεεῖς Μάρτυρες, σπεύδουσιν εἰς δώματα θεῖα, πρὸς γάμον ἔνθεον, μετὰ Νυμφίου Χριστοῦ, ἐν οὐρανίᾳ παστάδι, ἐν ᾗ φῶς ἀνέσπερον, Λόγος Θεάνθρωπος.

Νικηφόρους ὁρῶμεν τὰς τοῦ Χριστοῦ Μάρτυρας, μετὰ πρωτοτόκων Μαρτύρων, ἐν Παραδείσῳ νῦν, εὐφραινομένας λαμπρῶς, καὶ ὑμνῳδούσας ἀπαύστως, Κύριον φιλάνθρωπον, τὸν Τρισυπόστατον.

Ἀληθῶς ὦ Δομνίνα νυμφαγωγὸς γέγονας, πρὸς τὸν ἐραστὴν καὶ Νυμφίον, τῶν θυγατέρων σου, καὶ συνεργεῖς θαυμαστῶς, τοῦ νυμφευθῆναι σὰ τέκνα, τὸν Χριστὸν ὡς Μάρτυρες, καὶ καλλιπάρθενοι.

Θεοτοκίον.

Νεανίδων ἡ Πρώτη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Δομνίναν ὑμνήσωμεν πανευφροσύνως πιστοί, καὶ λόγοις κηρύξωμεν, τὴν θαυμαστὴν τελευτήν, αὐτῆς καὶ βοήσωμεν· Χαῖρε Μάρτυς Κυρίου, θυγατέρων σου κλέος· χαῖρε ἀποπνιγεῖσα, μετ’ αὐτῶν θεαρέστως, πρεσβεύουσα Κυρίῳ, ὑπὲρ ταῶν ψυχῶν ἡμῶν.

Δόξα. Κανν... Θεοτοκίον

μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μόνη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Σὺ Χριστὸν τὸν Θεάνθρωπον, διὰ τῆς θυσίας σου διεκήρυξας, ὦ Δομνίνα ὡς Νυμφίον σου, Ὃν σὺν θυγατράσι σου ἠγάπησας.

Ὑπακούσασα Κτίστῃ σου, τῶν σῶν θυγατέρων ὄντως ἐφύλαξας, ὦ Δομνίνα τὴν ἁγνότητα, ἀποπνίξασα αὐτὰς ἐν ὕδατι.

Νεανίδων αἱ πάναγνοι, ἡ κλεινὴ Βερίνα καὶ ἡ Προσδόκη ὁμοῦ, παρθενίαν διεφύλαξαν, ὑπὲρ Λόγου σεπτῶς μαρτυρήσασαι.

Θεοτοκίον.

Θεοτόκε πρεσβείαις Σου, ἐκ παντὸς κινδύνου ἡμᾶς διάσωσον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὸν ἄνθρωπον.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Ὕψιστον Θεόν, ἡ Δομνίνα ἀγαπήσασα, τῆς γῆς φθαρτὰ καὶ μάταια ἐν χαρᾷ, σὺν θυγατράσιν, ἠρνήθη τε καὶ κατέθυσεν.

Γόνους σου ἁγνούς, σῷ Νυμφίῳ Μάρτυς δέδωκας, καὶ σὺν αὐτοῖς ἐν πίστει ἀκλινεῖ, τοῦ μαρτυρίου, τὴν τελευτὴν ἐπεδίωξας.

Ἅπαντας ἡμᾶς, ἐν ἁγνείᾳ διαφύλαξον, ὦ Δομνίνα ταῖς λιταῖς σου πρὸς Χριστόν, καὶ μοναζόντων, τὰ τάγματα περιφρούρησον.

Θεοτοκίον.

