ΜΑΡΤΙΟΣ Κ΄
ΜΥΡΩΝ ΝΕΟΜΑΡΤΥΣ ΗΡΑΚΛΕΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννίτου, Κυρίλλου μητρ. Ῥόδου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Ἡρακλείου ἡ πόλις κομπάζει σήμερον, τὰ σπάργανα σου Μύρων, γηθοσύνως τιμῶσα, καὶ μέλπει ἐγκωμίοις χαρμονικῶς, τὸ λαμπρόν σου μαρτύριον· δι’ οὗ καθεῖλες εἰς τέλος Ἀγαρηνῶν, τὴν μετέωρον θρασύτητα.
Ἐν ὡραιότητι Μύρων ἐκλάμπων σώματος, καὶ ὅλος ἐξαστράπτων, ἀρετῶν ταῖς ἰδέαις, ἐχώρησας ἀνδρείως ὡς εὐσθενής, μαρτυρίου πρὸς στάδιον, καὶ δι’ ἀγχόνης μετέστης πρὸς τὴν ζωήν, τὴν ἀγήρω ἀγαλλόμενος.
Συκοφαντίᾳ κακίστῃ, ἐχθρὸς πειρώμενος, τὸν πλοῦτον τῆς ψυχῆς σου, Μάρτυς Μύρων συλῆσαι, ἐψεύσθη οἰκτροτάτως σοῦ κραταιῷ, μαρτυρίῳ ἐμπρέψαντος· δι’ οὗ τῶν πάλαι Μαρτύρων ἐν οὐρανοῖς, ἰσοστάσιος γεγένησαι.
Αἰωρηθεὶς τῇ ἀγχόνῃ, ὡς ὁ φιλάνθρωπος, Χριστὸς ἐπὶ τοῦ ξύλου, τοῦ Σταυροῦ Μάρτυς Μύρων, ἀνέτειλας ἐκεῖθεν ὥσπερ φωστήρ, εὐσεβείας καὶ πίστεως, καταφωτίζων σῆς χάριτος ταῖς αὐγαῖς, τοὺς ἐν πίστει εὐφημοῦντάς σε.
Δόξα. Ἦχος δ΄.
Μύρον φερωνύμως μυστικόν, τῆς εὐσεβείας ἀνεδείχθης, ἐν ἐσχάτοις τοῖς χρόνοις, μαρτυρικῶς ἀνδραγαθήσας, Νεομάρτυς Μύρων σοφέ· διὸ σήμερον οἱ πιστοί, τῇ εὐωδίᾳ τῶν ἄθλων σου εὐφραινόμενοι, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν παρέχοντα ἡμῖν διὰ σοῦ, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὥραν ὑπεριδών, νεότητος καὶ κάλλους, σαρκὸς καταφρονήσας, ὦ Μύρων τῶν Μαρτύρων, τὸ στάδιον διήνυσας.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἔχων ἐν τῇ ψυχῇ, τῆς πίστεως τὸν ζῆλον, ἀκμαῖον Μάρτυς Μύρων, Χριστοῦ οὐκ ἐξηρνήσω, τὸ ὄνομα τὸ ἅγιον.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Κρίνον κροκοειδές, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἐξήνθησας μυρίζων, ὦ Μύρων φερωνύμως, τοὺς πόθῳ σε γεραίροντας.
Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὑπεραγία, λιταῖς τοῦ Ἀθλοφόρου, σῷζε ἡμᾶς ὡς εὔσπλαγχνος.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, τοῦ Βασιλέως Μήτηρ, κόσμου παντὸς κυρία, παθῶν με βασιλέα, Σῇ χάριτι ἀνάδειξον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μύρον πέφηνας, τῆς εὐσεβείας, δι’ ἀθλήσεως, Θεὸν δοξάσας, φερωνύμως ὦ Μύρων τρισόλβιε· μὴ πτοηθεὶς γὰρ ἐχθρὸν ἐπαιρόμενον, τὸν δι’ ἀγχόνης ὑπέμεινας θάνατον· ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανένδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον ἀνεδείχθης νοητόν, βίου καθαρότητι Μάρτυς, καὶ εὐθυτάτῃ ψυχῇ, Μύρων παμμακάριστε, καὶ χαίρων ἤθλησας, δι’ ἀγάπην τοῦ Κτίστου σου· ὅθεν κατευφραίνεις, μύροις τοῖς τῶν ἄθλων σου, τὴν Ἐκκλησίαν Χριστοῦ, πόθῳ τὴν ἁγίαν σου μνήμην, ἄγουσαν καὶ αἶνον Κυρίῳ, ᾄδουσαν τῷ σὲ ἐνδυναμώσαντι.
Σώματος ἐμπρέπων καλλονῇ, ὤφθης εὐπρεπὴς νεανίας, τρόπων σεμνότητι, διεκφαίνων ἅπασι, κάλλος τὸ ἔνδοθεν, καὶ νομίμως τὸ στάδιον, τῶν πάλαι Μαρτύρων, Μύρων διελήλυθας, πόθῳ τοῦ Κτίσαντος· ὅθεν τὴν ἁγίαν σου μνήμην, σήμερον τελοῦντες ὑμνοῦμεν, τὸν σὲ ἐν ἀθλήσει ἐνισχύσαντα.
Ἔστης πρὸ βημάτων ἀσεβῶν, Μάρτυς ἀπτοήτῳ καρδίᾳ, ὁμολογῶν εὐθαρσῶς, κλῆσιν τὴν Χριστώνυμον, Μύρων μακάριε, καὶ ὡς ἄκμων ὑπέμεινας, δεινὰς μαστιγώσεις, καὶ εἱρκτῆς τὴν κάθειρξιν, ὡς ἄλλου πάσχοντος· θείᾳ πτερωθεὶς γὰρ ἀγάπῃ, πάντα ὡς τρυφὰς ἐλογίσω, καὶ Χριστοῦ τὸ ὄνομα ἐδόξασας.
