Τρίτη 9 Μαρτίου 2021

ΟΚΤΩΒΡΙΟΣ 21. ΑΓΙΟΙ ΕΞΗΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ ΚΑ!!

ΜΑΡΤΥΡΕΣ ΕΞΗΝΤΑ ΤΡΕΙΣ ΙΕΡΟΣΟΛΥΜΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Εὐφροσύνου ἱερομονάχου Σαββαΐτου)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τῶν Ἁγίων, δευτεροῦντες αὐτά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες

Ἐν πόλει ἁγίᾳ τῆς Σιών, ὁμοφρόνως Ἅγιοι, μαρτυρικῶς ἠγωνίσασθε, διὰ σταυρώσεως, τοῦ Σταυροῦ τὸ πάθος, καρτερῶς μιμούμενοι, Ἑξήκοντα καὶ Τρεῖς γενναιότατοι, μεγαλομάρτυρες· παῤῥησίαν οὖν ὡς ἔχοντες, δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν,

 

Τὴν πλάνην Μωάμεθ τὴν αἰσχράν, μὴ δεχθέντες Ἅγιοι, διὰ βασάνων ἠθλήσατε, γενναῖοι ἄρχοντες· Ἱεροσολύμων, ἐν τῇ θείᾳ πόλει γάρ, Ἑξήκοντα καὶ Τρεῖς πολυώδυνον εὕρατε θάνατον· ὅθεν πάντων ὑμῶν σήμερον, τὴν ἁγίαν τελοῦμεν πανήγυριν.

 

Τὴν θήκην ὑμῶν τὴν ἱεράν, τῶν λειψάνων ἔχοντες, ὡς θησαυρὸν πολυτίμητον, κατασπαζόμεθα, Ἐλαιῶν ἐν Ὄρει, εὐλαβῶς ἱστάμενοι, Ἑξήκοντα καὶ Τρεῖς ἀνδρειότατοι, Ἅγιοι Μάρτυρες, ταῖς εὐχαῖς ὑμῶν αἰτούμενοι, θείαν χάριν, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Προσκυνηταὶ πάλαι ἐν Σιών, τῇ ἁγίᾳ ὀφθέντες, ἅρχοντες ἔνδοξοι, τῆς ἄνω Ἱερουσαλὴμ ὁμοῦ ἠξιώθητε τυχεῖν ὡς Μάρτυρες. Νῦν δὲ ἡμεῖς, τοῖς τιμίοις ὑμῶν λειψάνοις προσπίπτοντες, χρεωστικῶς ἀνακράζομεν· Χαίρετε, Γεώργιε, Ἰουλιανέ, Ἰωάννη, οἱ πρόκριτοι, καὶ ἡ λοιπὴ χορεία ἡ θεόστεπτος· χαίρετε, Ὁμολογηταὶ εὐκλεεῖς, Ἅγιοι Ἑξήκοντα Τρεῖς, βέλεσει κατατρωθέντες, καὶ σταυρὸν κρεμασθέντες, διὰ τὸν Κύριον, Ὅνπερ ἐκτενῶς ἱκετεύσατε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ἐπὶ τὸ Ὄρος δράμωμεν τῶν Ἐλαιῶν σήμερον, τὴν ἐτήσιον πανήγυριν τελέσαι, τῶν Τριῶν καὶ Ἑξήκοντα Ἀθλοφόρων Ἁγίων. Τῆς Ἱερουσαλὴμ τῶν μεγίστων Μαρτύρων, καὶ ἐν Παραδείσῳ ἡμῖν πρεσβευτῶν ἀκοιμήτων· ὧν τὰ τίμια λείψανα κατασπαζόμενοι, ἀνυμνήσωμεν Χριστόν, τὸν δι’ ἡμᾶς σταυρωθέντα, καὶ Ἁγίοις αὐτοῦ δοξάζοντα.

