Τρίτη 31 Ιανουαρίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ 19. ΟΣΙΟΣ ΚΟΝΩΝ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΘ΄.

ΚΟΝΩΝ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Κόνων παναοίδιμε Χριστοῦ, τὸν Σταυρὸν ἀράμενος, ἀσκητικῶς ἠκολούθησας, Αὐτοῦ τοῖς ἴχνεσι, καὶ ζωῆς ὁσίας, τοὺς καρποὺς ἐξήνεγκας, ὡς δένδρον θεοφόρε κατάκαρπον· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν Χριστὸν τὸν φιλάνθρωπον.

 

Ἀσκήσει συντόνῳ ἐν Μονῇ, Πενθουκλᾶ ἐνέκρωσας, σαρκὸς τὸ φρόνημα Ὅσιε, καὶ χάριν ἄνωθεν, Κόνων ἐκομίσω, παρὰ τοῦ Παντάνακτος, καὶ ἄγγελος ἐδείχθης ἐν σώματι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Τὸν βίον μιμούμενος σαφῶς, τοῦ Προδρόμου Ὅσιε, τοῦτο τὸ ἔργον τὸ ἅγιον, ἄνωθεν δέδεξαι, ἐν τῷ Ἰορδάνῃ, τοὺς προσερχομένους σοι, βαπτίζων καὶ φωτίζων τῷ Πνεύματι· διὸ ὡς ἄλλον σε, βαπτιστὴν Κόνων γεραίρομεν, καὶ ἐρήμου πολίτην θεόληπτον.

 

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον ἐνθεώτατον, ἀπὸ παιδὸς ἀγαπήσας, κόσμου τὴν τερπνότητα, καὶ τὴν τῶν οἰκείων σου σχέσιν ἔλιπες, καὶ ζωὴν ἄσαρκον, ὑπελθὼν Ὅσιε, ἐν ἀσκήσει ἐνδιέπρεψας, καὶ τὴν ἀπάθειαν, οἷα φωτὸς ἔνδυμα ἄϋλον, ἐν Πνεύματι ἠμφίεσαι, καὶ τὴν τοῦ ἐχθροῦ ἀπεγύμνωσας, ἅπασαν κακίαν, Ἀγγέλων Πάτερ Κόνων μιμητό, καὶ πρεσβευτὰ τῶν ὑμνούντων σου, τὰ σεπτὰ παλαίσματα.

 

Ἄλλον θεῖον Πρόδρομον, ὁ ποταμὸς Ἰορδάνης, Κόνων σε ἐγνώρισεν, ἐν Ἁγίῳ Πνεύματι διαλάμποντα, καὶ πολλοὺς Ὅσιε, ἐν αὐτῷ βαπτίζειν, κελευσθεὶς ὡς ἐνθεωτατος, Θεῷ προσήγαγες, καὶ θεοπρεπῶς υἱοθέτησας, τοὺς πρὶν ἐχθρῷ δουλεύοντας, οὓς ἐλευθερίᾳ τῆς χάριτος, τούτους ὑποτάξας, ἐδέξω τὸν μισθὸν παρὰ Θεοῦ, Ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

 

Ἄγγελος ἐν σώματι, ὡς ἀληθῶς ἀνεδείχθης, τῇ στεῤῥᾷ ἀσκήσει σου, Κόνων παμμακάριστε θείῳ ἔρωτι, καὶ σαφῶς ἔβλεψας, ὥσπερ βοηθόν σοι, τοῦ Χριστοῦ τὸν μέγαν Πρόδρομον, σὲ ἐκλυτρούμενον, Πάτερ τῆς μανίας τοῦ ὄφεως, ἐξ ἧς καὶ ἡμᾶς λύτρωσαι, ταῖς πρὸς τὸν Σωτῆρα πρεσβείαις σου, τοὺς θεῖον ναόν σοι, δομήσαντας καὶ ἄγοντας πιστῶς, τὴν ἱερὰν καὶ σεβάσμιον, μνήμην σου πανόλβιε.