Ὅτε, δι’ ἀγχόνης Ἀθλητά, θάνατον καὶ τέλος τὸ θεῖον, προθύμως δέδεξαι, τότε χαίρων ἔδραμες, πρὸς οὐρανίους σκηνάς, καὶ Μαρτύρων ἰσότιμος, τῶν πάλαι ἐδείχθης, νίκης διαδήματι, καλλωπιζόμενος· ὅθεν ἐν φωτὶ οὐρανίῳ, ὁ Σωτὴρ τὸ σῶμά σου Μύρων, ὄψεσιν ἁπάντων ἐμεγάλυνε.
Πόλις Ἡρακλείου ἡ λαμπρά, μέλπει τοὺς ἀγῶνάς σου Μύρων, ἐν εὐφροσύνῃ πολλῇ· ἐξ αὐτῆς γὰρ ἤνθησας, ὡς ῥόδον εὔοσμον, καὶ ἀθλήσεως σκάμμασιν, ἡγίασας ταύτην· ὅθεν καὶ τὴν ἔνδοξον, μνήμην σου ἄγουσα, μέγαν σε μεσίτην προβάλλει, πρὸς τὸν Βασιλέα τῆς δόξης, ᾧ καὶ ἡμᾶς προσάγεις μεσιτείαις σου.
Δήμοις Ἀθλητῶν πανευκλεῶν, καὶ τῶν Ἀσωμάτων χορείαις, συναυλιζόμενος, Μύρων παναοίδιμε, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, σὺν αὐτοῖς καθικέτευε, ὑπὲρ τῶν τελούντων, σοῦ τὴν θεοτίμητον, μνήμην ἐν ᾄσμασι, ὅπως ὀφλημάτων τὴν λύσιν, καὶ ἀπαλλαγὴν καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις κομιζώμεθα.
Δόξα. Ἦχος πλ. β΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυραννικὴν καθεῖλες ὀφρύν, ἀθλήσας νομίμως, Μύρων Νεομάρτυς· ὅθεν τὴν ἁγίαν σου τελοῦντες μνήμην, τοὺς σοὺς ἀγῶνας γεραίρομεν, καὶ μαρτυρικοῖς σε ὕμνοις στέφοντες, συμφώνως βοῶμεν· χαίροις, ὁ νεότητος ἀκμήν, παριδὼν ὡς ἀπάνθοῦσαν, καὶ τῇ οὐρανίῳ στρατείᾳ, νουνεχῶς στρατευσάμενος· χαίροις, ὁ τῆς εὐσεβείας ἐκφήνας τὸ κράτος, καὶ τὸν δι’ ἀγχόνης θάνατον, ἀγαλλομένῃ ψυχῇ δεξάμενος· χαίροις, Ἡρακλείου φυτὸν ἀειθαλές, καὶ μῦρον εὔοσμον, καὶ θεῖον ἀγλάϊσμα. Τῷ ἀθλοθέτῃ Χριστῷ πρέσβευε, σὺν Μαρτύρων δήμοις, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, πόλις Ἡρακλείου, Μύρωνα τὸν νέον ἀθλητήν, βλαστὸν πλουτοῦσα, καὶ πρὸς Χριστὸν πρεσβευτὴν θερμότατον· καὶ τὴν τούτου ἄθλησιν, σὺν τοῖς πάλαι Ἁγίοις, τοῖς ἐν σοὶ ἐκλάμψασι συνάψασα, τὴν μνήμην αὐτοῦ ἑόρτασον, οἷα φιλότεκνος μήτηρ· ἐν ὑστέροις γὰρ χρόνοις, μαρτυρικῶς ἀνδραγαθήσας, τοῖς ἐχθροῖς ἀντικατέστη ἐν παῤῥησίᾳ πολλῇ, καὶ τὸν Χριστὸν ἐδόξασε, τὸν ὑπὲρ αὐτοῦ προσηκάμενος θάνατον. Καὶ νῦν ἀπαύστως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τοῦ μαρτυρίου ὑπελθὼν τὸν ἀγῶνα, τυραννικὰς ἐρεσχελίας ἀπεῖπας, ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ ψυχῇ θεολήπτῳ· καὶ ἀληθείᾳ ὀχυρωθείς, τοῦ ψεύδους τὸν προστάτην καθεῖλες, ἐπελθόντα σοι ὑπούλως, Μύρων Νεομάρτυς· τῆς γὰρ σαρκὸς οὐκ ἐφείσω, αἰκιζομένης χαλεπῶς, καὶ τῆς κρείττονος στάσεως, οὐδόλως σεσάλευσαι· ὅθεν ἐπαξίων ἐπάθλων ἠξίωσαι, καὶ τῶν πιστῶν τὸ φρόνημα ἐστήριξας, ἐν τῇ πέτρᾳ τῆς πίστεως· διό σου τὴν ἄθλησιν, χρεωστικῶς γεραίρομεν.
Ἦχος γ΄.