 

Εἰ γὰρ πολλὰ ἰσχύει ἡ δέησις δικαίου πρὸς Θεόν, πόσον μᾶλλον δύναται, ἡ πρὸς Χριστὸν παράκλησις πολλῶν, συναθλησάντων Μαρτύρων· διὸ ἀδελφοὶ πιστῶς εὐφημοῦντες, τοὺς σταυρωθέντας ἄρχοντας τῆς Ἁγίας Σιών, ἐνεργήσωμεν τὴν μετάνοιαν δι’ ἁγίων ἀρετῶν. Οὕτω γὰρ δυνησόμεθα ἀξίως αὐτοὺς τιμῆσαι, καὶ τοῦ ἐλέους τυχεῖν, ἱκεσίαις αὐτῶν, ἐν ἡμέρᾳ τῆς κρίσεως.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε τὴν παγκόσμιον μνήμην τῶν ἀριστέων τοῦ Χριστοῦ, Τριῶν καὶ Ἑξήκοντα, μεγαλύνοντες ἐγκωμιάσωμεν. Οὗτοι γὰρ ἀγαθῇ προαιρέσει κοσμούμενοι, καὶ χάριτι θείᾳ ῥωννύμενοι, εἰς τέλος ὑπέμειναν τὸν ἄδικον θάνατον. Καὶ μικρὸν συμπαθόντες ἐπῖ γῆς διὰ Χριστόν, μεγάλως συνδοξάζονται διὰ παντὸς εἰς οὐρανόν. Αὐτῶν καὶ ἡμεῖς μιμησώμεθα τὴν ἐλεήμονα γνώμην, καὶ τὴν ὁμόψυχον καρτερίαν, σταυροῦντες τὸ σαρκικὸν φρόνημα, ἐν τῇ νεκρώσει τοῦ θελήματος· ἵνα εἰς τὴν ἄνω Ἱερουσαλήμ, συνανυψωθῶμεν ἔνδοξοι παρὰ τοῦ Σωτῆρος, μετὰ Μαρτύρων ὡς φιλομάρτυρες.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖοι ἐν Μάρτυσι.

Καὶ εἱρκτῇ συγκλειόμενοι, καὶ δεινῶς αἰκιζόμενοι, καὶ θωπείαις Ἅγιοι πιεζόμενοι, πίστιν ὑμῶν τὴν ὀρθόδοξον, οὐδόλως ἠρνήσασθε, ἀλλ’ ἐν Ἱερουσαλήμ, τοῦ θανεῖν ἠρετίσασθε προθυμότατα· ὅθεν πίστει ὑμῶν ἀνευφημοῦμεν, τὴν καλὴν ὁμολογίαν, Τρεῖς καὶ Ἑξήκοντα Μάρτυρες.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Λιποτάκτες τῆς πίστεως, οἱ ἑπτὰ ὑμῶν ἄξιον, τῆς ἀποστασίας λαβόντες θάνατον, δυσεντερίᾳ ἀπώλοντο, οἱ Τρεῖς τοὺς στεφάνους δε, καθ’ ὁδὸν πρὸς τὴν Σιών, πρῶτοι ὄντως ἐδέχθησαν τελευτήσαντες· ἀλλ’
ἡμεῖς ὁμοῦ πάντων ἐγκωμίοις, τὴν συνάθλησιν τιμῶμεν, Τρεῖς καὶ Ἑξήκοντα Μάρτυρες.