 

Δόξα.  Ἦχος β΄.

Ὑπελθὼν τὸ τῆς ἀσκήσεως στάδιον, οὐρανίῳ πόθῳ, τῆς σαρκὸς μὲν τὸ φρόνημα ἐνέκρωσας, τὴν δὲ ψυχὴν ἀνέδειξας, ζωῆς θείας ταμεῖον· ἐν σοὶ γὰρ ἐπανεπαύσατο, ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ὡς ἀψευδῶς ὑπέσχετο, ὁ Σωτὴρ καὶ Κύριος. Οὗ τῇ δυνάμει ῥωννύμενος, θεοπρεπῶς διήγαγες, τὴν δοθεῖσαν ἐντολήν· ὡς γὰρ ὁ θεῖος Βαπτιστής, πλείστους Χριστῷ προσήγαγες, τῷ ἁγίῳ βαπτίσαντι, Κόνων Πάτερ Ὅσιε. Ἀλλ’  ὡς ἀμοιβὰς τῶν πόνων κομιζόμενος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Τὴν ἀσκητικὴν ποθήσας πολιτείαν, τὰ ἐν κόσμῳ τερπνὰ ἀπώσω, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἡρετίσω· ὅλον γὰρ τὸν νοῦν, Κυρίῳ ἀνέθηκας, Αὐτὸν ὁρῶν καὶ δεχόμενος, ἐν ἑνώσει κρείττονι, τῆς θείας δόξης τὰς ἀποῤῥοίας, Κόνων Πάτερ Ὅσιε. Καὶ καλῶς ἀγωνισάμενος, καὶ τῶν πόθων εὑρὼν τὴν πλήρωσιν, πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Τὸ γεῶδες φρόνημα, ἀποβαλὼν ὁλοσχερώς, ἄγγελος ἐν σώματι πέφηνας, τῇ συντονίᾳ τῶν ἀρετῶν, ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, Κόνων μακάριε. Καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ἀνενδότῳ ψυχῇ, πλήρης φωτὸς γέγονας, καθαρθεὶς τῶν προσύλων· ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐν σοὶ κατεσκήνωσε, καὶ διὰ τῶν θείων χειρῶν σου, πλείστους Θεῷ προσήγαγεν, υἱοθεσίας  τῷ βαπτίσματι· διὸ ὡς θεῖον οἰκονόμον σε τιμῶμεν, καὶ τὴν ἁγίαν μνήμην σου, Πάτερ ἑορτάζομεν.

Ἦχος γ΄.

Τὴν ἐν ἀσκήσει ζωήν σου, ὡς προσφορὰν ἁγίαν δεξάμενος, ὁ τῆς δόξης Κύριος, οἰκεῖον θεράποντά σε ἔδειξεν, ὁ κατ’ ἀξίαν ἀμειβόμενος, τοὺς  εἰλικρινῶς αὐτῷ δουλεύοντας, Κόνων Ἀγγέλων ἐφάμιλλε· ὁσίως καὶ ἀμέμπτως γὰρ Αὐτῷ ἠκολούθησας, παντὸς γεηροῦ ἀφιστάμενος. Καὶ τῶν ἀρετῶν ἐξενεγκὼν τὰ ἄνθη, τῆς ἀπαθείας τὴν εὐωδίαν διέπνευσας, τῆς μελλούσης ζωῆς, προτυπῶν τὰ προοίμια, ἧς νῦν ἀπολαύων Πάτερ, κληρονόμους αὐτῆς καὶ ἡμᾶς γενέσθαι, πρέσβευε δεόμεθα.

 

Δόξα. Ἦχος δ΄.

