ΟΚΤΩΒΡΙΟΣ ΙΖ΄!!
ΣΥΝΑΞΙΣ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
Ἀναργύρων τὴν μνήμην πάντες συνδράμωμεν, ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνῷ συνειδότι,
αὐτοῖς συνεκβοῶντες· χαῖρετε νῦν, τῶν ἀσθενούντων ἡ ἴασις, ὅτι ὑμεῖς ὑπειλήφατε
ἐκ Θεοῦ, τὴν ἐξουσίαν τῶν ἰάσεων. (Δίς)
Τὰς
ἐντολὰς τοῦ Κυρίου καλῶς φυλάξαντες, φιλαργυρίας νόσον, ἐκτεμόντες πανσόφως, ἰᾶσθε
ἀναργύρως· ὅθεν ὑμῶν, τὴν πανσέβαστον ἄθλησιν, ἀξιοχρέως τιμῶμεν θαυματουργοί, ἱκετεύσατε
σωθῆναι ἡμᾶς.
Ὡς
παῤῥησίαν λαβόντες, παρὰ τοῦ μόνου Θεοῦ, τοῦ ἐλεεῖν καὶ σώζειν, ἐκ ποικίλων
κινδύνων, λυτρώσασθε τοὺς πίστει ὑμνοῦντας ὑμᾶς, θεοφόροι Ἀνάργυροι, καὶ ἐκ παθῶν
καὶ κινδύνων καὶ πειρασμῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος.
Δόξα. Ἦχος β΄.
Ἰατροὶ
τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτήριοι τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς,
τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, ἱκετεύοντες Θεὸν τὸν ἀγαθόν,
λυτρώσασθαι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάντας
νῦν τοὺς σεπτούς, τιμῶντες Ἀναργύρους, τὴν τούτων θείαν μνήμην, φαιδρῶς ἐπιτελοῦμεν,
ναῷ τῷ τούτων σήμερον.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Ἡμέτεροι
φρουροί, καὶ φύλακες τοῦ κόσμου, τοῖς πᾶσι τὰς ἰάσεις, ἀφθόνως χορηγεῖτε, καὶ
μετὰ πότμον Ἅγιοι
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Οἶκος
ὁ ἱερός, ὑμῶν σεπτὴ χορεία, καταφύγιον πάντων, καὶ κοινὸν ἰατρεῖον, Ἀνάργυροι
πανένδοξοι.
Δόξα. Τριαδικόν.
Τριάδα
τὴν σεπτήν, Πατέρα Λόγον Πνεῦμα, δοξάζοντες ὑμνοῦμεν, μονάδα τῇ οὐσίᾳ, καὶ τρία
τοῖς προσώποις, ἣν προσκυνοῦμεν ἅπαντες.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε
τὸν ἐκ Σοῦ, τεχθέντα Θεὸν Λόγον, δυσώπει Θεοτόκε, μετὰ τῶν Ἀναργύρων, τοῦ σῶσαι
τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ἅγιοι
Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε, τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε,
δωρεὰν δότε ἡμῖν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν
σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον
Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν·
δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσὸν ἢ ἄργυρον, εὐαγγελικῶς
οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ
πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὕλην
ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δε, ἐν σαρκὶ ὡς ἄγγελοι ἐχρημάτισαν,
ἡ ὁμόφρων σύσκηνον, νῦν πληθὺς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς
κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς
χρήζουσιν, οὓς ἐν ἐτησίοις τιμήσωμεν ἀξίως ἑορταῖς, ἐν παῤῥησίᾳ πρεσβεύοντες, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ὅλην
εἰσοικίσαντες, ἐν ἑαυτοῖς τὴν Τριάδα, χορὸς ὁ ἀοίδιμος, Ἀναργύρων οὓς ὁμοῦ, νῦν
γεραίρομεν, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων· ὧν καὶ τὰ
λείψανα, πάθη δι’ ἀφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι,
πάντων τῶν προσφύγων, σωτήριοι λιμένες ἐν Χριστῷ, ᾯ παῤῥησία πρεσβεύουσιν ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοὺς
γενναίους ὑμνήσωμεν, Ἀναργύρους τοὺς ξύμπαντα, ὁμοῦ κοινὸν φέροντας τὸ φερώνυμον,
θείου φρουροὺς ἡμῶν πέλοντας, τοὺς ζήλῳ τῆς πίστεως, καὶ στοργῇ τῇ πρὸς Θεόν,
καὶ τῷ πέλας ἐκδώσαντας ἑαυτοὺς στεῤῥῶς, πρὸς κοινὴν εὐποιΐαν ταῶν ἁπάντων, ἀναργύρως,
ὧν οἱ πλείους, ὑπὲρ Χριστοῦ καὶ ἐνήθλησαν.
