ΜΑΪΟΣ ΙΔ!!
ΜΑΡΚΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μελετίου Συρίγου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Στύλον ευσεβείας σε, καὶ κρατετώρατον ἔρεισμα, τῶν πιστῶν σὲ γινώσκομεν, Μᾶρκε παμμακάριστε, καὶ καταπιπτόντων, ἀνόρθωσις θείαν, καὶ ἱσταμένων στηριγμόν, τῶν ῥαθυμούντων κέντρον ὀξύτατον, δι’ οὗ πρὸς ἀγωνίσματα τῆς ἀρετῆς διεγείρονται, καὶ τὸν κόσμον ἀρνούμενοι, τῷ Σωτῆρι στρατεύονται.
Πέτρᾳ τῆς σῆς πίστεως, τὰ τῆς ἀθεότητος κύματα, προσραγέντα ἐτράπησαν, μετ’ αἰσχύνης ἔνδοξε, μηδὲν δυνηθέντα, πλέον ἐκτελέσαι, ἢ ἀποπλῦναί σοι καλῶς, ἅπαντα ῥύπον καὶ καθαρώτερον, δεῖξαί σε κατενώπιον, τοῦ βασιλέως καὶ κτίστου σου, ὅνπερ καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Φῶς θεογνωσίας σοι, ἐπὶ τῆς γῆς διατρίβοντι, ἀνατέταλκεν ἔνδοξε, δι’ ἣν καὶ ἠγώνισαι, καρτερᾷ ἐνστάσει, μέχρι τέλους· ὅθεν ὁ φωτοδότης Ἰησοῦς, τοὺς σοὺς ἱδρῶτας ἀποδεξάμενος, ἐξ ὕψους φῶς ἀπέστειλε, καὶ τὴν σὴν κοίμησιν ἔνδοξον, Μαρτύρων ἀπειργάσατο, οὐρανίαις ἐλλάμψεσι.
Δόξα. Ἦχος πλ. δ΄.
Δέσποτα Κύριε, δέξαι τὸν ὕμνον ἡμῶν, ὃν τῇ εὐσπλαγχνίᾳ σου θαῤῥοῦντες σοὶ προσφέρομεν, τὸν σὸν ἀθλητὴν Μᾶρκον ἐγκωμιάζοντες· ἐκείνου γὰρ εὐφημοῦντες τῆς πρὸς σὲ ἀγαπήσεως, σὲ πάντως δοξάζομεν, τὸν ἐν τοῖς σοῖς Ἁγίοις δοξαζόμενον, καὶ δι’ Αὐτοῦ σὲ δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παρῆλθεν ὁ χειμών, τῶν παθημάτων Μᾶρκε, ἔαρ τῆς εὐφροσύνης, ἀνέτειλέ σοι· ὅθεν, εὐφραίνου ἐν Κυρίῳ σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαῖρε ἀρτιφαής, ἀστὴρ τῆς Ἐκκλησίας, ὁ πάντων τῶν ὑμνούντων, τὴν μνήμην σου φαιδρύνων, καρδίας καὶ τὰ πρόσωπα.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Σμύρνη καὶ τῶν Κρητῶν, ἡ νῆσος ἐγκαυχῶνται, ἡ μὲν ὡς τεξαμένη, ἡ δὲ ὡς δεξαμένη, τὸν Μᾶρκον μαρτυρήσαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οἶκον τὸν τοῦ Θεοῦ, τὴν καθαρὰν Παρθένον, ἐν ᾗ Πατρὸς ὁ Λόγος, οὐσιωδῶς κατῆλθεν, ὑμνοῦντες μεγαλύνομεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν στεῤῥὸν τῆς ἀληθείας ὑπέρμαχον, καὶ τοῦ Χριστοῦ στρατιώτην ἀκαταγώνιστον, ἐν ᾠδαῖς ἱεραῖς Μᾶρκον τὸν θεῖον τιμήσωμεν, τὸν τῆς πλάνης τοῦ ψεύδους γενναιοφρόνως πατήσαντα, καὶ Χριστὸς τὸν Θεὸν ἐν παῤῥησίᾳ κηρύξαντα, πρὸς ὃν οἱ πιστοὶ εὐσεβοφρόνων βοήσωμεν· Χαῖρε τῶν Ἀθλοφόρων Κυρίου τὸ ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Ὁ πᾶσαν τὴν κτίσιν ὡς Θεός, διεξάγων Κύριε, σοφῇ προνοίᾳ ὃς ἔστησας, τοῦ χρόνου ὅρια, ἕως πληρωθῆσι, σωζομένων ἅπαντα, τὰ πλήθη αὐτὸς ἔδειξας Δέσποτα, καὶ ἐν τῇ καθ’ ἡμᾶς, γενεᾷ Μᾶρκον τὸν ἔνδοξον, τῶν Μαρτύρων χοροῖς συναπτόμενον.
Δεῦτε εὐφημήσωμεν πιστοί, ἱεροῖς ἐν ᾄσμασι, τὸν ἀληθείας ὑπέρμαχον, καὶ ἀδιάσειστον, τῆς πίστεως πύργον, καὶ φαιδρὸν ἀγλάϊσμα, χοροῖς τῶν Μαρτύρων τὸν στέφανον, τῆς ὡραιότητος, τῶν πιστῶν καὶ σεπτὸν ἄγαλμα, Ἐκκλησίας Μᾶρκον τὸν τρισόλβιον.
Ὠθεὶς ἐκ χειρὸς τοῦ πονηροῦ, ἀνετράπην Δέσποτα, πεσεῖν εἰς ᾍδου τὸ βάραθρον, ὁ Μᾶρκος ἔλεγεν· ἀλλ’ ἡ σὴ οἰκτίρμων, χείρ μου ἀντελάβετο, καὶ πάλιν ἐπὶ πέτραν τῆς πίστεως ἔστησεν· ὅθεν σοι χαριστήρια προσφέρω σοι, αἷμα τόδε ἱλάσθητι σῶσόν με.
Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, τὸν γενναῖον τοῦ Χριστοῦ ὁπλίτην, ἐν ᾄσμασι μέλψωμεν. Οὗτος γάρ, τὸν πάλαι πτερνίσαντα ὄφιν κατεπάτησε, καὶ τὴν κάραν αὐτοῦ γενναίως συνέτριψεν, ἐν τῇ δυνάμει τοῦ ὑψωθέντος ἐν ξύλῳ ὄφεως μυστικοῦ, καὶ πρὸς αὐτὸν βοήσωμεν· χαίροις, ὁ τὸ ψεῦδος ἐλέγξας ἐν παῤῥησίᾳ πολλῇ, καὶ τὴν πλάνην βυθίσας ἐν τοῖς οἰκείοις αἵμασι· χαίροις, τὸ νεόφυτον ἄνθος τοῦ παραδείσου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτὸν ἱκέτευε, Μαρτύρων ἐγκαλλώπισμα, δωρήσασθαι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὀ νεοφανὴς ἀστὴρ Ἐκκλησίας σήμερον ἀνέτειλεν ἐν τῷ στερεώματι αὐτῆς, Μᾶρκος ὁ ἀοίδιμος, ταῖς τῶν ἄθλων φρυκτωρίαις, τοὺς πιστοὺς καταφαιδρύνων ἐν πνεύματι, καὶ ὁδηγῶν τοὺς ἐν θαλάσσῃ τοῦ βίου κινδυνεύοντας, εἰς λιμένα καταίρειν σωτήριον. Φιλάνθρωπε Κύριε, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ ἀληθείας ἐλθεῖν εἰς ἐπίγνωσιν, εὐχαῖς αὐτοῦ στήριξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τὸν ἀριστέα τοῦ Χριστοῦ τὸν γενναῖον, τὸν ὑποτάξαντα Σταυροῦ τῇ δυνάμει, τὴν πλάνην πᾶσαν τοῦ πολεμήτορος, συνελθόντες καταστέψωμεν ἐγκωμίων ἐν ἄνθεσι· χαίροις, ὁ ἀνένδοτος ἄκμων τῆς καρτερίας, μεγαλοψυχίας ἡ ἀκρόπολις, τὸ τεῖχος τῆς πίστεως τὸ ἀκράδαντον, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος γ΄.
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, τῷ ἀναδείξαντι καινὰ σήμερον ἐν τῇ Ἐκκλησίᾳ Αὐτοῦ. Νέον γὰρ ἄνθος ἀνέτειλεν ἐκ τῆς γῆς τῆς καινῆς κτίσεως, ἐν πορφυρῷ διαπρέπον στολίσματι, καὶ τῶν Μαρτύρων κατακοσμοῦν χρυσαυγίζον σύστημα, ὁ Μᾶρκος ὁ ἀοίδιμος, ῥαθύμων ὁ ἀλείπτης καὶ πιστῶν τὸ στήριγμα, Κύριε δόξα Σοι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Χάριν ὄντως δίδωσι, Θεὸς καὶ δόξαν ὡς ἔφησε, Δαυΐδ ὁ θεῖος, ἐν πνεύματι σοὶ γὰρ μακάριε, χάρις ἐδωρήθη τοῦ παθεῖν δι’ ἔρωτα, Χριστοῦ τοῦ βασιλέως, παθήματα πλεῖστα καὶ θάνατον, ἐφ’ οἷς δόξαν τὴν αἰώνιον, ἐκληρώσω εἰς Θεοῦ βασίλεια.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Τὸ πλῆθος χρηστότητος τῆς σῆς, ὅπερ ἐναπέκρυψας, τοῖς φοβουμένοις σε Κύριε, ἄπειρον πέφυκεν, ἀληθῶς διόπερ, οἱ Μάρτυρες χαίρουσι, τῷ πλήθει τῶν βασάνων θλιβόμενοι, ὡς οἱ εὑρίσκοντες, σκῦλα πλεῖστα καὶ ἀναίμακτα· ὅθεν Μᾶρκος χαίρων κατεσφάττετο.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸ ἔλεος Δέσποτα τὸ σόν, ὑπερβαίνει ἔλεγε, Μᾶρκος ζωὰς πάσας σώματος, οὐχ ὅπως μίαν γε· διὰ τοῦτο τοίνυν χαίρων ὑποτίθεμαι, δι’ ἔρωτα ἐλέους Σου Κύριε, εἰ πλείους εἶχον δε, καὶ αὐτὰς ἂν συναπέβαλον· δέξαι Σῶτερ δῶρα τῆς πτωχείας σου.
Δόξα. Ἦχος πλ. α΄.
Ἀγάπῃ τῇ πρὸς σὲ ζεζωμένος ὁ Μᾶρκος ἔλεγε· Φιλάνθρωπε Κύριε, σὺ εἰ ἰσχύς μου, ὁ ἐκ τοῦ πτώματος ἀνορθώσας με· σύ μου στερέωμα κατορθοῦντος τῇ σῇ χάριτι, φεύγοντι δὲ τοῦ ἐχθροῦ τὰ δελεάσματα, σύ μοι δείκνυσαι καταφυγὴ δεινῶν τε πάντων ῥυόμενος, ὡς Θεὸς βοήθει μοι ἑκάστοτε, ἐπὶ σὲ γοῦν ἐλπίζων τὸν δρόμον τοῦ μαρτυρίου ἡδέως ὑπέρχομαι· σὺ δὲ Κύριε, πρὸς τὸν λιμένα τοῦ σοῦ με κατεύθυνον θελήματος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, τῇ Ἐκκλησίᾳ σου τὴν εἰρήνην δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν στεῤῥὸν τῆς ἀληθείας ὑπέρμαχον, καὶ τοῦ Χριστοῦ στρατιώτην ἀκαταγώνιστον, ἐν ᾠδαῖς ἱεραῖς Μᾶρκον τὸν θεῖον τιμήσωμεν, τὸν τῆς πλάνης τοῦ ψεύδους γενναιοφρόνως πατήσαντα, καὶ Χριστὸς τὸν Θεὸν ἐν παῤῥησίᾳ κηρύξαντα, πρὸς ὃν οἱ πιστοὶ εὐσεβοφρόνων βοήσωμεν· Χαῖρε τῶν Ἀθλοφόρων Κυρίου τὸ ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἴδετε πιστοί, τοῦ Ἀθλοφόρου τοῦ στεῤῥοῦ, τὰ παλαίσματα δι’ ὧν, κατατροποῦται τὸν ἐχθρόν, οὐκ ἐν ῥομφαίᾳ ἢ ἅρμασιν ἢ ἐν ἵπποις, ἀλλ’ ὄνομα Χριστοῦ ἐπικαλούμενος, καὶ βάλλων δι’ εὐχῆς, τὸν ἀντίπαλον, ἐν ἀσθενείᾳ σώματος, προχέει δὲ μικρὰς ῥανίδας τοῦ αἵματος, ἐν αἷς ποντίζει πληθὺν δαιμόνων, ἐν Θεῷ δυναμούμενος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα ὅμοιον.