Ὡς ἀσκητὴς θεοφόρος, καὶ τοῦ Πνεύματος δοχεῖον καθαρόν, διὰ βαπτίσματος καθαίρειν, ἀπεστάλης ἐν Ἰορδάνῃ, τοὺς ἀπὸ ματαίας ἀναστροφῆς, πρὸς Χριστὸν ἐπιστρέφοντας Ὅσιε· ὡς γὰρ λύχνος φαεινός, τοῦ Βαπτιστοῦ τὸ ἔργον ἀνεδέξω, καὶ ἀθώοις χερσὶ πολλοὺς προσήγαγες, τῷ ἀληθινῷ φωτὶ τῆς πίστεως, Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος διὰ σοῦ Κόνων μακάριε, ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἐπτερώθης τοῦ Χριστοῦ, τῇ τελειοτάτῃ ἀγάπῃ, Κόνων μακάριε, τότε καταλέλοιπας κόσμου τὸν τάραχον, καὶ προθύμως ἐπέθωκας, σαὐτὸν θεοφόρε, πρὸς τὰ τῆς ἀσκήσεως θεῖα παλαίσματα· ὅθεν, ἐν αὐτοῖς ἀριστεύσας, ἄγγελος ἐν σώματι ὤφθης, καὶ φωτὸς τοῦ θείου οἰκητήριον.

 

Στ.: Τίμιος ἐναντίον  Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Πέτρος, ὁ ποιμὴν ὁ ἱερός, Πάτερ τῆς Σιὼν τῆς ἁγίας, ὅτε ἐπέγνωκε, τὴν ἐν σοὶ λαμπρότητα καὶ καθαρότητα, τοῦ βαπτίζει σὲ ἔθετο, ἐν τῷ Ἰορδάνῃ, τοὺς  ἐπιποθήσαντας, τὸ φῶς τὸ ἀδύνατον· ὅθεν εὐλαβῶς ἐκτελέσας, τὴν διακονίαν σου Κόνων, πρὸς Θεὸν μετέστης ἀγαλλόμενος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χάριν, καὶ ἰσχύν σοι ἐπιστάς, θαυμαστῶς ὁ Πρόδρομος Πάτερ, ὄντως σοι δέδωκεν· ὅθεν ὑπερβέβηκας, τὸ ἀσθενὲς τῆς σαρκός, καὶ καλῶς ἐπετέλεσας, τὴν διακονίαν, ἣν βουλῇ τῇ ἄνωθεν ἐδέξω Ὅσιε· ὅθεν, τοὺς πιστῶς σε τιμῶντας, καὶ τὴν σὴν γεραίροντας μνήμην, Κόνων πάσης βλάβης ἀπολύτρωσαι.

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐγκρατείας τοῖς σκάμμασι, τῶν παθῶν νεκρώσας τὰς κινήσεις, τοῦ ἀοράτου ἐχθροῦ, καθεῖλες τὴν ὀφρύν, τῇ ταπεινώσει Ὅσιε. Καὶ τὸν δρόμον τῆς ἀσκήσεως, ἀπροσκόπτως ἀνύσας, ἐν τῷ νυμφῶνι τῆς ἄνω δόξης, χαίρων ἀνελήλυθας, τῶν καμάτων τὰ γέρα δεχόμενος. καὶ νῦν Κόνων παναοίδιμε, Χριστοῦ τὸ κάλλος ὁρῶν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῷ φέγγει λαμπόμενος τῶν ἱερῶν ἀρετῶν, ὡς λύχνος ἀνέλαμψας ἐν Ἰορδάνῃ σοφέ, βιώσας ὡς ἄγγελος· ὅθεν καὶ τοῦ Προδρόμου, δεδεγμένος τὸ ἔργον, πλείστους Χριστῷ προσῆξας, τῷ βαπτίσματι Πάτερ· διό σε θεοφόρε, Κόνων γεραίρομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Χριστῷ ἀπὸ παιδός, ἠκολούθησας Πάτερ, καὶ βίον ἱερόν, νουνεχῶς ἐκομίσω· ἐντεῦθεν στήλη ἔμψυχος, ἐγκρατείας γεγένησαι, Κόνων Ὅσιε· διὸ τὴν θείαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐπίχαρμα Θεοῦ, ἐγενόμην Παρθένε, ὑπείκων τοῖς αὐτοῦ, καθ’ ἑκάστην ἀπάταις· ἐντεῦθεν μολύνομαι, ἁμαρτίας ταῖς πράξεσι· οὐ οὖν πάναγνε, οἷα Θεοῦ ἡμῶν Μήτηρ, ἀπολύτρωσαι, ἐκ τῆς αὐτοῦ μεμανίας, καὶ σῶσόν με δέομαι.