Τὴν
τριττὴν εὐφημήσωμεν, νῦν δυάδα ὁμώνυμον, Κοσμᾶ καὶ Δαμιανοῦ τοὺς θεόφρονας, καὶ
ὁμοτρόπους ἐν ἅπασι, τὸν Κῦρον συνάμα τε, Ἰωάννῃ τῷ κλεινῷ, θεῖον Παντελεήμονα
καὶ Ἑρμόλαον, Διομήδην Σαμψών τε τοὺς ἐνδόξους, σὺν Μωκίῳ Ἀνικήτῳ, Θαλλέλαιον
τε καὶ Τρύφωνα.
Τὰ
σεπτὰ ἐγκαυχήματα, Ἐκκλησίας βλαστήμα, κλεινοὺς Ἀναργύρους νῦν τοὺς πανόλβιους,
ἀνευφημήσωμεν σήμερον, τοὺς θείους προμάχους τε, ἀντιλήπτορας θερμούς, τοῖς
πιστῶς καταφεύγουσι, πάσαις θλίψεσι, ποταμοὺς ἀεννάους ἰαμάτων, τοὺς προχέοντας
τὰ ῥεῖθρα, πάντας ἐν πᾶσι προφθάνοντας.
Δόξα. Ἦχος πλ. β΄. Ἀνατολίου
Ἀτελεύτητος
ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα,
ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ
πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι, δι' ὧν Κύριε καὶ ἡμᾶς,
τῶν τῆς ψυχῶν καὶ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει
Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ
ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε
ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Τὴν χάριν
τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν,
θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι· ὅθεν δι' ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην
εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ, αὐτῷ
πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκ τῆς ἄνωθεν
προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς,
τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις
μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια, τοῖς κάμνουσι
θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν
κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ πηγὴ τῶν
ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους, ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅπαν τὸ πλῆθος
θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων.
Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
Πόθῳ θείῳ
καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε.
Ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς, ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστησε.
Πνεύματι δὲ θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱερά,
φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι
ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.
Μεγάλων ἀξιωθέντες
δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύσασθε· καὶ διερχόμενοι
πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ
σὺν τῷ Δαμιανῷ τῷ σοφῷ ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.
Ἀγάλλεται
ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα
αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς
ζωὴν αἰώνιον.
Ἰατροὶ τῶν
ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς,
τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες,
Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.
Ἦχος πλ. β΄.
Φαιδρὰ
καὶ ἐπίφωτος, ἀνέτειλε σήμερον ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ, λαμπρῶς
καταλάμπουσα ταῖς ἀκτῖσι τῶν θαυμάτων· δεῦτε οὖν φιλέορτοι, πιστῶς
πανηγυρίσωμεν, δεῦτε τῇ σορῷ τῶν Ἁγίων, προθύμως πάντες προσδράμωμεν, ὅπως τὴν
ταχίστην ἴασιν, ἀφθόνως παρ’ αὐτῶν κομισώμεθα· ἀναργύρω γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ
τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα.
