ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄
ΠΕΥΣΙΠΠΟΣ, ΕΛΑΣΙΠΠΟΣ, ΜΕΣΙΠΠΟΣ
& ΝΕΟΝΙΛΑ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾌδω γεγηθὼς τοὺς πόνους τῶν Μαρτύρων. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Ἀναφανέντες ἐν ὕψει τῆς τοῦ Θεοῦ, Ἐκκλησίας ἔνδοξοι, ὡς ἀστέρες φωταυγεῖς, τὰ τῆς γῆς πληρώματα αὐγαῖς, τῆς ἀθλήσεως ὑμῶν, κατεφωτίσατε.
Δεδοξασμένοι πανεύφημοι Ἀθληταί, τοῖς οἰκείοις μέλεσιν, ἐδοξάσατε Χριστόν, τὸν παθόντα σώματι· διό, τὴν ὑμῶν περιχαρῶς, μνήμην δοξάζομεν.
Ὥσπερ τριπλόκῳ σχοινίῳ τῇ ἀῤῥαγεῖ, πίστει οἱ πανεύφημοι, τῆς Τριάδος Ἀθληταί, καρτερῶς ἀθλήσαντες οἱ τρεῖς, τὴν πληθὺν τῶν δυσσεβῶν, ἐναπηγχόνισαν.
Θεοτοκίον.
Γῆ ἀγεώργητος ὤφθης στάχυν ἡμῖν, γεωργοῦσα πάνσεμνε, τὸν τροφέα τοῦ παντός, Ἰησοῦν τὸν Κύριον ἐξ οὗ, οἱ φαγόντες πρὸς ζωήν, ἀνακαλούμεθα.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Ἐνεύρου πόθος θεϊκός, τοὺς σοφοὺς Ἀθλοφόρους, ὑπομένειν βασάνους, καὶ τροποῦσθαι τὸν ἐχθρόν, καὶ στέφος νικητικόν, ἐκ παλάμης ὑποδέχεσθαι.
Γαλήνης ἔμπλεον ψυχή, κεκτημένοι ὁπλῖται, τῆς Χριστοῦ ἀληθείας, τὴν ζάλην τῶν θλιβερῶν, καὶ τρικυμίαν δεινῶν, κυβερνήσει, θείᾳ ἀπεκρούσασθε.
Ἡδύνθη λάρυγγι ὑμῶν, ὁ ἡδύτατος λόγος, τῆς ὑμᾶς θρεψαμένης, γηραῖας καὶ τὴν πικράν, κακοπιστίαν σοφοί, ἐπινεύσει, θείᾳ ἐξεκλίνατε.
Θεοτοκίον.
Θεὸν σαρκούμενον ἐκ Σοῦ, καθορῶντες Παρθένε, Θεοτόκον κυρίως, ὁμολογοῦμεν ἁγνή, Σὲ τὴν αἰτίαν σαφῶς, τῆς τῶν πάντων, οὖσαν ἀναπλάσεως.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς Τριάδος τῷ φωτί, πεπυρσευμένοι τὴν ψυχήν, ἀθεΐας τὸ βαθύ, σκότος ἐλίπετε σπουδῇ, τῆς θρεψαμένης μακάριοι παραινέσεσι, καὶ χαίροντες ὁμοῦ πρὸ τῆς ἀθλήσεως, τὰ σκάμματα σοφοὶ ἐπαπεδύσασθε, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα νομίμως, ἀγωνισάμενοι καθείλετε, καὶ νῦν οἰκεῖτε στεφανηφόροι, Ἀθληταὶ τὰ οὐράνια.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὡραίοις στίγμασιν, ὡραϊζόμενοι, ἁμαρτίας τὸ πάχος, καὶ τὴν φθοράν, ὄντως ἐξεδύσασθε, τῇ ἀφαιρέσει τῆς δορᾶς, Ἀθλοφόροι ἀξιάγαστοι.
Σταυρὸν καὶ θάνατον, καταδεξάμενον, ἐγνωκότες τὸν Λόγον, τὸν δι’ αὐτόν, θάνατον ὑπέστητε, τὰς ἀθανάτους Ἀθληταί, ἀντιδόσεις κληρωσάμενοι.
Τὸν θεῖον Πεύσιππον, καὶ τὸν Μέσιππον, εὐφημοῦντες ἐν πίστει, τὸν ἱερόν, μέλψωμεν Ἐλάσιππον, τοὺς τῆς Τριάδος Ἀθλητάς, καὶ φωστῆρας τῶν ψυχῶν ἡμῶν.