 

 

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἔργοις ἀσκήσεως, ἁγίας Ὅσιε, κατακοσμούμενος, σκεῦος ὑπέρτιμον, τῶν χαρισμάτων τοῦ Θεοῦ, ἐγένου Κόνων θεόφρον· ὅθεν καὶ ἀγάμενος, τὴν ἐν σοὶ θείαν ἔλλαμψιν, τῆς Σιὼν ὁ πρόεδρος, Πέτρος ὁ ἱερώτατος, σὲ ἔταξε βαπτίζειν ἐν ῥείθροις, τοῦ Ἰορδάνου τοὺς προσιόντας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν Ὑπερούσιον, Θεὸν καὶ Κύριον, ἐν ὁμοιώματι, σαρκὸς κυήσασα, τῶν Προπατόρων τὴν ἀράν, ἠφάνισας Θεοτόκε· ὅθεν κἀμὲ κάθαρον, τῆς προσούσης φαυλότητος,  λογισμὸν ἑδραῖόν μοι, μετανοίας παρέχουσα, ὡς ἂν τῆς τοῦ ἐχθροῦ κατισχύσω, δεινῆς μανίας Παναγία.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθείς.

Τῆς τοῦ Προδρόμου μιμητὴς πολιτείας, γεγενημένος ἀληθῶς Πάτερ Κόνων, καὶ βαπτιστὴς ἐδείχθης θείῳ Πνεύματι· τοὺς ἐν Ἰορδάνῃ γάρ, προσιόντας καθαίρων, τῆς ἀναγεννήσεως, τῷ λουτρῷ θεοφόρε, τούτους εἰργάσω τέκνα τοῦ φωτός, καὶ σεσωσμένους, Κυρίῳ προσήγαγες.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ τὸν Θεὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ τὴν ἁγνείαν σου φυλάξασα Κόρη, τῆς τῶν παθῶν φθορᾶς με ἀπολύτρωσαι· δόλῳ γὰρ ὁ δόλιος, τὴν ψυχήν μου Παρθένε, ἕλκει πρὸς ἀπώλειαν, ἡδονῆς τῷ ἀγκίστρῳ, ἀλλὰ τὴν τούτου σύντριψον ἰσχύν, καὶ μετανοίας, φωτί με καταύγασον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον  Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τῶν ἀρετῶν τῷ φωτί, τῶν παθῶν σκεδάσας τὸν ζόφον, τῆς φωτοποιοῦ ἐνεργείας τοῦ Πνεύματος, ὄργανον ἐδείχθης, Κόνων Πατὴρ ἡμῶν. Καὶ ὡς ἄξιος λειτουργός, τέκνα φωτὸς πλείστους ἔδειξας, Ἰορδάνου τοῖς ῥείθροις· διὸ καὶ ἡμᾶς, τῆς ἁμαρτίας τοῦ ῥύπου κάθαρον, πρεσβειῶν σου τοῖς νάμασιν, ἐλεούμενος ἡμῖν Χριστὸν τὸν Φιλάνθρωπον.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὁ θεοφόρος Κόνων ὑμνείσθω. Γερασίμου.

ᾨδὴ α’.  Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὁλόφωτος Πάτερ παρεστηκώς, φωτὶ τῷ μεγάλῳ, θεῖον αἴτει μοι φωτισμόν, τὰ σκάμματα μέλψαι τοῦ σοῦ βίου· δι’ ὧν ὡς φῶς πᾶσι Κόνων ἀνέλαμψας.

Θεὸν ἀγαπήσας ἀπὸ παιδός, τοῦ κόσμου ἀπώσω, Πάτερ Κόνων πᾶσαν τρυφήν, καὶ χαίρων παμμάκαρ πρὸς ἀγῶνας, τοὺς τῆς ἀσκήσεως πίστει ἐχώρησας.