Δόξα... Ἦχος πλ. δ'
Τίς
μὴ θαυμάσει; τίς μὴ δοξάσει; τίς μὴ ὑμνήσει πιστῶς, τῶν σοφῶν καὶ ἐνδόξων Ἀναργύρων
τὰ θαύματα; ὅτι καὶ μετὰ τὴν ἁγίαν αὐτῶν μετάστασιν, πᾶσι χορηγοῦσι τοῖς προστρέχουσι
πλουσίως τὰ ἰάματα, καὶ τὰ τίμια καὶ ἅγια λείψανα αὐτῶν, βρύουσι τὴν χάριν τῶν ἰάσεων.
Ὦ Δυὰς ἁγία! ὦ τίμιαι κάραι! ὦ σοφία καὶ δόξα, τῆς ἐκ Θεοῦ δοθείσης ἡμῖν χάριτος!
Διὸ ὕμνοις ᾄσωμεν τῷ εὐεργέτη Θεῷ, τῷ ἀναδείξαντι τούτους, εἰς ἰατρείαν τῶν ψυχῶν
καὶ τῶν σωμάτων ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῶν Ἀναργύρων σεπτός, χορὸς ὁ θεῖος τὸν Θεὸν ἀγαπήσαντα, ψυχῆς ἐξ ὅλης καρδίας,
καὶ διανοίας σοφοί, καὶ ἰσχύος ἄγαν ὡς ἐχέφρονες· δι’ ὃν ἠγαπήσατε ὁλοψύχως
μακάριοι, καὶ τὸν πλησίον ἑαυτῶν πλεῖον ἔνδοξοι, θεῖοι πρόμαχοι ὡς ἐν ἔργῳ ἐδείξατε·
τόπους γὰρ ἀμειβόμενοι, καὶ σφόδρα συμπάσχοντες, πᾶσιν αὐτοῖς ἀναργύρως, ἐχορηγεῖτε
τὴν ἴασιν, ἐξ ὧν καὶ οἱ πλείους, μαρτυρίας λαμπρῷ στέφει κατεκοσμήθητε.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Χαίροις,
τῶν Ἀναργύρων κλεινός, ὅμιλος θεῖος, ἑαυτοὺς καταγώγια, Τριάδος τῆς ὑπερθέου, ἐνδεδειχότες
σοφοί, τῇ καθάρσει πάντως καὶ ἁγνότητι, ψυχῆς καὶ τοῦ σώματος, λαμπρὰ ὤφθητε
κάτοπτρα, καὶ ἐξ αὐτῆς τε νῦν τρανῶς ἐλαμπόμενοι, ἀναδείκνυσθε ὥσπερ ἥλιοι
πάμφωτοι· πᾶσαν γὰρ τὴν ὑφήλιον, ἀεὶ καταυγάζετε, ταῖς τῶν θαυμάτων ἀκτῖσι,
σκότος παθῶν ἀπελαύνοντες, οὓς νῦν δυσωποῦμεν, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθαι τὸ
μέγα ἔλεος.
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις,
τῶν Ἀναργύρων τερπνή, χορεία πᾶσα τὴν ὑφήλιον ἅπασαν, ἀεὶ ἐπισκεπτόμενη, καὶ
μετὰ πότμον καλῶς, ὡς καὶ ζῶσα φίλτρῳ τῷ πρὸς Κύριον, καὶ τῇ συμπαθείᾳ τε, ταῇ
πρὸς πάντας πανόλβιοι, κοινοὶ σωτῆρες, καὶ θερμότατοι πρόμαχοι, ἐνδεικνύμενοι τὸν
λαὸν ὑμῶν Ἅγιοι, πᾶσι τοῖς καταφεύγουσι, πηγὴν ἀνεξάντλητον, ἀφ’ ἧς ἀντλοῦντες
οἱ πάντες, ψυχῶν ὁμοῦ καὶ τοῦ σώματος, ἡμῶν τὰς ἰάσεις, ἀνεκλείπτως· διὸ πόθῳ ὑμᾶς
γεραίρομεν.
Δόξα. Ἦχος πλ. β.
