Παρασκευή 25 Δεκεμβρίου 2020

ΣΕΠΤΕΜΒΡΙΟΣ 29. ΟΣΙΟΣ ΚΥΡΙΑΚΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΘ΄.

ΚΥΡΙΑΚΟΣ ΟΣΙΟΣ ΑΝΑΧΩΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(συμπληρωθεῖσα ὑπὸ Νικολάου Καλοσπύρου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ποίμνην, τὴν ἰδίαν πατρικῶς, ἣν Κυριακὲ Πάτερ ὄντως, πεπιστευμένος σοι ἦν, ὁ τῶν πάντων Κύριος, εἰς ἑδρασμὸν πιστῶν, προσευχῇ δὲ καὶ χάριτι, ἀνέδειξας κόσμῳ, θείοις σου προστάγμασιν, ἀρεταῖς κραταιάν· ὅθεν τοὺς σὴν μνήμην τιμῶντας, ἐν δικαιοσύνῃ καὶ πίστει, ἐκ κινδύνων λύτρωσαι πρεσβείαις σου. (Δίς)

 

Ὤφθης, ἐκ σπαργάνων μητρικῶν, σκεῦος τῶν χαρίτων τοῦ Λόγου, Πατέρων καύχημα σύ, ὅπλον καὶ κραταίωμα καὶ παντὶ ταπεινός· τὸν σταυρόν σου ἀράμενος, ἀσκήσεως δρόμῳ, Πάτερ ἠκολούθησας, Ἁγίων θαυμαστέ· ὅθεν , συνελθόντες θεόφρον, χαίροντες κραυγάζομεν· Δόξα, τῷ σὲ ἀναδείξαντι Θεῷ ἡμῶν.

 

Ὥσπερ, τὴν πικρίαν τῶν καρπῶν, ἔσχες τοῦ σαρκίου γεῦσιν, θεόπτα Κυριακέ, αὖθις διαυγέστατος, μονασταῖς φωτισθείς, τῆς νηστείας τὰ ἔκγονα, ἀπήλαυσας μάκαρ, καὶ τὴν ἐπουράνιον χαρὰν ἐκέρδησας, ἔχων, εὐφροσύνην τὴν θείαν, καὶ τῆς ἀφθαρσίας σφραγῖδα, τάξεσιν Ἀγγέλων ἀγαλλόμενος.

 

Δόξα. Ἦχος β΄.

Τῶν ἀσκητῶν τὸ κλέος, καὶ τῆς ἱερέων ὁσιότητος ἀρχέτυπον, ἀνευφημήσωμεν Κυριακόν, τὸν τῆς ἐρήμου Πατέρα, θείῳ ἔρωτι πτερούμενον, μακαρίου πόθου πεπειραμένον. Ἀναβάσεις διέθετο ἐν τῇ καρδίᾳ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, τῶν μυστικῶν στεναγμῶν ἐδωδήν, τῇ θεωρίᾳ τῶν ἄνω ἑαυτὸν προσενεγκών· ὅθεν προχέει ἰάματα, καὶ ἐκβάλλει δαιμόνια, καὶ πρεσβεύει πρὸς Κύριον, ὑπὲρ τῶν τιμώντων τὴν θείαν αὐτοῦ πανήγυριν.

 

Καὶ νῦν. Θεοτοκίον.

Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πᾶσαν ἀθρόον ἀνεκάλεσας τὴν οἰκουμένην, τῷ Σῷ Υἱῷ, ᾯ πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σώσῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.

Οὐράνια χαρίσματα, μισθὸν ὁσίως ἔλαβες, τῶν καμάτων, οὓς προσήνεγκας Χριστῷ, καὶ κόσμῳ ἐδωρήσῳ, ὑπόδειγμα σῶν πόθων, ἐν ταπεινώσει καὶ πραότητι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἀσκήσει ἐγκρατείᾳ τε, ῥομφαίαν ἐδικαίωσας, προσευχῶν σου, κατὰ σκότους νοητοῦ, πυρίπνοος ἐγένου, ἀκοίμητος προστάτης, πάντων τῶν πίστει προσκυνούντων σε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πνευματοφόρος Ὅσιε, νηστείαν λόγων ἔτεινας, διακρίσει, πρὸς τοῦ κόσμου τὰ τερπνά, καὶ θεῖον μαργαρίτην, ἐκτήσω διὰ πίστιν, ἣν σαῖς πρεσβείαις ἡμῖν δώρησαι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ τόκος ἀνερμήνευτος, Ἀγγέλοις δυσθεώρητος, διαθήκη, ἐν Σοὶ Μῆτερ ἡ καινή, πεπλήρωται τῷ κόσμῳ· ἱκέτευε ἀπαύστως, Υἱὸν Θεὸν ὑπὲρ τῶν δούλων Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἀπαλῶν ἐξ ὀνύχων τῷ Χριστῷ ἠκολούθησας, τὴν ἀγγελικὴν πολιτείαν ὁλοτρόπως ἑλόμενος· διὸ ἐν ταῖς ἐρήμοις προσχωρῶν, τῶν θείων ἠξιώθης δωρεῶν, θεραπεύων πᾶσαν νόσον Κυριακέ, τῶν πίστει προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν

Παθῶν κυριεύσας τοῦ σώματος, ἐγκρατείας χαλινῷ, θαυματουργὲ Κυριακέ, ἀπαθείας τὴν λαμπράν, Πάτερ ἐνδέδυσαι στολήν, καὶ πᾶσαν, τὴν κακίαν ἀπεγύμνωσας, τοῦ πάλαι, τοὺς Προπάτορας γυμνώσαντος, καὶ νῦν οἰκεῖς τὸν Παράδεισον, διὰ παντὸς εὐφραινόμενος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Φέρων τὸν σταυρὸν ἐπὶ ὤμων σου, ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ἔρημον κατῴκησας ὅσιε, ἐδωδὴν Κυριακέ, σκίλλαν ποιούμενος πικράν· καὶ τὴν αἴσθησιν πικραίνων, τῆς ψυχῆς τὰς ἡδονάς, προῤῥίζους, ἐναπέτεμες μακάριε· διό σε ἡ οὐράνιος ἀπόλαυσις, μετὰ τὸ τέλος ἐδέξατο, ἀγγελικῶς βιοτεύσαντα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Λέοντα ἐν κήπῳ καθέστηκας, πίστει προνοητικόν, καὶ οἰκονόμον ἱλαρόν, φύσιν ἄλογον φωτίζων, διετράνωσας σοφέ· καὶ φέρων, ἐν σοῖς μέλεσι τὴν ἄσκησιν, σὺν Πλάστῃ, τῷ σαρκὶ παθόντι ἔπαθες, εἰς Βασιλείαν οὐράνιον, φέρων τὸ σῶμά σου πρόξενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Κυριακὲ Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, πόλις τῆς Κορίνθου γενέτειρα, συγχόρευε ἅμα, Ἱερουσαλὴμ ὡς τῆς ἄνω ἀπείκασμα, τροφὲ τῶν ἐπιθυμιῶν Κυριακοῦ, τοῦ θεοφόρου πατρὸς ἡμῶν. Ἀρετὴν διεζωσμένος, εἰς Κύριον δι’ ὅλου τὰ πεποιημένα διηύθυνας, συσσαβατίζων Ἁγίοις τοῖς πάλαι, καὶ διδασκάλοις σου θείοις, τὴν τοῦ γήρατος ἀνέθηκας φοράν, προνοίᾳ τῆς Τριάδος· ὅθεν ὑπὲρ ἡμῶν, ἐπαιαζόντων τὰ ἀνομήματα ἡμῶν, τῇ θαυματουργῷ σου μεσιτείᾳ, δυσώπει Χριστὸν τὸν Κύριον.

 

Ἦχος β΄.

Κυριακὲ Πάτερ Ὅσιε, τῶν παθῶν ἀπαλλαγείς, καὶ τῶν ὄντων χωρισθείς, ἐν τῷ Θεῷ ὁ νοῦς διῆγεν· ὅθεν καὶ τῆς ὑπερφυοῦς ἀποκαλύψεως, καὶ τῶν μελλόντων κριμάτων, τὴν γεῦσιν ἔχων ἐξ ἀσκήσεως τῆς σῆς, φώτισον τὰς διανοίας ἡμῶν, πρεσβεύων πρὸς τὸν Κύριον, τοῦ σωθῆναι τοὺς τιμῶντας ἐν ὁσιότητι τὴν μνήμην σου.

 

Ἦχος γ΄.

Πάτερ Κυριακὲ Ὅσιε, τοῦ ἀρχεκάκου καταφρονήσας προστάγματα, σκεῦος ἐδείχθης ἀληθῶς τῆς Ἁγίας Τριάδος. Τὰ ὑπερήδιστα ῥήματα τῆς προσευχῆς, τροφὴν ἐπιούσιον ἀναγγέλων Πατρί, Λόγῳ καὶ Πνεύματι, τῶν θαυμάτων σου τὰ νάματα, γένει βροτῶν προσενήνοχας. Νηστείαν, ἀγρυπνίαν, προσευχήν, ἁγιασμοῦ δῶρα κτησάμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ’.