Ἐδέξω θεόθεν ἐν τῇ ψυχῇ, φῶς θεῖον καὶ οἶκος, ἀνεδείχθης τῆς ἀρετῆς· διὸ τοὺς ναόν σοι θεῖον Κόνων, ἀναθεμένους φωτὶ θείῳ λάμπρυνον.

Θεοτοκίον.

Ὁ πάντων Δεσπότης καὶ Ποιητής, ἐκ Σοῦ ἐσαρκώθη, Θεοτόκε μείνας ὁ ἧν, καὶ ἔσωσε πάντας τοὺς ὑμνοῦντας, τοῦ τοκετοῦ Σου τὸ μέγα μυστήριον.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Φέγγει τῆς ἀσκήσεως, καταλαμπόμενος Ὅσιε, φωταγωγεῖς, Κόνων θεοφόρε, Ἰορδάνου τὴν ἔρημον.

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Χριστὸν ἔχων Ὅσιε, τοῦ Βαπτιστοῦ, μιμητὴς ἐδείχθης, ὡς δοχεῖον τοῦ Πνεύματος.

Ῥύου πάσης θλίψεως, καὶ συμφορᾶς Κόνων Ὅσιε, τοὺς εὐλαβῶς, τὴν σεπτήν σου μνήμην, θείοις ὕμνοις γεραίροντας.

Θεοτοκίον.

Ὄρος ἀλατόμητον, ὡς ἀληθῶς ὤφθης Δέσποινα· ὁ γὰρ Χριστός, ἐκ Σοῦ ὥσπερ λίθος, χειρὸς ἄνευθεν τέτμηται.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸ ἅγιον βάπτισμα ἐν Ἰορδάνῃ τελῶν, καὶ μύρῳ τῆς χάριτος ὡς ἀληθῶς τελειῶν, οὓς τέκνα φωτὸς ἔδειξας, ὤφθης φωτιζομένων, ἱερὸς νυμφοστόλος, τούτους Χριστῷ προσάγων, τῶν ψυχῶν τῷ Νυμφίῳ· διό σε Πάτερ Κόνων, ἐν ὕμνοις γεραίρομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Φωτί με καταύγασον τῆς ἀγλαΐας τῆς Σῆς, τὸ φῶς ἡ κυήσασα Χριστὸν τὸν πάντων Θεόν, πανύμνητε Δέσποινα· ἴδε Θεοκυῆτορ, ὦ συνέχομαι πάθει, καὶ ῥῦσαι τῆς πονηρᾶς με, συνηθείας Παρθένε· Σὺ γάρ μου σωτηρία, καὶ λύτρωσις ἄχραντε.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Σωφροσύνης τοῖς κάλλεσι, καθωραϊσμένος Κόνων μακάριε, ἀπαθείας στήλη ἔμψυχος, ὤφθης ἐν Ἁγίῳ Πάτερ Πνεύματι.

Κηδεμόνα καὶ ἔφορον, Κόνων ἐσχηκὼς τὸν μέγιστον Πρόδρομον, ἀσφαλῶς Πάτερ διήνυσας, τὴν ὁδὸν τὴν θείαν τῆς ἀσκήσεως.

Ὁ ναός σου ὁ ἅγιος, πάντας ἁγιάζει τοὺς πίστει σπεύδοντας· ἐν αὐτῷ γὰρ Κόνων Ἅγιε, τὸν ἁγιασμὸν βρύεις τῆς χάριτος.

Θεοτοκίον.

Νέκρωσόν μου τὸ φρόνημα, τῆς σαρκὸς Παρθένε τῇ Σῇ χρηστότητι, καὶ ζωῆς με καταξίωσον, τῆς ζωοποιούσης τὴν διάνοιαν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὤφθης σοι σοφέ, ἐν ὁδῷ ὁ θεῖος Πρόδρομος, ἀπαλλάττων πειρασμοῦ τοῦ τῆς σαρκός, καὶ πρὸς τρίβον κατευθύνων τὴν σωτήριον.