Ἐξεπλάγησαν τὴν σήν, παῖδες Σμυρναίων ἀρετήν, καθορῶντες τὸ στεῤῥόν, τῆς διανοίας σου σοφέ, πῶς τὰς αἰκίας ὡς μάργαρον ἐλογίζου, καὶ ἅλυσιν τὴν σήν, ὡς περιδέραιον, κόσμον ἐκλεκτὸν καὶ ἐράσμιον, καὶ τὰ λοιπὰ κολαστήρια ἠσπάζου καταφιλῶν ὡς σωτήρια· δόξα Σοι Λόγε, τῷ δυναμοῦντι ἐν τῷ σταδίῳ τοὺς Μάρτυρας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς
Τὴν πιστευθεῖσάν σοι δραχμὴν Θεοῦ εἰκόνα, ἀπαπολέσας γοερῶς ἐθρήνεις μάκαρ, ἱκετεύων τὸν πλάστην σοι ἀποδοθῆναι, τὸ κάλλος τοῦ πρωτοτύπου τοῦ ἐξ ἀρχῆς· διόπερ τῷ μαρτυρίῳ τὴν σεαυτοῦ, κατοικίαν ἐκάθηρας, σκυβάλων πάντων τῶν ἐν γῇ, εὑρὼν δὲ τὸ ζητούμενον, συνευφραίνῃ τοῖς φίλοις σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις …
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὴν γλυκερὰν σήμερον τοῦ πνεύματος σάλπιγγα, τὴν διεγείρουσαν τοὺς τοῦ Χριστοῦ στρατιώτας, εἰς τὸν κατὰ τοῦ δράκοντος πόλεμον, τὸν μακάριον Μᾶρκον ἀνευφημήσωμεν. Τοῖς ἔργοις γὰρ διατόρως ὡς φθέγμασιν ἐκβοᾷ· μὴ φοβεῖσθε, ὦ συναθληταί, τῶν τυράννων τὰ φρυάγματα, ὅτι μείζων ἀσυγκρίτως ὁ ἐν ἡμῖν ἢ ὁ καθ’ ἡμῶν. Αὐτός, ὁ τὰ βραβεῖα προθείς, καὶ τοῖς αγωνιζομένοις συναγωνίζεται, καὶ στέφει τοὺς μέχρι τέλους ὑπομείναντας. Χριστὸς ὁ Θεός, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Νεομάρτυρος δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάρκου ἐπαίνους ἀρτιμάρτυρος πλέκω.
ᾨδὴ α᾿. Ἦχος πλ. δ΄. Θαλάσσης τὸ Ἐρυθραῖον πέλαγος.
Γηθόμενοι ἐν Θεῷ κροτήσωμεν, ὦ φιλομάρτυρες, χεῖρας κοσμοῦντες Μάρκου τὴν φαιδρὰν ἐγκωμίοις πανήγυριν· Μαρτύρων γὰρ ὁ ἔπαινος καθαγιάζει τοὺς ὑμνοῦντας αὐτούς.
Εὑρέθης τοῖς μὴ ζητοῦσιν ἔνδοξε, τὴν παρουσίαν σου, καὶ ἐμφανὴς ἐγένου τοῖς λαοῖς τοῖς μὴ ἐπερωτῆσι τὰ σά· ὁρμῇ θεοτιμήτῳ γὰρ εἰδώλων πλάνην κατηδάφισας.
Νεάζων ἐν ἡλικίᾳ σώματος ἡττήθης αἴσχιστα, τῷ ἀρχεκάκῳ ὄφει, συμπλακεὶς καὶ πεσών, ἐκ τῆς ὄντως ζωῆς· ἀλλ’ ἀναστὰς συνέτριψας αὐτοῦ τὴν κάραν γενναιότατε.
Θεοτοκίον.
Νοσοῦσάν μου τὴν ψυχὴν ἰάτρευσον, ἡ τὸν ἀκέστορα Λόγον Θεοῦ κυήσασα ἁγνή, ὃν Πατὴρ ἐξαπέστειλεν, ἵνα ἡμᾶς ἰάσηται διαφθορᾶς τε καὶ κακώσεως.
Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Μάρκου ἐπαίνους ἀρτιμάρτυρος πλέκω.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μάρκου τοὺς ἄθλους εὐφημεῖν προθέμενος τὸ τῶν Μαρτύρων ἱκετεύων Θεόν, χάριν δοῦναί μοι καὶ ἔμπνευσιν μὴ πάνυ πόῤῤω πέσοιμι, τοῦ σκοποῦ μηδ’ ὑβρίσω, τὸν ἀθλητὴν τοῖς ἐπαίνοις μου, τοῖς μικροπρεπέσι τὸν μέγιστον.
Ἀνεπιστρόφῳ λογισμῷ διήνυσας τὴν μαρτυρίου ὁδόν, νομίμως ἀθλήσας, Μᾶρκε παμμακάριστε· διὸ κριτὴς ὁ δίκαιος, δεξιᾷ ζωηφόρῳ, τὸν στέφανόν σοι ἀπέδωκε, τῆς δικαιοσύνης σαφέστατα.