Ἀγγέλων συνόμιλε, ἐνθέου βίου ὁδηγέ, καὶ τῶν πάλαι Ὁσίων ἰσοστάσιε, καθαρωτάταις δεήσεσι ἀπέκοψας αὐχμόν, σωτήριον τῇ ἐρήμῳ ὑετὸν διανοίξας· διὸ καὶ τὰ θεῖα ῥεῖθρα τῶν χαρισμάτων σου, κλεινὸν ἑδραίωμα τῆς πίστεως ἡμῶν, μεταδίδως τῇ οἰκουμένῃ ἁπάσῃ, ὡς συνέκδημος τῶν ὑμνούντων ἐν πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄

Ὅσιε Πάτερ, ὡς φωστὴρ ἐν δόξῃ διέλαμψας, τῇ κτίσει συμπάσει, θυσίαν αἰνέσεως δωρούμενος τῷ Κτίστῃ, τὴν ἔνθεον πολιτείαν σου. Πραότητι, Ἁγίους ἐξέθρεψας· νηστείᾳ τε καὶ ψυχῇ ζεούσῃ, δαιμόνια ἐδίωξας· καὶ τῶν δυσαγῶν τὴν πλάνην διασαφήσας, τῶν Ὀρθοδόξων στεῤῥὸν κραταίωμα ἐδείχθης, Κυριακὲ πανόλβιε. Οὗ ταῖς ἱκεσίαις Χριστέ, ἐν εἰρήνῃ κυβέρνησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν

Χαίροις, ὁ ἀσκητὴς τοῦ Χριστοῦ, τῶν ἱερέων τὸ σεπτὸν ἐγκαλλώπισμα, ὁ βίον καὶ πολιτείαν, διαγαγὼν ἐν φωτί, τοῦ Χριστοῦ ἀγάπης ἡ ἐγκόλπωσις· τῆς πίστεως πρόμαχος, ἀφθαρσίας ὁ μέτοχος, καὶ τῆς ἐρήμου πολιστὴς καθαρώτατος, καὶ τοῦ Πνεύματος ἐλλαμπόμενον ὄργανον· ὅθεν καταυγαζόμενος, προλέγεις τὰ μέλλοντα, καὶ ἀνορθοῖς διανοίας, τῶν πεπτωκότων ἐν πάθεσι. Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ τοῦ Σταυροῦ ἐραστής, ὁ ἐκ νεότητος ποθήσας τὸ τέλειον, ὁ μύστης τῆς ἡσυχίας, ὑπακοῆς ἡ φωνή, καὶ τῆς ταπεινότητος ἐνσάρκωσις· ἐρήμου τὸ πρότυπον, Παλαιστίνης ὁ τρόφιμος, καὶ τῆς εἰρήνης, τῆς ἐνθέου ἡ δύναμις, ὀρθοδόξων δε, τὸ ἀκράδαντον ἔρεισμα· ὅθεν ἐλέους πρόξενος, ἐδείχθης μακάριε, τοῦ θείου ἔρωτος πλάσμα, ἀναχωρήσεως σχήματι, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, τῶν Ὀρθοδόξων πληθύς, φαιδρυνομένη τοῖς σοῖς θαύμασι Ὅσιε, καὶ κλίνει καρδίας γόνυ, ἀγαλλομένη τερπνῶς, ἐπὶ τῇ ὑμνήσει τῶν χαρίτων σου. Προσφύγων στερέωμα, ἱερέων τὸ πάνδημον, τῶν φιλεόρτων, τὰ συστήματα ἅπαντα, συγχορεύουσι, παῤῥησίαν αἰτούμενοι, ἣν ἔσχες Πάτερ ἄῤῥηκτον, καρπὸν τοῦ ἱδρῶτός σου, τῆς πρὸς πλησίον ἀγάπης, φιλανθρωπίαν τὴν ἔμπρακτον, Χριστοῦ· Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς τὸν Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἀπαλῶν ἐξ ὀνύχων τῷ Χριστῷ ἠκολούθησας, τὴν ἀγγελικὴν πολιτείαν ὁλοτρόπως ἑλόμενος· διὸ ἐν ταῖς ἐρήμοις προσχωρῶν, τῶν θείων ἠξιώθης δωρεῶν, θεραπεύων πᾶσαν νόσον Κυριακέ, τῶν πίστει προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Κορίνθου τὸν βλαστόν, Παλαιστίνης τὸ κλέος, ποιμένα ἀρετῶν, Πνεύματος Παναγίου, τὸ σκεῦος τὸ πρόθυμον, ἀσκητῶν τὸ ὡράϊσμα, ἐν λαμπρότητι, ἀνευφημήσωμεν πάντες, ἀναστάσεως, τὸν κοινωνὸν τοῦ Κυρίου, Κυριακὸν καύχημα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀχώρητον Θεόν, τῶν ἁπάντων τὸν Κτίστην, τὸν Κύριον ἡμῶν, καὶ Υἱὸν καὶ Θεόν Σου, σεμνὴ ἀπειρόγαμε, ἐν Σῇ μήτρᾳ ἐβάστασας· ὅθεν δύνασαι, ὡς πανσθενοῦς Θεοῦ Μήτηρ, τὰς ψυχὰς ἡμῶν, ἐκ πολυτρόπων κινδύνων, σώζειν ἐν πρεσβείαις Σου.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐργάτην τὸν κάλλιστον τοῦ ἀμπελῶνος Χριστοῦ, ἐρήμου φιλόξενον τῶν ἠλπικότων ψυχῶν, ὑμνήσωμεν σήμερον· ὅθεν τὴν σὴν εἰκόνα, μοναστῶν θεοφόρε, πόθῳ ἀσπαζομένη, οἰκουμένη ἐν δόξῃ, αἰτεῖται τῶν ἐκ τοῦ Θεοῦ, ὑπὲρ νοῦν χαρίτων σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μυστήριον ἄῤῥητον καὶ ὑπὲρ νοῦν θαυμαστόν, ὁ τόκος Σου γέγονεν ἀθανασίας πηγή, ἡμῖν τοῖς κραυγάζουσιν· πάντων ὑψηλοτέρα, Δέσποινα τῶν Ἀγγέλων, καθήλωσον τὰς σάρκας, ἐν τῷ φόβῳ Δεσπότου, καὶ ταῖς ψυχαῖς Κυριακέ, ἐν ἀναστάσει λάμπρυνον