Πάντοτε
ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ, ἀσθενοῦντας
θεραπεύετε· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δὲ μᾶλλον
ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ’ ἑκάστην κενουμένη καὶ πληθυνομένη,
πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη. Καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη
διαμένει ἀδαπάνητος. Τί οὖν ὑμᾶς καλέσωμεν; Θεράποντας, ἰατροὺς ψυχῶν τε και
σωμάτων· ἰατῆρας παθῶν ἀνιάτων· δωρεὰν ἰωμένους ἅπαντας· εἰληφότας χαρίσματα
παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε,
Σὺ εἶ ἡ ἀμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ἅγιοι
Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε, τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε,
δωρεὰν δότε ἡμῖν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν
σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον
Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἁπάντων
τῶν σεπτῶν, Ἀναργύρων τὴν μνήμην, τὴν θείαν καὶ φαιδράν, τῶν ἡμῶν πολιούχων,
τελέσωμεν θεόφρονες, καταχρέος γηθόμενοι, καὶ γὰρ πέλουσι, κοινοὶ προστάται καὶ
σῶσται, πάσαις θλίψεσι, πάντας ῥυόμενοι τάχος, τοὺς πίστει προστρέχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ
θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας,
Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ἀδαπάνητον, θεῖοι Ἀνάργυροι, τῆς συμπαθείας τε, καὶ τῆς χρηστότητος, πλοῦτον ὑμῶν
ἀδυνατεῖ, νοῦς βρότειος ἐννοῆσαι, γλῶσσά τε πανεύλαλος, ἐξειπεῖν ὑπερβαίνοντα,
καὶ τὰ ὡκεάνεια, ῥεῖθρα ὄντως τοῖς πλήθεσι, θαυμάτων διὸ καὶ βοῶμεν· χαίρετει
κρῆναι ἀέναοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ
καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω
σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Οὐρανόθεν
θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀναργύρως
τὰ πάθη, ἐν ἡμῖν γὰρ ὤφθη ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων
δύναμιν, ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ
φρονήματι, θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς
μεγαλύνομεν καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία Παρθένε πανύμνητε, τοὺς
τιμῶντάς σε σῷζε καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων καὶ νόσων καὶ
θλίψεων, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε,
νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι
συγγνώμην τοῖς δούλοις Σου.
Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον: Τῷ καιρῷ ἐκείνῳ
προσκαλεσάμενος ὁ Ἰησοῦς...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀναργύρων...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Ἀγάλλεται
ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας, Βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν, γῆ τὰ
λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε, δοῦλοι Χριστοῦ γεγόνασι,
κατασκηνώσαντες εἰς ζωὴν τὴν αἰώνιον.
Ὁ Κανὼν τῶν Ἁγίων. Ποίημα Βενεδίκτου ἱερομονάχου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.
Πῖστως
αἰτουμένῳ μοι, τοῦ δοῦναι λόγον πρεσβεύσατε, σοφίας Ἀνάργυροι, ὅπως ὑμνήσω
φαιδρῶς, θερμοὶ πρόμαχοι, ὁμοῦ τὴν σεβασμίαν, ὑμῶν νῦν πανήγυριν τὴν ἀεισέβαστον.
Βαβαὶ
τοῦ τολμήματος! ὅπως τοὺς πάντας ἐτόλμησα, αἰνέσαι νῦν ᾄσμασι, ὑμᾶς Ἀνάργυροι,
μὴ δυνάμενος κᾂν ἕνα ἐξυμνῆσαι, ὑμῶν δὲ τῇ χάριτι τοῦτο τεθάῤῥηκα.
Ἡ
γῆ ἀπηνέγκατο, ὑμᾶς ὦ θεῖοι Ἀνάργυροι, ὁ Πόλος κατέχει δὲ πάντως τὰ πνεύματα, ὑμῶν
ἔνδοξοι, θερμότατοι προστάται, ὅθεν εἰς οὐράνια νῦν συναγάλλεσθε.
Θεοτοκίον.