Τέξασα Χριστόν, ἐν ἀγκάλαις Σου ἐβάστασας, καὶ ἐγαλούχησας Αὐτὸν ὑπερυφῶς, τὸν τροφοδότην, τοῦ κόσμου Θεοχαρίτωτε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ῥημάτων, τοῦ Θεανθρώπου ἤκουσαν, ἡ Βερίνα σὺν τῇ θείᾳ Προσδόκῃ, ἐκ τῆς μητρός, καὶ Ἁγίας Δομνίνης, καὶ ἑαυτὰς ἑκουσίως προσήνεγκαν, ὡς θύματα τοῦ Ἰησοῦ, Ὃς ἐνδόξως αὐτὰς ἐστεφάνωσεν.

Ἀλλοίωσον, τοῦ νοός μου φρόνημα, σαῖς πρεσβείαις ὦ Δομνίνα πρὸς Λόγον· ὅτι κακοῖς, ἡ ψυχὴ διεστράφη, ἐπιποθοῦσα ἀεὶ ματαιότητας, καὶ ἔρεβος ἀντὶ φωτός, ἐν ψυχῇ μου ὑπάρχεις πανένδοξε.

Στερέωσον, ὦ Δομνίνα δοῦλόν σου, ἐν ἀγῶνι σαῖς πρεσβείαις πρὸς Κτίστην· ὅτι πολλοί, τῶν ἐχθρῶν μου συλοῦσι, τοὺς θησαυροὺς τῆς καρδίας πανένδοξε, ἐπίσταμαι ὁ ταπεινός, τῆς ψυχῆς οὐχ ὁ κόσμος ἰσάξιος.

Θεοτοκίον.

Ἱκέτευσον, Σὸν Υἱὸν πανάχραντε, ὑπὲρ γένους Σου ἁγνὴ Θεοτόκε· ὅτι πολλοί, λυμεῶνες εἰσῆλθον, ἐν τῇ ζωῇ τῶν πιστῶν θεοδόξαστε· καὶ λύκοι καὶ διαστροφεῖς, ἐν δορᾷ τῶν προβάτων ἐν ποίμνῃ Σου.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τοῦ κόσμου τὰ τερπνά, πανένδοξοι ἠρνήθητε, Τριάδα σεπτήν, ἐνθέως ἀγαπήσασαι, καὶ ζωὴν ἐθύσατε, ὦ Δομνίνα Μάρτυς σὺν τέκνοις σου, τοῦ φυλάξαι τὴν πίστιν Χριστοῦ, καὶ ἁγνείαν τελείαν, καὶ παρθένων τιμήν.

Ὁ Οἶκος.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν σεπτὴν Δομνίναν, τὴν ἀξιωθεῖσαν μητέρα ἁγίων παρθένων γενέσθαι, Βερίνης τε καὶ Προσδόκης, λαμπρῶς καὶ χαρμοσύνως σήμερον τιμᾷ. Πᾶσαι γὰρ ἐκ καρδίας τὸν Θεάνθρωπον Χριστὸν ἀγαπήσασαι, τῶν ἐν βίῳ τερπνῶν ἠλόγησαν, καὶ τὰ τοῖς ἁγίοις ἀποκείμενα ἀγαθὰ σφοδρῶς ποθήσασαι, τῆς προσκαίρου ζωῆς, τὸ ἑκούσιον ὑπὲρ Χριστοῦ μαρτύριον προὐτίμησαν. Ἡ θεοφιλὴς μήτηρ Δομνίνα, ἀλείπτης τῶν παρθένων θυγατέρων αὐτῆς, φοβουμένη τὴν ἐπικειμένην ὑπὸ τῶν στρατιωτῶν βέβηλον αὐτῶν ἀτίμωσιν, προείλετο τοῦ ζῆν τὸ μαρτύριον· διό, σὺν ταῖς θυγατράσιν αὐτῆς, εἰς τὰ πλησίον ποτάμια ῥεύματα ῥιφεῖσα, μετ’ αὐτῶν ἀπεπνίγη, λαβοῦσα τὸν τῆς ἀθλήσεως ἀμαράντινον στέφανον. Καὶ οὕτως ἐφύλαξαν πᾶσαι τὴν πίστιν Χριστοῦ, καὶ ἁγνείαν τελείαν, καὶ παρθένων τιμήν.