Ῥωμαλεότητι φρενῶν ἐχώρησας πρὸς τὸ μαρτύριον, αὐτομόλος Μᾶρκε, ἵνα ἀνακτήσῃ σου ἧτταν, ἥνπερ πρότερον καθυπέστης, γινώσκων Θεοῦ εὔσπλαγχνον τὸν ἔλεον, ὃν μετανοοῦσι χαρίζεται.
Θεοτοκίον.
Κυριευθέντα με δεινῶς τοῖς πταίσμασι, Κυρία τοῦ παντός, προφθάσασα ῥῦσαι, χαλεπῆς ἁλώσεως, καὶ κύριον ἀνάδειξον, παθημάτων τὸν νοῦν μου, ὅπως ἀεὶ μεγαλύνω σε, τὴν ἀειμακάριστον Δέσποινα
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ἀκούσας τοῦ πάντων Βασιλέως, ἀρνήσασθαι κελεύειν τοὺς αὐτόν, ἀρνησαμένους εἴληφας, φόβον ἐν τῇ καρδίᾳ σου, καὶ μαρτυρίου αἵμασιν, ἧτταν τὴν σὴν ἀνεκάλεσας.
Ἰὸν τὸν τοῦ ὄφεως ἐμέσας, ὃν ἔπιες Μᾶρκε στυγερῶς, σὸν αἷμα προσενήνοχας, εἰς ἱλασμὸν τῷ Κτίστῃ σου, ἐν κατανύξει ἴασιν, τῇ σῇ ψυχῇ ἐξαιτούμενος.
Ὁ Παῦλος εὐθέως ἐκδιδάσκει, μὴ κρίνειν οἰκέτην ἐν δεινοῖς, καταπεσόντα δύνασθαι, καὶ γὰρ αὐτοῦ τὸν κύριον, στῆσαι αὐτὸν εὐθὺς σῶον, ὡς καὶ ἐν Μάρκῳ ἐγένετο.
Θεοτοκίον.
Ἰδὼν ὁ φιλάνθρωπος Υἱός Σου, Παρθένε τὸ γένος τῶν βροτῶν, ἐπιῤῥεπὲς τοῖς πταίσμασι, μετάνοιαν ἐτάξατο, καὶ μαρτυρίου βάπτισμα, δι’ ὧν πᾶν αἶσχος καθαίρεται.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ συμπαθέστατος Θεός, ὁ θέλων πάντας σωθῆναι, ὁ κελεύων ἀγαγεῖν σοι Μαρτύρων τοὺς χορούς, καὶ δι’ αὐτῶν δικαίωσιν χαρίζεσθαι, τοὺς ἄθλους τοῦ σοῦ Μάρκου δεξάμενος ἡμᾶς οἴκτειρον.
Ὑπομονῆς τὸν καρτερὸν ἀδάμαντα, καὶ ἀγάπης, ἐν Χριστῷ ἑλκτικωτάτην μαγνῆτιν καὶ τὸν ἄνθρακα ὁμοῦ τῆς σωφροσύνης μέλψωμεν, Μᾶρκον τὸν Ἀθλοφόρον, δι΄ οὖ πιστοὶ καταστέφονται, στέμμα πιστῶν τιμαλφέστατον.
Ἐν τῇ καμίνῳ τῶν παθῶν, ὥσπερ χρυσὸς ἐχωνεύθης, καὶ θυσίας ὁλοκάρπωμα ξένον, τῷ Θεῷ τῷ διὰ σέ, ἀποθανόντι γέγονας· μεθ’ οὗ συζῇς ἐν δόξῃ, συμβασιλεύων αἰώνια.
Θεοτοκίον.
Παιδίον ἔτεκες ἁγνή, τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα ἀπαθῶς καὶ ἀτρέπτως, ὃν ἐν φύσεσι διτταῖς, λατρεύοντες δοξάζομεν, σὲ δὲ ὡς Θεοτόκον πάντες, πιστοὶ μακαρίζομεν.
Κάθισμα. Ἦχος δ . Κατεπλάγη Ἰωσήφ.
Ἐν τοῖς μέλεσι τοῖς σοῖς, Μᾶρκε δοξάσας τὸν Θεόν, ἐδοξάσθης παρ’ Αὐτοῦ, προσδεξάμενος τοὺς πολλοὺς ἐν τοῖς ἀγῶσιν ἱδρῶτάς σου, καὶ τοὺς μόχθους· ὅθεν καὶ ἡμᾶς εὐφημοῦντάς σε, κινδύνους δι’ αὐτὸν ὑπομείναντα, ἐκείνῳ ἀναφέρομεν τὸν ὕμνον, ᾧ μελῳδοῦντες κραυγάζομεν· Χριστὲ Μαρτύρων σθένος, καὶ δόξα Σὺ ὑπάρχεις καὶ καύχημα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Στεφηφόρος ἀνηνέχθης εἰς τὰ ἄνω Βασίλεια, Μᾶρκε ἀποκτείνας ἐν οἰκείῳ ξίφει τὸν τύραννον· καὶ γὰρ αὐτὸν ἐκδικήσας τῆς ἀρνήσεως, κατεβάλου εἰς γῆν, καὶ γενναίως κατέσφαξας.
Ἔχων μάκαρ ἐν καρδίᾳ τὸν Χριστὸν Ὃν ἠγάπησας, οὔτε πῦρ οὐ ξίφος οὔτε ἀλγεινὴ ἄλλη βάσανος, οὔτε παρόντα ἢ μέλλοντα, ἀνέκραζες, τῆς ἀγάπης Αὐτοῦ με χωρίσαι δυνήσεται.
Ῥάβδοις ἅπαν σου τὸ σῶμα κατεξάνθη ἀοίδιμε, ἀλλ’ ὁ τῆς ψυχῆς σου τόνος οὐδαμῶς κατενάρκησεν, ἀλλ’ ἐν χαρᾷ τῆς καρδίας αἰκιζόμενος, θάψειν ἔπειθες, τὴν τοῦ προσώπου φαιδρότητα.
Θεοτοκίον.
Γῆ ἀνήροτος ὡράθης θεῖον ἄρτον βλαστήσασα, Παναγία Κόρη, ὃς ἐξ οὐρανοῦ καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ πόκον τὴν κοιλίαν Σου, καὶ ἐνέπλησε πάντα τὸν κόσμον χρηστότητος.
Ἕτερος. Σύ μου ἰσχύς.
Ἀκηκοώς, Μᾶρκε σοφέ, τοῦ Κυρίου σου ἐκβοῶντος, αὕτη ἐστὶνἡ ζωή, ἵνα τις Θεόν, τὸν ἐν ἀληθείᾳ γιγνώσκῃ, καὶ ὃν ἀπέστειλεν αὐτός, Υἱὸν καὶ Λόγον, σῷ θανάτῳ ὠνήσω, τὴν τοιαύτην ζωὴν προμηθέστατα.
Ἵνα Θεῷ διαλλαγῇς, τελεώτατα ἀνεβόας· ἕνεκά σου Δέσποτα διὰ παντός, θάνατον πικρὸν αἱροῦμαι, σφαγῆς τε ὡς πρόβατον λογίζομαι, ἀλλ’ ἐν ἅπασι τούτοις ὑπερνικῷ δυνάμει κραταιούμενος σῆς ἀγαπήσεως.
Νοῦν εὐσεβῆ, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, ἔγνως ὅτι ἐμαυτῶν οὐ πέλομεν, ἀγορασθέντες πολλῆς τιμῆς, αἵματος τιμίου, Θεοῦ ἀμνοῦ καὶ ποιμένος τε· διὸ καὶ ὅλον φέρων, σεαυτὸν ἐναπέθου, τῷ Δεσπότῃ καὶ ῥύστῃ καὶ πλάστῃ σου.
Θεοτοκίον.
Ὅλην ἐκ Σου, φύσιν ἐμὴν προσελάβετο, ὁ πρὸ πάντων αἰώνων Κύριος, σάρκα ψυχήν, νοῦν ἀνθρωπικόν, δι’ οὗπερ ἡνώθη ὁ ἄϋλος, μετὰ σώματος, καὶ ἔσωσέ με ὅλον πᾶν πρόσλημμα, σώσας καὶ θεώσας, αὐτὸ Κόρη πάναγνε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὁμήγυρις γάνυται πιστῶν ἐν τῇ κοιμήσει σου, ἣν Θεὸς ἐδόξασεν, ἐξ ὕψους φωτοφανείαις καὶ ὑμνῳδίαις φρικταῖς, δι’ ὧν πᾶς ἐξίσταται ὁρῶν, τοῦ Θεοῦ τὴν ἄφατον, εὐσπλαγχνίαν καὶ δύναμιν.
Ἰσχὺν ἀνελάβετε οἱ ἀπογνώσεως ἔκλυτοι, γεύσασθε Χριστοῦ πάντες Δεσπότου, μετανοεῖτε οἱ ἁμαρτήσαντες, καὶ γὰρ πάντας δέχεται διδούς, καὶ βραβεῖα μέγιστα, Μᾶρκος θνήσκων ἀνέκραζε.
Σιδήροις τὸ σῶμά σου περιζωννύων πάντοθεν, νηστείαις καὶ δάκρυσι τὸν Κτίστην, καθικετεύων οὐ διαλέλοιπας, τέλει πρὸς Αὐτὸν μαρτυρικῶς, διαβῆναι ἔνδοξε, οὗπερ καὶ κατηξίωσαι.
Θεοτοκίον.
Ἐκύησας ἄχραντε ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, Θεὸν ἀπειράνδρως σαρκωθέντα· ὃς μεμνημένος ἡμῶν, τὸ φύραμα χοῦν εἶναι ἐκ γῆς, οἷα Πατὴρ οἰκτείρας τοὺς πταίοντας, ὡς υἱοὺς ἀσθενήσαντας.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὕμνοις τὴν θείαν κάραν πόθῳ καταστέψωμεν, ὦ φιλομάρτυρες, τοῦ γενναίου Μάρκου, τοῦ τὴν κάραν τελείως συντρίψαντος, τοῦ δεινοῦ Βελίαρ, καὶ κεφαλὴν τῆς Ἐκκλησίας, ἐν σταδίῳ Χριστὸν ἀποδείξαντος.
Συνεκράθης τῷ πόθῳ, ὅλος τοῦ Δεσπότου σου καὶ συνενέκρωσας, αὐτῷ τῷ ταθέντι, διὰ σὲ ἐπὶ ξύλου καὶ ζήσαντι· ἔζης δὲ οὐκέτι, ἐν σεαυτῷ ἀλλ’ ἐν σοί, ὄντως ὁ Χριστὸς ἔζη Μᾶρκε δοξάζω σε.
Ἀκουτισθεὶς θεόφρον, λόγους οὓς ἐλάλησε Πνεῦμα τὸ ἅγιον, τῷ Σμύρνης Ἀγγέλῳ, ἐν ἔργοις ἐπλήρωσας ἄριστα· ἔφησε γὰρ τάδε· γίνου πιστὸς ἄχρι θανάτου, καὶ ζωῆς τῷ στεφάνῶ κοσμήσω σε.
Θεοτοκίον.
Ῥῆξον τὸ τῶν παθῶν μου, πάναγνε χιτώνιον καὶ ἀπαμφίασον, αἰσχρῶν ἐνδυμάτων, ἃ κακῶς μοι ὁ ὄφις συνέῤῤαψε, καὶ ἐπένδυσόν με, καταστολὴν τοῦ Υἱοῦ Σου, ἵνα μὴ ἐκ τοῦ γάμου ἐξώσῃ με.
ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Νέμει σοι δικαιοσύνης στέφανον Ἰησοῦς, καὶ γὰρ νομίμως τὸν δρόμον τὸν τοῦ μαρτυρίου μάκαρ τελέσας, ἀνεδείχθης στρατιώτης γνησιώτατος.
Τέρπεται τῶν Σμυρναίων ἡ πόλις, κατέχουσα ὡς ἀνεξάντλητον ὄλβον τὸ σεπτόν σου, Μᾶρκε σῶμα, καυχᾶται σὺν αὐτοῖς δέ, καὶ μητρίς σου Κρητῶν ἡ μητρόπολις.
Ῥώννυται τῶν πιστῶν τὰ συστήματα, βλέποντα τὴν καρτερίαν σου Μᾶρκε, πῶς ἐν ἄνθει ὄντως τῆς ἡλικίας, τῶν προσκαίρων περιφρονήσας, πάντων ἐνήθλησας.
Θεοτοκίον.
Ὕψιστε βασιλεῦ τῶν αἰώνων καὶ Κύριε, ὁ ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐξ ἁγνῆς Παρθένου σάρκα φορέσας, ταῖς πρεσβείαις τῆς Μητρός σου, Σοῖς δούλοις ἱλάσθητι.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τίς οὗτος ὁ διαυγής, ἀστὴρ ὁ λάμπων ὑψώματι τῆς Ἐκκλησίας Χριστοῦ, καὶ πάντων τὰ πρόσωπα φαιδρύνας ἐν χάρισι, στίλβων οὐρανίαις; Μᾶρκος πέλει ὁ ἀοίδιμος.
Ἰδού σε ὁ βασιλεύς, νύμφη Χριστοῦ φιλήσας, σὲ καινοῖς ἐν καλλωπισμοῖς, κοσμεῖ τὰ τοῦ Μάρτυρος ἀριστείαις σήμερον, Μάρκου λαμπομέναις, ὑπὲρ σάπφειρον ἢ μάργαρον.
Μηδὲν φοβοῦ ἃ παθεῖν, μέλλεις προέφη ὁ Κύριος· μέλλει γὰρ ὁ σατανᾶς εἱρκτῇ ἐκπεράσαί σε, καὶ θλίψιν παρέξειν σοι ἡμερῶν ‘λίγων· πιστὸς γίνου καὶ δοξάσθητι.
Θεοτοκίον.
Ἁμαρτιῶν τὸ δεινόν, κλυδώνιον ἐκταράττει με, καὶ τρικυμίαις πολλῶν, πνευμάτων βυθίσαι με, ἐπισπεύδει με πάναγνε, προφθάσασα ὅρμῳ, σωτηρίας με εἰσάγαγε.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Χριστοῦ ἐν τοῖς στεῤῥοῖς, ὅπλοις περιφραξάμενος, εὐψύχως σοφέ, εἰς μάχην προσεκάλεσας, παρατάξεις ἔνδοξε, τὰς τοῦ σκότους καὶ κοσμοκράτορος, ἃς συγκόψας ὥσπερ νικητής, ἐδέξω τὸ στέφος ἐκ χειρὸς Χριστοῦ.
Ὁ Οἶκος.
Ὁ ἐκ τοῦ στήθους τοῦ Χριστοῦ τὰ ἄῤῥητα ἀντλήσας, καὶ θείων γεγονὼς μύστης ἀποκαλύψεων, καὶ Σμυρναίοις γράφει ἐκ προσώπου τοῦ Χριστοῦ· οἶδά σου τὰ ἔργα φησί, καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν τῆς σαρκός, εἰ καὶ πλούσιος ὑπάρχεις τῷ πνεύματι· μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν, βλάψαι σε μὴ δυνάμενα· ἰδοὺ μέλλει βαλεῖν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακήν, ἵνα πειρασθῆτε, καὶ ἔξετε θλῖψιν ἡμερῶν δέκα· ἔσται γὰρ ὀλιγοχρόνιος· ἀλλὰ γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς· ταῦτ’ οὖν ὁ γενναῖος τηρήσας Μᾶρκος, ἀληθῶς ἐδέξατο στέφος ἐκ χειρὸς τοῦ Χριστοῦ.
Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μάρκου τοῦ ἐκ Κρήτης καὶ ἐν Σμύρνη μαρτυρήσαντος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ . Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες.
Φῶς ἐνοικῆσαν θεογνωσίας, ἐν καρδίᾳ τῇ σῇ, τέκνον σε φωτὸς εἰργάσατο ἀληθῶς, καὶ φωτὸς ὅπλοις ἐνέδυσεν, ἐν οἷς ἐκραύγαζε· Εὐλογητὸς Χριστὸς ὁ Θεός μου καὶ Κύριος.
Ὢ πῶς ῥόδα ὡς θησαυροὺς προσήρπαζες ἐν χαρᾷ, πᾶσαν τιμωρίαν Μᾶρκε ὑπὲρ Χριστοῦ, καὶ διψῶν θλίψεις προσθεῖναί σοι, εὐλογητὸς ἀνεβόας, Χριστός μου καὶ Κύριος.
Μη δειλιάσας τοὺς δυναμένους σῶμά σου τὸ φθαρτὸν κτεῖναι, ἀλλὰ μᾶλλον τὸν οὐρανοῦ καὶ γης κυριεύοντα, σαυτὸν παρέδωκας εὐθαρσῶς τοῖς βασάνοις μακάριε.
Θεοτοκίον.
Ἀναμαρτήτως τὴν μαρτυρίου τρίβον διαδραμὼν Κόρη, ὁ Υἱός Σου πᾶσιν ἁμαρτωλοῖς σωτηρίας θύραν ἤνοιξε, δι’ ἧς εἰσέρχονται εὐχερῶς, εἰς τὰ ἄνω Βασίλεια.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ῥανίσιν αἱμάτων σου μείξας θεόφρον, τοὺς τῶν δακρύων κρουνούς, καὶ ἱδρώτων τοὺς πόνους συνεκεράσω, σωτηριῶδες ποτόν, ὃ πεπωκὼς γηθοσύνως ἀνέκραζες· κράτιστον ὄντως ἐστὶ ὑπάρχει ποτήριον ὑπὲρ Χριστοῦ.
Τρωθέντος σου ἔνδοξε, ὄφις ἐτρώθη ὁ δολιόφρων ἐκ σοῦ, μὴ ἰσχύσας νικῆσαι, ἢ καταστῆσαι τῆς καρτερᾶς σου ψυχῆς πύργον τὸν μέγαν, Χριστῷ στερούμενον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπνώσας μακάριε, ὕπνον ὁσίοις κεκληρωμένον εἰς αἰῶνας ἀλήκτους, ζῆς μετὰ πάντων τῶν συμμαρτύρων τῶν σῶν, μισθὸν λαβεῖν ἐκ Θεοῦ, προσδεχόμενος πόνων τῶν σῶν ἐν χαρᾷ, ὡς ἡ ὑπόσχεσις.
Θεοτοκίον.
Ῥαθύμως διήνυσας τὸν δρόμον πάντα τῆς μοχθηρᾶς μου ζωῆς, καὶ τὸ τέλος ἐγγίσαν γυμνόν με εὗρεν, οἴμοι παντὸς ἀγαθοῦ, καὶ θρήνοις κλαίω τὴν ἐμὴν ἀπώλειαν· ἀπηλπισμένων ἡ ἐλπὶς Παρθένε σῶσόν με.
ᾨδὴ η. Παῖδας εὐαγεῖς.
Ῥανίσιν ὁλίγαις τῶν αἱμάτων, ἠλλάξω τὴν Βασιλείαν τὴν οὐράνιον, καὶ ζωὴν τὴν ἄληκτον, ὢ σοφὸν ἐμπόρευμα, ὢ μαργαρίτου ἔνδοξε, ὅνπερ ἐφεύρηκας, δι’ ὅν, ἀπεμπολήσας σὸν πλοῦτον, πάντα τὸν ἐν κόσμῳ, ἀγάλλῃ εἰς αἰῶνας.
Κλῆμα τῆς ἀμπέλου ἀνεδείχθης, Χριστοῦ τοῦ παμβασιλέως καθαιρόμενος, ὑπὸ γεωργοῦ πατρός, ἀξίνη τῶν θλίψεων· διὸ καρπὸν προήγαγες πλείονα ἔνδοξε, ληνοῖς ὃν μαρτυρίου πατήσας οἶνον εὐφροσύνης, πηγάζεις εἰς τοὺς αἰῶνας.
Ὅλον σεαυτὸν καθιερώσω Θεῷ, τῷ παμβασιλεῖ καὶ παντοκράτορι, ὥσπερ ὁλοκαύτωμα, ἐξ οὗ πάντα εἴληφας, οὐδένων μὴ φεισάμενος, ὧνπερ ἐκέκτησο· διὸ πολλαπλασίονα εὖρες, ἐν τῷ ἀθλοθέτῃ Χριστῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Υἱὸν ἐν Πατρὶ καὶ θεῖον Πνεῦμα, τὰ τρία ὡς συνημμένα ἐν θεότητι, διακεκριμένα δέ, μόναις ὑποστάσεσι, ἕνα Θεὸν τρισήλιον καὶ ὁμοούσιον, ὑμνοῦντες προσκυνοῦμεν ἐν πίστει, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ὁ ἀκούων τῶν λόγων μου, καὶ πιστεύων ἐν πνεύματι Πατρὶ τῷ ἀνάρχῳ, τῷ με ἀποστείλαντι, ἔφησεν ὁ Ἰησοῦς, ἔχει αἰώνιον τὴν ζωήν, καὶ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν μεταβαίνει· διό σε ζῶντα Μᾶρκε, εἰδότες εὐφημοῦμεν, καὶ σὲ παρακαλοῦμεν, πρεσβεύειν ὑπὲρ πάντων.
Στεφηφορῶν παρίστασαι Βασιλεῖ τῶν δυνάμεων, ἐν λελευκασμένῃ τῇ στολῇ ἀοίδιμε, ἣν σὸς ἐξυφάνατο ὁ ἀθλοθέτης ἐν τῷ ἱστῷ τῷ τοῦ μαρτυρίου, ὃ οὐδέποτε ῥύποις μολύνεται, καὶ ἀεὶ ἀναμέλπεις· Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Παρεμβολὴν τὴν ἔνθεον τῶν Μαρτύρων ἑώρακεν ἐν ἀποκαλύψει ὁ κλεινὸς ἀπόστολος, στολὰς περιφέροντας λευκάς, καὶ φοίνικας ἐν χερσὶ περιπολοῦντας τοῦ ἀρνίου τὸν θρόνον, ἐκτὸς θλίψεως πάντες· ὁ Θεὸς γὰρ ἀφεῖλε πᾶν δάκρυον, ὦ Μᾶρκε, ἐκ τῆς ὑμῶν καρδίας.
Θεοτοκίον.
Λαὸν τὸν σὸν προσάγει Παντοκράτορ, ἡ μήτηρ σου καὶ ὁ σὸς θεράπων Μᾶρκος ὁ πανάριστος, συγγνώμην αἰτούμενος τῶν ἐπταισμένων πᾶσιν ἡμῖν· ἡ μὲν μητρικὴν πρεσβεύουσα ἀγχιστείαν, ὁ δὲ τοὺς πολλοὺς ἄθλους καὶ κρουνοὺς τῶν αἱμάτων, δι’ ἃ ἵλεως πᾶσι γενοῦ τοῖς δούλοις Σῶτερ.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Νέον ὥσπερ ἄνθος φανέντα, ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, ὁ δημιουργὸς τῶν ἁπάντων μετὰ τῶν κρίνων καὶ ἀρωμάτων αὐτοῦ δρεψάμενος, σὲ ἔπλεξε στέφανον δόξης, ἐν τῇ νύμφη αὐτοῦ.
Ἔχων τὸν Χριστὸν ἐνεργοῦντα ἐν σοὶ θεόφρον, καὶ λαλοοῦντα, πάντως οὐ προσεμελέτας τοὺς λόγους, οὓς ἐν σταδίῳ ἔδει προβαλέσθαι, ἀλλ’ ὅμως σὸν ἀντίπαλον, ὥσπερ ἐμβρόντητον ἀπέδειξας.
Ὅλης ἐκ ψυχῆς ἀγαπήσας, τὸν σὸν Δεσπότην ἐκληρώσω, ἅπερ ἡτοιμάσατο δῶρα τοῖς ἀγαπῶσιν αὐτὸν ἐν θερμότητι, ἃ ὅψις οὐχ ἑώρακεν ἢ λογισμὸς διετυπώσατο.
Θεοτοκίον.
Ὕμνοις εὐχαρίστοις Παρθένε, σὲ εὐφημοῦμεν οἱ σωθέντες διὰ σοῦ· καὶ γὰρ της κατάρας τῆς ἀρχεγόνου πάντες ἐῤῥύσθημεν, καὶ εὐλογίας μέτοχοι, τῆς ἐν Χριστῷ ἀποκατέστημεν.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ελπίζεις ὦ παμβέβηλε δικαστά, ἐκνικήσας ἐμὲ ταῖς θωπείαις σου ἢ ταῖς πληγαῖς· κόπτε φλέγε σφάττε ὡς ἀρεστόν, σῶμα μὲν ὃ φθαρήσεται, καὶ δίχα σοῦ πάντως ἀποκτενεῖς, ἀγάπην δὲ ἣν ἔχω, καὶ πίστιν εἰς Χριστον μου, οὐ διαλύσεις Μᾶρκος ἔλεγεν.
Κρητῶν ἡ νῆσος τέρπεται ἐν τῇ σῇ, τελειώσει Μαρτύρων ἀγλάϊσμα, οἷα μητρὶς ἐνσκιρτῶσα ἐν ἄθλοις τοῦ ἐξ αὐτῆς βλαστήματος, καὶ πέπομφε κόλπων ἐξ ἰδίων ὡς πρεσβευτήν, τὸν ἐγκωμιστήν σου Μᾶκε, οὗ τοὺς ἐπαίνους δέξαι, Θεὸν ἐξευμενίζων ἡμῖν.
Ὢ θαῦμα πῶς ὁ Μάρτυς ἀποθανών, καινῷ τρόπῳ εἰς τέλος ἐνίκησε, τὸν δικαστήν· καὶ γὰρ μὴ ἰσχύσας ὁ ἀπηνής, μεταβαλεῖν κολάσεσιν, ἔνστασιν ἐκείνου τὴν καρτεράν, ἡττήθη δὲ ὁ Μᾶρκος, Χριστὸν μέχρι τοῦ τέλους, ὁμολογῶν νικητὴς δέδεικται.
Θεοτοκίον.
Ὦ μήτηρ καὶ θυγάτηρ τοῦ πλαστουργού, ὦ καινὸν Ἐκκλησίας ἐντρύφημα, Μᾶρκε σοφέ, σὺν τῷ Πολυκάρπῳ τῷ εὐκλεεῖ, τῷ τὴν Σμυρναίων πήξαντι, ποίμνην ἐν ἱδρῶσι μαρτυρικοῖς, πρεσβεύσατε τῷ Κτίστῃ, δωρήσασθαι εἰρήνην, καὶ σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Εὐφράνθητε τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, τὸν γὰρ καυχώμενον ὄφιν, ὡς νοσσιὰν καταλήψειν τὴν οἰκουμένην ἅπασαν, ὡς βοηθείας ἔρημον, μειράκιον ἐνέπαιξε, καὶ γὰρ αὐτὸν ἐκνευρίσαν, τὴν κάραν αὐτοῦ συντρίβει.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Στρατευόμενος ἔνδοξε, Ἰησοῦ τῷ Θεῷ ἡμῶν, πᾶσαν κακοπάθειαν τὴν ἐν σώματι, ὑπέφερες γενναιότατα, μηδόλως πλεκόμενος, πραγματείαις κοσμικαις, ὡς ἀρέσης τῷ ἄγοντι εἰς τὰς θειας σε, μετὰ νόμιμον πάλην κατοικίας, ὧν ἐπέβης γηθοσύνως, τῷ σῷ κοσμούμενος ἔρωτι. (Δίς)
Τὴν τοῦ Πέτρου μετάνοιαν, ἐμμελῶς μιμησάμενος, ἐξῆλθες τῆς πόλεως ἐν ᾗς πέπτωκας, καὶ ὀδυρμοις πικροτάτοις σου, τὸν Κτίστην ἱκέτευες, ἐπιδεῖν σε εὐμενως, καὶ ἐγεῖραι τοῦ πτώματος, τῷ σταυρῷ αὐτοῦ, δι’ οὗ δύναμιν ἔσχες ἐπιστρέψας, ἐν τῷ τόπῳ οὗ ἠρνήσω, καὶ μαρτυρῆσαι δι’ αἵματος.
Ὢ ἐξαίσιον ἄκουσμα, καὶ παράδοξον θέαμα, πῶς ὁ Μάρτυς ἔσπευδεν ὥσπερ ἔλαφος, ἐπὶ πηγὰς τὰς τῶν θλίψεων, αἰτῶν πολλαπλάσια, ὧν ᾐκίζοντο ἐχθροί, πάντα εἴδη βουλόμενος τῶν κολάσεων, διελθεῖν τῷ σαρκίῳ εἰ ἀντεῖλεν, ἀλλ’ ὁ πλάστης ὡς ἀρνίον, αὐτὸν σφαγῆναι ηὐδόκησε
Δόξα. Ἦχος πλ. β΄.
Δι’ ἀγάπην τοῦ Κτίστου σου, σεαυτὸν ἀπηρνήσω μακάριε, καὶ τὸν σταυρόν σου ἀράμενος ὁλοψύχως, Αὐτῷ ἠκολούθησας τὰ πάθη, καὶ τὸν θάνατον Αὐτοῦ μιμησάμενος· διὸ συμβασιλεύεις ἐν οὐρανοῖς ἀξιάγαστε, τῆς ἀϊδίου δόξης συγκληρονόμος γενόμενος, παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.