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ματαιότητος βίον καταλιπών, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, ἔρημον ἐβίωσας, ὡς γυμνάσιον πόθου σου, καὶ σαρκὸς ἔξω Πάτερ, τοὺς δαίμονας ἤλασας, καὶ θαυμάτων πλουσίως, τοὺς κόσμῳ ἐξέθρεψας· ὅθεν τῶν ἀλόγων, ἀγριότητα τέρπεις, καρπῶν τὸ πικρόγευστον, ἐν γλυκύτητι ἔπλησας, Κυριακὲ Πάτερ Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῶν θαυμάτων Κυρίου ἡ ἀπαρχή, τῶν δογμάτων Ὑψίστου ἡ κορυφή, ἡμῶν τὸ κραταίωμα, χαῖρε ἄχραντε Δέσποινα, τῆς Ἐκκλησίας δόξα, σωτήριος πλήρωσις, πρὸς θνητοὺς εὐδοκία, Θεοῦ ἡ κατάφασις· ὅθεν δυσωπῶ Σε, ὡς τοῦ Κτίστου Μητέρα, δοθῆναί μοι ἄφεσιν, τῶν ἀπείρων πταισμάτων μου, εἰς ζωὴν τὴν αἰώνιον. Δέσποινα Νύμφη Παρθένε ἁγνή, μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, παραμυθίας σκέπην ζωῆς ἡμῶν Σὲ κτώμενοι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Κυριακὲ ἀξιάγαστε, ὅσιος καὶ ἀληθινὸς εὑρέθης ἐν προσώπου τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν· καὶ τῇ θεηγόρῳ ἐνδιατρίψας προσευχῇ, πνεύματι ταπεινώσεως, εἰς καρποφορίαν τὰς ψυχὰς ἡμῶν καταρδεύεις· διὸ ἐν ἀσκηταῖς, μέγας ὁ κλῆρός σου γέγονε, καὶ τῷ κόσμῳ ἀποτασσόμενος, κατήσχυνας τοῦ ψυχοφθόρου τὰ βουλεύματα, καὶ τῶν Ἀγγέλων τὴν βιοτὴν μιμησάμενος, κατηυγάσθης φωτὶ τῆς Τρισηλίου Θεότητος. Παῤῥησίαν ἔχων πρὸς Θεόν, εἰρήνην αἴτησαι τῇ οἰκουμένῃ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Κυριακὲ γένοιο πρὸς Θεόν μοι προστάτης. Ἄνευ τῶν Θεοτοκίων. Ποίημα Στεφάνου τοῦ Σαββαΐτου.

ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾎσμα ἀναπέμψωμεν

Κλέος θείας γνώσεως Χριστέ, παράσχου μοι καὶ χάριτος, τὸν Ὅσιον ἀξίως, Κυριακὸν ὑμνῆσαι, ταῖς τούτου ἐντεύξεσι· σὺ γὰρ τῶν ὑπὲρ λόγον, ὁ ταμίας σοφῶν διδαγμάτων.