 

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐλαβῶς παραδέδωκε, τῇ ταφῇ ὑμῶν Ἅγιοι, λείψανα τὰ τίμια ὁ θειότατος, τῆς Καισαρείας ἐπίσκοπος, ναῷ πρωτομάρτυρος, τοῦ Στεφάνου τῷ σεπτῷ, ὡς ἡμεῖς ἠθελήσατε, μεγαλόψυχοι· Γαλιλαία μικρὰ δὲ ὥσπερ ὄλβον, ταῦτα ἔχουσα καυχᾶται, ὑμᾶς Κυρίῳ προβάλλουσα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸ θεοσύλλεκτον σύνταγμα τῶν ἀρχόντων Μαρτύρων, Ἑξήκοντα καὶ Τριῶν, σήμερον ἐγκωμίοις καταστέψωμεν λέγοντες· Ὢ τῆς ἀνδρείας, καὶ καλῆς ὁμολογίας ὑμῶν, Ἀθλοφόροι Χριστομίμητοι! Τὴν πίστιν οὐκ ἀπωλέσατε, τὸν ἐχθρὸν διωλέσατε· τὰ λείψανα ὑμῶν, πηγὴ ἰαμάτων, τοῖς χρήζουσι γέγονε. Καὶ νῦν ἐν οὐρανοῖς, ταῖς πληγαῖς τετιμημένοι, ὑπὲρ πάντων ἱκετεύσατε, τῶν τιμώντων ἐν ᾄσμασι, τὴν ἐτήσιον μνήμην ὑμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ πανοπλίᾳ, κατησχύνατε, τὰς τοῦ Βελίαρ Ἀγαρηνῶν παρατάξεις πανεύφημοι· Τρεῖς καὶ Ἑξήκοντα ὄντες γὰρ ἄρχοντες, ἡμῶν τῆς πίστεως ὤφθητε Μάρτυρες· νῦν δὲ ἔνδοξοι, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Εὐλαβείᾳ καὶ πίστει καταφιλήσαντες, τὰ Προσκυνήματα πάντα ἐν τῇ ἁγίᾳ τῇ Γῇ, ταύτην αἵμασιν ὑμῶν καθηγιάσατε· ὅθεν τὰ λείψανα ὑμῶν, ἐν τῷ Ὄρει Ἐλαιῶν τιμῶντες καταφιλοῦμεν, Τρεῖς καὶ Ἑξήκοντα θεῖοι, ἐν τῇ Σιὼν μεγαλομάρτυρες.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῆς πόλεως ἔξωθεν κατὰ τὸν τύπον Χριστοῦ, σταυρῷ ἀνηρτήθητε βασανισθέντες ὁμοῦ, ἀήττητοι Μάρτυρες, πλάνην τὴν μιαιφόνον τοῦ Μωάμεθ σοβοῦντες, ζάλην τὴν τῶν δαιμόνων καὶ παθῶν ἀμαυροῦντες· ἀλλὰ καὶ νῦν ποικίλων παθῶν, ἡμᾶς ἀπαλλάξατε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

 

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τὴν θείαν φάλαγγα τῶν Ἀθλοφόρων μέλψω.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τὸ ἔνθεον σύνταγμα, τῶν Ἀθλοφόρων ὑμνήσωμεν, τοὺς Τρεῖς καὶ Ἑξήκοντα συναθλητὰς τοῦ Χριστοῦ, τοὺς ἐν βέλεσι, σταυρῷ τε καὶ βασάνοις, πιστῶς μαρτυρήσαντας, ἐν Γῇ ἁγίᾳ ὁμοῦ.

Ἡττάσθωσαν ἅπαντα, Ἀγαρηνῶν ἔθνη βάρβαρα, τῇ πλάνῃ δουλεύοντα τοῦ ἀρχεκάκου ἐχθροῦ, εὐθυνόμενα καὶ ἐν τῇ θανατώσει, τὴν ἄδικον σήμερον, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ.

Ναοὺς καὶ σεβάσματα, καὶ ἱερὰ προσκυνήματα, ἐν Γῇ ἣν ἡγίασε, αἵματι θείῳ Χριστός, ἐνισχύσατε, ποικίλῃ προμηθείᾳ, γενόμενοι Μάρτυρες τοῦ Τρισηλίου Φωτός.

Θεοτοκίον.

