Τετάρτη 10 Δεκεμβρίου 2025

ΙΑΝΟΥΑΡΙΟΣ 18. ΧΡΙΣΤΟΦΟΡΟΣ ΟΣΙΟΣ ΠΑΠΟΥΛΑΚΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΙΗ

ΧΡΙΣΤΟΦΟΡΟΣ ΟΣΙΟΣ ΠΑΠΟΥΛΑΚΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Σεπτὲ Χριστοφόρε θεαυγές, τῶν Ἀρμπούνων βλάστημα, τῶν Καλαβρύτων ἀνάστημα, θεοειδέστατον, καὶ Πελοποννήσου πάσης, κῆρυξ ἄγρυπνε, ἁπλαῖς σου διδαχαῖς κατεφώτισας, οἴμοι τοὺς στένοντας, ἀγνωσίας καὶ κακότητος, ἐν ζοφώδει σκιᾷ πάτερ Ὅσιε.

 

Μεγάλου Σπηλαίου μοναχέ, Χριστοφόρε Ὅσιε, τῶν Ἀποστόλων τοῖς ἴχνεσι, κατηκολούθησας, ἐν ἐσχάτοις χρόνοις, καὶ Χριστὸν ἐκήρυξας, σοῦ βίου τῷ σεπτῷ παραδείγματι, καὶ σοῖς διδάγμασι, τοῖς ἁπλοῖς θεοχαρίτωτε, Παπουλᾶκε τῆς πίστεως σέμνωμα.

 

Θεόπεμπτε πάτερ ἐν καιροῖς, δυσχειμέροις ἔδρασας, ὡς ἄλλος Παῦλος Ἀπόστολος, καὶ περιώδευσας, κώμας καὶ χωρία, θεῖον Εὐαγγέλιον, κηρύττων καὶ ἐγείρων καθεύδοντας, πρὸς γνῶσιν σῴζουσαν, Χριστοφόρε πάτερ Ὅσιε, εὐσεβείας καὶ πίστεως πρόμαχε.

 

Καλάβρυτα Μάνη Ἀττική, Λακωνία Ὅσιε, Καλάμαι Γόρτυς καὶ εὔανδροι, νῆσοι ἀπήλαυσαν, λόγων ψυχοτρόφων, καὶ σεπτῶν ῥημάτων σου, θεόφρον Χριστοφόρε ἁπλούστατε, κῆρυξ τῆς χάριτος, ὁ διώξας τὴν σκοτόμαιναν, ἀγνωσίας φωτὶ τῶν ῥημάτων σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν κήρυκα τῆς εὐσεβείας καὶ ὁμολογητὴν τῆς πίστεως δεῦτε πάντες, Χριστοφόρον, ὡς νεαυγῆ φωστῆρα χρηστοηθείας οἱ πιστοὶ εὐφημήσωμεν αὐτῷ βοῶντες· Ὁ αὐγαῖς διδαχῶν σου καὶ ἀστραπαῖς ἀγωγῆς θεαρέστου σουφαιδρύνας ἀπαιδεύτων καὶ πεπαιδευμένων Χριστωνύμων χορείας καὶ αὐτοὺς ἰθύνας πρὸς θεογνωσίαν, διάλυσον τῶν παθῶν καὶ τῶν θλίψεων ἡμῶν τὴν σκοτομήνην καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀναγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε ὁ μοναστής, Σπηλαίου τοῦ Μεγάλου, Πελοπονήσσου κῆρυξ, καὶ σκεῦος Χριστοφόρε, τοῦ Παρακλήτου Πνεύματος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ τὰς ὁδούς, βαδίσας Ἀποστόλων, ἀρτίως Χριστοφόρε, καὶ διδαχαῖς ἁπλαῖς σου, φαιδρύνας ὁμοδόξους σου.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εἴληφας δαψιλῶς, τῆς προφητείας χάριν, θεόθεν Χριστοφόρε, ἐν γήρᾳ Ἀποστόλων, ὀφθεὶς ἀρτίως σύμψυχος.

 

Δόξα. Τριαδικόν.

Εἵλκυσε πρὸς τὴν Σήν, σωτηριώδη γνῶσιν, λαοὺς ὁ Χριστοφόρος, Τριὰς ὑπεραγία, ὁ κῆρυξ Σῆς Θεότητος.

 

Καὶ νῦν. Θεοτοκίον.

Πόκος τοῦ Γεδεών, σὲ Μῆτερ προετύπου, ἁγνὴ Θεογεννῆτορ, καὶ Ἀαρὼν ἡ ῥάβδος, ἀφράστως ἡ βλαστήσασα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν θεόσδοτον πλάνητα χριστοκήρυκα, διδασκαλίαις πανσόφοις τὴν ἀγνωσίαν λαοῦ, διαλύσαντα καὶ γνῶσιν πρὸς σωτήριον, καθοδηγήσαντα πολλούς, εὐφημήσωμεν λαμπρῶς, θεόπνευστον Χριστοφόρον, βοῶντες· Ὅσιε πάτερ, ἡμῖν ἱλέωσαι τὸν Ὕψιστον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

κ τῶν δρυμῶν Καλαβρύτων τὸν ἐξανθήσαντα, θεόπνουν Παπουλᾶκον, μοναχὸν Χριστοφόρον, ὡς κήρυκα τοῦ λόγου θεοπειθῆ, ἀκλινῶς διατρέξαντα, Ἑλλάδος πλάτη πρὸς κόσμου μεταστροφήν, εἰς εὐσέβειαν τιμήσωμεν.