 

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός,  Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης, καὶ Προσδόκης.

Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι,

βιωτικῶν ἔχουσιν ἀγνοημάτων.

Θεσπεσίῳ πόλῳ τετάρτῃ σύντρεις εἰσήχθησαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.

Ἱερόθεος ἱερώθη σοι πάλαι,

νῦν δ' αὖ μεταστάς, καὶ συνήφθη σοι Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων.

Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος,

τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάκτου, καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός.

Ξίφει θανὼν, Αὔδακτε Μάρτυς Κυρίου,

σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.

Θεοῦ θεωρεῖ κάλλος ἡ Καλλισθένη,

οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμοῦν τοῦ Αἰγυπτίου.

Ἀσκήσεως διῆλθε τὴν στενὴν τρίβον,

Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστου, Γαΐου, Εὐσεβίου, καὶ Χαιρήμονος τῶν Διακόνων.

Xριστῷ συνήφθη ἡ τετρὰς Διακόνων,
Φαῦστος, Γάϊος, Eὐσέβιος, Xαιρήμων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Λαμπαδιστοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ ἐν Ταμασ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἔντγουϊν (Edwin)

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμοῦν τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πίωρ τοῦ Ῥώσσου τοῦ ἐγκλείστου

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ἀγίου Γουρία

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ναὸν τοῦ Παρακλήτου, αἱ παρθένοι τὸ σῶμα, τῷ Θεανθρώπῳ Χριστῷ, προσήνεγκαν θυσίαν, ἐν ὕδασι πνιγεῖσαι, σὺν μητρὶ καὶ συμψάλλουσαι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑμᾶς οἱ ἐν τῷ κόσμῳ, θυγατέρας Δομνίνης, ἐπευφημοῦμεν λαμπρῶς, τιμῶντες τὴν ἁγνείαν, καὶ ἄμετρον θυσίαν, δι’ ἣν χαίρουσαι ᾄδετε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μητέρα θεοφόρον, προστάτιν θυγατέρων, καὶ παρθενίας αὐτῶν, τιμήσωμεν σὺν τέκνοις, Βερίνῃ καὶ Προσδόκῃ, καὶ Χριστῷ πάντες ᾄσωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ναὸς τοῦ Θεοῦ Λόγου, γέγονας Παρθένε, καὶ φωτοφόρος σκηνή·
ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ ψαλλόντων σὺν Σοὶ ἐν χαρᾷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὁδηγηθεῖσαι, ὑπὸ μητρὸς αἱ παρθένοι, καταθύουσι βίον Κυρίῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχὺν λαβοῦσαι, παρὰ Κυρίου αἱ σύντρεις, ἐπεπόθησαν δώματα θεῖα, ἐν οἷς ἀνυμνοῦσιν, ἀπαύστως τὸν Σωτῆρα.

Σὺν τῇ Δομνίνῃ, ἐν οὐρανοῖς ἀνυμνοῦσι, θυγατέρες αὐτῆς θεοφόροι, τὴν σεπτὴν Τριάδα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τεθεωμένη, ἐν οὐρανοῖς ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Ἰσχύϊ Σου Χριστέ μου, Σὲ ὁμολογοῦσιν, μήτηρ Δομνίνα σὺν κόραις αὐτῆς εὐθαρσῶς, καὶ ἐν πνιγμῷ ἑκουσίῳ, Σὲ μεγαλύνουσιν.

Μετάδος μοι σὴν χάριν, τῆς αὐτοθυσίας, καὶ μαρτυρίου τὸν πόθον πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Δομνίνα ἔνδοξε.