Θεὸς ὁ σαρκούμενος, ἐν τῇ κοιλίᾳ Σου Δέσποινα, θεὸς καὶ ὁ ἄνθρωπος γέγονε πάλιν ἐκ Σοῦ, θείᾳ χάριτι, Παρθένε Παναγία· διὸ Σὲ δοξάζομεν, ὥσπερ Μητέρα Θεοῦ.

 

 

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

Ἑξήκοντα Τρεῖς τροπαιοφόρους, ἀνέδειξας Ἱερουσαλήμ, τοὺς πρὶν γενναίους ἄρχοντας, ἐν τέλει δὲ συμμάρτυρας, καὶ εὐκλεεῖς πρὸς Κύριον, πρέσβεις ἡμῶν νῦν ὑπάρχοντας.

Ἰσχύϊ Σταυροῦ ἐπιῤῥωσθέντες, τὸ πάθος Χριστοῦ ἐν τῇ σαρκί, τρανῶς ἀπεμιμήσασθε, καὶ τὴν ἡμῶν Ὀρθόδοξον, πίστιν ὁμολογήσαντες, στέφη λαμπρὰ ἐκομίσασθε.

Ἀράβων τυράννων τὴν μανίαν, ἐν ἤθει ὑμῶν τῷ εὐγενεῖ, Μάρτυρες κατησχύνατε, τῇ βίᾳ ἀντιτείναντες, τὴν πρὸς ἐχθροὺς ἀγάπησιν, καὶ τῆς θυσίας τὴν ἄθλησιν.

Θεοτοκίον.

Νοῆσαι οὐ σθένων Θεοτόκε, τῶν Σῶν μυστηρίων τὴν πληθύν, καὶ τὴν τῶν θαυμάτων Σου, ἁγνὴ μεγαλειότητα, Σοῦ μεγαλύνω ἄχραντε, τὴν μητρικὴν ἀγαθότητα.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν θείαν φάλαγγα, Χριστοῦ ὑμνήσωμεν, Τρεῖς καὶ Ἑξήκοντα, πίστεως Μάρτυρας, τοὺς σταυρωθέντας ἐν Σιών, τῇ πόλει τῇ παναγίᾳ· Χαίρετε κραυγάζοντες, τροπαιοῦχοι ἀοίδιμοι, οἱ καταπατήσαντες τῶν δαιμόνων τὴν δύναμιν· καὶ νῦν ἐν οὐρανοῖς δυσωπεῖτε, πᾶσι Τριάδα τὴν Ἁγίαν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Φυλακῇ κατακλεισθέντες, καὶ τὴν πίστιν ἀρνήσασθαι, μὴ καταπεισθέντες, ἀπὸ Καισαρείας ᾐτήσατε, πρὸ τῶν πυλῶν τῆς Σιὼν λαβεῖν τὸν θάνατον, ἀξιΰμνητοι, Τρεῖς καὶ Ἑξήκοντα Μάρτυρες.

Ἀδοκήτως συλληφθέντες, ἐξ Ἀράβων τῆς πόλεως, Ἱεροσολύμων, πλῆθος αἰκισμῶν τε δεξάμενοι, ἐπὶ τὴν πίστιν ἐμείνατε ἀσάλευτοι, δυναμούμενοι, τοῦ Σταυρωθέντος τῇ χάριτι.

Λελουμένοι τῶν αἱμάτων, ταῖς ὑμῶν ἐπιχύσεσι, καὶ πεποικιλμένοι, πλήθους τῶν βελῶν ἐν τοῖς στίγμασι, ὑμῶν τὴν τάξιν ἀφέντες ὥσπερ ἄρχοντες, προσηνέχθητε, Θεῷ ὡς μέγιστοι Μάρτυρες.

Θεοτοκίον.

Ἁγιώτατε Παρθένε, γῆ ἁγία τῆς χάριτος, πάντων τῶν Ἁγίων, μόνη Παναγία ἡ ἄμεμπτος, τὴν Σὴν ἁγίαν Εἰκόνα θεασάμενος, ἁγιάζομαι, τῆς ἐναγείας ῥυσάμενος.