μνον προσκομίζοντά σοι νῦν, Κυριακὲ μακάριε, εὐμενῶς δεδεγμένος, τῆς θείας μετασχεῖν με, Χριστὸν καθικέτευε, αἴγλης καὶ φωταυγίας, καὶ τῆς ὄντως τυχεῖν σωτηρίας.

ώμῃ τοῦ Δεσπότου κραταιᾷ, ῥωννύμενος τοὺς ἄρχοντας, Κυριακὲ παμμάκαρ, τοῦ σκότους ἐτροπώσω· τοῖς τούτου δὲ ἴχνεσι, Πάτερ ἀκολουθήσας, πρὸς τὴν ἄνω κατήντησας λῆξιν.

σην ἐδείξω ἐπὶ γῆς, πρὸς Ἀσωμάτους ἅμιλλαν, ὅλον καθυποτάξας, σαρκὸς τῷ ζωηφόρῳ, τὸ φρόνημα Πνεύματι· ὅθεν ἐν οὐρανοῖς νῦν, συγχορεύεις αὐτοῖς θεοφόρε.

Θεοτοκίον

Κλῖμαξ ἀνεδείχθης νοητή, ἣν Ἰακὼβ τεθέαται, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, δι' ἧς ἀῤῥήτῳ λόγῳ, κατῆλθεν ὁ ἄσαρκος, σὰρξ ἀτρέπτως γενέσθαι, ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε.

 

ᾨδὴ γ΄. Τοῦ Ὁσίου. Οὐκ ἔστιν ἅγιος

όκνως διήνυσας, τὴν τρίβον τῆς ζωῆς· ἐκ γὰρ βρέφους ἐπόθησας, τὸν Κτίστην σου Ὅσιε, ὃν διψῶν ἐξεζήτεις, ἐλάφου μιμούμενος, τὸν δρόμον ἐφ' ὑδάτων πηγάς.

Καρδίας τοῖς πίναξιν, ἐγγραφείσας τῆς σῆς, δεδεγμένος θεσπέσιε, δακτύλῳ τοῦ Πνεύματος, ὥσπερ ἔμψυχος βίβλος, ἐμπράκτως ἐτήρησας, Χριστοῦ τὰς ζωτικὰς ἐντολάς.

κράτησας Ὅσιε, ἐν νηστείαις γαστρός, τῆς λιχνώδους ὀρέξεως, καὶ τὴν ὑπόγαστρον ἡδονὴν συννεκρώσας, ἁγνείᾳ συνέζησας, Πάτερ διὰ βίου παντός.

Γηθόμενος ἔμφρονα, τῇ Τριάδι ναόν, σαυτὸν κατεσκεύασας, τὸν νοῦν καθηράμενος, καὶ σῶμα καὶ Πνεῦμα, τρισμάκαρ καὶ γέγονας, δοχεῖον τρισηλίου φωτός.

Θεοτοκίον.

Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι ἡμᾶς.

 

Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τῆς ἄνω ἐφιέμενος ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

 

ᾨδὴ δ΄. Τοῦ Ὁσίου. Σὺ μου ἰσχύς, Κύριε

φριξέ σου, ἥλιος τὸ ἐγκρατὲς καὶ στεῤῥόν, δι' ἐτῶν σε, πλείστων ὀργιζόμενον, μὴ δυνηθείς, ὅλως κατιδεῖν, μήτε ἐν ἡμέρᾳ, τροφῆς μετέχοντα Ὅσιε, εὐτόνως μελῳδοῦντα, ἀγρυπνίαις ἀπαύστοις· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Νόμοις Καινῆς, καὶ Παλαιὰς Διαθήκης σοφέ, ἐν συνέσει, μάκαρ τῶν Ἁγίων ἀνδρῶν, ἐμμελετῶν ἅπαν ἀρετῆς, εἶδος ἀπεμάξω, σοφῆς μελίσσης τὸν τρόπον ζηλῶν, καὶ σκεῦος χρηματίσας, ἐκλογῆς ἀνεβόας· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

λβος τρυφῆς, καύχημα καὶ ἀγαλλίαμα, τῶν Ὁσίων, πέφυκας Χριστὲ ὁ Θεός· ὅθεν ποθῶν, Σὲ Κυριακός, πάντα τὰ ἐν κόσμῳ, τερπνὰ λελόγισται σκύβαλα· διὸ καὶ ἐν ἐρήμοις, ἐρωτικῶς ἀβάτοις, κατετρύφα τῆς Σῆς ὡραιότητος.

σμεν ποτέ, Μεῤῥᾶς γλυκάναντα νάματα, τὸν Προφήτην, σκίλλης δὲ πικρὰν ἐδωδήν, μεταβαλών, σὺ Κυριακέ, εἰς γλυκεῖαν γεῦσιν, τὴν παῤῥησίαν δεικνύεις σαφῶς, πρὸς Κύριον τὸν ὄντως, τοὺς αὐτοῦ ὑπηρέτας, θεϊκῇ δυναστείᾳ δοξάζοντα.