Οὐ παρετράπητε, τῆς θείας στάσεως, προτροπῇ δυσσεβούντων, οὐ τοῦ φωτός, σκότος προεκρίνατε, ἀλλ’ ἐναθλήσαντες στεῤῥῶς, Ἀθλοφόροι ἐδοξάσθητε.
Θεοτοκίον.
Ὑπάρχων ἄσαρκος, ὁ ὑπερούσιος, οὐσιώθη ἀφράστως, ἐκ τῶν σεπτῶν, πάναγνε αἱμάτων Σου, καὶ σὰρξ ἀτρέπτως τοῖς βροτοῖς, ὁμιλήσας ἐχρημάτισεν.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Σὲ τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ μακαριώτατος χορός, τῶν Ἀθλοφόρων ἐπόθησε, καὶ τῆς δυσσεβείας, σκότος βαθύτατον, ἐμείωσεν οἰκτῖρμον, μόνε φιλάνθρωπε.
Πίων καθάπερ γῆ ἐκλεκτή, σπόρον τὸ σεπτὸν ὄντως σοφοί, τῆς διανοίας τοῖς αὔλαξιν, ὑποδεδεγμένοι, ἑκατοστεύοντα, τοῦ μαρτυρίου στάχυν, ἐγεωργήσατε.
Ὁ παλαμναῖος καὶ δυσσεβής, ξέων ἀφειδῶς τῶν Ἀθλητῶν, τὰ ἱερώτατα σώματα, τὴν τῆς διανοίας, ἀκεραιότητα, καὶ βέβαιον τῆς γνώμης, οὐ παρεσάλευσεν.
Θεοτοκίον.
Νόμοι τῆς φύσεως ἐπὶ Σοί, πάναγνε Παρθένε ἀληθῶς, καινοτομοῦνται· Παρθένος γάρ, μένεις μετὰ τόκον, ὡς πρὸ γεννήσεως, Χριστὸν τὸν νομοδότην, ἀποκυήσασα.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὁ θεῖος ὁ Μέσιππος, σὺν Πευσίππῳ τῷ σοφῷ, καὶ Ἐλασίππῳ σήμερον, οἱ τῆς Τριάδος ἔνδοξοι Ἀθληταί, στεῤῥῶς ἐναθλήσαντες, ἱεραῖς μελῳδίαις εὐφημείσθωσαν.
Ὑψώθητε Μάρτυρες, πρὸς Θεὸν ὡς ἀληθῶς, ταπεινωθέντες σώμασι, καὶ τὴν ἔπαρσιν πᾶσαν τοῦ δυσμενοῦς, στεῤῥῶς κατεβάλετε, καὶ τῆς νίκης στεφάνους ἀνεδήσασθε.
Σαφῶς ἐθανάτωσαν, τὸν ἀπάτῃ δολερῶς, τὴν Εὔαν θανατώσαντα, Ἰουνίλλα ἡ Μάρτυς καὶ σὺν αὐτῇ, ἡ ἀκαταγώνιστος, Νεονίλλα τῷ ξίφει θανατώσαντα.
Θεοτοκίον.
Τὰ πάθη θεράπευσον, τῆς ἀθλίας μου ψυχῆς, Θεογεννῆτορ πάναγνε, τὸν λογισμὸν κατεύνασον προσβολαῖς, ἐχθρῶν κυματούμενον, καὶ εἰρήνευσον Κόρη τὴν καρδίαν μου.
Κοντάκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νέῳ ἐν σώματι, κατεπαλαίσατε, θεομακάριστοι, τὸν παλαιὸν πτερνιστήν, τὰς ἀλγηδόνας ὡς τρυφάς, πάντας πόνον λύοντες, τῶν ψυχῶν ἡμῶν Ἅγιοι, τῶν πίστει καταχρέως τελοῦντες, μνήμην τὴν ἱερὰν ὑμῶν πάντοτε.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Ὡς οἱ Παῖδες τῇ πυρᾷ καθυπεβλήθητε, οἱ τρεῖς ὁμοῦ αὐτάδελφοι, μὴ φλεχθέντες δέ, Ἀθλοφόροι νεύσει θεϊκῇ, ἐμέλπετε ὕμνον τῷ Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεανίας τρεῖς ἡ κάμινος ἐδέξατο, ἀφλέκτους συντηρήσασα, τοὺς δὲ Μάρτυρας, ἀριθμὸν πληροῦντας τὸν αὐτόν, λαβοῦσα ὑψοῖ πρὸς οὐρανόν, καὶ τῷ τῶν ὅλων παριστᾷ, στεφανηφόρους Θεῷ.
Μακαρίως Νεονίλλα τετελείωται, τοὺς Ἀθλοφόρους Μάρτυρας, ἐπαλείψασα, καθελεῖν τὸ κράτος τοῦ ἐχθροῦ, μεθ’ ἧς Ἰουνίλλα ἐναθλεῖ, καὶ στεφανοῦται ὁ κλεινός, Νέων προθύμῳ ψυχῇ.
Αἷμα τίμιον Μαρτύρων ἐκκενούμενον, χειμάῤῥους ἀπεξήρανε, πολυθεΐας, καὶ πιστῶν κατήρδευσε ψυχάς, βοώσας τῷ πάντων Ποιητῇ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ῥόδον ὥσπερ ἀκανθῶν ἐν μέσῳ ηὕρατο, τοῦ βίου τῶν κοιλάδων Σέ, ἀειπάρθενε, Ἰησοῦς ὁ πάντων φυτουργός, καὶ Σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, κατευωδίασεν ἡμᾶς, θεογνωσίας ὀδμαῖς.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Τυραννούντων θωπείας, ἐναπεκρούσασθε, καὶ μαστίγων νιφάσι, περικυκλούμενοι, στίγμασιν ὑμῶν, κατεστίξατε Μάρτυρες, πᾶσαν τῶν δαιμόνων, πληθὺν εἰς τοὺς αἰῶνας.
Ὑπερεύρυζος ὤφθη, ὑμῶν μακάριοι, ἡ πρὸς Κύριον πίστις, προσομιλούντων σαφῶς, τῇ πυρκαϊᾷ, δεχομένων ἐν ταύτῃ τε, ἐν ἀγαλλιάσει, ψυχῆς τὸ θεῖον τέλος.
Ῥαντισμῷ τῶν αἱμάτων, γυναῖκες ὅσιαι, τὸν ἀρχέκακον ὄφιν, ἐναπεπνίξατε, καὶ τῶν εὐσεβῶν, τὰς καρδίας ἠρδεύσατε, ἀναβλαστανούσας, τῆς εὐσεβείας στάχυν.
Ὥσπερ τρίγωνος πύργος, πέτρᾳ τῆς πίστεως, ἑδρασθεὶς τῶν Μαρτύρων, τριὰς ἡ ἔνθεος, πάσαις μηχαναῖς, ἀλγεινῶν ἀπερίτρεπτος, ὤφθη ἑλεπόλεις, ἀθέων καταστρέφων.
Θεοτοκίον.
Νοητήν Σε λυχνίαν, φῶς τὸ ἀπρόσιτον, δεξαμένην Μαρία, Παρθένε ἔγνωμεν, πάντων τῶν πιστῶν, τὰς ψυχὰς καταυγάζουσαν, καὶ τῆς ἁμαρτίας, τὸ σκότος ἐκμειοῦσαν.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενοι, τὸν τοῦ ἐχθροῦ, τὸ κράτος θείῳ πάθει ὀλέσαντα, οἱ καλλίνικοι ἔνδοξοι Μάρτυρες, ἤνεγκαν θαρσαλέως, πάθη ἐπίπονα· ὅθεν ἰατρεύουσιν ἡμῶν, τὰ πάθη πάντοτε.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, τῶν Ἀθλητῶν, ἡ μνήμη παραδόξως ἐξέλαμψε, τὴν ὑφήλιον πᾶσαν φωτίζουσα, καὶ τὸ τῆς ἀσεβείας, σκότος διώκουσα, καὶ τὰς διανοίας τῶν πιστῶν, καταλαμπρύνουσα.
Στρατὸς Μαρτύρων Ἁγίων σύλλογος, ὑμνείσθω εὐσεβῶς μελῳδήμασι, σὺν Πευσίππῳ ὁ μέγας ὁ Μέσιππος, Νέων καὶ Νεονίλλα, θεῖος Ἐλάσιππος, σὺν τὴν Ἰουνίλλῃ τῇ σεπτῇ, καὶ μεγαλόφρονι.
Ἡ γῆ τὴν κόνιν ὑμῶν τοῦ σώματος, ὡς θησαυρόν, κατέχει Ἀθληταὶ ἁγιάσματος, οὐρανὸς δὲ τὰ πνεύματα κέκτηται, θείαις φωτοχυσίαις, καὶ ὡραιότησι, περιαυγαζόμενα ἀεί, θεομακάριστοι.
Θεοτοκίον.
Φωνὴν βοῶμέν Σοι χαριστήριον· χαῖρε φωτός, ἀΰλου καθαρὸν ἐνδιαίτημα, ἡ αἰτία τῆς πάντων θεώσεως· χαῖρε κατάρα λύσις· χαῖρε ἀνάκλησις, τῶν κατεῤῥαγμένων γηγενῶν, θεοχαρίτωτε.