 

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Γηθόμενοι σήμερον, τὴν μνήμην ὑμῶν Ἅγιοι, Τρεῖς τε καὶ Ἑξήκοντα ὑμνοῦμεν, καὶ προσκυνοῦμεν ὑμῶν τὰ λείψανα, ἐν οἷς ἰαμάτων δαψιλής, χάρις πλεονάζουσα, ἐκκαθαίρει τοὺς ψάλλοντας.

Γενναῖοι τῷ σχήματι, ἑδραῖοι τῷ φρονήματι, σῶμα καὶ καρδίαν τε ὡραῖοι, τοῦ μαρτυρίου ἐκαλλωπίσθητε, ἀΰλους τῆς δόξης ἀστραπαῖς, Τρεῖς τε καὶ Ἑξήκοντα, ὑπερένδοξοι Μάρτυρες.

Ἀγάλλεται μέλπουσα, Σιὼν ἡ θεοβάδιστος, πόλις καὶ μικρὰ ἡ Γαλιλαία, ὑμῶν τοὺς ἄθλους ἀνακηρύττουσα, τοῖς πᾶσι πιστοῖς προσκυνηταῖς, Τρεῖς τε καὶ Ἑξήκοντα, μεγαλώνυμοι Μάρτυρες.

Θεοτοκίον.

Τὴν μόνην ἀπείρανδρον, Μητέρα μεγαλύνωμεν, μόνην τε ἀκήρατον Παρθένον, χαῖρε Μαρία αὐτῇ προσάδοντες, Χριστὸν τὸν Θεὸν ἡμῶν σαρκί, γάλακτι ἐκθρέψασα, καὶ ἀσπόρως λοχεύσασα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὦ θεία ὄντως παράταξις, ὦ ξένη καὶ ὀλβία συνάθροισις, ὦ τέλος ἅγιον, οὗπερ τυχεῖν ἠξιώθητε, πρωταθληταὶ Κυρίου, Τρεῖς καὶ Ἑξήκοντα.

Νοὸς ὑμῶν τὸ ὁμόφρονον, οὐδὲν ἀπὸ Χριστοῦ διεχώρισεν, Ἅγιοι Μάρτυρες, ἀλλὰ θανεῖν ἡρετίσασθε, μέχρι Σταυροῦ θανάτου, μακαριώτατοι.

Ἀξίως νῦν μακαρίζεσθε, τῆς Ἱερουσαλὴμ θεῖοι Μάρτυρες, Τρεῖς καὶ Ἑξήκοντα, ὡς τοῖς ὑμῶν χαριζόμενοι, ἡμῖν σεπτοῖς λειψάνοις, ῥῶσιν καὶ ἔλεος.

Θεοτοκίον.

Θεὸν ἐξέθρεψας Δέσποινα, Αὐτῷ τὴν Σὴν οὐσίαν δανείσασα, ὃς καὶ ὀφείλει σοι, εὐγνωμοσύνην αἰώνιον, ἐν τῷ πληροῦν ἀμέσως, Σοῦ τὰ αἰτήματα.

 

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.

Τοὺς σταυρωθέντας ἐν Σιὼν ἑκουσίως, Τρεῖς καὶ Ἑξήκοντα γενναίους ὁπλῖτας, ὁμολογίᾳ πρότερον στεφθέντας Χριστοῦ, σήμερον τιμήσωμεν, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, πόθῳ ἑορτάζοντες, τὴν σεπτὴν αὐτῶν μνήμην, καὶ εὐλαβῶς βοήσωμεν αὐτοῖς· Χαίρετε θεῖοι, ἡμῶν ἀντιλήπτορες.

Ὁ Οἶκος.

Ἐν οἴκῳ Θεοῦ ἑστῶτες εὐλαβῶς, καὶ τὰ λείψανα τῶν Μαρτύρων προσκυνοῦντες πιστῶς, παρὰ Κυρίου αἰτησώμεθα ἁγιασμὸν καὶ φωτισμόν, ὅπως ἐπαξίως τιμήσωμεν τοὺς Ἀθλοφόρους αὐτοῦ καὶ μιμητὰς τοῦ θείου Πάθους, οὕσπερ ἐν τῇ Ἁγίᾳ Σιὼν ἐδόξασεν ὁ πάντων Δεσπότης καὶ Θεὸς ἡμῶν, μεγαλοφώνως αὐτοῖς λέγοντες· Χαῖρε ἅγιον στράτευμα, Χριστὸν ὁμολογήσαντες, καὶ Χριστῷ δοξασθέντες· χαίρετε, τῆς ἄνω Σιὼν οἱ οἰκήτορες· χαίρετε, θείοι ἡμῶν ἀντιλήπτορες.

Συναξάριον.

Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Ἑξήκοντα Τριῶν Μαρτύρων, τῶν ἐν τῇ Ἁγίᾳ Πόλει τῆς Ἱερουσαλήμ, ὑπὸ τῶν Ἀγαρηνῶν βασανισθέντων καὶ σταυρωθέντων, ἐν ἔτει 723ῳ.

Προσκυνηταὶ τὸ πρὶν Σιὼν τῆς Ἁγίας,

πρεσβευταὶ νῦν ἐστε σὺν πᾶσιν Ἁγίοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ Μεγάλου.

Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,

Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος, ἐπισκόπου Μογλένων.

Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·

ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.

Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,

Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.

Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,

τετμημένος σοι Σωκράτης στεφοκράτης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῇ τοῦ Ὁσίου Διονύσιου.

Ζῆσας ὁ Φιλόθεος ὡς Θεῷ φίλον,
ζωὴν ἄληκτον εὗρε σὺν Θεοῦ φίλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Γαΐου, Δασίου καὶ Ζωτικοῦ.

Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,

γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.

Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,

τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης, ξίφει τελειοῦται.

Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,

κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν μάκαρ.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.

Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.

Bαροὺχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.

Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης, τῆς ἐν Ῥαϊθῷ τοῦ Σινᾶ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου, τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ Βαθέος Ρύακος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.

Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,

ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.

Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,

τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου ἐκ Μονεμβασίας.

Nόμους φυλάττων νηστίμου καιροῦ πόθῳ,
ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν

Λῆξιν βλέποντες, εἰρήνης ἧς ἐπέτυχον, οἱ βαρβαρώτατοι, καθάπερ λύκοι βαρεῖς, τοὺς ἄρχοντας ἔδησαν καὶ ἐβασάνισαν, οὓς τιμήσωμεν, ὡς Τρεῖς καὶ Ἑξήκοντα, Χριστομάρτυρας γενναίους.

Ὁλοκάρπωμα, Μάρτυρες προσηνέχθητε, Θεῷ ἑκούσιον, καὶ νῦν τὴν ἄνω Σιών, οἰκεῖτε γηθόμενοι, καὶ ἀναμέλποντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Φεῖσαι Κύριε, λαοῦ αἰχμαλωσίας σου, τῶν Ἀθλοφόρων σου, ταῖς θεοδέκτοις λιταῖς, καὶ τάχυ κατέβαλε Ἀγαρηνῶν τὴν ὀφρύν, τὴν μιαίνουσαν, ἐπὶ αἰῶνας Δέσποτα, τὰ σκηνώματα τὰ θεῖα.

Θεοτοκίον.