Ὦ μῆτερ τῶν Μαρτύρων, σὲ ὁμολογοῦμεν, τῆς Ἐκκλησίας τὸ κλέος, Δομνίνα σεμνή, καὶ Ἀθλοφόρων Ἁγίων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

Νικήσασα Παρθένε, διὰ τοῦ Υἱοῦ Σου, τοῦ διαβόλου τὸ κράτος δεικνύεις βροτοῖς, τῆς σωτηρίας τὴν πύλην, Χριστὸν τὸν Κύριον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Δομνίναν εὐφημήσωμεν, Βερίναν καὶ Προσδόκην τε· ἅπαντα γὰρ τὰ τοῦ κόσμου, ἠρνήθησαν θεοφρόνως, Κύριον δὲ Θεάνθρωπον, ἐκ καρδίας ἠγάπησαν, θύσασαι ὥσπερ σφάγια, ψυχὴν αὐτῶν ὑπὲρ Τούτου, πνιγεῖσαι αὐτεξουσίως.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κόρας εὐφημήσωμεν, τῆς παρθενίας τὸν κόσμον, σὺν Δομνίνῃ ἅπαντες, τῇ σεπτῇ μητρὶ αὐτῶν καὶ τιμήσωμεν· ἐν Χριστῷ ἔζησαν, εὐσεβῶς αἱ σύντρεις, καὶ ἠρνήθησαν τὰ πρόσκαιρα, τιμὴν καὶ ἄνεσιν, καὶ τὰς ἡδονὰς τὰς τοῦ σώματος, ἀνθρώπων τὴν εὐμένειαν, ὑπὲρ παρθενίας αἱ ἔνδοξοι· οὕτω διὰ βίου, πιστῶς ἀκολουθοῦσαι τῷ Χριστῷ, ὑπὲρ Αὐτοῦ ἀπεπνίγησαν, στεφθεῖσαι ὡς Μάρτυρες. (δίς)

 

Πάντες ἀνυμνήσωμεν, τὰς θυγατέρας Δομνίνης, ἐν ψαλμοῖς καὶ ᾄσμασιν, τὴν Προσδόκην ἅπαντες καὶ Βερίναν τε· ἀρετῆς πρότυπα, χάριτος δοχεῖα, παρθενίας τὰ ἀγάλματα, ζωῆς ἐγένοντο, εὐαγγελικῆς τὰ ἀντίτυπα· ἀνθρώποις καὶ Ἀγγέλοις τε, πρόξενοι χαρᾶς καὶ ἐκστάσεως· ὄντως θεοφρόνως, Χριστῷ ἀφωμοιώθησαν πιστῶς, καὶ ὑπ’ Αὐτοῦ ἐδοξάσθησαν, ὡς θύματα ἔνθεα.

 

Χάριτι ἠρνήθησαν, τὰ ἐπὶ γῆς καὶ τὸν πλάνον, καὶ Χριστοῦ ἠράσθησαν, τῆς Δομνίνης τέκνα τὰ ὑπερένδοξα· τοῖς πιστοῖς ἔδειξαν, ἀρετῆς τὸν πλοῦτον, ἀσεβέσι δὲ τὴν δύναμιν, Χριστοῦ τοῦ σώσαντος, διὰ τοῦ Σταυροῦ γένος βρότειον· Βερίνα ἡ πανέντιμπος, καὶ θεία Προσδόκη αὐτάδελφος. Αὗται ὡς παρθένοι, πνιγεῖσαι ἑκουσίως σὺν μητρί, ἐν οὐρανοῖς σαββατίζουσιν, ὁρῶσαι τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον, ἐν πνευματικῇ ἀγαλλιάσει, τὰς τοῦ Χριστοῦ θεοφόρους Μάρτυρας· Δομνίναν, Βερίναν καὶ Προσδόκην, ἐν ἐγκωμίων ὕμνοις, θεοφιλῶς εὐφημήσωμεν λέγοντες· Χαίρετε, τῆς ἁγνείας καὶ τῆς παρθενίας αἱ  σάλπιγγες, καὶ τῶν φιλαρέτων πιστῶν τὰ οὐράνια πρότυπα· χαίρετε, τὰ τοῦ Ἐσφαγμένου Ἀρνίου ἐθελούσια θύματα, καὶ τὰ τῶν δαιμόνων δεινότατα ῥαπίσματα· χαίρετε, τὰ τῆς Ἐκκλησίας κοσμήματα, καὶ τὰ τῶν βιαζόντων θεοφιλῶς τὰς τοῦ Παραδείσου πύλας, πανένδοξα ὑποδείγματα. Ἱκετεύσατε οὖν ἐκτενῶς, πάνσεπτοι νύμφαι τὸν Χριστόν, ὑπὲρ ἡμῶν τῶν ἐνθεαστικῶς τιμώντων ὑμᾶς ἐν Πνεύματι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίρετε ὦ Μάρτυρες τοῦ Θεοῦ, Δομνίνα Βερίνα, σὺν Προσδόκῃ τῇ θαυμαστῇ, ἐν ζήλῳ ποθοῦσαι, Χριστῷ εὐαρεστῆσαι· δι’ Ὃν αὐτεξουσίως, αὐτὰς ἐθύσατε

