ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ
ΝΕΑΓΚΟΣ ΜΠΑΣΑΡΑΜΠΗ
ΑΚΟΛΟΥΘΙΑ
(Δαμασκηνοῦ μοναχοῦ Γρηγοριάτου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ β΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὑψουμένου σου Δέσποτα, ἐν Σταυρῷ συνανύψωσας, τοῦ Ἀδὰμ τὴν ἔκπτωτον, φύσιν ἅπασαν· διὸ ὑψοῦντες τὸν ἄχραντον, Σταυρόν σου φιλάνθρωπε, τὴν ἐξ ὕψους σου ἰσχύν, ἐξαιτοῦμεν κραυγάζοντες· Σῶσον Ὕψιστε, ὡς Θεὸς ἐλεήμων τοὺς τιμῶντας, τὴν σεπτήν τε καὶ φωσφόρον, τοῦ σοῦ Σταυροῦ θείαν ὕψωσιν.
Ψαλμικῶς νυνὶ βλέπομεν, ὑποπόδιον Δέσποτα, ἔνθα πόδες ἔστησαν, σοῦ οἱ ἄχραντοι, σήμερον πόθῳ ὑψούμενον, Σταυρόν σου τὸν τίμιον, καὶ ὑψοῦντες εὐσεβῶς, δυσωποῦμέν σε κράζοντες· Πάντας Ὕψιστε, τῷ Σταυρῷ σου τῷ θείῳ ἁγιάσας, τῆς ἀφάτου εὐσπλαγχνίας, μετόχους δεῖξον καὶ χάριτος.
Ἕτερα. Τοῦ Ἁγίου. Ὅμοια.
Ὡς ὑπόδειγμα χάριτος, γεγονὼς θεοφώτιστε, ἄρχων εὐλαβέστατος καὶ θεόλεκτος, ὄντως ἐφάνης μακάριε, ὁδεύσας οὐράνιον βιοτὴν ἐπὶ τῆς γῆς, πᾶσιν ὅλως ἐτράνωσας, καὶ διέδωσας, τῶν Χριστοῦ διδαγμάτων τὰς ἐννοίας, κολπωθεὶς καὶ ἀριστεύσας, τῇ προμηθείᾳ τῆς Χάριτος.
Ῥουμανίας οἱ ἔκλαμπροι, εὐσεβείας ἡγήτορες, Ἐκκλησίας τίμιον ἐγκαλλώπισμα, ἀρχιερέων ἁπάντων γάρ, πληθὺς ἡ θεόλεκτος· πρεσβυτέρων τὸ σεπτόν, καὶ πανάριστον στράτευμα, νῦν προσέλθετε, ἐν ᾠδαῖς εὐφημῆσαι τὸν φωστῆρα, καὶ διδάσκαλον Νεάγκον, τῶν ἡγεμόνων κραταίωμα.
Δόξα. Ἦχος α΄.
Δεῦτε λαοί, τὸν μέγιστον ἐν ἡγεμόσι, τῆς Ῥουμανικῆς Χώρας θεοφανῆ λαμπτήρα, ἐν ὕμνοις τιμήσωμεν, καὶ τὴν αὐτοῦ μνήμην χαρμονικῶς πανηγυρίσωμεν. Παιδιόθεν ὡς θησαυρὸν ἀσύλητον, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἀγαπήσας, γέγονεν Αὐτῆς τέκνον εὐπειθὲς καὶ προστάτης ἀκάματος, ὡς ἀνιδρύσας θεία καθιδρύματα πρὸς δόξαν Θεοῦ καὶ τῶν πιστῶν ἐργασθεὶς σωτηρίαν τὴν αἰώνιον· ὅθεν, ἱκέτευε Αὐτῷ, θεομακάριστε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σήμερον
ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν
ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες
σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ
ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει,
Χριστὲ πολυέλεε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πᾶσαι αἱ γηγενεῖς, χορεῖαι Ὀρθοδόξων, ἐν χώρᾳ Ῥουμανίᾳ, τιμήσωμεν προφρόνως, Νεάγκον τὸν ἀοίδιμον.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἔχων ὡς θησαυρόν, τῆς πίστεως τὸν πλοῦτον, τῇ σῇ καρδίᾳ μάκαρ, ἐδόξασας ἐν κόσμῳ, Χριστὸν τοῖς θείοις ἔργοις σου.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὄντως τῶν εὐσεβῶν, ἐδείχθης θεομάκαρ, λιμὴν παρηγορίας, καὶ δᾳδουχεῖς ἀπλέτως, τοῖς θείοις σου συγγράμμασι.
Δόξα.
Λάβετε ὦ λαοί, Νεάγκου ταῖς πρεσβείαις, Θεότητος τὴν χάριν, Πατρὸς Υἱοῦ καὶ ὅλως, τοῦ Πνεύματος τὴν δύναμιν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Δεῦτε
χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Τὸν ἀεισέβαστον, καὶ φιλακόλουθον, ζωῆς τῆς κρείττονος, τὸν ἀπαστράψαντα, ταῖς τῶν ῥημάτων τοῦ Χριστοῦ, χαρίσμασιν ἀνενδότοις· ὅθεν ἀναδέδεικται, Ὀρθοδοξίας ὁ πρύτανης, καὶ προστάτης ἔνθεος, εὐσεβῶν ἐν τοῖς πέρασι· διὸ καὶ ἐπακούεις ἀπαύστως, χαίροις Νεάγκο θεοφόρε
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια, γ’ τοῦ Σταυροῦ. Ἦχ. πλ. β'. Ὅλην ἀποθέμενοι
Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτείνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διό σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.
Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.
Καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Καθοπλισθεὶς ἀξιάγαστε, ταῖς τῶν Ἁγίων βολαῖς, ἀρχεκάκου τὰς φάλαγγας, πόῤῥῳ ἀπεμάκρυνας, καὶ ἐχθρῶν τὰ φρυάγματα, τῇ δυναστείᾳ σου κατετρόπωσας, καὶ βασιλείου σου ὤφθης ἄριστος, μέγας ὑπέρμαχος, καὶ πιστῶν ἀκλόνητος στῦλος Χριστοῦ, καὶ ἀρχόντων καύχημα καὶ ἐγκαλλώπισμα.
Χαῖρε, τῆς Ῥουμανίας ὁ μέγιστος, τῶν ἡγεμόνων σοφός, ταπεινὸς καὶ ἐνάρετος, καὶ πατὴρ θεόσοφος, καὶ διδασκάλων πνοή, ὁ ἀγαπήσας ὑπὲρ διάνοιαν, τὴν εἰρηναίαν καὶ ἀξιάγαστον, ὄντως ὑπέρλαμπρον βιοτὴν καὶ γέγονας, τῶν τοῦ Θεοῦ, χαρισμάτων ἔνθεον δοχεῖον χάριτος.
Τῆς Ῥουμανίας τὰ τάγματα, τῶν εὐσεβῶν εὐλαβῶς, νῦν προσέλθετε ψάλλοντες, ὕμνον ἐπινίκιον τῷ ἡγεμόνι ὑμῶν· οὗτος γὰρ ὤφθη τέκνον πανάριστον, τοῦ ἱεράρχου θεῖον ἐκβλάστημα, Νήφωνος ὄντως γάρ, θαυμαστοῦ τοῦ Κτίσαντος, ἱερουργοῦ, καὶ Μονῆς τοῦ Ἄθωνος, Διονυσίου βλαστόν.
Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε ἅπαντες πιστοί, τῆς Ῥουμανίας τὸ ἄφθιτον κλέος, καὶ Χριστοῦ τὸ πανάριστον ποίμνιον, ἐν ᾠδαῖς χαρμονικαῖς τὸν μέγιστον ἐν ἡγεμόσι ἡμῶν, Νεάγκον τὸν θεοσεβῆ, ἀνυμνήσωμεν λέγοντες· Χαίροις, τῆς πολιτείας ὁ λαμπρότατος λύχνος, καὶ Ὀρθοδόξων λαῶν ὁ ἀξιέραστος προστάτης· χαίροις, ὁ ἀναλώσας ἑαυτὸν διὰ τὴν δόξαν τοῦ Φιλανθρώπου Θεοῦ ἡμῶν, ὡς δομήσας ἀπανταχοῦ τῆς γῆς Μονὰς καὶ Θυσιαστήρια· χαίροις, ὁ ἀγαπήσας τοῦ λαοῦ σου τὴν εὐημερίαν, καὶ κοπιάσας διὰ τὴν τῶν πάντων εἰρηνικὴν συμβίωσιν καὶ πολιτείαν· διό, καὶ ἐδοξάσθης μακάριε, ὡς υἱὸς τοῦ Θεοῦ κατὰ χάριν ἀναδειχθείς, καὶ πρεσβεύοις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σήμερον
τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος
Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς
οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι᾿ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν
καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς
ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς
σε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή Ἦχος α΄.
Εὐφραίνεται σήμερον ἡ Ἐκκλησία, ἐπὶ τῇ εὐσήμῳ μνήμῃ τοῦ Ἡγεμόνος Νεάγκου, καὶ τοῦτον ὡς ἔχουσα ἐξαίσιον πρότυπον ἀρετῶν, καὶ προπύργιον τῆς ἀληθείας, ὁμοφώνως βοᾶ· Χαίροις, ὦ στρατηλάτα ἀήττητε, τῶν μεγάλων Μαρτύρων ὁμόψυχε, καὶ τῶν Ὀρθοδόξων λαῶν ἀκαταγώνιστε προστάτα· χαίροις, ὁ πρίγκιψ τῆς εἰρήνης, ὁ ἐν τῷ κόσμῳ βιώσας, καὶ ὡς ἀσκητὴς τὸν Χριστὸν ἀγαπήσας. Σοῦ δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὁ ἐξουσίαν ἐν κόσμῳ περιβληθείς, καὶ πάσης ἐξουσίας τὰς φιληδόνους καταφρονήσας ὁρμάς, ἀνεδείχθης θεοπρόβλητε, φωστὴρ τῶν ἐν σκότει, τῇ χλαμύδι τῶν σῶν ἀρετῶν κοσμηθείς· ὅθεν καὶ ἡμεῖς, οἱ τῶν Ἁγίων ἐρασταί, σοῦ δεόμεθα γενοῦ ἡμῖν πηγὴ δαψιλοῦς χάριτος, καὶ ὑπόδειγμα ἀρχόντων καὶ ἀρχομένων, πρὸς ἐπιτέλεσιν τοῦ θείου θελήματος, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τοῦ ἐλεήμονος Θεοῦ, ὄντως γεγένησαι, θεόφρον βασιλεῦ, πιστὸν ἀντίγραφον τῶν ἀρετῶν· ὡς ἔχων ἐν τῇ καρδίᾳ σου, τοῦ Παναγίου Πνεύματος τὰς μυροφόρους ἐπιλάμψεις, ἐπέδωκας τοῖς ὀρθοδόξοις λαοῖς τὸν πλοῦτόν σου διττῶς, καὶ ἱερὰ καταγώγια ἀνεστήλωσας πρὸς εἰρηναίαν ζωήν, καὶ τῶν πιστῶν σωτηρίαν· διὸ καὶ ἀγαλλόμενοι, πανηγυρίζομέν σε θεόφρον, καὶ τῶν χαρίτων σου πελάγη διακαῶς ἐγκωμιάζομεν.
Ἦχος δ΄.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, σήμερον δοξάζει φωταυγῶς, τῶν ἡγεμόνων τὸν ὑπέρτατον ἀριστέα, καὶ ἀνίκητον ὁπλίτην κατὰ τῆς τῶν δαιμόνων φάλαγγος. Οὗτος, ὁ ἐξ ἀρχόντων εὐσεβῶν πρίγκηψ τῆς ἀληθείας γεγονώς, τὴν τῆς Τριάδος δόξαν τῷ κόσμῳ ἐτράνωσε, καὶ τῶν πιστῶν τὰς χορείας κατηύφρανε· διὸ νῦν ἐν οὐρανοῖς, σὺν τοῖς Ἁγίοις καὶ Ἀποστόλοις συνοικῶν, δέεται ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Ἐκ νεότητος θεομακάριστε Νεάγκο, ἔκυψας τὸν αὐχένα μετὰ τῆς συζύγου σου Δεσποίνης, καὶ τῶν παίδων σου, ἀκολουθεῖν τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν. Κρατήσας τὰς τῶν Πατέρων ῥήσεις καὶ παραδόσεις, εφοίτησας παρὰ τοὺς πόδας τοῦ σοφωτάτου ἱεράρχου Νήφωνος, καὶ πλησθεὶς τῇ αἴγλῃ τῶν ἀρετῶν, τὸν λαόν σου ἐποίμανας συνετῶς καὶ φιλαδέλφως· διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καλῶς μνησθεῖσα τοῦ μεγαλείου τῶν κατορθωμάτων σου, σήμερον σὲ λαμπρῶς πανηγυρίζει αἰτουμένη μυστικῶς, τῶν πρεσβειῶν σου τὴν ἀντίδοσιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Φωτολαμπὴς
ἀστέρων τύπος, προεδείκνυε Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῷ πάνυ· οὗ ἡ
μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανῆ πεποίηκε· καὶ σὲ σήμερον ἀνυψοῦντες τῶν πιστῶν
αἱ χορεῖαι κραυγάζομεν· Φώτισον ἡμᾶς τῇ ἐλλάμψει σου, Σταυρὲ ζωηφόρε· ἁγίασον ἡμᾶς
τῇ ἰσχύϊ σου, πανσέβαστε Σταυρέ· καὶ κράτυνον ἡμᾶς, τῇ ὑψώσει σου, ὑψούμενος πρὸς
παράταξιν ἐχθρῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν
Χαίροις, Ὀρθοδοξίας λαμπτήρ, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, ὁ κῆρυξ τῆς εὐσεβείας, τῶν ἡγεμόνων λαμπρός, πάνοπλος ἡγέτης καὶ ἀήττητος· τῆς χώρας παμφίλτατος, Ῥουμανικῆς ὁ διδάσκαλος, ὁ παιδοτρίβης, εἰς ὁδὸν τελειότητος, τῆς νεότητος, καὶ πτωχῶν παραμύθιον· ὅθεν σὲ μακαρίζομεν, Νεάγκο θεσπέσιε, ὡς οἰκουμένης φωστῆρα, Ὀρθοδοξίας εὐπρέπεια. Χριστῷ νῦν δυσώπει, φωταυγείᾳ πρεσβειῶν σου, χάριτος τύχωμεν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Δεῦτε, τῆς Ῥουμανίας λαός, καὶ Βαλκανίων τὰ ὀρθόδοξα τάγματα, καὶ πάντων τῶν εὐσεβούντων, τῆς Οἰκουμένης χοροί, ὕμνοις ἀσιγήτοις ἐπαινέσωμεν· Νεάγκον τὸν πρύτανιν, τῶν ἡγεμόνων τὸ ἴνδαλμα, τῶν βασιλέων, τὸν θεόπνουν κοσμήτορα, καὶ τὸν κτίτορα, ἀνακτόρων τοῦ Ἄνακτος. Πάντες νῦν ἀνακράξωμεν, γενοῦ γὰρ τοῖς δούλοις σου, τῇ πανσθενεῖ σου πρεσβείᾳ, ἱκέτης ἄπαυστος πάνσοφε, δωρούμενος ἐν ἀνάγκαις, τῶν χαρίτων σου τὰ πλήθη, θεομακάριστε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὄντως, ἐν ταῖς αὐλαῖς τῆς Ἐδέμ, συμβασιλεύεις τῷ Χριστῷ θεοπρόβλητε, τὴν κόρην σου Σωφρονίαν, τὴν μοναχὴν ἀληθῶς, ἔχων σου πλησίον καὶ τὴν σύζυγον, ὡς οὖσα μονάζουσα, Πλατωνίδα γὰρ τοὔνομα, ἐν τῇ Μονῇ γάρ, τοῦ Ὀστρὸβ ἔνθα ἤσκησε, καὶ διήνυσε, τῆς ζωῆς τὸ ἐπίλοιπον. Πάντες οὖν συγχορεύοντες, Ἁγίων τοῖς τάγμασι, τῶν δεομένων ἐν πίστει, τὰς ἀντιδόσεις προσνέμετε, φυλάττοντες πάντες, ἐκ κινδύνων καὶ δαιμόνων, καὶ πάσης θλίψεως.
Δόξα. Ἦχος πλ. Δ΄
Παιδιόθεν ἐκ γονέων εὐσεβῶς ἀνατραφείς, καὶ λαβὼν ὡς δῶρον οὐράνιον, τῆς πίστεως θησαύρισμα, ἐν τῷ βίῳ σου ἐπορεύθης ἁγιοπρεπῶς, Νεάγκο μακάριε· διὸ τοῖς πᾶσι γέγονας φωστὴρ εὐσεβείας ἐκλαμπρότατος, πρίγκηψ τῆς εἰρήνης, ὀρφανῶν ὁ προστάτης, τῶν χηρῶν καταφυγή, καὶ τῶν νέων παιδοτρίβης ἀκριβέστατος. Ὡς ἔχων ἐν τῇ καρδίᾳ σου ἐμφυτευμένην τὴν ἀγάπην δι’ ἅπασαν τὴν Ὀρθοδοξίαν, ἤγειρας πανταχοῦ Μονὰς καὶ Σκήτας, πρὸς μοναζόντων παρηγορίαν, καὶ δόξαν τοῦ Τριαδικοῦ Θεοῦ, Ὃν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ, τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Τὸν ἀεισέβαστον, καὶ φιλακόλουθον, ζωῆς τῆς κρείττονος, τὸν ἀπαστράψαντα, ταῖς τῶν ῥημάτων τοῦ Χριστοῦ, χαρίσμασιν ἀνενδότοις· ὅθεν ἀναδέδεικται, Ὀρθοδοξίας ὁ πρύτανης, καὶ προστάτης ἔνθεος, εὐσεβῶν ἐν τοῖς πέρασι· διὸ καὶ ἐπακούεις ἀπαύστως, χαίροις Νεάγκο θεοφόρε
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Διῆλθες ἀληθῶς, εὐσεβοφρόνως θεόφρον, ἐν κόσμῳ παροικῶν, δίχα τροπῆς πρὸς τὰ χείρω, καὶ οὕτως ἐδόξασας, ἐν τοῖς ἔργοις σου πάνσοφε, θεῖον Ὄνομα, τοῦ Φιλανθρώπου Σωτῆρος, Ὃν ἱκέτευε, ὑπὲρ λαοῦ σου τρισμάκαρ, πρὸς ἄρσιν κακώσεων.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα∙ ἀλλ᾿ ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Διεζώσθης ἀγαθέ, ἐν εὐλαβείᾳ πολλῇ, ἡγεμόνων τὴν τιμήν, σκῆπτρον πανάριστον ποιῶν, εὐεργεσίας πρὸς πάντας καὶ δίδως ὅλως, τοῖς ὀρφανοῖς καὶ πτωχοῖς, πλοῦτον καὶ στέγην καὶ τροφήν, τοῖς ἐν ἀνάγκαις πολλαῖς καὶ πάσαις θλίψεσιν, τὸν πλοῦτον τῆς καρδίας σου, μὴ δειλιάσας πάντῃ, ἔχων γὰρ τὸν Χριστόν σου, ὡς θησαυρὸν ἐν καρδίᾳ, Αὐτοῦ τὴν χάριν ἀπείληφας.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πᾶσα πόλις καὶ χώρα σοῦ ἐξυμνεῖ, τὰς πολλὰς σου θεόφρον θεοπρεπεῖς, πράξεις καὶ διδάγματα, καὶ Μονῶν τὴν ἀνέγερσιν, ἐν Ῥουμανίᾳ Ἄρντζες, Νετάλου Τιργόβιστα, Σναγκὼβ καὶ Τισμάνα, καὶ ἐν Ἄθωνι γέγονας, πάντων οἰκοδόμος, καὶ θεράπων τρισμάκαρ, διέτρεξας ἅπασαν, Ἁγίων Τόπων τὴν ἔκτασιν, διὰ ἀνακαίνισιν πάνσοφε· ὅθεν ὡς Χριστοῦ εἰληφώς, χαρισμάτων θείαν ἀνταπόδοσιν, καὶ πρεσβεύοις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον: Ἐγὼ εἰμὶ ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται…
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἡγεμόνος…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Δεῦτε πιστοί, οἱ τῶν Ἁγίων φιλεόρτοι καὶ τῶν Χριστοῦ διδαχῶν προθυμότατοι δέκται, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν τὸν ἐν ἄρχουσι προβολέα, καὶ πάντων τῶν ἡγεμόνων τὸ ἐγκαλλώπισμα. Οὗτος, ὡς διαπρέψας περιφανῶς ἐν χώρᾳ τῇ Ῥουμανικῇ, γέγονε δοχεῖον τῆς Χάριτος καὶ στίφη πιστῶν, διὰ διδαχῶν μελιῤῥύτων ἐστήριξεν. Ὡσαύτως, ὡς νέος ἀναδειχθεὶς Ἰωάννης Ἐλεήμων, πάντας τῇ περιουσίᾳ τῶν τοῦ Θεοῦ δωρεῶν ἐπλούτισε, καὶ καταγώγια δι’ ἀσθενεῖς καὶ ὀρφανὰ ἀνήγειρε· διὸ καὶ μεγαλύνεται χρεωστικῶς ἐν ὕμνοις, ὁ μακάριος.
Εἶτα, οἱ Κανόνες· τοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Ἐν οὐρανοῖς σὺν Ἀρχαγγέλων τάξεσι περιχαρῶς κατοικῶν, μέγιστε Νεάγκο, ἡγεμόνων πρώτιστε, καὶ εὐσεβῶν κραταίωμα, μοναστῶν ὁ προστάτης, δίδου κἀμοὶ χάριν ἄφθονον, ἵνα σὲ γεραίρω πανύμνητε.
Ἀπὸ παιδὸς ἀνατραφεὶς διδάγμασι τῶν θεοπνεύστων Γραφῶν, ἤντλησας παμμάκαρ, εὐκαρπίας εὔκλειαν, τῶν χαρισμάτων Πνεύματος, πληρωθεὶς ἀνενδότως, καὶ βασιλείαν ἀνθρώπινον, ὄντως ἐμεγάλυνας ἔνδοξε.
Μὴ πτοηθεῖς τῶν δυσμενῶν μακάριε ἡγεμονίας τῆς σῆς, συνθηκῶν ἁπάντων, ὤρθωσας ἀνάστημα, ἔχων ἐν τῇ καρδίᾳ σου, πανοπλίαν ἀρίστην, τοῦ σὲ κληθέντος εἰς στράτευσιν, Θεοῦ τοῦ Παντάνακτος Ἅγιε.
Θεοτοκίον.
Τῆς σωτηρίας τὸν σκοπὸν πανύμνητε πάναγνε Δέσποινα, ὄντως τοῦ Χριστοῦ γὰρ θείῳ τοῦ βουλήματι, προθύμως ἐκτετέλεκας, ὡς σαφῶς τῷ Ἀγγέλῳ, εἰποῦσα γίγνεσθαι θέλημα, Θεοῦ ἐν ἐμοὶ τοῦ Παντάνακτος.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁλοσχερῶς τὴν ἀτραπόν, τοῦ Πνεύματος σὺ βαδίσας, ὑπετάγεις τῷ Θεῷ θεοφόρε, καὶ ὡς πάντων ἡγεμών, καὶ Ὀρθοδόξων πρόμαχος, ἐφάνης τῷ σῷ βίῳ, καὶ πτωχευόντων διάσωσμα.
Τῶν Ὀρθοδόξων οἱ χοροί, καὶ μοναζόντων οἱ δῆμοι, ἱερέων ὑπηρέται Κυρίου, ἀρχιερέων ὁ χορός, Ἀγγέλων τὰ στρατεύματα, ὑμνοῦσί σε θεόφρον, καὶ ἐκ καρδίας εὐφραίνονται.
Ὡς τοῦ Κυρίου μαθητής, καὶ Ἀποστόλων τὸ στόμα, σὺ ἐφάνης θεηγόρε ὁπλίτα, διδαγμάτων σου ῥοαῖς, τῶν εὐσεβούντων γέγονας, πηγὴ τῆς εὐφροσύνης, καὶ τῆς τοῦ Πνεύματος Χάριτος.
Θεοτοκίον.
Ὄντως ἐδείχθης νοητή, τοῦ Ζωοδότου ἡ κλῖμαξ, δι’ ἧς γένος τῶν ἀνθρώπων ἐπήρθη, εἰς θαλάμους καλλονῆς, τῇ χάριτί Σου πάναγνε· διὸ καὶ σὲ δοξάζει, διηνεκῶς θείοις ᾄσμασιν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Διέλαμψας πάνσοφε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐν ἔργοις τὸν Κύριον ὑπερδοξάζων τρανῶς, καὶ ἤγειρας τρόπαια· ὅθεν καὶ Ὀρθοδόξων, αἱ χορεῖαι ἐν ἔθνοις, πάντες σὲ ἀνυμνοῦσι, τῷ Σωτῆρι βοῶντες· Μνήσθητι Δέσποτα, πρεσβείαις τοῦ δούλου Σου.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Ὠδὴ δ΄. Σύ μου ἰσχύς.
Ὑποταχθείς, ὦ ἡγεμὼν πάνσοφε, τῷ Σωτῆρι, θείοις λόγοις ἔλαμψας, καὶ πανταχοῦ, ἔνθους γεγονώς, ἵδρυσας τρισμάκαρ, τὰ τῶν Ἁγίων σκηνώματα, καὶ ὤφθης πανολβίως, προστάτης ἀσθενούντων, καὶ Ὀρθοδόξων πιστῶν ἡ εὐπρέπεια.
Ἔχων τρανῶς, ὡς παιδιόθεν ἀσύλητον, Ἐκκλησίας, πίστιν τὴν ἀμώμητον, τῶν ἀρετῶν ὤφθης κοινωνός, Πνεύματος Ἁγίου, καὶ Ὀρθοδόξων πληρώματα, ὡδήγησας τρισμάκαρ, σοφαῖς ταῖς διδαχαῖς σου, εἰς λειμῶνας πλουσίους τῆς Χάριτος.
Τὰ τῆς σαρκός, ὦ ἡγεμὼν ὑπερένδοξε, ὑπερέβης, ἄθλια σκιρτήματα καὶ ἐν σεμνῇ, ζήσας βιοτῇ, διέπρεψας κόσμῳ, δι’ ἀρετῶν τελειότητα· διὸ καὶ ἐπεφάνης, ὑπόδειγμα τοῖς πᾶσι, καὶ Ἐκκλησίας κοσμήτωρ ὁ πάνσοφος.
Θεοτοκίον.
Πῶς οὖν θερμῶς, εὐχαριστίας προπέμψωμεν, Θεομῆτορ, ὡς δοχεῖον γέγονας τοῦ Φιλανθρώπου Χριστοῦ· δι’ οὗ ἡ ἐν τῷ κόσμῳ, κακία κατηργήθη, καὶ τῆς Χάριτος πάντα πεπλήρωται.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Οἱ πιστοὶ ὁμοφώνως, ὦ ἡγεμὼν ἔνδοξε σὲ δοξάζουσι, καὶ πανεορτίως, σὲ τιμῶσιν ἐν ὕμνοις μακάριε, σπεύδοντες προθύμως, τοῦ προσκυνεῖν τῆς σῆς εἰκόνος, τὴν ἁγίαν μορφὴν σὲ γεραίρουσι.
Ἱεράρχου Ὁσίου, ὤφθης ἀληθῶς δοῦλος πανάριστος, Νήφωνος τοῦ θείου, ὦ Νεάγκο ἀρχόντων τὸ καύχημα, καὶ Ὀρθοδοξίας, ὁ ἐκλαμπρότατος προστάτης, καὶ ἱκέτης ἡμῶν πρὸς τὸν Κτίσαντα.
Εὐσεβούντων τὰ πλήθη, εὐλαβῶς ἐκ Ῥουμανίας προσέλθετε, ἐν πόλει Νεάγκου, ἡγεμόνος ἐν Ἄρτζες συμψάλλοντες, καὶ ἄνθεσιν τοῖς δώροις, κομίσατε προφρόνως, καὶ δεήσεις αὐτῷ ἀναπέμψατε.
Θεοτοκίον.
Μετὰ πάντων Ἁγίων, οὖσα ἀνωτέρα Μήτηρ Θεόνυμφε, ἱκεσίας δέχου, προστρεχόντων ἡμῶν δεομένων Σου, καὶ Θεῷ τῶν ὅλων, Υἱῷ ἁγαπητῷ Σου, φιλοστόργως δεήσεις προσάγαγε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπίβλεψον ἐφ’ ἡμᾶς, ὦ Ἐκκλησίας διάδημα, Νεάγκο τῶν ἡγετῶν, τὸ μέγα προπύργιον, καὶ δὸς τοῖς προστρέχουσι, καρδίας διαθέσει, σωτηρίας τὰ δωρήματα.
Πάντες οἱ γηγενεῖς, σὲ μακαρίζομεν ἔνδοξε, δι’ ἀρετῶν τὴν πληθύν, καὶ χάριτος ἅπασαν, ἐνεργείαν φύλαξ γάρ, ἐν ζωῇ ἐφάνης, καὶ κακίας ὁ πολέμιος.
Ἐν ἱεροῖς τοῖς ναοῖς, ἀπὸ παιδὸς παναοίδιμε, φοιτήσας ἀνελλιπῶς, τῆς χάριτος γέγονας, δοχεῖον κατάμεστον, χάριτος καὶ πάντας, δι’ ἀγάπησιν ἐξέπληξας.
Θεοτοκίον.
Οὐρανὸν κατοικῶν, ἐν χρόνῳ ὤφθη ὡς ἄνθρωπος, φιλοξενήσας Αὐτόν, νηδύϊ Σου Ἄχραντε· ὅθεν ἐσωμάτωσας, Τοῦτον ὤφθης ὄντως, καταγώγιον θεότητος.
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ
Τῶν ἡγεμόνων ἀκατάβλητον πολέμαρχον, Ἐκκλησιῶν τὸν θεοφρούρητον δομήτορα, ἐπαινέσωμεν ἀξίως εὐχαριστοῦντες· τὸν διάκοσμον ἐν ἔργοις ἀγαθότητος, ταπεινώσεως τὸ σκεῦος θεοφόρητον· πόθῳ κράζοντες· χαίροις Νεάγκο πανένδοξε.
Ὁ Οἶκος.
Ὡς μέγαν θησαυρὸν κρατῶν ἐν τῇ καρδίᾳ σου θεομάκαρ, τῆς πίστεως φημὶ τὰς θείας ἀναλάμψεις, ἀπείληφας οὐρανίθεν τὰς ποικίλας τοῦ Πνεύματος ἀντιδόσεις· ὅθεν, εἰ καὶ ἐν κόσμῳ οἰκήσας, ἔξω τοῦ κόσμου ἕδρασας θεσπέσιε, δι’ ἀρετῶν τὸν μανδύαν ἐνδυσάμενος. Καὶ γέγονας τροφὴ τοῖς πεινῶσι, βακτηρία τοῖς χρήζουσι, καταφυγὴ τοῖς κάμνουσι, ἀσθενῶν παραμυθία καὶ παντὸς τοῦ λαοῦ σου λιμὴν εὐδιώτατος καὶ ἀκύμαντος· διὸ καὶ ἡμεῖς, οἱ τῷ κόσμῳ οἰκοῦντες καὶ ἐν ταῖς ζάλαις τοῦ βίου δεόμενοι, ἱκετεύομέν σε μάκαρ, γενοῦ ἡμῖν σκέπη καὶ θυμηδία, διὰ πρεσβειῶν σου τῷ Φιλανθρώπῳ Θεῷ, Ἅγιε ἡγεμὼν Νεάγκο πανένδοξε.
Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νεάγκου Μπασαράμπ, ἡγεμόνος τῆς Ῥουμανικῆς χώρας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τὸν δρόμον διήνυσας, ἡγεμονίας σου θεοπρόβλητε, καθιδρύσας ἐνθέως, πολλῶν Ἁγίων Θυσιαστήρια, καὶ ταῦτα καλῶς ἐστόλισας, δι’ ἀναγκαίων τὴν πληθύν, ὡς τοῦ Δεσπότου υἱός.
Ὑψώθης μακάριε, σὺν Ἀγγέλων χορείαις συνευφραινόμενος, ὡς τῆς τῶν Ἁγίων, βιοτὴν ἀγαστὴν μιμησάμενος· ὅθεν σὺν τοῖς ἄλλοις, Χριστῷ τῷ πάντων παντεπόπτῃ, τὰς ἡμῶν ἱκεσίας προσάγετε.
Βιώσας μακάριε, ἡγεμόνων Νεάγκο τὸ ἐγκαλλώπισμα, φόβῳ τοῦ Δεσπότου, καὶ τῆς χάριτος πέλων παλάτιον, ὤφθης τοῖς οἰκοῦσι, συζύγου σου καὶ παίδων, καὶ λαοῦ σου ἀκλόνητον ἔρεισμα.
Θεοτοκίον.
Γενοῦ μοι πανύμνητε, θεοφόρητον ὄργανον ἁγιότητος, ὡς τεκοῦσα πάντων, Ποιητὴν καὶ Σωτῆρα τοῖς μέλπουσι, καὶ ἐν μετανοίᾳ, τῷ Θείῳ Θρόνῳ ἀνενδότως, προσιοῦσιν Αὐτὸν ἱκετεύουσιν.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Τῆς Ῥουμανίας ἔνδοξε, ἡγεμὼν ὑπερθαύμαστε, πάντων τῶν ἀρχόντων, ἱερὸν στερέωμα, ἀστὴρ ἐκλαμπρότατος, τῆς οἰκουμένης ἄριστον, ὄντως ποθεινόν, ἀγλάϊσμα· ὅθεν, χορεῖαι εὐσεβούντων, ἐν ὕμνοις ἀσιγήτοις, σὲ ὑμνοῦσι Νεάγκο μακάριε.
Ἐν οὐρανοῖς τὰ ἔπαθλα, σὺν χορείᾳ τῶν παίδων σου καὶ τῆς Πλατωνίδος, γυναικός σου πρότερον, καὶ σχήματος ὕστερον μοναχικοῦ ἐπάρασα, Σταυροῦ τῇ δυναστείᾳ, προθύμως ἀσκηθέντες, ἠξιώθητε κλέους μακάριοι.
Ῥώμῃ τῶν χαρισμάτων σου, ὦ Νεάγκο θεσπέσιε, ηὔφρανας ἐνθέως σὺν ἀπείροις ἔργοις σου, πιστῶν τὴν διάνοιαν, καὶ καρδιῶν τὴν ἀνάπαυσιν, παρέχεις ἀνενδότως, καὶ ψυχὰς κατευφραίνεις, ὦ προστάτα ἡμῶν καὶ κραταίωμα.
Θεοτοκίον.
Τῶν γηγενῶν Σὺ γέγονας, ἅρμα Χάριτος τάχιστον, ὡς διὰ εὐχῶν Σου, πρὸς Θεὸν τὸν Ὕψιστον, λαμβάνεις Θεόνυμφε, καὶ προσδραμόντων τὴν ἄφθονον, παρέχεις εὐλογίαν, τοῖς πιστοῖς θεραπείαν, καὶ σωτηρίας τὴν χάριν ἀείποτε.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐμβλέποντες λειψάνων σου τὴν σορόν, εὐσεβούντων τὰ στίφη προσέρχονται, γονυπετῶς, χάριν ἀρυόμενοι καὶ εὐχάς, τῷ τοῦ Χριστοῦ θεράποντι, καὶ τῶν ἡγεμόνων τὸν τηλαυγῆ, Νεάγκον τὸν ἡγέτην, προσφέρουσιν ἀπαύστως, ὡς διδασκάλων τὸν κοσμήτορα.