Ὅλον Δέσποινα, ἐν μήτρᾳ Σου ἐχώρησας, κυοφορήσασα, τὸν σαρκωθέντα Θεόν· διὸ τὴν γαστέρα Σου θρόνον ἐποίησε, ἀναδείξας Σε, τῶν οὐρανῶν πανάχραντε, ἀσυγκρίτως πλατυτέραν.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ῥῆμα ἀσεβοῦντος τυραννίσκου, θεόφρονι ὑμῶν γνώμῃ μυκτηρίσαντες, Τρεῖς τε καὶ Ἑξήκοντα, μέγιστοι συμμάρτυρες, ἐπὶ σταυροῦ ὑψώθητε ὁμολογήσαντες, τὸν Κύριον, Σωτῆρα τοῦ κόσμου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὥσπερ μέχρι τέλους καὶ θανάτου, τῇ πίστει τῇ Ὀρθοδόξῳ ἐπεμείνατε, Ἅγιοι ἀκλόνητοι, Τρεῖς τε καὶ Ἑξήκοντα, Χριστοῦ μακαριώτατοι μεγαλομάρτυρες, ὁμόνοιαν, δωρήσασθαι πᾶσι, τοῖς ἐπιτελοῦσι τὴν θείαν ὑμῶν μνήμην.

Νόμον τοῦ Θεοῦ ἐκμελετῶντες, παράνομα δελεάσματα ἠρνήθητε, πλοῦτον βδελυξάμενοι, Μάρτυρες ἐπίκηρον, ὡς θησαυρὸν κατέχοντες ὑμῶν ἀτίμητον, τὴν ἄνωθεν Χριστοῦ Βασιλείαν, ἧς κατατρυφᾶτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μένεις καὶ πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ, Παρθένος καὶ μετὰ τόκον ἀπειρόγαμε, μέγα τὸ μυστήριον, τῆς κυοφορίας Σου, ὅτι ἐν χρόνῳ ἔτεκες, τὸν πρὸ αἰώνων Θεὸν πανάμωμε, ἁγνὴ Παναγία· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἔχει μὲν Σιών, ὑμῶν τὰ μυρίπνοα, τίμια λείψανα, Τρεῖς τε καὶ Ἑξήκοντα, Χριστοῦ ὀφθέντες Ἅγιοι Μάρτυρες, ὁ οὐρανὸς δὲ ἄνωθεν, ὑμῶν τὰ πνεύματα, παῤῥησίᾳ, πᾶσιν ἱκετεύοντα, δωρηθῆναι πταισμάτων τὴν συγχώρησιν.

Λύσατε ἡμᾶς, τοῦ κόσμου τῆς σχέσεως καὶ τοῦ φρονήματος, ἅπασαν μαλάσσοντες, τὴν τῆς καρδίας ἡμῶν σκληρότητα, ἥνπερ ψυγεῖσαν Ἅγιοι ἀναθερμάνατε, δι’ ἀγάπης, πρὸς Θεὸν ἀλλήλους τε, θερμοτάταις ὑμῶν παρακλήσεσι.

Ψάλλομεν πιστῶς, Μαρτύρων Ἑξήκοντα Τριῶν τὴν ἄθλησιν, πᾶσαν ἐκκαρπούμενοι, τὴν εὐλογίαν καὶ τὴν μετάληψιν, τῶν δωρημάτων ἄνωθεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, μέχρι τέλους τὴν αὐτῶν μιμούμενοι, τῆς ἁγάπης καὶ πίστεως ἔνστασιν.

Θεοτοκίον.

Ὢ τῆς πρὸς ἡμᾶς, ἀφάτου προνοίας Σου καὶ ἀγαθότητος, Μῆτερ ὑπεράγαθε, δι’ ἧς ἰθύνεις διαφυλάττουσα, πρὸς σωτηρίαν ἅπαντας τοὺς ὀρθοδόξως Σοι, μελῳδοῦντας· Χαίροις παναμώμητε Θεομῆτορ, Παρθένε ἀμόλυντε.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς.

Ὑμνητικῶς προσέλθωμεν, ἐν Ὄρει Γαλιλαίας, πίστει χορὸν θεάσασθαι, Ἀθλοφόρων Μαρτύρων, ὑπὲρ Χριστοῦ σταυρωθέντων, ἐν Σιὼν τῇ Ἁγίᾳ, Τριῶν τε καὶ Ἑξήκοντα, καὶ θερμῶς προσκυνῆσαι τὴν ἱεράν, καὶ εὐώδη λάρνακα τῶν λειψάνων. Αὐτῶν πρεσβείαις Κύριε, οἴκτειρον τοὺς Σοὺς δούλους.