Ἐν νεότητι τῆς φύσεως, γηραιὸν κτησάμενος φρόνημα, ὡς ἀγχίνους καὶ φρόνιμος, τοῦ ἐχθροῦ διέγνως τὰς πανουργίας, Μύρων Νεομάρτυς ἀήττητε· καὶ τῆς κακίας τὸν δόλον ἀκυρώσας, ἀθλητικὴν ἐδρέψω εὐκληρίαν, μαρτυρικῶς ἀγωνισάμενος· οὐ γὰρ ἐκάμφθης ταῖς ἀπειλαῖς, οὐδὲ ἐπαγγελιῶν χορηγίᾳ ἐχαυνώθης τὴν ψυχήν, ἀλλ’ εὐτόλμως ἐβόας· Χριστοῦ δοῦλος πέφυκα, ὑπὲρ οὗ καὶ θνήσκω προθυμότατα. Ἀλλ’ ὡς τῆς ἄνω ζωῆς κοινωνός, πρέσβευε τυχεῖν καὶ ἡμᾶς, τῆς αἰωνίου μακαριότητος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν πανοπλίαν τῆς πίστεως ἐνδεδυμένος, τῶν ἀντικειμένων καθεῖλες τὸ φρύαγμα, τὴν καλὴν ὁμολογήσας ὁμολογίαν, ἐπὶ ἀπίστων εὐθαρσῶς, Μύρων Μάρτυς ἀήττητε· ὅλῳ γὰρ νοΐ ἀτενίζων Χριστῷ, ἀκλινῶς αὐτῷ ἠκολούθησας, τῶν ἐν κόσμῳ ἀλογήσας· τὸ γὰρ Ἅγιον Πνεῦμα, τὸ ἀσθενές σου ἐπιῤῥῶσαν, στρατιώτην σε ἔνθεον τῆς εὐσεβείας εἰργάσατο· διὰ τοῦτό σοι βοῶμεν· ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀθλήσας στεῤῥότατα, τῶν ἐχθρῶν τὴν ἐπίνοιαν, πᾶσαν καταβέβληκας Μύρων ἔνδοξε, καὶ τῶν Μαρτύρων ἰσότιμος, ὡς τούτων ὁμότροπος, ἀνεδείχθης ἀληθῶς, ἀριστεύσας ἐν ἅπασι, θείῳ ἔρωτι· αλλ’ ἀπαύστως δυσώπει Νεομάρτυς, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν παναοίδιμον μνήμην σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἡρακλείου τὸ βλάστημα, καὶ φυτὸν τὸ ἀμάραντον, καὶ Κρητῶν ἀγλάϊσμα ἐνθεώτατον, τὸ τῆς ἁγνείας ἀλάβαστρον, καὶ μύρον τὸ εὔοσμον, σεμνοτάτης ἀγωγῆς, τὸν θεόληπτον Μύρωνα, μακαρίσωμεν, ὡς ἀήττητον Μάρτυρα Κυρίου, καὶ γενναῖον στρατιώτην, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὥσπερ μύρον πολύτιμον, και θυμίαμα εὔοσμον, φερωνύμως Ἅγιε προσενήνεξαι, Χριστῷ τῷ πάντων δεσπόζοντι, ἀθλήσεως σκάμμασι, καὶ ἐδέξω παρ’ αὐτοῦ, τὸν τῆς νίκης σου στέφανον· Ὃν ἱκέτευε, πάσης ῥύεσθαι βλάβης καὶ ἀνάγκης, Νεομάρτυς τοὺς ὑμνοῦντας, τὴν μακαρίαν σου ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐν εὐσεβείᾳ ἀληθεῖ, τὴν ζωὴν διεξάγων, πρὸς μαρτυρίου ἀπεδύσω τὸ σκάμμα, Νεομάρτυς Μύρων Ἅγιε· τὸν γὰρ ἀόρατον ἐχθρόν, τοῖς ποσὶ καθυπέταξας, ὑποταγεὶς τῷ θείῳ θελήματι· καὶ εὐσθενείᾳ ψυχῆς, τὴν ἐν σοὶ βεβαιώσας χάριν, τὸν δι’ ἀγχόνης θάνατον, ἀνδρειοφρόνως ὑπέμεινας· καὶ νῦν τῆς ἄνω ζωῆς, τὸν καρπὸν δρεπόμενος, πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μύρον πέφηνας, τῆς εὐσεβείας, δι’ ἀθλήσεως, Θεὸν δοξάσας, φερωνύμως ὦ Μύρων τρισόλβιε· μὴ πτοηθεὶς γὰρ ἐχθρὸν ἐπαιρόμενον, τὸν δι’ ἀγχόνης ὑπέμεινας θάνατον· ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανένδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ῥόδον μυστικόν, καθαρᾶς πολιτείας, προσήχθης τῷ Χριστῷ, δι’ ἀθλήσεως θείας, καὶ ᾔσχυνας τοῦ δράκοντος, τὰ βουλεύματα Ἅγιε· ὅθεν σήμερον, τὴν σὴν γεραίρομεν μνήμην, Μύρων ἔνδοξε, Χριστῷ προσάγομεν αἶνον, τῷ σὲ στεφανώσαντι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς ἔτεκες ἁγνή, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν πάντων Ποιητήν, καὶ Θεὸν καὶ Σωτῆρα, ἀτρέπτως προσλαβόμενον, τὸ ἡμέτερον φύραμα, ἀνεκαίνισας, τὴν τῶν ἀνθρώπων οὐσίαν, καὶ ἐζώωσας, τοὺς τεθνηκότας ἀπάτῃ· διό σε δοξάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Νεανίας εὐπρεπής, σώματος κάλλει καὶ ψυχῆς, καὶ ἀμέμπτῳ βιοτῇ, καὶ καθαρότητι ἠθῶν, κεκοσμημένος ὡράθης Μύρων θεόφρον· ἐντεῦθεν τὸν καλόν, ἀγῶνα ἤνυσας, τιμὰς καὶ ἡδονάς, λιπὼν ὡς πρόσκαιρα, καὶ τὴν ἀγχόνην ἀσμένως ἑλόμενος, πρὸς ὑπερκόσμιον ἔλλαμψιν, χαίρων μετέστης, καὶ τῶν Μαρτύρων, δήμοις Ἁγίοις ἠρίθμησαι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν Λόγον ἐν σαρκί, δι’ ἀγαθότητα πολλήν, ἀπεκύησας ἡμῖν, δίχα τροπῆς τε καὶ φυρμοῦ, ἀναλλοιώτως Παρθένε καὶ ἀσυγχύτως, κλῖμαξ μυστική, ὤφθης ἀνάγουσα, κόρη ἐκ φθορᾶς, πρὸς δόξαν ἄφθαρτον, τοὺς τὴν φρικτήν σου λοχείαν δοξάζοντας, καὶ εὐλαβῶς ἐκβοῶντάς σοι· χαῖρε Παρθένε, ἡ σωτηρία, τῶν ὀρθοδόξων ὑμνούντων σε.