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὰς θυγατέρας τῆς Δομνίνης τιμῶμεν, τῆς παρθενία ἐρασθείσας τοῦ κάλλους, καὶ τῆς ἁγνείας Μάρτυρας Χριστοῦ τοῦ Θεοῦ· ἔργῳ γὰρ λαμπρῷ ἀπέδειξαν, τὴν θερμὴν αὐτῶν πίστιν, θάνατον ἑλόμεναι, ἀτιμώσεως βίου, ἀποπνιγεῖσαι σύντρεις ἐν χαρᾷ, χάριτι θείᾳ, στεφθεῖσαι ὡς Μάρτυρες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Δομνίναν, σὺν θυγατράσιν, ὕμνοις τιμῶ. Ν(ικοδήμου).

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δομνίναν ὑμνῆσαι ἐπιθυμῶ, καὶ τὰς θυγατέρας, τὰς πνιγείσας ὑπὲρ Χριστοῦ· διὸ ἱκετεύω Θεὸν Λόγον, τοῦ ἀποστεῖλαί μοι Πνεῦμα Παράκλητον.

Ὁδὸν ἀληθείας καὶ ἀρετῆς, Δομνίνα διδάσκεις, θυγατέρας σου εὐκλεεῖς· ἐτήρησαν δὲ τὴν παρθενίαν, διὰ θυσίας τοῦ βίου ἀλώβητον.

Μεγάλη Δομνίνα ἡ σὴ φροντίς, περὶ παρθενίας, καὶ ζωῆς τῆς ἐν οὐρανοῖς· στηρίζεις γὰρ κόρας σου ἁγίας, μεθ’ ὧν ἐπνίγης ὡς Μάρτυς πανένδοξε.

Θεοτοκίον.

Ναὸν τῆς ἁγνείας περικαλλής, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ἰσχυραὶ ἐν τῇ πίστει αἱ εὐκλεεῖς Μάρτυρες, σπεύδουσιν εἰς δώματα θεῖα, πρὸς γάμον ἔνθεον, μετὰ Νυμφίου Χριστοῦ, ἐν οὐρανίᾳ παστάδι, ἐν ᾗ φῶς ἀνέσπερον, Λόγος Θεάνθρωπος.

Νικηφόρους ὁρῶμεν τὰς τοῦ Χριστοῦ Μάρτυρας, μετὰ πρωτοτόκων Μαρτύρων, ἐν Παραδείσῳ νῦν, εὐφραινομένας λαμπρῶς, καὶ ὑμνῳδούσας ἀπαύστως, Κύριον φιλάνθρωπον, τὸν Τρισυπόστατον.

Ἀληθῶς ὦ Δομνίνα νυμφαγωγὸς γέγονας, πρὸς τὸν ἐραστὴν καὶ Νυμφίον, τῶν θυγατέρων σου, καὶ συνεργεῖς θαυμαστῶς, τοῦ νυμφευθῆναι σὰ τέκνα, τὸν Χριστὸν ὡς Μάρτυρες, καὶ καλλιπάρθενοι.

Θεοτοκίον.