Θεοτοκίον.

Μετὰ Θεὸν τὴν ἔχουσαν, τῆς τιμῆς τὰ πρεσβεῖα, τὴν Θεοτόκον ᾄσμασι, καὶ Παρθένον Μαρίαν, χρεωστικῶς μετὰ πόθου, ἀνυμνήσωμεν πάντες, καὶ δι’ αὐτῆς αἰτήσωμεν, τῆς καρδίας εἰρήνην διηνεκῆ, καὶ τὴν σωτηρίαν παρὰ Κυρίου. Αὐτῆς πρεσβείαις Δέσποτα, λύτρωσαι τὸν λαόν Σου.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἐπὶ γῆς ὑπαρχόντων καταφρονήσαντες, ἀρχοντικῆς ἐν πόλῳ, ἠξιώθητε δόξης, Τρεῖς τε καὶ Ἑξήκοντα Ἀθληταί, τοῦ Σωτῆρος πανεύφημοι, ᾯ παῤῥησίᾳ πρεσβεύσατε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἐν ἀδοκήτῳ συλλήψει ὁμολογήσαντες, ἐνώπιον ἀπίστων, τὴν Χριστώνυμον κλῆσιν, πόνοις καὶ βασάνοις πολλοῖς σταυρικῶς, πρὸς Θεὸν ἀνυψώθητε, Γῆς τῆς ἁγίας γενναῖοι πρωταθληταί, τῶν τιμώντων ὑμᾶς μέμνησθε.

 

Δι’ ἀκραιφνοῦς εὐσεβείας, καὶ δι’ ἀγάπης Χριστοῦ, συνδεδεμένοι πάντες, μέχρι τέλους τοῦ βίου, τὴν πλάνην τοῦ Μωάμεθ εἰρηνικῇ, μαρτυρίᾳ ᾐσχύνατε· Ἱεροσόλυμα ὅθεν τὰ ἱερά, ὑμῶν λείψανα ἀσπάζονται.

 

Ἔξω τῆς πύλης Λεόντων, καθάπερ λέοντες, πνευματικοὶ ταφέντες, βασιλεύετε ἅμα, τῆς ἄνω Βασιλείας τῶν οὐρανῶν, συμπολῖται γενόμενοι, ἧς καὶ ἡμᾶς ἀξιώσατε τοῦ τυχεῖν, Ἀθλοφόροι παμμακάριστοι.

 

Δόξα. Ἦχος πλ. α΄.

Καθάπερ νέφος νοητόν, ἡμῖν περικείμενον, καὶ τὴν δρόσον ἀποστάζον τοῦ Πνεύματος, ἡ πάμφωτος ἐπέφανε μνήμη, τῶν Τριῶν καὶ Ἑξήκοντα, τοῦ Χριστοῦ Ἀθλοφόρων. Δεῦτε οὖν φιλομάρτυρες πάντες, χαρμονικῶς συνελθόντες, αὐτοὺς μακαρίσωμεν λέγοντες· Χαίρετε ἅγιοι ἄρνες, ἐθελόθυτα θύματα, τῆς ἀγάπης τοῦ Κυρίου. Ἐν τῇ πίστει ἑδραίους στηρίξατε, τοὺς ἀνυμνοῦντας ὑμᾶς, καὶ Θεὸν δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

 

Πίστει συναθλήσαντες ἐν Σιών, καὶ Χριστοῦ τὸ Πάθος, μιμησάμενοι τὸ σεπτόν, Μάρτυρες γενναῖοι, Ἑξήκοντα καὶ Τρεῖς τε, ὁμοῦ καὶ νῦν Κυρίῳ πᾶσι πρεσβεύσατε.