φοιτητής, καὶ μιμητὴς τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἱκέτου σεληνιαζόμενον, σὺ τὸν υἱόν, διὰ προσευχῆς, οἴκτῳ θεραπεύεις, πρὸς τούτου χάριν δεξάμενος, τὰς νόσους φυγαδεύειν, καὶ δαιμόνων τὰ στίφη, ἀπελαύνειν τῷ τύπῳ τοῦ θείου Σταυροῦ.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, Σὺ προστάτις, Σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ ε΄. Τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω

Πρὸς Χριστοῦ δεδεγμένος, τὴν ἀκαταμάχητον χάριν τοῦ Πνεύματος, καταβέβληκας μέν, κατὰ κράτος δεινοὺς κοσμοκράτορας, ψυχικῶν παθῶν δέ, Κυριακὲ ἐπικρατήσας, ἀπαθείας στεφάνῳ κατέστεψαι.

ωμαλέος ἐδείχθης, πόνοις τῆς ἀσκήσεως, ἐγκαρτερήσας στεῤῥῶς, μέχρι γήρως μείνας, βαθυτάτου ἀνένδοτος Ὅσιε, ἐν ἐρήμοις ὥσπερ, βασιλικῶν αὐλῶν θαλάμοις, σὺν πολλῇ χαρμονῇ διαιτώμενος.

λονύκτους ἀνύων, μάκαρ ἀγρυπνίας, πρὸς τὸν Θεὸν ἐκδημῶν, ἀμετεωρίστως, δι' εὐχῆς τῷ ἀΰλῳ ὡμίλεις Νοΐ, καὶ λαμπρὰς ἐδέχου, Κυριακὲ φωτὸς ἀκτῖνας, φεγγοβόλους τὸν νοῦν ἐλλαμπόμενος.

Σελασφόρου πλησθεῖσα, καὶ προφητικῆς ἀναῤῥήσεως Ὅσιε, ἡ σεπτή σου γλῶσσα, προηγόρευσε τῆς τυραννούσης ποτέ, Ὠριγένους λύμης, φρενοβλαβοῦς καὶ ψυχοφθόρου, παντελῆ καὶ τελείαν καθαίρεσιν.

Θεοτοκίον.

Νοερῶς ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια· οὐρανοῦ γὰρ πύλην, ὁ Δεσπότης σε ἔδειξεν ἄχραντε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ἀνέτειλεν ἥλιος.

 

ᾨδὴ στ΄. Τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ

Θεὸς θετὸς γεγονώς, Χριστοῦ θεώσει τοῦ φύσει Θεοῦ, τῆς φύσεως ἀλγεινάς, πηρώσεις ἀνώρθωσας, νοσοῦντας ἰώμενος, δαιμονῶντας αὖθις, θεραπεύων θείᾳ χάριτι.

ξέφυγες τοῦ πρὸς σέ, φοιτῶντος πλήθους τὴν ὄχλησιν, καὶ πάλιν τοὺς φοβερούς, χειμάῤῥους κατέλαβες, ἐκκλίνων ἀοίδιμε, τῶν κενῶν ἐπαίνων, ἀνθρώπων τὸ δοξάριον.

νείρου δίκην φθαρτοῦ, τοῦ κόσμου πᾶσαν τὴν δόξαν ὁρῶν, τοῦ νόμου ζῶντος Θεοῦ, τῆς δόξης τῆς κρείττονος, ἐπόθησας μέτοχος, σοφὲ χρηματίσαι, ἧς ἐνδίκως κατηξίωσαι.

Θεοτοκίον.

Ὡς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς Ἅγιον Ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.

 

Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ

Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Μέγας νοῦς κατὰ Χριστὸν διορατικὸς καὶ ἰσχυρὸς ὁράσει, ματαιότητα τῶν προσκαίρων καταλιμπάνει, καὶ ἀεὶ ἐφίεται τοῦ προσώπου τοῦ Κυρίου. Καὶ ἐν ἀληθείᾳ γνώσεως καὶ θεωρίας γενόμενος οὐκέτι ἑαυτῷ ζεῖ, ὅλον ἑαυτὸν κατοικητήριον τῷ Παναγίῳ Πνεύματι παρίστησι· ὅθεν καὶ ὁ τῆς ἀναχωρήσεως ἐπώνυμος, ὁ μέγας ἐν μονασταῖς Κυριακός, τῷ Θεῷ καθαρώτατα προσομιλῶν, ῥεῖθρα θαυμάτων νέμει τοῖς προσιοῦσι τῇ αὐτοῦ μεσιτείᾳ καὶ κράζουσι· Χαίροις Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κυριακοῦ τοῦ ἀναχωρητοῦ

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τοῦ Ὁσίου. Παῖδες Ἑβραίων

Νόμων καὶ λόγων θεοπνεύστων, κατεγλύκανε τὸν λάρυγγα μελέτῃ, ὑπὲρ μέλι ὁ σός, πιστότατος θεράπων· Εὐλογητὸς εἶ Κύριε, μελῳδῶν εἰς τοὺς αἰῶνας.