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοῦ Ἡρακλείου ὁ κατάκαρπος φοῖνιξ, καὶ εὐσεβείας τὸ φυτὸν τὸ ὡραῖον, ὁ Νεομάρτυς Μύρων εὐφημείσθω μοι· πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ Βελίαρ καθεῖλε, καὶ νομίμως ἤθλησεν, ὑπὲρ τῆς ἀληθείας· καὶ νῦν αἰτεῖται ἄφεσιν ἡμῖν, τοῖς ἑορτάζουσι τούτων τὴν ἄθλησιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῇ μητρικῇ Σου Θεοτόκε πρεσβείᾳ, πρὸς τὸν Υἱόν Σου καὶ Θεὸν καὶ Σωτῆρα, ἀεὶ χρωμένη ἐν πολλῇ χρηστότητι, τούτου τὴν ἀκένωτον, εὐσπλαγχνίαν Παρθένε, κίνει πρὸς συμπάθειαν, ὑπὲρ τῶν ἐπταικότων, ὡς ἂν παράσχῃ ἄφεσιν ἡμῖν, ὡς ἐλεήμων καὶ μόνος φιλάνθρωπος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν· ζήτει τῇ ΚΓ΄ Ἀπριλίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον ὁ Νεομάρτυς Μύρων, τὸν τῆς ἀθλήσεως ἀνύσας δρόμον, τῶν αἰωνίων ἀγαθῶν μέτοχος γέγονε· τῷ δι’ ἀγχόνης γὰρ θανάτῳ, τὴν φθορὰν ἀπεδύσατο, καὶ πρὸς ἀφθαρσίαν ἀνελήλυθε, τὰ τῶν πόνων γέρα δρεπόμενος, καὶ πᾶσιν αἰτεῖται, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ὁ Νεομάρτυς Μύρων ὑμνείσθω. Γε(ρ)ασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁλόφωτον ἔλλαμψιν, παρὰ Κυρίου δεχόμενος, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, Μύρων ἔνδοξε, ὡς ἄν σου τοὺς ἀγῶνας, καὶ μνήμην τὴν πάνσεπτον, μέλψω γηθόμενος.
Νοὸς καθαρότητι, καὶ καλλονῇ τῇ τοῦ σώματος, ψυχῆς τὴν εὐπρέπειαν, πᾶσαν ὑπέδειξας, ἐν νεότητι, φρονήματι ἁγίῳ, καὶ χαίρων ἐνήθλησας, Μύρων μακάριε.
Εἰς τέλος κατήσχυνας, τὴν τοῦ Βελίαρ ἐπίνοιαν, βασκάνῳ ἐν ὄμματι, τοῦ ἐπελθόντος σοι· σὺ γὰρ ἄτρεπτος, ἐν πᾶσιν ὤφθης Μύρων, καὶ πόνοις ἀθλήσεως, Χριστὸν ἐδόξασας.
Θεοτοκίον.
Ὁ θρόνος ὁ ἔμψυχος, τοῦ ἐσαεὶ Βασιλεύοντος, ὁ πάμφωτος θάλαμος, τοῦ Παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ μόνη Θεοτόκος, ἡ σώζουσα ἅπαντας, πόνων καὶ θλίψεων.
Ὁ β Κανών, οὗ ἡ ἀκροστιχίς: Μύρωνα λιγαίνω τὸν λαμπρὸν στεφανίτην. Κυρίλλου ἱερομονάχου.
ᾨδὴ α’. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Μύρων Μάρτυς Χριστοῦ, λόγον τῇ γλώττῃ μου δός, τῇ πρὸς τὸν Κύριον πρεσβείᾳ σου, ὡς ἂν καλῶς ἀνευφημήσω τοὺς ἀγῶνάς σου, ἐν οἷς καταβέβληκας, τὸν πολυμήχανον.
Ὑπελθὼν ἀνδρικῶς, ὡς ἀγαπήσας Χριστόν, τὰ τῶν ἀπίστων κολαστήρια, μαρτυρικῶς ἐν τοῖς ὑστέροις ἠνδραγάθησας, καὶ δόξης ἐπέτυχες, Μύρων τῆς ἄνωθεν.
Ῥητορεύσας τρανῶς, ἐπὶ ἀπίστων ἐχθρῶν, τῆς εὐσεβείας τὸ μυστήριον, ὡς τῇ ψυχῇ ὦ Μάρτυς Μύρων ἀκμαιότατος, αὐτῶν κατεπάτησας, θράσος τὸ βέβηλον.
Θεοτοκίον.
Ὦ Παρθένε ἁγνή, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, σῆς βοηθείας μὴ στερήσῃς με, πανευλαβῶς δοξολογοῦντα τὴν λοχείαν σου, δι’ ἧς ὁ παράδεισος πάλιν ἠνέῳκται.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Μὴ δείσας ἐχθρῶν τὴν δυναστείαν, ὑπῆλθες στεῤῥότητι ψυχῆς, τὸ σκάμμα τῆς ἀθλήσεως, ἀγάπῃ στοιχειούμενος, τῇ θείᾳ Μύρων ἔνδοξε, ὡς τῶν Μαρτύρων ὁμόζηλος.
Ἀγάλλεται πόλις Ἡρακλείου, ὡς θῦμα εὐπρόσδεκτον Χριστῷ, καὶ μύρον εὐωδέστατον, σὲ Μάρτυς προσενέγκασα, καὶ τὴν ἁγίαν μνήμην σου, Μύρων γεραίρει ἐν ᾄσμασι.
Ῥημάτων ἠλόγησας ἐμφρόνως, κριτῶν παρανόμων ἀθλητά, καὶ εὐθαρσῶς ἐκήρυξας, Χριστοῦ τὸ θεῖον ὄνομα· δι’ ὃν καὶ χαίρων ἤνεγκας, τὸν πολυώδυνον θάνατον.
Θεοτοκίον.
Τὴν ἄστεκτον φύσιν Θεοτόκε, ἀφλέκτως δεχθεῖσα ἐν γαστρί, ὑπερφυῶς ἐκύησας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, Χριστὸν τὸν ὑπεράγαθον, κόσμον φθορᾶς ἐκλυτρούμενον.
Ἕτερος. Δυνάμει τοῦ Σταυροῦ σου.