Ῥόδον
τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον
τοῦ μόνου Βασιλέως, χαῖρε ἀπειρόγαμε κόσμου διάσωσμα.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τριττὴν
συζυγίαν Ἀναργύρων, Κοσμᾶ τε καὶ τοῦ Δαμιανοῦ, πάντιμον νῦν γεραίρομεν, τῶν καὶ
ἐπιτηδεύματος, τοῦ ἴσου ὡς καὶ κλήσεως, τετυχηκότων πανάριστα.
Λαμπροί
τε τῇ πίστει καὶ τῷ βίῳ, καὶ ἴσοι τὸν ζῆλον οἱ στεῤῥοί, ὤφθησαν οἱ ἐκ Ῥώμης τε,
καὶ ἐκ Ἀσίας λάμψαντες, καὶ οἱ ἐξ Ἀραβίας τε, διὸ ὁμοῦ γεραιρέσθωσαν.
Τίς
ἂν κατ’ ἀξίαν εὐφημήσει, τὸν ἔρωτα τὸν πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον Ἅγιοι;
Δι’ ὃν περιοδεύετε, τόπων ἐκ τόπων ἔνδοξοι, εὐεργετοῦντας τοὺς ἅπαντας.
Θεοτοκίον.
Χειμάζει
με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι πανάμωμε, καὶ χεῖρα
βοηθείας με, ὡς ἐλεήμων ἔκτεινον, ὅπως σωζόμενος γεραίρω Σε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰαμάτων
δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ
τοῦ Πνεύματος χάριτι, τῶν γὰρ παθῶν τὴν φλόγα τῇ πίστει δροσίζοντες, τῶν πιστῶν
ἐν ταύτῃ τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν
ὑμῶν ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς
παρθένον καὶ μόνην ἐν γυναιξίν, ἀπειράνδρως τεκοῦσα Θεὸν Σαρκί, πᾶσαι
μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς θεότητος, καὶ ὡς
βρέφος θηλάζεις τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ
γένος, ἀξίως δοξάζουσι τὸν πανάγιον Τόκον Σου, καὶ συμφώνως βοῶμέν Σοι·
πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖ εὐσεβῶς
προσκυνοῦσι τὴν Αὐτοῦ ἀγαθότητα.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Κύρου
Ἰωάννου τε θείαν στοργήν, καὶ τὸν βιαιότατον θάνατον, ὃν τῇ ἀθλήσει, τῇ ἐνδόξῳ ἀνδρικῶς,
καθυποστάντες ὤφθησαν, κλέος τῶν Μαρτύρων ὑμνήσωμεν.
Τοῦ
Παντελεήμονος νῦν τοῦ λαμπροῦ, καὶ ἐνδόξου Μάρτυρος σήμερον, σὺν Ἑρμολάῳ, τῷ αὐτοῦ
καθηγητῇ, λίαν εἰκὸς μεμνήσθαί με, ὡς τῶν Ἀναργύρων ἐξάρχοντες.
Ὡς
λαμπρὸς ἐφάνης τῷ βίῳ σοφέ, ἀλλὰ καὶ τοῖς ἄθλοις λαμπρότερος, Παντελεῆμον, κλῆσιν
ἄνωθεν πλουτῶν, ἣν καὶ κυροῖς τοῖς πράγμασι, πάντας ἐλεῶν τοὺς προστρέχοντας.
Θεοτοκίον.
Σὲ
τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέμαι, ὡς ἐλεήμων, ἵλεών μοι τὸν
Κριτήν, καὶ Σὸν Υἱὸν ἀπέργασαι, ὅπως ἐν αἰνέσει δοξάζω σε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σαμψὼν
τὸν θεόφρονα, σὺν Διομήδῃ σήμερον, τὰ σεπτὰ καυχήματα χορείας, τῶν Ἀναργύρων
πάντες τιμήσωμεν, τούτους ἐκτενῶς σὺν τοῖς λοιποῖς, πρεσβευτὰς προβάλλοντες, πρὸς
Θεὸν τὸν παντάνακτα.