Νόμοις θεϊκοῖς, προσταγαῖς τε θείου Πνεύματος, ὑποτάξας σου τὸν νοῦν Κόνων σοφέ, βαπτιστὴς ἐν Ἰορδάνῃ θεῖος πέφηνας.

Ὕμνοις ἱεροῖς, τὰ σεπτά σου προτερήματα, ἀνυμνοῦμεν οἱ τῷ θείῳ σου ναῷ, θεοφόρε Πάτερ Κόνων προσεδρεύοντες.

Θεοτοκίον.

Μόνη τὸν Θεόν, ἀποῤῥήτως σωματώσασα, τὸν τοῦ σώματός μου σκόλοπα δεινόν, τῇ Σῇ ἔκτιλον Παρθένε ἀγαθότητι.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ναμάτων ζωοποιῶν, Κόνων πληρούμενος Ὅσιε, ἐν νάμασι ἱεροῖς, Ἰορδάνου τέταξαι, βαπτίζειν εἰς ὄνομα, Τριάδος τῆς θείας, τοὺς πιστῶς προσερχομένους σοι.

Ἐνέκρωσας τῆς σαρκός, τὸ ἐπαιρόμενον φρόνημα, ἀγῶσιν ἀσκητικοῖς, Κόνων παμμακάριστε, καὶ τὸν νοῦν ἐζώωσας, ζωῆς τῆς ἁγίας, ταῖς ἁγίαις ἀναβάσεσιν.

Ἰδοὺ ἐν πίστει θερμῇ, τῷ σῷ ναῷ Πάτερ ἤλθομεν, αἰτούμενοι τὴν σεπτήν, ἀρωγήν σου Ὅσιε, ἣν δίδου ἑκάστοτε, Κόνων θεοφόρε, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Θεοτοκίον.

Σκηνὴ Θεοῦ παμφαής, καὶ φωτοφόρον παλάτιον, τοῦ πάντων Δημιουργοῦ, Παρθένε πανύμνητε, τὸν νοῦν μου καθάρισον, πάσης ἁμαρτίας, καὶ ναὸν Θεοῦ ἀπέργασαι.

 

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.

Τὴν ἐν ἀσκήσει ἰσάγγελον βιοτήν σου, Χριστὸς ὁ Λόγος δοξάζων Κόνων θεόφρον, θείων χαρισμάτων σε ἠξίωσε, καὶ βαπτιστήν σε θεῖον ἀνέδειξεν Ὅσιε, ὁ μόνος ὑπάρχων πολυέλεος.

Ὁ Οἶκος.

 

Ἀπὸ νεότητος Χριστῷ ἀκολουθήσας Πάτερ, τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν, ἀπεποιήσω τὰ τερπνά, θεόφρον νοΐ, καὶ ψυχῇ θεολήπτῳ, Κόνων παναοίδιμε. Καὶ ἀσκητικοῖς ὁμιλήσας σκάμμασι, τῶν ἀρετῶν τὸν κῆπον ἐγεώργησας, καὶ τοῦ Παρακλήτου τὴν χάριν, ὡς πανευώδη ἄνθη ἐξήνθησας· ἔνθεν ὁ τῆς Ἁγίας Σιὼν θεῖος πρόεδρος, θεῖον σκεῦός σε εἰδώς, ἐν Ἰορδάνῃ σε ἔθετο, ὁσίαις χερσὶ βαπτίζειν, τοὺς τῷ ἀληθινῷ φωτὶ προσελθεῖν ἐφιεμένους, Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι πάντων. Αὐτὸς γὰρ βαπτιστήν σε θεῖον ἀνέδειξεν Ὅσιε, ὁ μόνος ὑπάρχων πολυέλεος.