Νεανίδων ἡ Πρώτη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Φρουρήσατε, ταῖς πρὸς Θεὸν ὑμῶν Μάρτυρες ἱκεσίαις, ἐκ παντοίων πειρασμικῶν δεινῶν ἐπιθέσεων, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην τελοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Τοῦ κόσμου τερπνά, πανένδοξοι ἠρνήθητε, Τριάδα σεπτήν, ἐνθέως ἀγαπήσασαι, καὶ ζωὴν ἐθύσατε, ὦ Δομνίνα Μάρτυς σὺν τέκνοις σου, τοῦ φυλάξαι τὴν πίστιν Χριστοῦ, καὶ ἁγνείαν τελείαν, καὶ παρθένων τιμήν.

 

 

 

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Σὺ Χριστὸν τὸν Θεάνθρωπον, διὰ τῆς θυσίας σου διεκήρυξας, ὦ Δομνίνα ὡς Νυμφίον σου, Ὃν σὺν θυγατράσι σου ἠγάπησας.

Ὑπακούσασα Κτίστῃ σου, τῶν σῶν θυγατέρων ὄντως ἐφύλαξας, ὦ Δομνίνα τὴν ἁγνότητα, ἀποπνίξασα αὐτὰς ἐν ὕδατι.

Νεανίδων αἱ πάναγνοι, ἡ κλεινὴ Βερίνα καὶ ἡ Προσδόκη ὁμοῦ, παρθενίαν διεφύλαξαν, ὑπὲρ Λόγου σεπτῶς μαρτυρήσασαι.

Θεοτοκίον.

Θεοτόκε πρεσβείαις Σου, ἐκ παντὸς κινδύνου ἡμᾶς διάσωσον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὸν ἄνθρωπον.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Ὕψιστον Θεόν, ἡ Δομνίνα ἀγαπήσασα, τῆς γῆς φθαρτὰ καὶ μάταια ἐν χαρᾷ, σὺν θυγατράσιν, ἠρνήθη τε καὶ κατέθυσεν.

Γόνους σου ἁγνούς, σῷ Νυμφίῳ Μάρτυς δέδωκας, καὶ σὺν αὐτοῖς ἐν πίστει ἀκλινεῖ, τοῦ μαρτυρίου, τὴν τελευτὴν ἐπεδίωξας.

Ἅπαντας ἡμᾶς, ἐν ἁγνείᾳ διαφύλαξον, ὦ Δομνίνα ταῖς λιταῖς σου πρὸς Χριστόν, καὶ μοναζόντων, τὰ τάγματα περιφρούρησον.

Θεοτοκίον.

Τέξασα Χριστόν, ἐν ἀγκάλαις Σου ἐβάστασας, καὶ ἐγαλούχησας Αὐτὸν ὑπερυφῶς, τὸν τροφοδότην, τοῦ κόσμου Θεοχαρίτωτε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ῥημάτων, τοῦ Θεανθρώπου ἤκουσαν, ἡ Βερίνα σὺν τῇ θείᾳ Προσδόκῃ, ἐκ τῆς μητρός, καὶ Ἁγίας Δομνίνης, καὶ ἑαυτὰς ἑκουσίως προσήνεγκαν, ὡς θύματα τοῦ Ἰησοῦ, Ὃς ἐνδόξως αὐτὰς ἐστεφάνωσεν.

Ἀλλοίωσον, τοῦ νοός μου φρόνημα, σαῖς πρεσβείαις ὦ Δομνίνα πρὸς Λόγον· ὅτι κακοῖς, ἡ ψυχὴ διεστράφη, ἐπιποθοῦσα ἀεὶ ματαιότητας, καὶ ἔρεβος ἀντὶ φωτός, ἐν ψυχῇ μου ὑπάρχεις πανένδοξε.

Στερέωσον, ὦ Δομνίνα δοῦλόν σου, ἐν ἀγῶνι σαῖς πρεσβείαις πρὸς Κτίστην· ὅτι πολλοί, τῶν ἐχθρῶν μου συλοῦσι, τοὺς θησαυροὺς τῆς καρδίας πανένδοξε, ἐπίσταμαι ὁ ταπεινός, τῆς ψυχῆς οὐχ ὁ κόσμος ἰσάξιος.

Θεοτοκίον.

Ἱκέτευσον, Σὸν Υἱὸν πανάχραντε, ὑπὲρ γένους Σου ἁγνὴ Θεοτόκε· ὅτι πολλοί, λυμεῶνες εἰσῆλθον, ἐν τῇ ζωῇ τῶν πιστῶν θεοδόξαστε· καὶ λύκοι καὶ διαστροφεῖς, ἐν δορᾷ τῶν προβάτων ἐν ποίμνῃ Σου.

Φρουρήσατε, ταῖς πρὸς Θεὸν ὑμῶν Μάρτυρες ἱκεσίαις, ἐκ παντοίων πειρασμικῶν δεινῶν ἐπιθέσεων, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην τελοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὦ Δομνίνα σὺν τέκνοις ἡμῶν φῶς ὑπάρχετε, ἀρνηθεῖσαι ζωὴν ἀτιμώσεως ἔνδοξοι, ἀποπνιγεῖσαι περιχαρῶς ὑπὲρ τοῦ Ἰησοῦ· καὶ νῦν ἵστασθε, ἐν οὐρανῷ, πρὸ τοῦ Κυρίου εὐλαβῶς, καθορῶσαι τὴν δόξαν Αὐτοῦ· σπεύσατε εἰς πρεσβείαν, ὑπὲρ δοκιμαζομένων, πρὸς τὸν Φιλάνθρωπον Χριστόν, ὅπως τύχωμεν ἀφέσεως.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τῶν Ἀθληφόρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πάντες ἀνυμνήσωμεν, τὰς θυγατέρα Δομνίνης, ἐν ψαλμοῖς καὶ ᾄσμασιν, τῆς Προσδόκη ἅπαντες καὶ Βερίναν τε· ἀρετῆς πρότυπα, χάριτος δοχεῖα, παρθενίας ἀγάλματα, ζωῆς ἐγένοντο, εὐαγγελικῆς τὰ ἀντίτυπα· ἀνθρώποις καὶ Ἀγγέλοις τε, πρόξενοι χαρᾶς καὶ ἐκστάσεως· ὄντως θεοφρόνως, Χριστῷ ἀφομοιώθησαν πιστῶς, καὶ ὑπ’ Αὐτοῦ ἐδοξάσθησαν, ὡς θύματα ἔνθεα.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ναὸν τοῦ Παρακλήτου, αἱ παρθένοι τὸ σῶμα, τῷ Θεανθρώπῳ Χριστῷ, προσήνεγκαν θυσίαν, ἐν ὕδασι πνιγεῖσαι, σὺν μητρὶ καὶ συμψάλλουσαι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑμᾶς οἱ ἐν τῷ κόσμῳ, θυγατέρας Δομνίνης, ἐπευφημοῦμεν λαμπρῶς, τιμῶντες τὴν ἁγνείαν, καὶ ἄμετρον θυσίαν, δι’ ἣν χαίρουσαι ᾄδετε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μητέρα θεοφόρον, προστάτιν θυγατέρων, καὶ παρθενίας αὐτῶν, τιμήσωμεν σὺν τέκνοις, Βερίνῃ καὶ Προσδόκῃ, καὶ Χριστῷ πάντες ᾄσωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ναὸς τοῦ Θεοῦ Λόγου, γέγονας Παρθένε, καὶ φωτοφόρος σκηνή·
ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ ψαλλόντων σὺν Σοὶ ἐν χαρᾷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὁδηγηθεῖσαι, ὑπὸ μητρὸς αἱ παρθένοι, καταθύουσι βίον Κυρίῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχὺν λαβοῦσαι, παρὰ Κυρίου αἱ σύντρεις, ἐπεπόθησαν δώματα θεῖα, ἐν οἷς ἀνυμνοῦσιν, ἀπαύστως τὸν Σωτῆρα.

Σὺν τῇ Δομνίνῃ, ἐν οὐρανοῖς ἀνυμνοῦσι, θυγατέρες αὐτῆς θεοφόροι, τὴν σεπτὴν Τριάδα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τεθεωμένη, ἐν οὐρανοῖς ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Ἰσχύϊ Σου Χριστέ μου, Σὲ ὁμολογοῦσιν, μήτηρ Δομνίνα σὺν κόραις αὐτῆς εὐθαρσῶς, καὶ ἐν πνιγμῷ ἑκουσίῳ, Σὲ μεγαλύνουσιν.

Μετάδος μοι σὴν χάριν, τῆς αὐτοθυσίας, καὶ μαρτυρίου τὸν πόθον πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Δομνίνα ἔνδοξε.

Ὦ μῆτερ τῶν Μαρτύρων, σὲ ὁμολογοῦμεν, τῆς Ἐκκλησίας τὸ κλέος, Δομνίνα σεμνή, καὶ Ἀθλοφόρων Ἁγίων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

Νικήσασα Παρθένε, διὰ τοῦ Υἱοῦ Σου, τοῦ διαβόλου τὸ κράτος δεικνύεις βροτοῖς, τῆς σωτηρίας τὴν πύλην, Χριστὸν τὸν Κύριον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίρετε ὦ Μάρτυρες τοῦ Θεοῦ, Δομνίνα Βερίνα, σὺν Προσδόκῃ τῇ θαυμαστῇ, ἐν ζήλῳ ποθοῦσαι, Χριστῷ εὐαρεστῆσαι· δι’ Ὃν αὐτεξουσίως, αὐτὰς ἐθύσατε.

Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Δομνίναν καὶ τέκνα, τὰς παρθένους τοῦ Ἰησοῦ, τὰς ἀξιωθείσας, στεφάνων μαρτυρίου, καὶ δόξης αἰωνίου, ἐν θείοις δώμασιν.

Πάντες ἀνυμνήσωμεν εὐλαβῶς, Βερίναν Προσδόκην, καὶ Δομνίναν τὴν θαυμαστήν, Χριστοῦ θείας νύμφας, ἁγνότητος τὰς βάσεις, παρθένων καὶ Μαρτύρων, πάνσεπτα πρότυπα.

Δομνίνα Βερίνα σὺν ἀδελφῇ, Προσδόκῃ τυθεῖσαι, ἑκουσίως ὑπὲρ Χριστοῦ, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ παρθενευόντων, καὶ ἀγωνιζομένων, ὑπὲρ ἁγνότητος.

Ὕμνοις εὐφημήσωμεν τὰς κλεινάς, Δομνίνης θυγατέρας, ἀθλησάσας ὑπὲρ Χριστοῦ, τιμώσας ἐν ἔργοις, θεσμὸν τῆς παρθενίας· διὸ σὺν ταῖς παρθένοις, ἀεὶ εὐφραίνονται.

Μῆτερ ἠξιώθης ἐν οὐρανοῖς, ἀεὶ σαββατίζειν, καὶ Νυμφίον σου καθορᾶν, δυσὶ σὺν θυγατράσι, Βερίνῃ καὶ Προσδόκῃ, καὶ Τούτῳ μεσιτεύειν, σωθῆναι ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, τὴν Δομνίναν εὐλαβῶς, σὺν ταῖς θυγατράσι ταῖς θείαις, ἀνευφημήσωμεν νῦν· πάντα γὰρ κατέλιπον, τὰ ἐν τῷ βίῳ τερπνά, καὶ Χριστῷ ἠκολούθησαν, τιμῶσαι ἐν πόθῳ, σώματος ἁγνότητα, ψυχῆς τὰ τίμια· ὅθεν, ὡς ἀρνία τυθεῖσαι, ὄντως σαββατίζουσιν αὗται, σὺν τοῖς πρωτοτόκοις καὶ συμμάρτυσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.