 

Τὸν καταστείλαντα πάθη λῃστῶν ὑμνήσωμεν, κλεπτῶν ψευδομαρτύρων, καὶ μοιχῶν εὐσχημόνως, ἁπλαῖς διδασκαλίαις νῦν θεαυγῆ, Χριστοφόρον κραυγάζοντες· Χαῖρε ὁ τρίβους ἐσχάτοις ἐν τοῖς καιροῖς, Ἀποστόλων μιμησάμενος.

 

Μνησικακίας τὴν παῦσιν ἀντεκδικήσεως, καὶ διχονοίας λῆξιν, ὥσπερ φιλαδελφίας, διδάσκαλον θεόπνουν καὶ ἀπαρχήν, ἀκραιφνοῦς ἀγαπήσεως, ἐγκωμιάσωμεν πάντες χαρμονικῶς, Χριστοφόρον ὁσιώτατον.

 

Τὸν μόνον φέροντα ῥάβδον καὶ εὐτελέστατον, τριβώνιον ἐκθύμως, κατεσθίοντα ἄρτον, ὀλίγον καὶ ὀπώρας δῆμοι πιστῶν, ἱερώτατον κήρυκα, νῦν Χριστοφόρον τιμήσωμεν ἀρετῆς, ὡς θεόπνευστον διδάσκαλον.

 

περορίαν ἀδίκως τὸν ὑπομείναντα, ἐν ταῖς Κυκλάσι νήσοις, ὡς ἀγύρτην καὶ πλάνον, ἠθῶν τῆς εὐσεβείας καθηγητήν, Χριστοφόρον τιμήσωμεν, Ὀρθοδοξίας προπύργιον ἀῤῥαγές, καὶ χρηστότητος ἑδραίωμα.

 

βιοτὴ τῆς ἐρήμου σὸν σῶμα ἥγνισε, καὶ νοῦν φωτὸς ἀδύτου, σὸν ἐνέπλησε μάκαρ, Ὁσίων Χριστοφόρε νεολαμπῶν, καὶ κηρύκων τῆς πίστεως, πυρσὲ λαοὺς ὁ φωτίζων καὶ ὁμιλῶν, ὡς σοφώτατος διδάσκαλος.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ἀμαθῆ ἀλλὰ ἐνάρετον κήρυκα τοῦ ἐν ἔτεσι δυσχειμέροις ἀμαθοῦς τῶν Ἑλλήνων πλήθους παῤῥησίᾳ νουθετοῦντα καὶ διδάσκοντα τὴν εὐσέβειαν, Χριστοφόρον, τὸν ταπεινὸν καὶ ἁπλούστατον τοῖς τρόποις, οἱ πιστοὶ ἀνευφημήσωμεν λέγοντες· Ὁ ὑπὲρ τῆς Ὀρθοδοξίας καὶ ὀρθοπραξίας ἀγωνισάμενος καὶ διωγμοῦ ἀράμενος τὸν ζυγὸν ἀγογγύστως, ὡς σύναυλος τῶν πάλαι Ὁσίων Πατέρων καὶ Διδασκάλων, φώτισον ἡμῶν τὸν νοῦν πρὸς εὐσέβειαν καὶ τὴν νεότητα διαπαιδαγώγησον λιταῖς σου πρὸς τὸν Θεοῦ Λόγον, φιλάνθρωπον Κύριον.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶδοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Τὸν παριδόντα προβεβηκυῖαν ἡλικίαν, καὶ ἐξελθόντα φωτίσαι τοὺς ἐν ἀγνωσίας σκιᾷ καθημένους, ἱεροκήρυκα Χριστοφόρον, τιμήσωμεν κράζοντες· ὁ γεωργήσας ἀρότρῳ νουθεσιῶν ψυχοτρόφων σου τὰς ἀγόνους καὶ ξηρὰς τοῦ λαοῦ καρδίας καὶ βλαστήσας ἐν αὐταῖς καρπὸν εὔχυμον ἐπιγνώσεως, ἀπέλασον καὶ ἡμῶν ἀγνωσίας καὶ ἁμαρτίας τὴν δυσωδίαν καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου ἀσιγήτοις τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

ς φρέαρ ἀκένωτον τῶν δωρεῶν τοῦ Παναγίου Πνεύματος πιστοὺς ἐδρόσισας τοῖς νάμασι νουθεσιῶν σου, Χριστοφόρε, κῆρυξ τῆς εὐσεβείας διαπρύσιε· σὺ γὰρ Εὐαγγελίου τῇ δρόσῳ τὴν σὴν ψυχὴν πιάνας καὶ γεώργιον Χριστοῦ αὐτὴν ποιήσας καρπὸν πολύφορον ἤνεγκας τῇ Ἐκκλησίᾳ τὸν ἀποστολικόν σου ζῆλον, πανεύφημε· ὅθεν καὶ πλήθη λαοῦ ὁδηγήσας πρὸς τὴν ἐπίγνωσιν καὶ τὴν σωτηρίαν καὶ ὁμολογητοῦ στέφος λαβὼν ἀξίως Χριστῷ ἀπῆλθες συνεῖναι τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος γ΄.