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κόνωνος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Θεῖος ἐδείχθης οἰκονόμος, ψυχῶν Ὅσιε ὡς ἱερεὺς θεόφρων, καὶ ἀμέμπτως Χριστῷ, ἱερουργῶν ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὤφθης ἐν σώματι ἀνύων, βίον ἄσαρκον ἐν χώρᾳ Ἰορδάνου, καὶ Ἀγγέλων χοροῖς, συνήφθης μετὰ τέλος, Κόνων βοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Γέρας ἐδέξω ἐπαξίως, Κόνων Ὅσιε χειρὸς ἐκ τοῦ Κυρίου· οὗ τὸ κάλλος ὁρῶν, μὴ παύσῃ ἐποπτεύων, τοὺς τῷ ναῷ σου σπεύδοντας, καὶ τελοῦντάς σου τὴν μνήμην.

Θεοτοκίον.

Ἔσχες ἐν μήτρᾳ σου ἀτρέπτως, σωματούμενον τὸν πάντων Βασιλέα, Ὃν δυσώπει ἁγνή, τῆς ἄνω Βασιλείας, οἰκήτορα γενέσθαι με, τὸν πιστῶς σὲ ἀνυμνοῦντα.

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες.

Ῥώμῃ τῇ θείᾳ ῥωννύμενος θεοφόρε, τοῦ παλαμναίου τὰ βέλη, Κόνων εἰς τέλος συνέτριψας, εὐλογεῖτε κραυγάζων τὰ ἔργα τὸν Κύριον.

Ἅπας προστρέχων τῷ θείῳ ναῷ σου Πάτερ, ἁγιασμὸν καὶ εἰρήνην, καὶ εὐφροσύνην κομίζεται, εὐλογεῖτε κραυγάζων, τὰ ἔργα τὸν Κύριον.

Συναγελάζων Ὁσίων τῇ ὁμηγύρει, καὶ σὺν Ἀγγέλοις χορεύων, Κόνων κραυγάζει γηθόμενος· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ἰάτρευσόν με νοσοῦντα τῇ ἁμαρτίᾳ, καὶ τῶν παθῶν μου Παρθένε, τὸν τάραχον κόπασον· Σὺ γάρ μου σωτηρίας, καὶ βεβαία ἀντίληψις.

 

 

 

 

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μονὰς τὰς οὐρανίους, Κόνων κατοικήσας, καὶ θεϊκῇ κοινωνίᾳ θεούμενος, πάσης ἀνάγκης καὶ πόνου ἡμᾶς ἀπάλλαξον.

Οὐδόλως ἀνανεύων, ἀπὸ τῶν χειρόνων, τολμήσας ἤνεσα Πάτερ τὸν βίον σου, ἀλλὰ σὺ Κόνων παράσχου φῶς ἐν ταῖς τρίβοις μου.

Ὑψώσας σου τὰς χεῖρας, Κόνων τῷ Κυρίῳ, τὴν τῶν πταισμάτων ἡμῶν αἴτει ἄφεσιν, καὶ πειρασμῶν πολυτρόπων τὴν ἀπολύτρωσιν.

Θεοτοκίον.

Ὑμνοῦμεν ἀσιγήτως, τὴν Σὴν προστασίαν, καὶ ἐκβοῶμεν πανύμνητε Δέσποινα. Χαῖρε Παρθένε προπύργιον ἡμῶν ἄσειστον.

 

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Ἐν ἀρεταῖς ἀσκητικαῖς, διαπρέψας θεόφρον, καὶ ἱερεὺς θεοειδής, γεγονὼς τοῦ Σωτῆρος, ἀμέμπτως ἱεράτευσας, Κόνων τῷ Δεσπότῃ σου· διό σε ο Ζωοδότης, οὐρανίων ἀμοιβῶν, μέτοχον καὶ κοινωνόν, ἀνέδειξε θεοφόρε.

Θεοτοκίον.

Ἐκύησας μετὰ σαρκός, τὸν Ὑπέρθεον Λόγον, ἡμᾶς ἀνακαλούμενος, τῆς ἀρχαίας κατάρας, Παρθένε δι’ εὐσπλαγχνίαν· Ὃν δυσώπει πάντοτε, ἐκ πάσης βλάβης ῥύεσθαι, καὶ παθῶν παντοδαπῶν, τοὺς δοξάζοντας πιστῶς, ὡς τοῦ Θεοῦ Σε Μητέρα.