Καὶ
Μώκιον ᾄσμασι, γεραίρω καὶ Ἀνίκητον, νῦν ὡς τοῦ χοροῦ τῶν Ἀναργύρων, πέλοντας ἄμφω
καὶ κατυαγάζοντας, ἅπαντας θαυμάτων ταῖς βολαῖς, τοὺς πιστῶς προσφεύγοντας, ἐν
κινδύνοις καὶ θλίψεσι.
Πῶς
ἂν παραδράμωμεν, σφραγίδα καὶ καύχημα, τοῦ κλεινοῦ χοροῦ τῶν Ἀναργύρων, σεπτὴν
τριάφα τὸν Θαλλέλαιόν τε, Τρύφωνα καὶ Ἰουλιανόν, τοὺς θαυμάτων ἄπαυστον, τὴν
πληθὺν πᾶσι νέμοντας.
Θεοτοκίον.
Μὴ
παύσῃ πρεσβεύουσα, Θεὸν Ὃν ἐσωμάτωσας, Κόρη ὡς Σωτῆρα καὶ Δεσπότην, λύσιν δωρῆσαι
τῶν ἐπταισμένων μοι καὶ πρὸς τὴν ἀρχαίαν ἀγαγεῖν, αὖθις εὐφροσύνην με, ἣν ἀφρόνως
ἀπώλεσα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὴν
θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν ὑμῶν ἔνδοξοι, θεῖοι Ἀνάργυροι, σῶσται
καὶ ῥῦσται θερμότατοι, τὴν παρ’ ὑμῶν αἰτοῦμεν πιστῶς βοήθειαν.
Δεκάτην
οἶδα καὶ πάντερπνον, ὑμῶν τὴν συζυγίαν Ἀνάργυροι, τριττὴν ὁμώνυμον, ἑβδόμην δ’
αὖ ἐπιλοίπους τε, τοὺς ἅπαντας κοινῇ γε φερωνυμήσαντας.
Εἰκοσάριθμοί
που τυγχάντετε, Ἀνάργυροι ὡς στύλοι ἀκράδαντοι, καὶ πύργοι ἄσειστοι, καὶ
ποταμοί τε ἀένναοι, τὰ θαύματα τοῖς πᾶσι πλουσίως ῥέοντες.
Τετράκις
πέντε ὑπάρχοντες, τῆς γῆς τὴν τετραμέρειαν ἅπασαν, καταφωτίζετε, ψυχῆς ὁμοῦ καὶ
τὰ σώματα, κατ’ ἄμφω τὰς αἰσθήσεις πάντων ἰώμενοι.
Θεοτοκίον.
Ὑμνεῖν
Σε χρέος ὀφείλομεν, ἀλλ’ ὄντως πρὸς ἀξίαν οὐ σθένομεν, διὸ θαυμάζοντες, σιγῇ
τιμῶμεν τὸ ἄφραστον, φρικτῶς ἐν Σοὶ Παρθένε πραχθὲν μυστήριον.
Κοντάκιον. Τὰ ἄνω ζητῶν.
Οἱ
ἐν πειρασμοῖς καὶ θλίψεσιν ὑπάρχοντες, τῷ ναῷ ὑμῶν προστρέχοντες λαμβάνομεν, τὰ
σεπτὰ ἰάματα, τῆς ἐν τούτῳ οἰκούσης θείας χάριτος Ἀνάργυροι, ὑμεῖς γὰρ ᾀεὶ τῷ κόσμῳ πηγάζετε ἰάματα.
Ὁ Οἶκος.
Πάσης
συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν Ἀναργύρων, καὶ πᾶσι γνῶσιν
παρέχουσι. Τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πάσιν, ὅθεν
κἀμοὶ διηγήσεως χάριν δεδώρηνται ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ
θεράποντας, ἰαμάτων πλήθη παρέχοντας, ἀλγηδόνων γὰρ πάντας λυτροῦται, ᾀεὶ τῷ κόσμῳ πηγάζετε ἰάματα.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων Εἴκοσι Ἀναργύρων· Κοσμᾶ
καὶ Δαμιανοῦ τῶν ἐκ Ῥώμης, Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἐξ Ἀσίας, Κοσμᾶ, Δαμιανοῦ, Εὐτροπίου,
Ἀνθίμου καὶ Λεοντίου τῶν ἐξ Ἀραβίας, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου,
Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Ἰουλιανοῦ, Θαλλελαίου καὶ Τρύφωνος.