Νικῆσαί σε σπουδάσας ἐχθρός, αὐτὸς εἰς τέλος καταβέβληται· ἀνδρείως γὰρ τῆς ἀθλήσεως, Μάρτυς ἤνυσας τὸ στάδιον.
Ἀγῶσι μαρτυρίου στεῤῥῶς, ἐμπρέψας Μύρων πολυθαύμαστε, κατώκησας ἐν ὑψίστοις, τῆς ζωῆς τὸν θεῖον θάλαμον.
Λαμπρύνας ἑαυτὸν μυστικῶς, τοῦ μαρτυρίου σου τῷ αἵματι, παρέστης ὅλος ἐκλάμπων, τῷ Χριστῷ Μύρων τρισένδοξε.
Θεοτοκίον.
Ἱλέωσαι ὦ Μῆτερ Χριστόν, τὸν σαρκωθέντα ἐξ αἱμάτων σου, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, ὡς Μητέρα αὐτοῦ ἄφθορον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὰ ἐν κόσμῳ ἡδέα ἐμφρόνως ἔλιπες, καὶ νεότητος ἄνθος καὶ ἡδονὰς γεηράς, καὶ ἠγώνισαι στεῤῥῶς γνώμῃ θεόφρονι, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, καθελὼν τοῦ δυσμενοῦς, τὸ θράσος καὶ τὴν μανίαν, Μύρων ὁπλῖτα Κυρίου, καὶ πρεσβευτὰ ἡμῶν θερμότατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ σαρκὶ ἑνωθέντα ἐκ τῶν αἱμάτων σου, τὸν ὑπερούσιον Λόγον ἀναλλοιώτως ἁγνή, ἀπεκύησας ἡμῖν πλούτῳ χρηστότητος· Ὃν ἱκέτευε ἀεί, τοῦ διδόναι ἱλασμόν, καὶ λύσιν ἁμαρτημάτων, τοῖς ἀνυμνοῦσι Παρθένε, τὰ ὑπὲρ λόγον μεγαλεῖά Σου.
ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Ὕψωσας τὸν νοῦν σου πρὸς τὸν Χριστόν, Μύρων χαλεπῶς μαστιζόμενος, καὶ τῆς ἀπάτης, τῇ πολλῇ ὑπομονῇ, τὸ φρύαγμα ἐμάστιξας, ῥώμῃ θεϊκῇ δυναμούμενος.
Σώματος ἠλόγησας οἷα φθαρτοῦ, καὶ αὐτὸ ἐκδέδωκας Ἅγιε, ἔρωτι θείῳ, πρὸς ποινὰς καὶ αἰκισμούς, δι΄ ὧν κατετραυμάτισας, Μύρων τὴν ἰσχὺν τοῦ ἀλάστορος.
Μύροις τῶν ἀγώνων σου τῶν εὐαγῶν, Μύρων νεομάρτυς μακάριε, τὰς διανοίας, μύρισον καὶ τὰς ψυχάς, δι’ ἐνεργείας κρείττονος, τῶν ἐπιτελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Ὕψωσας τὴν φύσιν ἀγνὴ τῶν βροτῶν, λάκκου ἀπωλείας πανάμωμε, πρὸς τὴν ἀγήρω, δόξαν τε καὶ καλλονήν, τῷ πανυψίστῳ τόκῳ σου· ὅθεν κατὰ χρέος ὑμνοῦμέν σε.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Γαυριῶντα τὸν ἄδικον Μύρων κριτήν, σῇ κραταιᾷ ὁμολογίᾳ, ἐταπείνωσας εἰς τέλος ἀνδρικῶς· ὅθεν ἔκραζες· δόξα τῇ δυνάμει Σου Κύριε.
Ἀδαμάντινος χάριτι ὤφθης Θεοῦ, τῇ σῇ ἀθλήσει Μάρτυς Μύρων· ὡς γὰρ πάσχοντος σφοδρῶς ἄλλου τινός, πίστει ἔκραζες· δόξα τῇ δυνάμει Σου Κύριε.
Ἰακχάζοντες τύραννοι οἱ ἀσεβεῖς, σῶμά σου ἔτυπτον ὦ Μύρων· σὺ δὲ ὅλος ἀνακείμενος Χριστῷ, πόθῳ ἔκραζες· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Νεκρωθέντα τὸν δοῦλόν Σου Μῆτερ Θεοῦ, τῷ τῆς κακίας πικρῷ βέλει, πάλιν δός μοι Παναγία τὴν ζωήν, τῇ πρεσβείᾳ σου, πρὸς τὸν ὑπεράγαθον Κύριον.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ῥωσθεὶς θείῳ Πνεύματι, τὰς ἀλγηδόνας ἤνεγκας, τῆς σαρκός σου Μύρων Ἀθλοφόρε, γνώμῃ ἀνδρείᾳ, ὡς ἄλλου πάσχοντος, καὶ τὰς διανοίας τῶν πιστῶν, ἐν τῇ καρτερίᾳ σου, θείῳ φόβῳ ἐπέῤῥωσας.
Ὡς εἶδον σε ἄτρεπτον, τῆς Ἄγαρ οἱ ἀπόγονοι, Μύρων Ἀθλητὰ Χριστοῦ θεόφρον, πικρῷ θανάτῳ, σὲ καθυπέβαλον· ἔνθεν τὴν ἀγχόνην ἐνεγκών, χαίρων ἀνελήλυθας, πρὸς ζωὴν τὴν ἀθάνατον.
Νεκρώσας τὸν δόλιον, ἀθλητικοῖς παλαίσμασιν, ἤρθης πρὸς ζωὴν τὴν αἰωνίαν· ὅθεν φῶς θεῖον, ἐν τῷ λειψάνῳ σου, Μύρων κατελθὸν τῶν δυσσεβῶν, τὰς ψυχὰς ἠμαύρωσε, τοὺς πιστοὺς δὲ ἐπεύφρανε.
Θεοτοκίον.
Ὑμνοῦμεν πανάχραντε, τὸν ὑπὲρ νοῦν μυστήριον, τῆς ἀκαταλήπτου σου λοχείας· σὺ γὰρ ἀφράστως, Θεὸν ἐκύησας, σάρκα γεγονότα δι’ ἡμᾶς, καὶ τὴν πάλαι λύσαντα, ἁμαρτίαν δι’ ἔλεος.