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἔδωκας τῷ Κτίστῃ σου, ἀπὸ νεότητος Ὅσιε, ὁλικῶς τὴν καρδίαν σου, καὶ βίον ἰσάγγελον, ἐν σαρκὶ ὑπῆλθες, Κόνων θεοφόρε, τῶν Ἀσωμάτων κοινωνέ, καὶ τῶν Ὁσίων θεῖον ἀγλάϊσμα· μεθ’ ὧν ἀπαύστως πρέσβευε, χάριν δοθῆναι καὶ ἔλεος, τοῖς πιστῶς ἑορτάζουσι, τὴν σεπτὴν Πάτερ μνήμην σου.

 

Σῶμα τὸ δυσήνιον, καθυποτάξας τῷ πνεύματι, διὰ πόνων ἀσκήσεως, ὡς ἄγγελος πέφηνας, ἐν τῇ χώρᾳ Πάτερ, τῇ τοῦ Ἰορδάνου, καὶ ὥσπερ θῦμα καθαρόν, τὴν πολιτείαν σου προσενήνοχας,  Χριστῷ τῷ σὲ δοξάσαντι, ἐπουρανίοις χαρίσμασιν· Ὃν ἱκέτευε Ἅγιε, ὑπὲρ τῶν εὐφημούντων σε.

 

Πέτρος ὁ μακάριος, Σιὼν ἁγίας ὁ πρόεδρος, τοῦ σοῦ βίου τὴν ἔλλαμψιν, εἰδὼς Κόνων Ὅσιε, ἄξιον βαπτίζειν, ἔκρινέ  σε Πάτερ, καὶ ἔθετο ἐν ποταμῷ, τῷ Ἰορδάνῃ πρὸς τοῦτο Ἅγιε· διὸ καὶ υἱοθέτησας, πλείστους τῷ θείῳ βαπτίσματι, τῷ τῶν ὅλων δεσπόζοντι, ὡς τῆς χάριτος σκήνωμα.

 

 

 

Χάριν σοι παρέσχετο, ὁ Βαπτιστής τε καὶ Πρόδρομος, καὶ οὐράνιον δύναμιν ἐντεῦθεν διήνυσας, τὸ σὸν ἔργον Κόνων, ὡς ἄγγελος ἄλλος· καὶ μεταστὰς εἰς οὐρανόν, ἀεὶ δυσώπει διδόναι ἔλεος, τοῖς πίστει ἑορτάζουσι, τὴν ἱερὰν Πάτερ μνήμην σου, καὶ τῷ θείῳ τεμένει σου, προσιοῦσιν ἑκάστοτε.

 

Δόξα. Ἦχος πλ. α ΄

Ὅσιε Πάτερ, τῆς ἀγγελικῆς σου πολιτείας αἱ ἀρεταί, ὡς φαειναὶ ἀκτῖνες τὴν Ἐκκλησίαν φαιδρύνουσιν· ὡς υἱὸς γὰρ τοῦ φωτός, ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐπορεύθης, καὶ τῷ φωτὶ τῆς χάριτος, πλείστους προσήγαγες, τῷ θείῳ λουτρῷ τῆς παλιγγενεσίας. Τοῦ γὰρ Προδρόμου τὸ ἔργον, ἐν Ἰορδάνῃ ἀνεδέξω, ὡς οἰκονόμος τῆς χάριτος, καὶ ἱερεὺς Χριστοῦ θεοφόρος. ᾯ νῦν παριστάμενος, Κόνων παμμακάριστε, πρέσβευε  ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Κόνων παναοίδιμε ἀσκητά, ὁ πολλοὺς βαπτίσας, Ἰορδάνῃ τῷ ποταμῷ, κάθαρον τὸν ῥύπον, ψυχῆς μου δυσωπῶ σε, τοῖς ῥείθροις θεοφόρε, τῶν σῶν δεήσεων.