Βραβεύων Κύριος τὴν σὴν παῤῥησίαν ἠξίωσέ σε προφητικοῦ χαρίσματος, θεοκῆρυξ γλυκύτατε, Χριστοφόρε Ὅσιε· σὺ γὰρ προεῖπας τὴν βιαίαν ἅλωσιν τῆς Μικρᾶς Ἀσίας ὑπὸ τῶν ἐκγόνων τῆς Ἄγαρ καὶ τὴν καταστροφικὴν ἐπίδρασιν ἐπὶ τοῦ ἔθνους τῶν ἀθέων γραμμάτων· ὅθεν πάντες ὡς στόμα πνευματοκίνητον εὐφημοῦντές σε τὰς ἀδιαλείπτους εὐχάς σου αἰτούμεθα, ἵνα ἐν ἐπιγνώσει καὶ ἀληθείᾳ βαδίσωμεν τοῦ παρόντος βίου τὸ στάδιον.

 Δόξα. Ἦχος δ΄.

ξελθὼν τοῦ κηρῦξαι τὴν εὐσέβειανκαὶ γνωρίσας τὴν τοῦ κόσμου δίψαν πρὸς γνῶσιν τῆς ἀληθείας οὐκ ἔπαυσας Χριστὸν κηρύττων νύκτα καὶ ἡμέρα, Παπουλᾶκε ἁπλούστατε, Χριστοφόρε χαριτόβρυτε· διαδραμὼν γὰρ πόλεις καὶ χωρία τῆς Πελοποννήσου, Μάνην καὶ Καλάμας, Οἴτυλον καὶ Κυπαρισσίαν, Καρύταιναν, Ὑψοῦντα, Ἀργολίδα, Τρίπολιν καὶ Λακεδαίμονα, ἀόκνως ἔσπειρας τὸν σπόρον τῆς γνώσεως τῶν τοῦ Θεοῦ ἐνταλμάτων, ὧν πλήρωμα ἡ ἀγάπη· κινήσας οὖν κατὰ σοῦ τὴν ὀργὴν τῶν δυσσεβῶν καὶ κακοφρόνων εἱρκτὴν καὶ ὑπερορίαν ἀγογγύστως ὑπέμεινας ὑπὲρ τοῦ εὐϊλάτου Κυρίου, τοῦ παρέχοντος ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ ταπεινὸς ἀσκητής, ἀκτημοσύνης τὸ εὐῶδες ὀσφράδιον, πλανήτων κηρύκων γέρας, ὁ ἀγαθὸς καὶ ἁπλοῦς, ὁ ἐμπνεύσας πλήθη νουθεσίαις σου, σεπταῖς καὶ διδάγμασιν, ὀρθοδόξοις σου Ὅσιε, Πελοποννήσου, καὶ τῶν νήσων διδάσκαλε, ἱερώτατε, Χριστοφόρε μακάριε, καὶ ὑπομείνας ἄσμενος διώξεις ἐν γήρᾳ σου, ὀνειδισμοὺς Παπουλᾶκε, καὶ ἐξορίαν μιμούμενος, Ἀπόστολον Παῦλον, καὶ Κοσμᾶν τῆς Αἰτωλίας, τὸ θεῖον βλάστημα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τοῦ Φλαμιάτου Κοσμᾶ, καὶ Κωνσταντίνου Οἰκονόμου ὁμόζηλε, λογίων πατέρων γένους, τοῦ Ὀρθοδόξου ἡμῶν, Χριστοφόρε κῆρυξ διαπρύσιε, ὃν χάρις ἐσόφισε, ἀδαῆ ὄντα Πνεύματος, τοῦ Παναγίου, καὶ διδάσκαλον ἔδειξεν, ἐμβριθέστατον, τοῦ λαοῦ τοῦ καθεύδοντος, ἐν ἀγνωσίας Ὅσιε, σκοτίᾳ πανεύφημε, ὁ Παπουλάκου τὴν κλῆσιν, ἔχων καὶ πόθον Χριστώνυμοι, ὁδὸν διανῦσαι, ἐναρέτου πολιτείας, καὶ θείας γνώσεως.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἐξορίαν πικράν, καθυπομείνας Χριστοφόρε ἀοίδιμε, ἐν Μάνδρᾳ Προφήτου Θήρας, περικλεεῖ Ἠλιού, καὶ ἐν Παναχράντου Ἄνδρου Ὅσιε, Σεμνείῳ θειότατε, ἐν ᾗ ζῆν ἐξεμέτρησας, καὶ τῷ σῷ τάφῳ, καθηγίασας ἔκτυπον, ἀγαθότητος, καὶ Χριστοῦ ἀγαπήσεως· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, καὶ ὡς φωστῆρα ὑμνοῦντες τῆς εὐσεβείας νεόφωτον, τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς κτῆσιν, σοφίας κρείττονος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Φυγὼν τὴν μῆνιν τῶν τότε κρατούντων διὰ τὸν σὸν χρυσοστομικὸν τοῦ κηρύγματος ἔλεγχον εὗρες ἐν ταῖς ἀγκάλαις τῶν τῆς Μάνης κατοίκων ἀσφάλειαν, Χριστοφόρε, τοὐπίκλην Παπουλᾶκε· ὑπομείνας ὅθεν διώξεις καὶ φυλακὴν καὶ ἐξορίαν ὡς πλάνος καὶ ἀγύρτης καὶ κακοῦργος, ὁ Χριστοῦ μιμητὴς ὑπάρχων, χάριν εἴληφας μετὰ πότμον πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν τιμώντων τὴν σὴν λόγοις καὶ πράξεσι παῤῥησίαν καὶ ἐκτελούντων ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν θεόσδοτον πλάνητα χριστοκήρυκα, διδασκαλίαις πανσόφοις τὴν ἀγνωσίαν λαοῦ, διαλύσαντα καὶ γνῶσιν πρὸς σωτήριον, καθοδηγήσαντα πολλούς, εὐφημήσωμεν λαμπρῶς, θεόπνευστον Χριστοφόρον, βοῶντες· Ὅσιε πάτερ, ἡμῖν ἱλέωσαι τὸν Ὕψιστον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Δρυμῶνος ἀσκητήν, Καλαβρύτων ἐκθύμως, τιμήσωμεν πιστοί, θαυμαστὸν Χριστοφόρον, ὡς πλάνητα κήρυκα, τῆς Χριστοῦ θείας πίστεως, καὶ ὁμότροπον, τῶν θεαυγῶν Ἀποστόλων, ὑπομείναντα, ὑπερορίαν εἰς νήσους, Κυκλάδων γηθόμενον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Βροτῶν καταφυγή, ἐν ταῖς ζάλαις τοῦ βίου, ἑτοίμη ἀρωγός, ἐν ἀνάγκαις ταχεῖα, ὑπάρχεις ἀντίληψις, καὶ θερμὸν παραμύθιον, τῶν ἐν θλίψεσι, καὶ συμφοραῖς Θεοτόκε, προστρεχόντων σοι, καὶ εὐλαβῶς ἐκζητούντων, σὴν χάριν καὶ εὔνοιαν.

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἴον πανεύοσμον εὐωδιάζον ψυχάς, ἐξήνθησας Ὅσιε ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ μύρῳ τῶν λόγων σου, ηὔφρανας Χριστοφόρε, τοὺς ἐν σκότει κειμένους, τῆς ἀγνωσίας πάτερ, καὶ δυσώδους κακίας, ἡμᾶς ὁ δᾳδουχῶν σαῖς εὐχαῖς, πρὸς ἀφθαρτότητα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Φωτὶ σῶν δεήσεων ἡμᾶς σκοτίας παθῶν, ἐξάρπασον τάχιστα καὶ πρὸς παμφώτους σκηνάς, ὁδήγησον Δέσποινα, τῆς ἀρετῆς Παρθένε, ἀπαθείας πυξίον, καὶ παρθενίας κέρας, Μῆτερ εὐλογημένη, Χριστοῦ τοῦ δωρουμένου ἡμῖν ἄμετρον ἔλεος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

ρμπούνων βλάστημα, καὶ θεῖον κτίτορα, τῆς Θεομήτορος, σεπτῆς Κοιμήσεως, Σκήτεως μέλψωμεν φαιδρῶς, θειότατον Χριστοφόρον, ὡς περιοδεύοντα, πᾶσαν τὴν Πελοπόννησον, κήρυκα φρονήματος, Ὀρθοδόξου διδάσκοντα, ἐν χρόνοις Βαυαρῶν καινοτόμοις, πίστιν πατρῴαν παῤῥησίᾳ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τὸν ἐλεούμενον καὶ ἐλεοῦντα ἀκτήμονα καὶ ἀφιλάργυρον διδάσκαλον, ὡς ἀρετῆς θεμέλιον καὶ ὁσιότητος ἠθῶν πυξίον, Χριστοφόρον, οἱ πιστοὶ ἐγκωμιάσωμεν οὕτω λέγοντες· Ὁ ἐντολῇ θείᾳ καταλιπὼν τὰ ἐγκόσμια καὶ Ἀποστόλων ἀκολουθήσας τρίβοις, δίδαξον τοὺς τιμῶντάς σε ποιεῖν τὸ θέλημα τοῦ Ὑψίστου καὶ σῶσον ἐκ θανάτου σαῖς ἐντεύξεσι τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς· Χριστοφόρον ὑμνῶ, ὁμολογητὴν κήρυκα. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Χριστοῦ τὴν ἀλήθειαν, τοῖς Χριστωνύμοις ἐκήρυξας, δεινῶς τοῖς καθεύδουσιν, ἐν ἀγνωσίας σκιᾷ, ἄρτι Ὅσιε, στεῤῥόφρον Χριστοφόρε, Ἑλλάδος διδάσκαλε, πανιερώτατε.

εόντων ὑπέρτερε, καὶ Ἀποστόλων ὁμόζηλε, διώξεις ὑπέμεινας καὶ ἐξορίαν πικράν, διὰ ζῆλόν σου, θεόφρον Χριστοφόρε, καὶ διδασκαλίαν σου, ψυχοσωτήριον.

θύνας σὰ βήματα, πρὸς μονοτρόπων τὸν σύλλογον, Μεγάλου κατέλαβες, Μονὴν Σπηλαίου σεπτέ, καὶ ἀλλοίωσιν, ἀρίστην Χριστοφόρε, ὑπέστης τῇ χάριτι, πάτερ τοῦ Πνεύματος.

Θεοτοκίον.

Σεμνότητος σκήνωμα, εὐλογημένη Παντάνασσα, σοὺς δούλους ἀξίωσον, σωφρόνως καὶ εὐσεβῶν, βίον πρόσκαιρον, διάγειν καὶ δικαίως, τοὺς σὲ μακαρίζοντας, Θεογεννήτρια.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Τὸν θεῖον βλαστὸν τῶν Καλαβρύτων, Ἀρμπούνων τὸ ἄνθος τὸ ἡδύ, καὶ χώρας κρίνον Πέλοπος, νεόφυτον καὶ εὔοσμον, νῦν Χριστοφόρον μέλψωμεν, ὡς χριστοκήρυκα ἔνθεον.

δοῖς εὐθαρσῶς ἀκολουθήσας, σεπτῶν Ἀποστόλων τοῦ Χριστοῦ, τὸ κράτος ἐμεγάλυνας, καὶ ἅπαντας ἐδίδαξας, ἐπίγνωσιν τὴν σῴζουσαν, ὦ Χριστοφόρε ἀοίδιμε.

Φωτὶ ηὐγασμένος Παρακλήτου, σκοτίαν ἐσκέδασας λαοῦ, τῆς ἀγνωσίας Ὅσιε, καὶ ἦμαρ ἐξανέτειλας, αὐτοῖς Θεοῦ τῆς γνώσεως, ὦ Χριστοφόρε φωτόλαμπρον.

Θεοτοκίον.

Οὐράνωσον φρόνημα σῶν δούλων, τῶν σοὶ προστρεχόντων ἀγαθή, ἐν κατωδύνοις πτώσεσι, καὶ σῶσον τοὺς τιμῶντάς σε, ἐξ ἐπηρείας δαίμονος, τοῦ παμβεβήλου ἀλάστορος.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

ς ἀστὴρ κατηύγασας, ὦ Χριστοφόρε, σοῦ παμφώτοις φθέγμασι, καὶ διδαχῶν μαρμαρυγαῖς, τοὺς ἐν Ἑλλάδι καθεύδοντας, εἰς ἀγνωσίας, ζοφώδη σκοτόμαιναν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν κυήσασα, ἀνερμηνεύτως, καὶ βροτοὺς λυτρώσασα, φθορᾶς θανάτου τὰς ψυχάς, τῶν οἰκετῶν σου ἐξάρπασον, πυρὸς γεέννης, ἁγνὴ Μητροπάρθενε.


ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

αντισμῷ τῶν πρεσβειῶν σου καθαγίασον ἅπαντας, σὲ ὑμνολογοῦντας πάτερ, Χριστοφόρε ὡς χείμαῤῥον, ἁγιασμοῦ τοῦ λαοῦ, διὰ τῶν λόγων σου, ὁσιώτατε, καὶ σοῦ λαμπροῦ παραδείγματος.

Οἱ Μεσσήνιοι τιμῶσι Τρικολῶνες Ἀρκάδιοι, Λάκωνες Ἀργεῖται, Ναυπλιεῖς καὶ Μάνης Χριστώνυμοι, σὺν Ἀχαιοῖς Χριστοφόρε, θείαν μνήμην σου, οὓς ἐδίδαξας, καλὰ ψυχῶν καὶ συμφέροντα.

Νεαυγὲς Ἑλλάδος ἄστρον Βαυαρῶν ἐν τοῖς ἔτεσι, τὴν Ὀρθοδοξίαν, καὶ ὀρθοπραξίαν ἐδίδαξας, χειμαζομένοις πιστοῖς, ὧνπερ θεόσδοτος, πάτερ πέφηνας, κατευθυντὴρ πρὸς εὐσέβειαν.

Θεοτοκίον.

περεύχου οἰκετῶν σου σὲ ὑμνούντων ἀείποτε, Κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου καὶ Τόκον σου, δοξολογούντων ἀφράστως Ὃν ἐκύησας, πρὸς κατάργησιν, τῆς αἰωνίου κολάσεως.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μακάρων τοῖς ἴχνεσιν ἀκολουθήσας Ὅσιε, διδασκάλων πλήθη Ἀνδριτσαίνης, τῆς Τριφυλλίας καὶ Ἀρκαδίας σοφῶς, κατηύθυνας πρὸς τὴν ἀρετήν, Χριστοφόρε σέμνωμα, Ἀποστόλων θειότατον.

Νεόφωτον πύρσευμα Ὀρθοδοξίας ἅπαντας, τοὺς πιστοὺς ἐφώτισας σοῖς λόγοις, Πελοποννήσου ἀκοῦσαι σὰς διδαχάς, συῤῥέοντας πάτερ τὰς σεπτάς, ἐξ ἁπλῶν χειλέων σου, Χριστοφόρε θεόφιλε.

ς θεῖος διδάσκαλος σφοδρῶς κατεστιγμάτισας, τῆς ζωοκλοπῆς τὴν ἁμαρτίαν, καὶ τοῦ σαρκίου καλλωπισμὸν ἀπαρχήν, αὐτὸν λογιζόμενος δεινῆς, Χριστοφόρε πτώσεως, θανασίμου νεότητος.

Θεοτοκίον.

Οἱ δῆμοι ἑκάστοτε πιστῶν σε μακαρίζομεν, Κεχαριτωμένη Θεοτόκε, ὥσπερ αἰτίαν τῆς σωτηρίας ἡμῶν, καὶ πάντων πιστῶν καταφυγήν, βίου ἐν στενώσεσι, καὶ δειναῖς περιστάσεσι.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ματαίων πάντων ὑπέρτερος, ἐπώφθης Χριστοφόρε ἀκάματε, κῆρυξ τῆς χάριτος, ὃν εὐλαβῶς ὑπεδέχοντο, ὡς Ἠλιοὺ προφήτην Ἀβίας σύλλογοι.

Οἱ εὐσεβεῖς ἠκολούθουν σοι, πανδήμως Χριστοφόρε θεόσοφε, εἰς Πελοπόννησον, καὶ ἠκροῶντο τῶν λόγων σου, ἐνθέων διδαχῶν σου καὶ κατηχήσεων.

Λαμπὰς ἐλέγχου νεόφωτε, ἀνόμων Χριστοφόρε ἐφώτισας, δῆμον Ὀρθόδοξον, καὶ διεσκέδασας ζόφωσιν, λαῶν δοκούντων ἄρχειν διδασκαλίαις σου.

Θεοτοκίον.

Οἱ τῶν πιστῶν μακαρίζομεν, χοροί σε εἰς αἰῶνα τὸν ἅπαντα, Θεογεννήτρια, τὴν διὰ Τόκου πανσέπτου σου, θεώσασαν τὸ γένος ἡμῶν τὸ βρότειον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν ἀγαθὸν ἁπλοῦν ἀκτήμονα ἀνάργυρον, καὶ ἀμαθῆ ἱεροκήρυκα τιμήσωμεν, Χριστοφόρον Παπουλᾶκον τὸν κεκλημένον, ὡς ἠθῶν τῶν Ὀρθοδόξων ὑφηγήτορα, ἐξορίαν καὶ εἱρκτὴν καθυπομείναντα, πόθῳ κράζοντες· Χαίροις, πάτερ θεόληπτε.

Ὁ Οἶκος.

γγελοι διδαχάς σου ἀπεθαύμασαν ἄρτι, θεόφρον μοναχὲ Χριστοφόρε, ὁ θεόπνους καὶ λαοφιλής, εὐσεβῶν καρδίας ὁ δονῶν λόγοις σου καὶ βίου παραδείγματι ἀμέμπτου σου· διὸ βοῶμεν·

Χαῖρε, ὁ γόνος τῶν Καλαβρύτων·

χαῖρε, τὸ κλέος χριστοκηρύκων.

Χαῖρε, Ὀρθοδόξων ἠθῶν ὁ διδάσκαλος·

χαῖρε, κακοφρόνων καὶ πλάνων ὁ ἔλεγχος.

Χαῖρε, στῦλος καὶ ἑδραίωμα Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, εὖχος καὶ κραταίωμα εὐσεβόφρονος λαοῦ.

Χαῖρε, ὁ διαπνέων Θείου Πνεύματος αὔραν·

χαῖρε, ὁ διαχέων χάριν τὴν οὐρανίαν.

Χαῖρε, Θεῷ ὁ ἄγαν εὐάρεστος·

χαῖρε, λαῷ πιστῷ ὁ παμφίλτατος.

Χαῖρε, πιστῶν διεγείρων καρδίας·

χαῖρε, εἰκὼν καθαρὰ εὐσεβείας.

Χαίροις, πάτερ θεόληπτε.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Χριστοφόρου τοῦ Παπουλάκου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Γνῶσιν εὔληπτον, μεταδιδοὺς τοῖς πλήθεσιν, ἁπλοῖς σου φθέγμασι, τὴν σωστικὴν ἀληθῶς, προσείλκυες ἅπαντας, πρὸς τὴν εὐσέβειαν, ἧς διδάσκαλος, ἐδείχθης θεοδίδακτος, Χριστοφόρε Παπουλᾶκε.

Ἡ ὁμήγυρις, τῶν Ὀρθοδόξων μέλπει σε, ὡς χριστοκήρυκα, ὀρθοφρονοῦντα σεπτέ, τῆς πίστεως πρόμαχε, διδασκαλίᾳ σου, ὁ τοὺς ἄρχοντας, τοὺς καινοτόμους Ὅσιε, Χριστοφόρε στηλιτεύσας.

Τὸν δυνάμενον, ἐγεῖραι πρὸς εὐσέβειαν, λαὸν καθεύδοντα, ἁπλῶν αὐτοῦ διδαχῶν, τῇ ῥάβδῳ τιμήσωμεν, Πελοποννήσιον ἄνδρα ἔνθεον, ὡς νέον ἰσαπόστολον, Χριστοφόρον Παπουλᾶκον.

Θεοτοκίον.

δυφθόγγοις σε τιμῶμεν, μελῳδήμασι, Θεογεννήτρια, τὴν συμπαθῆ ἀρωγόν, ἡμῶν καὶ κραταίωμα, ἐν βίου κλύδωσι, καὶ ἀστείρευτον, χειμάῤῥουν θείας χάριτος, ὑπερύμνητε Παρθένε.

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Νέον Χριστοφόρε ἀληθείας, θησαύρισμα καὶ πολύτιμον ὡράϊσμα, εὐσεβείας πέφηνας, Καλαβρύτων βλάστημα, κηρύκων θείων σέμνωμα καὶ ἰσοστάσιε, πανσόφων, τοῦ Χριστοῦ Ἀποστόλων, λόγοις ὁ φαιδρύνας, Αὐτοῦ τὴν Ἐκκλησίαν.

Κῆρυξ Χριστοφόρε τῆς ἀγάπης, Κοσμᾶς ὥσπερ ἄλλος πόθῳ περιώδευσας, πᾶσαν Πελοπόννησον, Παπουλᾶκε ἔνθεε, διδάσκων τὴν ἀλήθειαν, διώκων ζόφωσιν, ἐγείρων, συνειδήσεις καὶ δρόμον, σωτηρίας πᾶσι, δεικνύων διδαχαῖς σου.

σχυνας ἐν Βαυαροκρατίᾳ, τοὺς προύχοντας καινοτόμους πολιτείᾳ σου, ἀκραιφνεῖ καὶ λόγοις σου, Ὀρθοδόξοις Ὅσιε, καὶ Ὀρθοδόξου πίστεως ἤγειρας τρόπαιον, θεόφρον, Χριστοφόρε ὁ χάριν, πάσης προφητείας, εἰδὼς Θεοῦ δυνάμει.

Θεοτοκίον.

εῖθρον συμπαθείας Χριστωνύμων, ἀκένωτον Θεοτόκε Μητροπάρθενε, σοῦ Υἱοῦ κατάπεμψον, οἰκτιρμοὺς καὶ ἔλεος, τὸ ἄμετρον τοῖς μέλπουσι, τὰ μεγαλεῖά σου, καὶ σπεύδουσι, τῇ σῇ προστασίᾳ, καὶ φρουρᾷ καὶ σκέπῃ, ἐν ζάλαις ταῖς τοῦ βίου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

μνοις σε λαμπροῖς, ἀεὶ μεγαλύνομεν τὸν ἰσαπόστολον, πλήθη νουθετήσαντα, Πελοποννήσου καὶ κατευθύναντα, αὐτὰ πρὸς γνῶσιν ἔνθεον ἐκθύμως κράζοντες· Χριστοφόρε, δίδαξον ἱκέτας σου, τὰ σεπτὰ τοῦ Ὑψίστου ἐντάλματα.

Καύχημα φαιδρόν, Χριστοῦ θείας πίστεως καὶ ἀγαλλίαμα, Χριστοφόρε Ὅσιε, Ὀρθοδοξίας διαπρυσίῳ σου, φωνῇ τὰ ὦτα ηὔφρανας, τῶν προσιόντων σοι, καὶ καρδίας, ἥδυνας γλυκύτητι, διδαχῶν σωστικῶν σου θεόφθογγε.

Γῆρας παριδών, βαθὺ ἐπωμάδιον ζυγὸν ἀνέλαβες, φωτισμοῦ συστήματος, σῶν ὁμοδόξων ἱεραπόστολε, καὶ πᾶσαν περιώδευσας τὴν Πελοπόνησσον, καὶ τὰς νήσους, τῶν Κυκλάδων ἔνθεε, Χριστοφόρε κηρύττων εὐσέβειαν.

Θεοτοκίον.