Μάκαρ θεσπέσιε προσάγοις, τοὺς ὑμνοῦντάς σε Θεῷ κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, πρεσβείαις σου βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

λην τοῦ Πνεύματος τὴν χάριν, εἰσῳκίσατο Χριστέ· σοῦ ἐραστὴς γάρ, τοῦ ἀφράστου φωτός, ὁλόψυχος ὑπῆρχε, Κυριακὸς κραυγάζων σοι· ὁ Θεὸς εὐλογητὸς εἶ.

να λεόντων διαδράσῃ, τὴν ὠμότητα Δανιὴλ ἐδοξάσθη, ὑπουργοῖς δὲ αὐτοῖς, ἐκέχρηστο προστάσσων, Κυριακὸς κραυγάζων σοι· ὁ Θεὸς εὐλογητὸς εἶ.

Πράξει προσθεὶς τὴν θεωρίαν, Τρισυπόστατον ἐκήρυξας οὐσίαν, ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι κραυγάζων, Κυριακὲ θεόληπτε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ κατεύνασον αἱρέσεων τὴν ζάλην, Θεομῆτορ· καὶ γάρ, σὲ ἔχομεν προστάτιν, Χριστιανοὶ καὶ πρόμαχον, καὶ σὲ πίστει ἀνυμνοῦμεν.

ᾨδὴ η΄. Τοῦ Ὁσίου. Νικηταὶ τυράννου

οαῖς τῶν δακρύων, ἤρδευσας μακάριε τὴν ἱεράν σου, κατανύξει θείᾳ ψυχήν, καὶ πολύκαρπον ἔδειξας μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεσβίτης πάλαι, αὐχμῷ κατεξήρανεν ὄμβρων ψεκάδας· ὑετοῦ δὲ χύσιν, ἐν ἀκμῇ κατήγαγες θέρους σὺ μάκαρ· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σὺ τῶν κακοδόξων, τὴν ἀπάτην ἤλεγξας τοῦ Ὠριγένους, γενναίοις ἀγῶσι, μαθητῶν τοῦ λήρου τε καὶ μυθολόγου· Εὐλογεῖτε μέλπων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῆς Τριάδος λίαν, εὐσεβῶς ἐδίδαξας Πάτερ οὐσίαν, τρισὶν ἐν ἡλίοις, ὥσπερ μίαν αἴγλην τε καὶ λαμπηδόνα· Εὐλογεῖτε λέγων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μεν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τοῦ Ὁσίου. Ἔφριξε πᾶσα ἀκοή.

ντρον σε δέδεκται σοφέ, τὸν δεξάμενον πηγὴν τὴν θεόσδοτον, τερατουργήσαντος, τοῦ θείου πάλαι Πατρὸς Χαρίτωνος, μωσαϊκῶς Κυριακέ, καὶ τεῖχος ἀκράδαντον, τῇ ποίμνῃ γέγονας, τῇ ἐκείνου φρουρὸς ἀσφαλέστατος.

Τῆς ὄντως ἔρωτι ζωῆς, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, τὸν βίον Κυριακέ, μελέτην ἔθου θανάτου· ὅθεν καὶ νῦν, πρὸς τὴν ἀγήρω μεταστάς, τρυφὴν τὴν ἀκήρατον, τοῖς οὐρανίοις χοροῖς, ἐν φωτὶ περὶ Θεὸν συγχορεύεις ἀεί.

στραψας αἴγλῃ πυρωθείς, τῇ τοῦ Πνεύματος καὶ ὤφθης ταῖς ὕπερθεν, χοροστασίαις φαιδρός, ἀλλ' αὔγασόν μου τὸν νοῦν μακάριε, τῷ νοερῷ καὶ τριφεγγεῖ, φωτὶ τῆς Θεότητος, ταῖς ἱκεσίαις σου, καὶ παθῶν με καὶ πταισμάτων διάσωσον.

Στεφθέντες τῷ νικητικῷ, διαδήματι Χαρίτων θεσπέσιε, Κυριακέ τε μάκαρ, καὶ παρεστῶτες τῷ ἐν ὑψίστοις Θεῷ, ποίμνην ἰδίαν πατρικῶς, κινδύνων λυτρούμενοι, νῦν ἐποπτεύετε, ἑορτάζουσαν ὑμῶν τὰ μνημόσυνα.