Πάντας
τιμῶ σθνάμα τοὺς Ἀναργύρους,
ἐν
τῷδε ναῷ τῷ σφίσιν ἠγερμένῳ.
Ἡ
εἰκοσάριθμος πέλουσα τῶν Ἀναργύρων,
χορεία
σῷζε τοὺς δὲ τοὺς σοὺς οἰκέτας.
Εἴκοσιν
ὁμοῦ νυνὶ ἀναργύροας πάντας μέλπω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ὠσηέ.
Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας,
Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις.
Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν
Κρίσει.
Ἀμφοῖν
ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα,
Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον.
Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἠ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου,
Δικαίου καὶ Τετραημέρου φίλου τοῦ Χριστοῦ Λαζάρου.
Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας,
«Λάζαρε δεῦρο» χριστομιμήτως λέγει.
«Λάζαρε δεῦρο» χριστομιμήτως λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ἀντιγόνου, Λουκιανοῦ, Τερεντίου,
Νικομήδους καὶ Θεοφάνους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἰσιδώρας καὶ Νεοφύτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοσμᾶ τοῦ ἐν Γεωργίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἄννης τῆς πριγκίπισσας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ
ἐθέλχθητε οὐδόλος, ὦ θεόφρονες, τῇ ματαιότητι, οὐδέ τινι τῶν τερπνῶν, τοῦ βίου ἀλλ’
ἅπαντα σκύβαλα ἥγησθε, Χριστὸν ἔχοντες· ᾧ καὶ πιστῶς κραυγάζετε· ὁ Θεὸς εὐλογητὸς
εἶ.
Τῷ
κελεύσματι τῷ θείῳ πειθαρχήσαντες, οὐ κατεδέξασθε, παρ’ οὐδενός τι λαβεῖν, σοφοὶ
πρὸς ἀντάμειψιν δῶρον ἐλάβετε, δῶρον δίδοτε, ὅθεν καὶ ἐκληρώσασθε, τὸ φερώνυμον
εἰκότως.
Πῶς
αἰνέσωμεν ὑμᾶς ὦ παμμακάριστοι, τοὺς ὑπερβαίνοντας, καὶ νοῦν καὶ λόγον ἡμῶν, καὶ
λίαν ξενίζοντας τοῖς ξένοις θαύμασι, διὸ κράζομεν· ὁ τῶν Πατέρων Κύριος καὶ
Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥητορεύουσα
οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί Σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα
τὸν Βασιλέα Χριστόν, Ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς Σε
προσκυνοῦντας.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄνθη
τε καὶ κρίνα ἐν λειμῶνι, καὶ ῥόδα τῆς Ἐκκλησίας ἀνεφάνητε, τῶν πιστῶν τὸ
σύστημα, ξένως καθηδύνοντες, ὡς εὐωδίαν ἄῤῤητον τούτοις ἐμπνέοντες, τὸν Κύριον,
ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἥλιοι
καθάπερ προτεθέντες, τῷ θείῳ τῆς Ἐκκλησίας στερεώματι, πάντας καταυγάζετε, τοῖς
θαυμάτων λάμψεσι, ἃ καθ’ ἑκάστην Ἅγιοι τελεῖν οὐ παύετε, τοῖς κραυγάζουσιν· ὑμνεῖτε
τὰ ἔργα καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κρῆναι
ποταμοί τε ἀεννάως, προχέοντες δὴ τοῖς πᾶσι τὰ ἰάματα, ὤφθητε μακάριοι, πάντας
θεραπεύοντες, τοὺς προσιόντας ἄληκτα ψάλλειν προτρέποντες· τὸν Κύριον, ὑμνεῖτε
τὰ ἔργα καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Χεῖρα
ἐκτενῶς ἐπανατείνω, καὶ ὄμματα τῆς ψυχῆς μου πρὸς Σὲ Δέσποινα, ὅλος
συνεχόμενος, τοῖς ποικίλαις θλίθψεσι, καὶ τὴν θερμὴν ἀντίληψιν Σοῦ
προσκαλούμενος, διὸ ἐν ἀμηχάνοις τὸν πλοῦτον, δεῖξον Θεοτόκε τῆς Σῆς
φιλανθρωπίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἅπαντες
πιστῶς τὴν μνήμην τελέσωμεν τῶν πολιούχων ἡμῶν, καὶ πανηγυρίσωμεν, λαμπρῶς βοῶντες
αὐτοῖς φρούρήσατε, ποίμνην ὐμῶν μακάριοι θεῖοι ὑπέρμαχοι, ἀπὸ πάσης βλάβης τε
καὶ θλίψεως, καὶ ἐκ νόσων παντοίων λυτρούμενοι.