Χάριτος Θεοῦ, ταμεῖον ἀσύλητον, Κυρία Δέσποινα, ῥεῖθρον ἁγιότητος, καὶ συμπαθείας καμνόντων πέλαγος, εὐλόγει καὶ ἁγίαζε τοὺς σοὶ προστρέχοντας, καθ’ ἑκάστην, καὶ λαμπρῶς δοξάζοντας, σὸν Υἱὸν καὶ Θεοῦ Λόγον πάνσεπτον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Διδάσκαλον ἁπλούστατον, καὶ κήρυκα θεόσοφον, τῆς εὐσεβείας ἐν χρόνοις, ἐσχάτοις μέλψωμεν ὕμνοις, ἐργάτην ὡς ἀκάματον, ἀγροῦ Χριστοῦ κραυγάζοντες· Χαῖρε ὀρθοῦ φρονήματος, λαμπτὴρ καὶ φῶς ἀληθείας, θεοειδὲς Χριστοφόρε.

Θεοτοκίον.

Θεογεννῆτορ Δέσποινα, χαρᾶς μερόπων πρόξενε, ἡ ἀκλινῶς εὐλογοῦσα, καὶ ἁγιάζουσα δήμους, τῶν χοϊκῶν ἐπόπτευε, τοὺς ὕμνοις σε γεραίροντας, καὶ πόθῳ τὸν πανίερον, δοξολογοῦντας Υἱόν, σου εἰς τοὺς αἰῶνας αἰώνων.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ, Χριστοφόρε Ὅσιε, τῶν Ἀποστόλων Χριστοῦ, μιμητὴς καὶ ὁμόζηλος, πεφηνὼς ἐν ἔτεσι, τοῖς ἐσχάτοις ἐδίδαξας, τὸν ἐν σκοτίᾳ λαὸν καθεύδοντα, τῆς ἀγνωσίας καὶ καθωδήγησας, πρὸς γνῶσιν ἔνθεον, καὶ ἀγάπης πλήρωμα ἀκροατάς, εὐσεβεῖς τῶν λόγων σου, θεοφορούμενε.

 

Γόνε, Καλαβρύτων πάνσεπτε, Πελοποννήσου Χριστοῦ, ἀμπελῶνος ἀκάματος, ὡς ἔργατης ἥδιστον, νέκταρ ἔδωκας ἅπασι, πιεῖν τοῖς δήμοις τῶν προστρεχόντων σοι, χρηστοηθείας ὀρθοῦ φρονήματος ,καὶ ἀγαπήσεως, Χριστοφόρε Ὅσιε ὁ ἐν τῷ σῷ, γήρᾳ ἐργασάμενος, καθάπερ ἔφηβος.

 

Σκεῦος, εὐσεβείας πάγχρυσον, κῆρυξ Χριστοῦ τοῦ Θεοῦ, ἐντολῶν διαπρύσιε, πᾶσαν Πελοπόννησον, νουθετῶν περιώδευσας, καὶ τὰς Κυκλάδας νήσους ἀοίδιμε, ὁ ὑπομείνας εἱρκτὴν κατώδυνον, διὰ τῆς πίστεως, τὰς ἀρχάς σου ἔνθεε καὶ ζοφεράν, ἐξορίαν βίον σου, ἐν ᾗ ἐτέλεσας.

 

Μάνδραν, Ἠλιοὺ ἡγίασας, Προφήτου πάτερ σεπτέ, ἐν τῇ Θήρᾳ δακρύων σου, ὥσπερ ὑπερόριος, Χριστοφόρε τοῖς χεύμασι, καὶ Παναχράντου Μονὴν περίκλυστον, ἐν νήσῳ Ἄνδρῳ ἐν ᾗ παρέδωκας, πνεῦμά σου Ὅσιε, τῷ εὐσπλάγχνῳ Κτίσαντι εἰρηνικῶς, Παπουλᾶκε σκήνωμα, ὀρθοῦ φρονήματος.

 

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ θεόθεν σοφισθέντος κήρυκος τῆς εὐσεβείας, ὄντως ἀμαθοῦς καὶ ἀμοίρου θύραθεν παιδείας, Χριστοφόρου τοῦ ὁμολογητοῦ, τὴν μνήμην καταστέψωμεν ᾄσμασι καὶ ἐν εὐλαβείᾳ αὐτῷ εἴπωμεν· Πελοποννήσου διδάσκαλε, ὁ νουθετήσας Ἑλλάδος τὰ πλήθη λόγοις σου ψυχοτρόφοις σόφισον καὶ ἡμᾶς τοὺς ἀσόφους καλῶς καὶ θεαρέστως πολιτεύεσθαι καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις ὁ φωτίσας τοὺς ἐν σκιᾷ, ἀγνωσίας ὄντας, Χριστοφόρε πάτερ ἡμῶν, ἐν Πελοποννήσῳ, καὶ νήσοις τῶν Κυκλάδων, πεπαῤῥησιασμένων, λόγων ἀκτῖσί σου.

Χαίροις τῶν Ἀρμπούνων νεοθαλές, βλάστημα καὶ Μάνης, πάσης λύχνε νεοφεγγές· χαίροις Χριστοφόρε, τοὐπίκλην Παπουλᾶκε, λαοῦ ἐζοφωμένου, σέλας ἀείφωτον.