Ἕτερος. Ὀρθρίζοντες βοῶμεν.
Ὦ Μύρων Ἡρακλείου ἐκβλάστημα, καὶ τῶν Κρητῶν, οὐράνιον καύχημα, ἡμᾶς πρεσβείαις σου φύλαττε.
Τυράννων καταισχύνας τὴν ἔπαρσιν, μαρτυρικῶς, τρανῶς ἐβεβαίωσας, πίστεως Μύρων τὴν δύναμιν.
Ὀρθρίσας πρὸς τὸν σὲ ἐνισχύσαντα, πόθῳ θερμῷ, φωσφόρος ὡς ἥλιος, ἡμῖν ὦ Μύρων ἀνέτειλας.
Θεοτοκίον.
Νενέκρωται εἰς τέλος τῷ τόκῳ σου, ὁ δυσμενής, καὶ φύσις ἡ βρότειος, ἀνέστη Μῆτερ τοῦ πτώματος.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μαρτύρων ὤφθης ἰσότιμος, τῶν πάλαι ὡς αὐτῶν μιμησάμενος, Μύρων μακάριε, τὴν ἀρετὴν καὶ τὴν ἄθλησιν, καταβαλὼν τοῦ πλάνου, τὰ μηχανήματα.
Νέος ὢν Μάρτυς τῷ σώματι, προθύμως ἀπεδύσω πρὸς ἄθλησιν, πάντα ὡς σκύβαλα, τὰ ἐπὶ γῆς ἡγησάμενος· διὸ τῆς ἄνω δόξης, Μύρων ἠξίωσαι.
Εἱρκτῆς ὑπέστης τὴν κάκωσιν, ῥαβδίσματα καὶ βίαιον θάνατον, Μύρων μακάριε· ὅθεν Χριστῷ προσενήνεξαι, ὡς ἱερεῖον θεῖον, καὶ θῦμα ἄμωμον.
Θεοτοκίον.
Ἰσχύν μοι δίδου καὶ δύναμιν, κατὰ τοῦ πολεμήτορος ἄχραντε, τοῦ πολεμοῦντός με, λόγοις ἐννοίαις καὶ πράξεσι, καὶ θραῦσον Θεοτόκε, τούτου τὸ φρύαγμα.
Ἕτερος. Μαινομένην κλύδωνι.
Λαμπρυνθεὶς τοῖς ἄθλοις σου, ὡς χρυσίον δόκιμον Χριστοῦ, πίστιν τὴν Ὀρθόδοξον ἐκόσμησας, Μύρων θεόφρον Μαρτύρων ἐγκαλλώπισμα.
Ἀθλητῶν ἀγλάϊσμα, Ἡρακλείου ἄνθος νοητόν, Μύρων Μάρτυς πρέσβευε τὴν πόλιν σου, ἐπιδρομῆς παντοίας βαρβάρων σώζεσθαι.
Μαστιχθεὶς τὸ σῶμά σου, τῇ μιμήσει Μύρων τοῦ Χριστοῦ, τοῦ ἐχθροῦ τὰς ὄψεις ἀπεῤῥάπισας, καὶ πρὸς ζωὴν ἀγχόνῃ μετέστης ἄληκτον.
Θεοτοκίον.
Παναγία Δέσποινα, τὸν Χριστὸν ἱκέτευε ἀεί, τὸν ἐκ σοῦ ἡμῖν ἐπιδημήσαντα, ἐλεηθῆναι τοὺς πιστῶς σοι προστρέχοντας.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοὺς ἀγῶνας ἤνυσας, τοῦ μαρτυρίου, ἀνδρικῷ φρονήματι, Μύρων γενναῖε ἀθλητά· διὸ ἀφθάρτοις στεφάνοις σε, ὁ ἀθλοθέτης, Χριστὸς ἐστεφάνωσεν.
Ὁ Οἶκος.
Τοῖς ἔργοις τοῦ φωτὸς ἠγλαϊσμένος, ὡς σωφροσύνης ἐραστής, οἷάπερ ἄγαν συνετός, καὶ φρόνιμος ἐδείχθης· ἤθεσι γὰρ σεμνοῖς, καὶ βίῳ ἀνεπιλήπτῳ κοσμούμενος, θείῳ φόβῳ τὴν ψυχὴν ἐῤῥύθμιζες, καὶ ἀγάπῃ θειοτέρᾳ πρὸς τὸν Σωτῆρα· καὶ πάντα ὑπεριδών, μεγαλόφρονι νοΐ, ἄνθος νεότητος, κάλλος σώματος, ἡδέα κόσμου καὶ τρυφάς, τὴν καλὴν στρατείαν ἐστρατεύσω, ἀκολουθήσας τῷ Χριστῷ· καὶ μαρτυρικὴν ἐπιδειξάμενος ἔνστασιν, τυραννικὴν μανίαν ἐφαύλισας, καὶ τοῦ ἀοράτου ἐχθροῦ τὸ θράσος ἐπάτησας· ὡς γὰρ ἄσαρκος ἤνεγκας, Μύρων μεγαλώνυμε, μαστιγώσεις πικράς, καὶ εἱρκτὴν ζοφεράν, καὶ τὸν δι’ ἀγχόνης θάνατον· διὸ ἀφθάρτοις στεφάνοις σε, ὁ ἀθλοθέτης, Χριστὸς ἐστεφάνωσε.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Μύρων ὁ ἐξ Ἡρακλείου, ἐν Ἡρακλείῳ, ἐν ἔτει 1793ῳ, ἀγχόνῃ τελειοῦται.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Στόματι Μάρτυς εὐθαρσεῖ, τοῦ Χριστοῦ τὴν κλῆσιν κηρύξας, ἤνεγκας πόνους τῆς σαρκός, καὶ πρὸς ἄπονον ζωὴν μεταβέβηκας, Μύρων ψάλλων γηθόμενος· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θαῦμα ἐκπλῆττον πάντα νοῦν, τῇ σῇ τελειώσει ὡράθη· φῶς γὰρ ὑψόθεν κατελθόν, τῷ τιμίῳ σου λειψάνῳ ἐδήλωσεν, ἥνπερ εὗρες λαμπρότητα, μετὰ πάντων τῶν Μαρτύρων Μύρων θεόφρον.
Ὡς νεανίας εὐπρεπής, ὤφθης στρατιώτης γενναῖος, τοῦ Παντοκράτορος Χριστοῦ, καὶ καθεῖλες τοῦ ἐχθροῦ τὰ στρατεύματα, τῇ ἀθλήσει σου Ἅγιε, καὶ ἐδέξω τὸ βραβεῖον τῆς ἀφθαρσίας,.
Θεοτοκίον.
Γεγαυρωμένος ὁ ἐχθρός, κατ’ ἐμοῦ δολίως κινεῖται· ἀλλὰ τῇ σῇ ἐπισκοπῇ καταφεύγω λυτρωθείην πανάμωμε, τῶν αὐτοῦ ἐπιθέσεων, καὶ φωτὶ καταυγασθείην τῆς μετανοίας.
Ἕτερος. Ὁ ἐν καμίνῳ τοῦ πυρός.
Ῥοαῖς αἱμάτων τῶν σῶν, τὸ πῦρ τῆς πλάνης κατασβέσας, τῶν εὐσεβῶν τὴν πληθύν, εὐφραίνεις Μύρων ἀεί.
Ὁ τοῦ Χριστοῦ ἀθλητής, προσκαίρους πόνους ὑπομείνας, τῷ τρισηλίῳ Φωτί, παρέστης Μύρων λαμπρῶς.
Ναμάτων θείας ζωῆς, τὸ πόμα ἔπιες ὦ Μύρων, ἐξ ἀθανάτου πηγῆς, τοῦ ζωοδότου Χριστοῦ.
Θεοτοκίον.
Στολὴν τὴν πρώτην τῇ σῇ, λοχείᾳ Εὔα ἐνεδύθη, ἧς ἐγυμνώθη τὸ πρίν, τῇ τοῦ ἐχθροῦ συμβουλῇ.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Ἔλαμψας ἔργοις ὑστέροις ἐν καιροῖς, ὡς ἄστρον πάμφωτον, ἀθλήσας ἄριστα, καὶ τῆς ἀπάτης ἐσκέδασας τὴν ἀχλὺν καὶ ἀμαυρότητα, καὶ τοὺς πιστῶς ἀναβοᾶν, Μύρων διήγειρας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥῦσαί με τῆς βεβήλου ἐνοχῆς, τὸν οὕτω σπεύσαντα, πληρῶσαι θελόντα, ἀκροστιχίδος ἐντέλειαν· ἐκ γὰρ πόθου σοι Γεράσιμε, τοῦτο πεποίηκα τὸ σόν, βίο σεβόμενος. Μὴ παρίδῃς, πόθῳ σοι κράζω διδόναι μοι χάριν σου.
Ἄνθος εὐσεβείας νοητόν, βίου σεμνότητι, ὡράθης ἔνδοξε· καλλονῇ γὰρ τῇ τοῦ σώματος, τῆς ψυχῆς σου πᾶσιν ἔδειξας, κάλλος τὸ θεῖον καὶ ἰσχύν, ἣν ἔνδον ἔφερες, δι’ ἧς Μύρων, τῶν ἐναντίων τὸ κράτος διώλεσας.
Θεοτοκίον.
Σάρκα ἐξ αἱμάτων σου ἁγνῶν, ὁ ὑπερούσιος, Θεὸς προσέλαβε, καὶ διπλοῦς κόσμῳ τεθέαται, ἀσυγχύτως ὑπὲρ ἔννοιαν, ἐν ὑποστάσεσι δὲ μιᾷ, ὥσπερ ηὐδόκησε Θεοτόκε, καὶ τὴν πάλαι ἀρὰν ἐξηφάνισε.
Ἕτερος. Σοὶ τῷ παντουργῷ
Τεῖχος ἀῤῥαγές, ἐγένετό σοι Μύρων, Σταυροῦ ἡ ἀήττητος δύναμις ψάλλοντι· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὔτολμος Χριστοῦ, ὁ ἀθλητὴς ἐδείχθης, καὶ πάσχων ἀνέμελπες, Μύρων γηθόμενος· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φύλαττε ἡμᾶς, τῇ σῇ πρεσβείᾳ Μύρων, καὶ ῥῦσαι τὴν πόλιν σου, κινδύνων ψάλλουσαν· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄχραντε ἡμᾶς, τοὺς σοὶ προσπεφευγότας, πυρὸς τῆς κολάσεως, εὐχαῖς σου λύτρωσαι· σὺ γὰρ τὸν Λόγον κυήσασα ἀφράστως, παῤῥησίαν ἔχεις, πολλὴν εὐλογημένη.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἴθυνας Χριστῷ Ἀθλοφόρε, πᾶσαν ῥοπὴν τῆς σῆς καρδίας, καὶ τῶν ἐν τῷ κόσμῳ ἐκκλίνας, αὐτῷ προσήχθης ὡς θῦμα ἄμωμον, τὸν δι’ ἀγχόνης θάνατον, Μύρων ἐνέγκας προθυμότατα.
Μύρον νοητὸν ἀποστάζει, τῆς σῆς ἀθλήσεως ἡ μνήμη, ἣν ἐπιτελοῦντες θεόφρον, τῆς δυσωδίας παθῶν λυτρούμεθα, ἐν ὕμνοις σε γεραίροντες, Μύρων Μαρτύρων ἰσοστάσιε.
Ὅρμῳ γαληνῷ, προσωρμίσθης, φυγὼν τὴν θάλασσαν τοῦ βίου, Μύρων Νεομάρτυς Κυρίου· ὅθεν κινδύνων καὶ περιστάσεων, ῥύου ἡμᾶς ἑκάστοτε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.
Θεοτοκίον.
Ὕψωσον τὸν νοῦν μου Παρθένε, ἐκ νοημάτων χαμαιζήλων, καὶ τὸ πῦρ τῆς θείας ἀγάπης, ἄναψον Κόρη ἐν τῇ καρδίᾳ μου, ἵνα ἰσχύσω Δέσποινα, φλέξαι τοῦ πλάνου ἅπαν βούλευμα.
Ἕτερος. Σὲ τὴν ὑπὲρ νοῦν.
Νέος ἀθλητής, ἐδείχθης, Χριστοῦ τοῦ Θεοῦ, ἀκριβῶς μιμησάμενος, τοὺς πάλαι ἀθλήσαντας· διὸ πάντες σε Μύρων μακαρίζομεν.
Ἰσχύσας θανεῖν τῷ πόθῳ, Χριστοῦ τοῦ Θεοῦ, τὴν ζωὴν τὴν ἐπίπλαστον, οὐδὲν λογισάμενος· διὸ Μύρων τιμῶμέν σου τὰ τρόπαια.
Τεῖχος ἀῤῥαγὲς ὦ Μύρων, ὑπάρχεις ἡμῶν, καὶ ἀπαύστως προΐστασαι, τῆς ἐνεγκαμένης σε, ἐκτενῶς πρὸς τὸν Κύριον εὐχόμενος.
Ἤρθης πρὸς μονὰς ὦ Μύρων, τῆς θείας ζωῆς, τὴν χαρὰν ἐξαιτούμενος, ὡς συμπαθέστατος, τοῖς ὑμνοῦσι πιστῶς τὸ σὸν μαρτύριον.
Θεοτοκίον.
Νέος οὐρανὸς ὑπάρχεις, ἁγνὴ λογικός, τὸν ἀνέσπερον Ἥλιον, ἐν μήτρᾳ χωρίσασα· διὸ πάντες ἀεί σε μακαρίζομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς ἠγώνισαι, ἐν ἄνθει τῆς νεότητος, καὶ τὸν ἀρχέκακον ὄφιν, ἐνέκρωσας Νεομάρτυς· διὸ πρὸς τὴν ἀθάνατον, ζωὴν χαίρων ἀνέδραμες, καὶ τῆς χαρᾶς ἠξίωσαι, τῆς ἀϊδίου ὦ Μύρων, ὑπὲρ ἡμῶν ἱκετεύων.
Θεοτοκίον.
Παρθένε παναμώμητε, ἀνθρώπων τὸ διάσωσμα, καὶ τῶν Ἀγγέλων ἡ δόξα, καὶ Βασιλὶς καὶ Κυρία, ἐχθροῦ τοῦ παναλάστορος, τῆς δεσποτείας λύτρωσαι, τοὺς σὲ πιστῶς δοξάζοντας, ὡς ἀληθῆ Θεοτόκον, καὶ προστασίαν τοῦ κόσμου.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀπεριτρέπτῳ καρδίᾳ, ὑπῆλθες ἔνδοξε, Μαρτύρων τοὺς ἀγῶνας, καὶ ἐχθροῦ τὴν μανίαν, καὶ πάσας τῶν τυράννων τὰς ἀπειλάς, ἀνδρικῶς κατεπάτησας, καὶ νικητής τε ἐν πᾶσιν ἀναδειχθείς, ἐπαξίως τεθαυμάστωσαι.
Τοὺς ῥαβδισμοὺς ὑπομείνας, στεῤῥῷ φρονήματι, τοῦ δυσμενοῦς τὴν πλάνην, ἀπεῤῥάπισας Μάρτυς, καὶ ἤρθης δι’ ἀγχόνης θανατωθείς, πρὸς ἀθάνατον εὔκλειαν, ὑπὲρ ἡμῶν ἱκετεύων Μύρων ἀεί, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.
Ἀπ’ οὐρανοῦ φῶς κατῆλθε, Μύρων μακάριε, τῷ θείῳ σου λειψάνῳ, ὑπερφαῖνον τοῖς πᾶσι, τὴν δόξαν ἣν ἐκτήσω ἐν οὐρανοῖς, Ἀθλητὴς ὡς ἀήττητος, τοῦ Βασιλέως τῶν ὅλων· Ὃν ἐκτενῶς, ἐκδυσώπει ὑμᾶς σώζεσθαι.
Τοῦ Ἡρακλείου ἡ πόλις, ἄγει χορεύουσα, τὴν ἱεράν σου μνήμην, Μύρων Μάρτυς Κυρίου, ὡς μήτηρ καυχωμένη πνευματικῶς, τοῖς τιμίοις σπαργάνοις σου, ᾗ αἴτει πάντοτε χάριν παρὰ Χριστοῦ, καὶ εἰρήνην τε καὶ ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Ἀθλητικῇ ἐνστάσει, τῆς εὐσεβείας τὸ κράτος ἔδειξας, τοῖς ἀντικειμένοις τρανῶς, Νεομάρτυς Μύρων. Οὐδόλως γὰρ ἐκάμφθης, ἀπειλαῖς καὶ μάστιξι, ἀτενῶς προσβλέπων, ὄμματι ψυχῆς, τῷ ἐνδυναμοῦντί σε Κυρίῳ· καὶ τὸ πάθος αὐτοῦ δοξάσας, οἰκείῳ πάθει, τῆς αἰωνίου δόξης ἠξίωσαι, μαρτυρικῶς μετέχων ἐπάθλων. Ἀλλ’ ὡς Ἀγγέλων συνόμιλος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Μύρων Ἀθλοφόρε, Ἡρακλείου θεῖος βλαστός· χαίροις ὁ τοῖς μύροις, τῶν θείων πρεσβειῶν σου, παθῶν τὴν δυσωδίαν, διώκων πάντοτε.
Ἤνεγκας τὰς μάστιγας καρτερῶς, καὶ πρὸς τὸν Σωτῆρα, ἐξεδήμησας εὐκλεῶς, ἀγχόνῃ τὸ σῶμα, αἰωρηθεὶς ὦ Μύρων· διό σε εὐφημοῦμεν, ὡς νέον Μάρτυρα.