Μαρτύρων καὶ Ὁσίων συγκοινωνός, παιδιόθεν ἐδείχθης πανόλβιε, ὡς τοῦ Χριστοῦ, γνήσιος θεράπων καὶ μιμητής, ἐν ἔργοις δι’ ὧν εὔφρανας, πάντων τὰς χορείας τῶν εὐσεβῶν, δομήσας πανταχόθεν, Χριστοῦ τὰς Ἐκκλησίας, καὶ ἐδοξάσθης παναοίδιμε.
Διήνυσας τὸν βίον σου εὐλαβῶς, ὦ Νεάγκο καὶ ὤφθης ὑπόδειγμα, δι’ ἀρετῶν, πλήθει κατεκόσμησας τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν θέμενος, ἑαυτὸν ὡς δοῦλον τοῦ Ποιητοῦ, ἐφάνης ὁ δομήτωρ, καὶ πάντες σὲ τιμῶσι, τοῖς μεγαλείοις σου πανάριστε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία Μῆτερ Θεοῦ, τὸ Παλάτιον ὄντως γεγένηκας, τοῦ Σοῦ Υἱοῦ, ὡς Αὐτὸν τεκοῦσα θεοπρεπῶς, Θεάνθρωπον Φιλάνθρωπον, καὶ Σωτῆρα πάντων τῶν γηγενῶν, προσήνεγκας καὶ αὖθις, ἡμῶν τῶν σὲ τιμώντων, εὐχαριστίαν ἀπονέμομεν.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ τοῦ Σωτῆρος ὄνομα, ὡς δοξάσας θεόφρον, ἐν λόγοις καὶ ἐν πράξεσι, τῷ σῷ βίῳ ἐδείχθης, τῶν πτωχευόντων προστάτης, καὶ ἀρωγὸς τῶν ἐν θλίψει, Νεάγκο παμμακάριστε, ἡγεμόνων τὸ κλέος καὶ τῶν πιστῶν, κραταιὸν προπύργιον καὶ τῆς χώρας, Ῥουμανικῆς ὁ μέγιστος, προμαχὼν τῆς εἰρήνης.
Ἐξαποστειλάριον. Τοῦ Σταυροῦ. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε,
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐκκλησίας ἀθροίσματα, εὐσεβῶν νῦν προσέλθετε, καὶ Νεάγκου ψάλλατε τὴν πανίερον, αὐτοῦ τιμῶντες πανήγυριν, καὶ γόνυ προσκλίναντες, προσκυνεῖτε εὐλαβῶς, τῶν λειψάνων θησαύρισμα, ἱκετεύοντες, ὦ Νεάγκο προστάτα καὶ θεράπων, ἡμῶν φύλαξ καὶ ἡγέτης, τοῦ σοῦ λαοῦ ἡμᾶς φύλαττε.
Βασιλέων ὑπέρμαχος, τῶν ἀρχόντων ὁ κάλλιστος, ποδηγὸς θαυμάσιος καὶ ὐπέροπλος, τῆς πανοπλίᾳ τοῦ Πνεύματος, ζωσθεὶς πανυπέρτιμε, στρατιὰς τῶν ἀσεβῶν, καὶ ἀθέων τὴν ἄνοιαν, κατεπάτησας, καὶ ἐδείχθης τοῖς πᾶσι θαυμασίως, ὦ Νεάγκο ὡς συντρίψας, τῶν ἀσεβούντων τὰ τρόπαια.
Παντευχίᾳ τοῦ Πνεύματος, καὶ τῷ κάλλει τῶν λόγων σου, πάντας κατεφώτισας ἀξιάγαστε, καὶ εἰρηναίαν ἠγάπησας, ζωὴν τὴν ἐπίγειον, καὶ λαοῦ σου τὰς ψυχάς, πρὸς τὸν Ὕψιστον ὥδευσας· ὅθεν ὤκησας, εἰς λιμένα ἀκύμαντον θεόφρον, συγχορεύων ἀϊδίως, τοῖς τῶν Ἁγίων στρατεύμασιν.
Νῦν ἐπίχεε χάριτας, δι’ εὐχῶν σου πανόλβιε, πρὸς λαὸν τὰ μέγιστα ἁμαρτήσαντα, καὶ τὸν Θεὸν παροργίσαντα, ὡς ἔχων τὴν ἄτρεπτον, παῤῥησίαν ἐν Αὐτῷ, καὶ ἡμᾶς καθοδήγησον, θείῳ νεύματι, εἰς λειμώνας ἐνθεόυ εὐφροσύνης, τῶν ῥημάτων σου πελάγει, καταφωτίζων τὰ πέρατα.
Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε Ὀρθοδόξων τὰ πλήθη συνάχθητε, ἐν Ῥουμανίας, Ἑλλάδος, καὶ πάντων τῶν Βαλκανίων χωρῶν, τιμῆσαι ἀξιοχρέως, ἐν ὕμνοις ἀσιγήτοις, πανεορτίως τῶν ἡγεμόνων τὸν ἄριστον στρατηλάτην. Οὗτος γὰρ παιδιόθεν τὴν Χάριν, ὡς βασιλικὸν χιτῶνα ἐνδυσάμενος, γέγονεν ἁπάντων τῶν πιστῶν, βακτηρία τῶν ἀσθενούντων, τῶν πτωχευόντων ἀκένωτον ταμεῖον, τῶν χηρῶν προστασία, καὶ τοῦ στρατοῦ ἡ βεβαία ἀσφάλεια. Μέγιστε Νεάγκο Μπασαράμπη, τῶν ἡγητόρων ἡ διόπτρα, καὶ ὁ ἀνύστακτος φρουρὸς τοῦ εὐσεβοῦς λαοῦ σου. Πρέσβευε τῷ πανοικτίρμονι Θεῷ, ὑπὲρ λαοῦ βαναύσως δυναστευομένου, ταῖς μεθοδείαις τῶν ἐχθρῶν, καὶ φύλαττε ἡμᾶς πανάριστε, τῇ κραταιᾷ δυναστείᾳ σου.
Καὶ νῦν. Τοῦ Σταυροῦ
Δεῦτε
λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι
ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον
προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ
διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν εὐσεβείας ἐραστὴν παιδιόθεν, καὶ ὁδηγὸν τῶν ἐν ἀνάγκαις καὶ θεῖον, πάντων ἀντιλήπτορα, Νεάγκον ἀδελφοί, ὕμνοις εὐφημήσωμεν, ἱκετεύοντες ἅμα, χάριτος διαψίλειαν δωρηθῆναι τοῖς πᾶσι, καὶ τῆς στρατείας τῆς τῶν γηγενῶν, τροπαίων νίκας, δοθῆναι ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ βασιλεῖαι ἐπὶ τῆς γῆς, προσέλθετε πόθῳ, ἀνυμνῆσαι διηνεκῶς, καὶ πόθῳ ἀπλέτῳ ἱκετεύειν, τῶν ἡγεμόνων Νεάγκον τὸν ἄριστον.
Ἐπάκουσον πάντων τῶν γηγενῶν, δεήσεις θεόφρον, καὶ προσάγαγε τῷ Χριστῷ, καὶ δὸς πᾶσι ἔλλαμψιν τὴν θείαν, καὶ ἀσθενῶν περιπόθητον λύτρωσιν.
Ὡς ἔχων τῷ θρόνῳ τοῦ Παντουργοῦ, πᾶσαν παῤῥησίαν, τοῦ λαοῦ σου τὰς οἰμωγάς, ἐπάκουσιν μάκαρ καὶ δυσώπει, ταῖς θεοδέκτοις Αὐτῷ ἱκεσίαις σου.
Θεοτοκίον.
Παρθένε πανύμνητε Μαριάμ, πιστῶν τὰς ἐντεύξεις, μὴ παρίδῃς ὁλοσχετῶς, ἀπόστειλον χάριτος τὸν πλοῦτον, καὶ πρὸς λαόν Σου ἐνθέως εὐδόκησον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πᾶσα τάξις ἀνθρώπων σὲ ἐπαινεῖ μέγιστε, ὡς τῶν ἡγεμόνων στρατείας, τὸν πολεμήτορα, καὶ δυσωπεῖ σε θερμῶς, ῥῆξον αὐτοῦ τὰς παγίδας, καὶ ῥοαῖς ἐκδρόσισον τῶν σῶν ἐντεύξεων.
Μὴ παρίδης θεόφρον σῶν ἱκετῶν δέησιν, πρόφθασον καὶ ῥύου ἐκ πάσης, ἡμᾶς κακώσεως, ῥῆξον καὶ σύντριψον, τοὺς τῶν ἁλύσεων βρόγχους, πάντων παραπτώσεων, θείᾳ προνοίᾳ σου.
Ῥουμανίας τὰ πλήθη Χριστιανῶν δράμουσι, ἱερῷ ναῷ σου παμμάκαρ, καὶ περιπτύσσονται, θήκην λειψάνων σου, καὶ εὐλαβῶς Σοὶ αἰτοῦσι, λύτρωσιν ἐκ πάσης γάρ, βλάβης καὶ θλίψεως.
Θεοτοκίον.
Ἰσχυρὰν προστασίαν καὶ τῶν ἐχθρῶν πέλεκυν, πάντες Σὲ γινώσκομεν Κόρη· διὸ προσπίπτομεν, ἐν μετανοίᾳ πολλῇ, καὶ διαθέσεως πόθῳ, χάριτος λαμβάνοντες, τὴν ὡραιότητα.
Διάσωσον, ὦ ἡγεμόνων Νεάγκο ἡ παῤῥησία, καὶ πιστῶν τὸ εὐσθενὲς παραμύθιον, καὶ δώρησαι, τρόπαια νίκης τοῖς πᾶσι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Στρατοῦ τὸν σοφὸν καὶ θεῖον ἀρχιστράτηγον, Δεσπότου Χριστοῦ, καὶ φίλον τὸν πανάριστον, Νεάγκον τὴν ἀήττητον, ἐπαινέσωμεν ὕμνοις γεραίροντες, κόπους καὶ ἄθλους διὰ τὸν Χριστόν, οὓς ἤνεγκε γενναίως ὁ πανόλβιος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐσεβούντων αἱ φάλαγγες, πόθῳ ἱερῷ καταφεύγουσι, καὶ λειψάνων σου τὴν ἄῤῥητον, χάριν δαψιλῶς νῦν ἀναμένουσιν.
Ἀνεδείχθης θεσπέσιε, πρίγκηψ τῆς εἰρήνης, καὶ πάντων πρόμαχος, ἀρετῶν τῇ τελειότητι, καὶ κατορθωμάτων ταῖς φαιδρότησι.
Πᾶσα πόλις γεραίρει σε, ἡ τῆς Ῥουμανίας πανάριστε, καὶ πιστῶς πανηγυρίζουσα, σοῦ τὴν χάριν δέεται ἑκάστοτε.
Θεοτοκίον.
Ἰκεσίαις Σου πάναγνε, πρὸς Χριστὸν Υἱόν Σου καὶ Κύριον, νῦν ἀπάλλαξαι τοὺς δούλους Σου, ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Παῦσον τὰς ὁρμάς, ὦ Νεάγκο παμμακάριστε, πολεμούντων καὶ κατάρτισον ἡμᾶς, τὰς μεθοδείας, τοῦ δολίου λυτρωθείημεν.
Ὄντως νουνεχής, καὶ ἡγήτωρ ἀναδέδειξαι, τοῦ λαοῦ σου καὶ προστάτης κραταιός· ὅθεν δυσώπει, καὶ ἡμῶν Χριστῷ τῷ ἄνακτι.
Ἔχων ἀψευδῶς, τῆς ἀγάπης τὴν πληρότητα, ἐπεφάνης τοῦ λαοῦ σου ποθεινός, πατὴρ καὶ ῥύστης, ἐκ ποικίλων περιστάσεων.
Ἄκουσον ἁγνή, τὰς φωνὰς τῶν δεομένων Σου, καὶ ἀπάλλαξον αὐτοὺς ὁριστικῶς, ἐκ πάσης βλάβης, καὶ κακίας δολιόφρονος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ βίος σου εὐκλεής, ἡ πολιτεία σου ἄμεμπτος, αἱ ἀρεταί σου σοφέ, τὸν κόσμον κατηύφραναν· διὸ ἐκπληττόμενοι, εὐθαρσῶς τὸ γέρας ἀπονέμομεν θεόσοφε.
Πληθὺς γὰρ τῶν μοναστῶν, εὐχαριστοῦντες προσπίπτουσι, τῇ ἱερᾷ σου μορφῇ, καὶ πόθῳ ἀσπάζονται, λειψάνων μυρόβλυτον, θήκην καὶ ζητοῦσιν, εὐμενείας τὴν ἀντίδοσιν.
Ἐδείχθης νεοφανής, τῶν Ἀποστόλων ἀκόλουθος, ὡς καθιδρύσας παντοῦ, ἀνάκτορα Πνεύματος, πρὸς πιστῶν βοήθειαν, καὶ Μονὰς ἁγίας, μοναζόντων τὰ προπύργια.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Μαριάμ, διὰ τὸ μέγιστον δῶρόν Σου, τὴν παρουσίαν Θεοῦ, ἐν κόσμῳ πρὸς ἄφεσιν, ἁμαρτίας ὄνειδος, καὶ τῆς σωτηρίας, τῶν ψυχῶν τῶν ἀγαπώντων Σε.
Διάσωσον, ὦ ἡγεμόνων Νεάγκο ἡ παῤῥησία, καὶ πιστῶν τὸ εὐσθενὲς παραμύθιον, καὶ δώρησαι, τρόπαια νίκης τοῖς πᾶσι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τῇ ὑπερμάχῳ.
Τῶν ἡγεμόνων ἀκατάβλητον πολέμαρχον, Ἐκκλησιῶν τὸν θεοφρούρητον δομήτορα, ἐπαινέσωμεν ἀξίως εὐχαριστοῦντες· τὸν διάκοσμον ἐν ἔργοις ἀγαθότητος, ταπεινώσεως τὸ σκεῦος θεοφόρητον· πόθῳ κράζοντες· χαίροις Νεάγκο πανένδοξε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. 9, 1-6)
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ράβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα: Ταῖς τοῦ Ἡγεμόνος...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὔκλειαν βασίλειον, ἀπολαβὼν ἐν τῷ κόσμῳ, γέγονας πανάριστε, τοῦ λαοῦ σου ἔνθεον ἐγκαλλώπισμα, θείοις σου διδάγμασι, καὶ ποικίλοις τρόποις, τὸν Δεσπότην εὐηρέστησας, διὰ ἀνύψωσιν, θείων ἱδρυμάτων πανόλβιε, λαοῦ σου τὸ διάσωσμα, καὶ στρατοῦ ἐξαίσιον ἄκουσμα· ὅθεν ὦ Νεάγκο, κατάπαυσον ἡμῶν τὰς ἐκτροπάς, καὶ τοῖς λαοῖς πᾶσι δώρησαι, θείαν τὴν ἐπίγνωσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐδοξάσθης σὺν πᾶσι, οὐρανῷ κατοικῶν τῷ παντάνακτι Ἅγιε, ὡς ἔχων παῤῥησίαν, τοῖς τάγμασι Ἀγγέλων, δυσωπήσατε ἔλεος, ἐλθεῖν πᾶσι τοῖς ἐν γῇ, εἰρήνη καὶ ἀγάπη.
Ταῖς πρεσβείαις σου παῦσον, ὦ Νεάγκο τοῦ πλάνου τὰ πανουργεύματα, ἀνθρώπων τὰς καρδίας, διὰ τῆς μετανοίας, τῷ Θεῷ ἐπανέφερε, καὶ εἰρηναίαν ζωήν, τοῖς πᾶσι νῦν χορήγει.
Ἡ Μονὴ ἡ ἐν Ἄρντζες, Ῥουμανίας φυλάττει σεπτὸν θησαύρισμα· διὸ καὶ εὐσεβούντων, χορεῖαι προσδραμοῦσαι, προσκυνοῦσιν ἑκάστοτε, καὶ προμηθῶς ἀγαθέ, λαμβάνουσι τὴν χάριν.
Θεοτοκίον.
Τῶν βροτῶν ἅπαν γένος, ἐν ᾠδαῖς μακαρίζει Παρθένον Δέσποινα, ὡς τεκοῦσα ἀφράστως, Σωτῆρα καὶ Δεσπότην, διὰ γένος ἀνθρώπινον, ἐν τῷ Σταυρῷ κρεμασθείς, παρέχει ἰατρείαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δόξης ἀφθάρτου, ἐν οὐρανῷ ἀπολάβεις, ὦ Νεάγκο ἡ δόξα τῶν ἀρχόντων, καὶ παρέχεις πᾶσι, αἰτοῦσί σε τὴν χάριν.
Ταῖς δυναστείαις, θεόφρον τοῦ Ὑψίστου, καταβέβληκας δαιμόνων τὰς ἐπάρσεις· ὅθεν καὶ ἐστέφθης, δι’ἀθανάτου στέφους.
Ταῖς διδαχαῖς σου, τὰς τῶν ἀνθρώπων καρδίας, διεγείρεις πρὸς ὁδοὺς τοῦ Δεσπότου, καὶ καταπραΰνεις, τοὺς πόθῳ σὲ αἰτοῦντας.
Θεοτοκίον.
Ῥῆξον Παρθένε, ἁμαρτημάτων ἁλύσεις, εὐπροσδέκτοις εὐχαῖς σου τῷ Δεσπότῃ, καὶ ἄρον ἀνενδότως, κακίαν βροτοκτόνου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαὸς τῆς Ῥουμανίας, σπεύδει τῷ ναῷ σου, καὶ γόνυ κλίνων πανάριστε, δέησιν ἱκετηρίαν, προσάγει πιστῶς ἑκάστοτε.
Ἀρχόντων αἱ στρατείαι, προσέρχονται ἀπαύστως, τοῦ προσκυνεῖν κιβωτίου σὰ λείψανα, καὶ ἀνακούφισιν σχόντες λαμπρῶς τιμῶσί σε.
Ἐπάκουσον Νεάγκο, ἡγέτα τοῦ λαοῦ σου, τοὺς στεναγμοὺς ἐκ παντοίων κακώσεων, καὶ τῷ Δεσπότῃ σὺν πᾶσι ἡμῶν μνημόνευε.
Θεοτοκίον.
Ἐπήρθης ἐπιγείων, κεχαριτωμένη, καὶ τῷ Υἱῷ Σου τῷ θρόνῳ παρίστασαι· ὅθεν ἀπαύστως, δυσώπει τῇ παῤῥησίᾳ Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν τῆς Ἐκκλησίας θεῖον βλαστόν, καὶ Ὀρθοδοξίας ἡγεμόνα τὸν φαεινόν, τὸν τῆς Ῥουμανίας μεσίτην καὶ προστάτην, καὶ τῶν στρατευομένων τὸν ἀντιλήπτορα.
Χαίροις ὦ Νεάγκο χριστιανῶν, ῥύστης καὶ θεράπων, μοναζόντων ἡμῶν φρουρός· χαίροις τῶν ἀρχόντων, παντοίων ὁ κοσμήτωρ, καὶ τῆς Ὀρθοδοξίας τὸ ἀγαλλίαμα.
Δεῦτε ἀνυμνήσωμεν ἀδελφοί, Νεάγκου Μπασαράμπη κατορθώματα καὶ Χριστῷ, θερμὰς εὐχαριστίας, ἐκπέμψωμεν βοῶντες· χαῖρε τῶν Ὀρθοδόξων, ἄστρον λαμπρότατον.
Πᾶσαι πτωχευόντων καὶ ἀσθενῶν, πάνυ θλιβομένων αἱ χορεῖαι παντοδαπαῖς, εὐχαῖς καὶ δακρύων τοῖς ὀχετοῖς, προσῆλθον αἰτοῦντες τῷ ναῷ σου, χάριν τὴν ἄφθονον.
Ὤφθης κυβερνήτης θεολαμπής, τοῦ λαοῦ σου μάκαρ, καὶ ὡδήγησας εὐλαβῶς, πάντας εἰς λιμένα, τῆς θείας εὐφροσύνης, Νεάγκο θεοφόρε, Ῥουμάνων καύχημα
Οἱ τῆς Ῥουμανίας καὶ τῶν ἐθνῶν, πάντων Ὀρθοδόξων, νῦν προσδράμετε εὐλαβῶς, ἐν ὕμνοις Νεάγκον ὑμῶν τὸν εὐεργέτην, εὐχαριστίαν πᾶσαν, τούτῳ προσνέμετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ὀρθοδόξων οἱ λαοί, οἱ τὸν εὐεργέτην Νεάγκον ἔχοντες πρόμαχον, καὶ πολλῶν δομήτορα Ἐκκλησιῶν καὶ Μονῶν, ἐκ καρδίας προσφέρομεν, ᾠδὴν τὴν καλλίστην, ἔπαινον προσάδοντες καὶ εὐχαριστίαν πολλήν, πόθῳ ἐκβοῶντες θεόφρον· μέμνησο ἡμῶν τῶν σῶν τέκνων, ταῖς πανευπροσδέκτοις ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.