Θεοτοκίον.

Ἔντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσραηλίτην λαόν, καθυποτάττων τὸν πολεμοῦντα ἡμᾶς, τῷ φιλοχρίστῳ Βασιλεῖ, πρεσβείαις δεόμεθα, τῆς κυησάσης σε ἀπειράνδρως, ὡς Θεὸς καὶ φιλάνθρωπος.

 

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.

Ἐν δόξῃ παριστάμενος, Θεῷ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκήρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.

Θεοτοκίον.

Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σου σεσῳσμένοι· καὶ γὰρ Θεὸν ἀποῤῥήτως, ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς δ' ἑαυτὸν ἑλκύσαντα, Ὁσίων δήμους· μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

 

Αἶνοι. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Χάριν τῶν προῤῥήσεων, Κυριακὲ Πάτερ Ὅσιε, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν διέλαμψας, ὡς ἀστὴρ ἐν δόξῃ, καὶ σῇ παῤῥησίᾳ, πρὸς τὸν Φιλάνθρωπον Χριστόν, τρέπεις ἡμῶν νοσοῦσαν διάνοιαν· ὅθεν τὴν θείαν μνήμην σου, ἀεὶ τιμῶντες θεσπέσιε, σοῦ δεόμεθα πρέσβευε, τοῦ σωθῆναι τοὺς δούλους Σου.

 

Ἔρημον κατώκησας, αὐτὴν πολίζων μακάριε, πολιτείαν ὡς ἔνθεον· ὅθεν τὴν ἀλλοίωσιν, τὴν καλὴν ἐνέχων, τὰ πέρατα κόσμου τῇ συσταυρώσει σου σοφέ, Κυρίῳ ἤνεγκας ἐν χρηστότητι· πηγάζεις γὰρ ὡς νάματα, τὰ ῥεῖθρα τῶν χαρισμάτων σου, καὶ αἱρέσεων λαίλαπα, κατευνάζεις δεήσεσι.

 

Στέφανον ἀκέραιον, Κυριακὲ Πάτερ Ὅσιε, εὐσεβῶς περιβέβλησαι· ὡς ἄγγελος ἔνσαρκος, ἐβίωσας πίστει, καὶ τῆς ἀγρυπνίας, τὸν πανυπέροχον καρπόν, ἐκδιατείνεις ἡμῖν τοῖς δούλοις σου· ὅθεν φωσφόρου μνήμης σου, ἐν πανηγύρει ἱστάμενοι, εὐσεβῶς μεγαλύνομεν, ποταμὸν τῶν θαυμάτων σου.

 

Σώματι ὡς ἄσαρκος, Κυριακὲ Πάτερ Ὅσιε, ἐπορεύθης ἐν πνεύματι· νεκρὸς γὰρ τῷ σχήματι, τοῦ αἰῶνος τούτου, ἀθάνατος ὤφθης, διδασκαλίαις σου σοφέ· μεθ’ ὧν τὸν βίον πάντα συνέδησας, προνοίᾳ τοῦ Οἰκτίρμονος, καὶ Ζωοδότου καὶ Κτίστου σου, Βασιλέως ἁπάντων τε, καὶ σοὶ δόντος τὸν στέφανον.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιε Πάτερ, Ἀγγέλων συνόμιλος, ἐγκατερίᾳ γέγονας ἀσκήσεως τῆς σῆς· διὸ θεραπεύεις τῶν παθῶν τὴν σκοτόμαιναν, τῶν νοσημάτων τὴν ἄτραπον, διανοιῶν τετραμμένων τὴν σκολίωσιν. Τὴν ἔρημον ἀνέδειξας εἰς φυλακὴν τῶν αἰσθήσεων, τῶν ἡδονῶν τὰς στάσεις κατέπαυσας, τῇ ἀνυψώσει τοῦ πνεύματος. Τὸν σταυρὸν ἀράμενος, ἐφέσπου τῷ Νυμφίῳ Χριστῷ, οὗ τὴν πραότητα εὐσεβῶς ἐζήλωσας, καὶ τὴν χάριν εὐκλεῶς προσείλκυσας· ὅθεν παῤῥησίαν ἔχων πρὸς τὸν φιλάνθρωπον Θεόν, εἰρήνην αἴτησαι τῇ οἰκουμένῃ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις τῆς ἐρήμου μυσταγωγέ, ἔρωτος ἐνθέου, θεοδόχε Κυριακέ· χαίροις τοῦ Κυρίου, φερώνυμος ἐν δόξῃ· ὅθεν σὴν θείαν μνήμην, ἀεὶ γεραίρομεν.