Ἴδε
φωταυγής, λαμπρὰ καὶ πανεύσημος τῶν Ἀναργύρων νυνί, ἡ μνήμη ἀνέτειλε, καὶ
καταυγάζει πιστῶν συστήματα, τῶν προσιόντων πίστει τε θερμῇ καὶ πόθῳ πολλῷ, εἰς
τὸν θεῖον ναὸν καὶ σεπτότατον, τὸν τῇ κλήσει αὐτῶν κλεϊζόμενον.
Δέξαι
ὦ πληθύς, σοφῶν Ἀναργύρων νῦν τὸ παρὸν ψέλλισμα, οὖσα θεοτίμητος, λίαν ἐν πᾶσιν
ὥσπερ ἐδέξατο, χήρας λεπτὰ τὰ δύω τε Χριστὸς ὁ Κύριος, καὶ πταισμάτων, ἄφεσίν
μοι αἴτησαι, καὶ διπλῆς ἀσθενείας με λύτρωσαι.
Θεοτοκίον.
Στῶμεν
εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν καὶ ἐκβοήσωμεν, χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία
Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον
τὸ ἀκένωτον, ἐπὶ Σὲ κενωθὲν εἰσδεξάμενον.
Ἐξαποστειλάριον. Ἐν πνεύματι.
Τὴν
χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, τοῦ ἰᾶσθαι τὰς νόσους,
καὶ θεραπεύειν ἅπαντας, τοὺς πιστῶς προστέροντας, τῷ θείῳ ὑμῶν τεμένει, διὰ τοῦτο
συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.
Ἕτερον. Τοῖς Μαθηταῖς.
Σὺν
τοῖς Κοσμᾶ ὑμνήσωμεν, Σαμψὼν Παντελεήμονα Δαμιανοὺς Ἑρμόλαον, Κύρον καὶ Ἰωάννην,
Θαλλέλαιον Ἀνίκητον, Τρύφωνα Διομήδην, Λεόντιον Εὐτρόπιον, Ἄνθιμον σὺν Μωκίῳ, Ἰουλιανόν,
καὶ τοὺς Εἴκοσιν ἅμα εὐφημοῦντες, ἐνθέως ἑορτάσωμεν, τὴν φαιδρὰν αὐτῶν μνήμην.
Θεοτοκίον.
Ὄρος
Θεοῦ παλάτιον, καὶ λυχνίαν καὶ στάμναν, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ
πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες,
τὴν ἁγνὴν καὶ Παρθένον ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ
πρόσλημμα, ἀποῤῥήτῳ ἑνώσει.
Αἶνοι. Ἦχος δ' Ἔδωκας
σημείωσιν
Νάμασι
τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε,
ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη
ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι,
πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Πάθη
ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι,
τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες·
διὸ τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς
ψυχαῖς ἡμῶν.
Ὁ
θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα,
τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν,
Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν
ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ'
Πηγὴν
ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς
μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ· Φησὶ γὰρ
πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν,
κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ
πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε,
δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία