Δευτέρα 26 Δεκεμβρίου 2022

ΙΑΝΟΥΑΡΙΟΣ 22. ΟΣΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΑΓΑΘΩΝΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΑΝΟΥΑΡΙΟΣ ΚΒ΄!!

ΒΗΣΣΑΡΙΩΝ ΟΣΙΟΣ ΑΓΑΘΩΝΙΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰωὴλ μητρ. Ἐδέσσης)

 

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Τὸν ἀκτήμονα ἅγιον, Πρεσβυτέρων τὸ κόσμημα, τῶν πτωχῶν ἀνθρώπων προστάτην μέγιστον, πάσης Φθιώτιδος σέμνωμα, Μονῆς τοῦ Ἀγάθωνος, θεοφόρον λειτουργόν, Ἐκκλησίας καλλώπισμα, Βησσαρίωνα, ἀνυμνήσωμεν πάντες ἐκ καρδίας, καὶ ἐν ὕμνοις γηθοσύνως, αὐτοῦ τὴν μνήμην τιμήσωμεν.

 

Ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὡς χρυσὸν τὸ σὸν σκήνωμα, ἐκ τῆς γῆς ἐξῆλθε μονῆς Ἀγάθωνος, καὶ ὄντως πάντες ἐπλήσθησαν, ὁρῶντες τὸ θέαμα, μοναχοὶ καὶ κοσμικοί, χαρμονῆς καὶ γλυκύτητος, διηγούμενοι, Βησσαρίων τὸ πλῆθος χαρισμάτων, τὴν ἁγίαν βιοτήν σου, καὶ τὰ σημεῖά σου ὅσιε.

 

Ὥσπερ ἔνσαρκος ἄγγελος, καθ' ἑκάστην μακάριε, τῶν πενήτων ὤφθης πατὴρ φιλόστοργος, καὶ τῶν νοσούντων παράκλητος, ἀλείπτης δὲ ἅγιος, ταῖς σοφαῖς σου συμβουλαῖς, Βησσαρίων γεγένησαι, τῶν συνόντων σοι· διὸ εἴληφας πάτερ θείαν χάριν, κατευθύνειν εὐθυπόρως, ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

Ἐν Μονῇ τοῦ Ἀγάθωνος, ὥσπερ ἥλιος ἔλαμψας, καταυγάζων ἤθεσι τοῖς ἁγίοις σου, τῶν μοναστῶν τὴν συνάθροισιν, πιστῶν τὰ συστήματα, Βησσαρίων θαυμαστέ, πάσης Φθίας τὸ καύχημα· διὸ σήμερον, τὴν σὴν μνήμην τελούντων ἐγκαρδίως, μὴ ἐλλείπῃς ἱκετεύων, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Δόξα. Ἦχος β΄.

Ἅγιε πάτερ, ἀναγαγὼν τὸν νοῦν σου, ἀπὸ τῶν αἰσθητῶν εἰς τὰ μένοντα, ἀπέῤῥιψας τοῦ κόσμου τὰ ἡδέα, καὶ ἐσχόλαζες προσευχαῖς καὶ δεήσεσι, γενόμενος καθαρὸν τοῦ Χριστοῦ ἐνδιαίτημα, διὸ καὶ τοῦ Θεοῦ μανικῶς ἠράσθης, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τὴν αὐτοῦ εἰκόνα, διὰ βίου ἠγάπησας, γενόμενος ὁμοδίαιτος, τῶν πρὸ σοῦ ὁσίων Πατέρων· μεθ' ὧν πρέσβευε, ὑπὲρ τοῦ σωθῆναι ἡμᾶς.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν Σκέπην Σου.

 

Ἀπόστιχα Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Πάτερ ἱερουργέ, παμμάκαρ Βησσαρίων, διηνεκῶς δυσώπει, Χριστὸν ταῖς σαῖς πρεσβείαις, σωθῆναι ἡμᾶς ἅπαντας.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἅγιε τοῖς πτωχοῖς, ἐσκόρπισας ἀφθόνως, τὰ ἀγαθὰ Κυρίου· διὸ εἰς τὸν αἰῶνα, ἡ ἀρετή σου ἔμεινε.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἤρθη ἀπὸ τῆς γῆς, ἡ σὴ ἁγία θήκη, τοῦ θείου σου λειψάνου, καὶ δέδωκε τοῖς πᾶσι, χαρὰν καὶ ἀγαλλίασιν.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μονὰς ἡ ἐν Τριάδι, ἡμᾶς τοὺς ἐν τῷ σκότει, κειμένους καταλάμπρυνον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, ἡ σώσασα τὸν κόσμον, τῷ τόκῳ σου μὴ παύῃ, ἀπαύστως τῇ σῇ σκέπῃ, ἡμᾶς διαφυλάττουσα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν θεοφώτιστον, Χριστοῦ πρεσβύτερον, καὶ εὐσεβέστατον, πιστῶν διδάσκαλον, Μονῆς Ἀγάθωνος καρπόν, πενήτων τὴν προστασίαν, τὸν ἐπιστηρίξαντα, τὸ ὀρθόδοξον πλήρωμα, διδαχαῖς καὶ θαύμασι, Βησσαρίωνα ὅσιον, τιμήσωμεν αὐτῷ ἐκβοῶντες· Χαίροις ὦ ἄνερ χριστοφόρε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.  Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Ἁπλοῦς ἐν τοῖς τρόποις σου φανείς, Βησσαρίων ὅσιε, τὴν ἐπαρχίαν Φθιώτιδα, ὡς κῆρυξ ἔνθεος, κύκλῳ περιῆλθες, τοῦ Θεοῦ ἐντάλματα, διδάξας τῷ σῷ βίῳ καὶ ῥήμασι, ἀγρεύων ἅγιε, πρὸς εὐσέβειαν τοὺς ἔχοντας, ἐν καρδίᾳ, Χριστοῦ τὴν ἀγάπησιν.

 

Ὡς ὄντως φιλόστοργος πατήρ, ἐν ἐσχάτοις ἔτεσι, τοὺς ἐνδεεῖς καὶ τοὺς πάσχοντας, πολλάκις ἔθρεψας, ὥσπερ σιτοδότης, τοῦ Χριστοῦ πανάριστος, διὸ καὶ τοῦ Σωτῆρος τὸ λόγιον, ἐν σοὶ πεπλήρωται, ὅτι πάντες οἱ συντρέχοντες, τοῖς ἀπόροις, εὑρήσουσιν ἔλεος.

 

Ὡς ἔχων ὡς γέρων τοῦ Χριστοῦ, τὸ μέγιστον χάρισμα, τῆς διακρίσεως ὅσιε, πολλοὺς ἀφήρπασας, τῶν ἁμαρτανόντων, ἐκ χειρῶν τοῦ δράκοντος, κακόφρονος δεινοῦ καὶ ἀλάστορος, ταῖς ὑποδείξεσι, καὶ τῇ χάριτί σου πάντιμε, Βησσαρίων, Πατέρων ἰσότιμε.

 

Σημεῖα ἡ χάρις τοῦ Θεοῦ, διὰ σοῦ εἰργάσατο, ἐν τοῖς πιστοῖς ὁσιώτατε, δηλοῦσα ἅπασιν, ὅτι Παρακλήτου, σκεῦος πάτερ γέγονας, τὸ πάγχρυσον θαμβώσας τῷ βίῳ σου, ἀγγέλων τάγματα, καὶ ἀνθρώπων τὰ ἀθροίσματα, Βησσαρίων, ἡμῶν ἡ βοήθεια.

 

Ὀρθρίζων ἡμέρας καὶ νυκτός, Βησσαρίων ἅγιε, ἐν τῷ Ναῷ καθικέτευες, πυκναῖς δεήσεσι, πρὸς τὸν σὸν Δεσπότην, ὑπὲρ τῶν συνόντων σοι, καὶ πάντων τῶν νοσούντων μακάριε, καὶ τῶν ἐν θλίψεσι· διὸ πάτερ σοῦ δεόμεθα, τῶν σῶν φίλων, μνημόνευε πάντοτε.

 

Μονὴν τοῦ Ἀγάθωνος σεμνέ, μὴ παύσῃ πρεσβείαις σου, ἐπιστηρίζων ἑκάστοτε, σκεδάζων ἅπαντα, τοῦ σατὰν τὰ βέλη, καὶ τὰ μηχανήματα, καὶ τῶν ἐνασκουμένων τὸ ἄθροισμα, ἀπαύστως φύλαττε, ἐνισχύων τὰ φρονήματα, Βησσαρίων, αὐτῶν πρὸς τὸν Κύριον.

 

 

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Διὰ βίου ἅγιε, τὸν Χριστὸν ἀγαπήσας, ὁλοτρόπῳ διαθέσει, καὶ ἀμέμπτῳ βίῳ, ὡς ἥλιος ἐσχάτως ἀνῖσχες, Βησσαρίων πατὴρ ἡμῶν πανόσιε. Σὺ γὰρ ἐξ ἁπαλῶν ὀνύχων, τοῦ Ἁγίου Πνεύματος γέγονας,  ἀξιοπρεπὲς ἐνδιαίτημα, καὶ ὤφθης ἐν τῇ Ἐκκλησίᾳ, ὡς δένδρον κατάκαρπον, καρποφοροῦν καρπὸν δικαιοσύνης, καὶ ἁγιότητος·  διὸ πάντες ἐν τῇ Φθίᾳ πιστοί, ἐγκαρδίως ἐγκωμιάζοντες, τὴν σὴν θεάρεστον βιοτήν, οὕτως λέγομεν· χαίροις ἄνερ πανεύφημε, τῶν Μεσσηνίων γόνε,  Φθίας τὸ καύχημα, καὶ μονῆς τοῦ Ἀγάθωνος σέμνωμα, ὁ διατηρήσας ἐν σοὶ τὴν εἰκόνα, τοῦ Θεοῦ ἀμόλυντον, καὶ τοὺς χαρακτῆρας αὐτοῦ τιμήσας. Χαίροις ὁ τῆς ἱερωσύνης ἐνδυσάμενος στολήν, καὶ ὡς ἄξιος λειτουργός, τὴν σωτήριον χάριν μεταδούς, τοῖς προσερχομένοις σοι πιστοῖς, θεραπεύων τὰ τραύματα, τῆς ψυχῆς τὰ δυσίατα. Χαίροις ἐλεῆμον ἄνθρωπε, ὁ τοὺς πτωχοὺς βοηθήσας καὶ ἀπόρους, κατὰ τοῦ Δεσπότου τὸ ὑπόδειγμα· ὅθεν κατὰ νοῦν, ταῦτα πάντοτε ἔμπροσθεν ἔχοντες, ἐν ταπεινώσει ἀντιβολοῦμεν, μὴ ὀκνήσῃς πρεσβευτικῶς φροντίζων, τὴν ἁγίαν Μονήν σου, καὶ πάντας τοὺς ἐξαιτοῦντας,  τὴν σὴν ἀντίληψιν καὶ βοήθειαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. 10,7)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. 4,7)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ, σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. 3,1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ περιάκουστος Μητρόπολις Φθίας, ἡ πολλοὺς ἁγίους ἐκθρέψασα, πάλαι τε καὶ νῦν, ἐξ ὧν καὶ τὸν ἔσχατον, ὁσιώτατον ἱερομόναχον, Βησσαρίωνα τὸν Ἀγαθωνίτην, τὸν πρὸ αὐτοῦ ἁγίων Πατέρων, ζηλωτὴν ἐν τοῖς ἔργοις, καὶ ὁμότροπον. Οὗτος γὰρ χαλινώσας, τῆς σαρκὸς τὰ πάθη, καὶ διηνεκῶς σχολάσας, ἐν προσευχαῖς καὶ νηστείαις, ἐν τοῖς καθ' ἡμᾶς χρόνοις, τοῦ Θεοῦ ἐφάνη, φίλος καὶ ὑπέρμαχος· διὸ καὶ ἠγάπησε τὸν πλησίον, ὁρῶν ἐν αὐτῷ τοῦ Χριστοῦ τὸ πρόσωπον, ὃν ὡς ἔχοντα παῤῥησίαν, παρακαλοῦμεν, μὴ παύσηται δυσωπεῖν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Ἡ ἐκ τοῦ τάφου κομιδὴ τοῦ σοῦ σκηνώματος, πάτερ Βησσαρίων, χαρᾶς ἐπλήρωσε μεγίστης, μοναστὰς καὶ μιγάδας, ἱερεῖς καὶ κοσμικούς, ὡς γὰρ χρυσός, ἐν χωνευτηρίῳ πυρὸς δοκιμασθείς, τὸ ἅγιόν σου σῶμα,  χάριτας δωρεῖται, τοῖς προσκυνοῦσι τοῦτο ἐν πίστει, εὐσεβέσι χριστιανοῖς. Ὅθεν καὶ ἡμεῖς σήμερον, τὴν ἁγίαν σου μνήμην, τελοῦντες θεαρέστως, ἀνακράζομεν· ὅσιε τοῦ Θεοῦ ἱερομόναχε, τῇ πρὸς Χριστὸν ὀξείᾳ πρεσβείᾳ σου, σκέπασον ἡμᾶς, ἀπὸ πάσης τοῦ πονηροῦ κακώσεως, ὡς καὶ ἀπάλλαξον πάντας, τῆς ἐνεργείας τῶν ψυχοφθόρων παθῶν, τῆς ψυχῆς καὶ τοῦ σώματος.

 

Ἦχος γ΄.

Ἔχων ἐν τῇ καρδίᾳ τῇ σῇ, τὸν ζῶντα Κύριον ἅγιε, τοὺς πένητας ἀδελφούς σου, ὡς ἐλεῆμον πάτερ, ἐξέθρεψας μάκαρ καὶ ἐκούφισας, διδοὺς τὰ κατάλληλα, τῇ ψυχῇ καὶ τῷ σώματι. Ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες πανεύφημε, τὴν βιοτήν σου ὑμνοῦμεν, καὶ ταπεινῶς ἱκετεύομεν, ὅσιε Βησσαρίων· ἡμᾶς τοὺς συνόντας σοι, καὶ τὸ κοινὸν ἡμῶν γένος, καὶ τὴν πατρίδα βοήθησον, ἐν ταύταις ταῖς ἡμέραις ταῖς δυσχειμέροις, πρεσβείαις σου πρὸς τὸν Χριστὸν καὶ Δεσπότην, καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ΄.

Σπεῦσον ἱκετηρίαις ταῖς σαῖς, πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀξιάγαστε, καὶ φύλαττε ἐκ κινδύνων, καὶ ἀδοκήτων κακῶν, τῆς σεπτῆς σου μάνδρας τοὺς μονάζοντας, καὶ ταύτην περίεπε, καὶ ἀσάλευτον τήρησον, ἐκ φθόνου τοῦ ἀντιδίκου, καὶ ἐπινοιῶν πονηρῶν, τῶν φθοροποιῶν μερόπων, πάτερ ἅγιε, Βησσαρίων τρισόλβιε, παραδείσου ὁ πολίτης, καὶ τῶν ἁγίων σύσκηνος, καὶ ἡμῶν τῶν σὲ τιμώντων, φρουρὸς ἀκοίμητος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Ὅσιε πάτερ, ἀκλινὴς βαδίσας τὴν ὁδὸν τοῦ Κυρίου σου, ἀγαθὸν γεώργιον γέγονας, πολλοὺς ἐκθρέψας ἐν Φθίᾳ, ὑλικοῖς βρώμασι, καὶ πνευματικοῖς χάρισι, αὐξήσας τὰ τάλαντα εἰς δέκα, κατὰ τὸν Σωτῆρος λόγον· βιαστὴς γὰρ ὤφθης τῆς φύσεως, ἐθελουσίως θεοειδὴς ὅλος χρηματίσας, Βησσαρίων πατὴρ ἡμῶν ὅσιε, καὶ τὰ νῦν κατεσκήνωσας, ἐν ταῖς μοναῖς τῶν ἁγίων, αὐγαῖς φωτιζόμενος, τοῦ Παναγίου Πνεύματος, καὶ ἐνώπιον στάς, τοῦ θρόνου τοῦ Χριστοῦ, μετὰ τῶν ἄλλων ὁσίων, μὴ παύσῃ ταῖς εὐχαῖς σου, ὑπὲρ ἡμῶν ἱκετεύειν, ὑψῶν τὰς τιμίας σου χεῖρας,

τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Πεταλιδίου βλαστέ, τῶν ἱερέων ἁγιώτατον ἄκουσμα, ἀνδρῶν τῶν ἐνασκουμένων, προσθήκη νέα λαμπρά, τῆς μονῆς ἡ δόξα τοῦ Ἀγάθωνος, τῆς Φθίας καλλώπισμα, τῶν πτωχῶν ἀγαλλίαμα, ἁμαρτανόντων, ὁδηγὸς πρὸς μετάνοιαν, καὶ ὁ ἔνθεος,τῶν ἀνθρώπων διδάσκαλος, σκεῦος τὸ πολυτίμητον, χαρίτων τοῦ Πνεύματος, τῆς Ἐκκλησίας τὸ φέγγος, τῶν ἀσωμάτων ἰσότιμος, καὶ πάντων δικαίων, Βησσαρίων θεοφόρε, τὸ ἀγαλλίαμα.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Ἤρθη, ἀπὸ τῆς γῆς θαυμαστῶς, τὸ θεῖον σκεῦός σου ἀλώβητον ὅσιε,  σκορπῖσαν τὴν εὐωδίαν, τοῖς μοναχοῖς καὶ λοιποῖς, ὅτε ἐκ τοῦ τάφου σὲ ἀνέσυραν, διὸ καὶ ὡς μάργαρον, καὶ χρυσίον πολύτιμον, καὶ ὄλβον ὄντως, τοῦ Χριστοῦ τὸν ἀκένωτον, τοῦ Ἀγάθωνος, ἡ μονὴ τοῦτο δείκνυσι. Ὅσιε πανσεβάσμιε, γονάτων ταῖς κάμψεσι, καὶ προσευχαῖς Βησσαρίων, πάντες ἡμεῖς ἀσπαζόμεθα, τὰς χεῖράς σου πάτερ, καὶ λαβεῖν ἐπιθυμοῦμεν, τὴν θείαν χάριν σου.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὄντως, σημειοφόρος φανείς, ἐν τῇ Μονῇ σου, Βησσαρίων ἀοίδιμε, παρέχεις τοῖς προσκυνοῦσι, τὴν σὴν ἁγίαν σορόν, τῶν ἀῤῥωστημάτωντὴν ἰάτρευσιν, ψυχῆς τε εἰρήνευσιν, φοβιῶν τὴν κατάπαυσιν, καὶ νοημάτων, ἐφαμάρτων τὴν σκέδασιν, ἅμα δὲ πάτερ ἅγιε, χαρὰν καὶ τὴν ἄνεσιν, τοῖς σοῖς ἱκέταις καὶ φίλοις, ἀφθόνως δίδως πανεύφημε· διὸ μὴ παρίδῃς, τοὺς ὑμνοῦντάς σε στηρίζειν, ταῖς ἐνεργείαις σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸ ὄμμα τῆς ψυχῆς σου, ἀμετεώριστον ἔχων, ἀπεξεδύθης τὸν χοϊκὸν ἄνθρωπον, καὶ εὔδρομος γέγονας, πρὸς ἐργασίαν τῶν σωτηρίων ἐντολῶν, πάτερ Βησσαρίων πανόσιε. Σὺ γὰρ ὡς ἄνθρωπος τοῦ Θεοῦ, τὴν ἀμέλειαν διώξας, καὶ φυγαδεύων τὴν ἀκηδίαν, διὰ βίου εἰργάσθης, ἐν προσευχαῖς καὶ ἐλεημοσύναις, διὰ τοὺς ἔχοντας ἀνάγκην, ἀδελφοὺς τοῦ Κύριου. Οὕτω πολιτευθεὶς καὶ τῷ οὐρανῷ φθάσας, τοῖς ἀγγέλοις συνευφραίνῃ, καὶ δέει τοῦ Παντοκράτορος, ὑπὲρ ἡμῶν τῶν ἐξυμνούντων, τὸν φιλόθεον βίον σου.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν θεοφώτιστον, Χριστοῦ πρεσβύτερον, καὶ εὐσεβέστατον, πιστῶν διδάσκαλον, Μονῆς Ἀγάθωνος καρπόν, πενήτων τὴν προστασίαν, τὸν ἐπιστηρίξαντα, τὸ ὀρθόδοξον πλήρωμα, διδαχαῖς καὶ θαύμασι, Βησσαρίωνα ὅσιον, τιμήσωμεν αὐτῷ ἐκβοῶντες· Χαίροις ὦ ἄνερ χριστοφόρε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Πρεσβύτερος Χριστοῦ, μοναζόντων τὸ εὖχος, ἐδείχθης ἐπὶ γῆς, Βησσαρίων παμμάκαρ, κηρύσσων τοῖς σοῖς ῥήμασι, τοῦ Θεοῦ τὰ ἐντάλματα, καὶ τῷ βίῳ σου, τῷ ἀκριβεῖ κατηχήσας, τοὺς συνόντας σοι, καὶ τοὺς προστρέχοντας πάτερ, τῇ σῇ ἁγιότητι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἰάσω τῶν βροτῶν, τὸ ἀνίατον τραῦμα, τεκοῦσα ἰατρόν, ἐπιστήμονα μέγαν, καὶ ὤφθης ὄντως σώτειρα, τοῦ σοῦ γένους Πανάμωμε, διὸ ἅπασαι, αἱ γενεαὶ εὐφημοῦσιν, ὡς προείρηκας, τὸ πρόσωπόν σου Παρθένε, τὸ θεῖον καὶ πάνσεπτον.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πάτερ ὅσιε, ἐν τῇ καρδίᾳ, θεῖον ἔρωτα, ἀνῆψας ὄντως, παιδιόθεν ἀγαπήσας τὸν Κύριον, ἀσκητικῶς γὰρ βιώσας κατέλαβες, τὴν ὑψηλὴν κορυφὴν τῆς θεώσεως, διὸ γέγονας, ἀγγέλοις Θεοῦ ὁμότιμος, καὶ πάντων τῶν ὁσίων ἰσοστάσιος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μῆτερ Ἄχραντε, ἁμαρτανόντων, τῇ λοχείᾳ σου, ἐγένου ἄκος, ἱλασμὸς καὶ σωτηρία καὶ δύναμις, σὺ γὰρ ἐδέχθης ἐν μήτρᾳ τὸν Κύριον, τὸν ἀναιρέτην κακῶν τοῦ ἀλάστορος, ὅθεν ψάλλομεν, τοὺς ὕμνους τοὺς σοὺς οἱ δοῦλοί σου, ζητοῦντες τὰ ἐλέη καὶ τὴν χάριν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀγάλλονται ὅσιε, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, ἡ κώμη ἡ φύσασα, Πεταλιδίου λαμπρῶς, τιμῶσα τὸν βίον σου, ὕστερον δὲ ἡ Φθία, καὶ Ἀγάθωνος Μάνδρα, Δῆμος τοῦ Ταϋγέτου, ὡς καὶ ἕτεροι τόποι, ἐν τούτοις γὰρ ἐφάνη, τὰ σὰ ἀξιάκουστα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν βρότειον φύσιν μου, ὑπερφυῶς ὁ Χριστός, τεχθεὶς ἐκ νηδύος σου, Παρθενομῆτορ ἁγνή, αὐτὸς ἐθεράπευσεν· ὕστερον δὲ τὴν δόξαν, ἥνπερ πρότερον ἔσχον, πρὸ τοῦ ἐξορισθῆναι, ἐξ Ἐδέμ μοι παρέσχε, διό σε ὡς τὴν τέξασαν, Θεὸν μεγαλύνομεν.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγίου Σάββα.

Ὁ Ν΄.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός.

Ἐκ παιδὸς ἡλικίας, τὸν Χριστὸν ἀγαπήσας, τὸν Σταυρὸν Αὐτοῦ, ἐπωμάδιον εἴληφας διὰ βίου, Βησσαρίων πατὴρ ἡμῶν ὅσιε, καὶ ἐν χαρᾷ ἐβάστασας, τὰ σωτήρια τοῦ Κυρίου στίγματα, σχολάζων ἐν προσευχαῖς καὶ νηστείαις, ὡς ἔνσαρκος ἄγγελος, καὶ τὰ νῦν ἐν οὐρανίοις θαλάμοις μετατεθείς, πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν, τῶν ἀνυμνούντων ἐν πίστει, τὸ θεῖόν σου ὄνομα.

 

Ὁ Κανὼν Πρῶτος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νικολάῳ Βησσαρίωνος ᾠδὴν πρώτην. Ἰωήλ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Νέμεις παμμάκαρ Βησσαρίων χάριτας, τοῖς σὲ γεραίρουσι, διὸ δός μοι χάριν, καὶ ἐξ ὕψους δύναμιν, ὑμνῆσαι τὰ θαυμάσια, τῆς ζωῆς σου θεόφρον, τὰ σὰ σημεῖα καὶ θαύματα, ἃ ἐπὶ τῆς γῆς ἐπετέλεσας.

Ἱερουργὸς τῶν μυστηρίων γέγονας, καταλαμπόμενος, ἐν τῇ λειτουργίᾳ, τοῦ Χριστοῦ ταῖς λάμψεσι, καὶ ηὔγασας ὡς ἥλιος, Βησσαρίων ἀῤῥήτως, τοὺς προσιόντας σοι ἅγιε, καὶ ἐξαιτουμένους τὴν χάριν σου.

Κραταιωθεὶς ἐν τῇ ἀσκήσει Ἅγιε, ὡς ἄλλος ἄγγελος, ἐπὶ γῆς στηρίξας, τῶν πιστῶν τὸ πλήρωμα, καὶ ὤφθης ἁμαρτάνουσι, ὁδηγὸς πρὸς τὰ κρείττω, τοῖς εὐσεβείας διδάγμασιν, ἅμα Βησσαρίων καὶ βίῳ σου.

Θεοτοκίον.

Ὁ ἀπερίγραπτος Σωτὴρ καὶ Κύριος, ἐν τῇ νηδύϊ σου, σάρκα προσλαμβάνει, ἐξ ἁγνῶν αἱμάτων σου, καὶ ἄνθρωπος γενόμενος,

περιγράφεται Μῆτερ, ἵνα ἰάσῃ τὰ τραύματα, Δέσποινα Ἀδὰμ τοῦ προπάτορος.

Κανὼν Δεύτερος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Βησσαρίων κανόνα δεύτερον δέξαι. Ἰωήλ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Βοῶ ἐκ καρδίας ὁ ταπεινός, ζητῶν τὴν σὴν χάριν, Βησσαρίων θαυματουργέ, τὸν βίον τὸν σὸν καὶ τὰ σημεῖα, ὑμνολογῆσαι σαφῶς ἀξιότιμε.

Ἡδέως Ἀγάθωνος ἡ Μονή, καὶ πᾶσα ἡ Φθία, σὲ διδάσκαλον θαυμαστόν, λογίζεται πάτερ Βησσαρίων, καθοδηγοῦντα ἡμᾶς πρὸς μετάνοιαν.

Σοφῶς τοῖς συνοῦσί σοι μαθηταῖς, ἐν λόγοις καὶ ἔργοις, καὶ ἐν γράμμασι πατρικοῖς, τὴν τρίβον Χριστοῦ τὴν φωτοφόρον, καταδεικνύεις ἀλείπτα πανεύφημε.

Θεοτοκίον.

Συνέλαβες Ἄχραντε Μαριάμ, τὸν ἄσαρκον Λόγον,ὑπὲρ ἔννοιαν ἐν γαστρί, καὶ τέτοκας τοῦτον ὃν δυσώπει, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει ὑμνούντων σε.

 

ᾨδὴ γ΄. Κανὼν Πρῶτος τοῦ Ὁσίου. Ὁ στερεώσας κατ' ἀρχάς.

Λύσιν πολλῶν ἀρρωστιῶν, ταῖς σωστικαῖς προσευχαῖς σου, ἐν ζωῇ καὶ μετὰ θάνατον πάλιν, ἐπετέλεσας σεμνέ, ὡς τὸν καρκίνον ἔχοντα, ἐν τῇ Λαμίᾳ σφόδρα, ὦ Βησσαρίων νοσήσαντα.

Ἀῤῥήτως πάτερ ἐν φωτί, ἐν προσευχῇ σε κατεῖδον, οἱ ξενίσαντες ποτὲ ἐν Τιθορέᾳ, σὺ γὰρ σκεῦος τὸ λαμπρόν, τοῦ Παναγίου Πνεύματος, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐδείχθης ἄνερ πανεύφημε.

Ὥσπερ ἐξ ὕψους ὑετός, ἡ προσευχή σου τὴν φλόγα, ἐν τῇ μάνδρᾳ τοῦ Ἀγάθωνος ὤφθη, καταστείλασα πυρός, μανίαν τὴν δυσκάθεκτον, ὦ Βησσαρίων γέρον, πνευματικὲ πολυθαύμαστε.

Θεοτοκίον.

Βεβαρυμένοι ἐκ πολλῶν, θανατηφόρων πταισμάτων, ἱκεσίαις καὶ εὐχαῖς σου Παρθένε, προσδοκῶμεν οἱ πιστοί, ῥυσθῆναι τῆς κολάσεως, καὶ τοῦ πυρὸς τοῦ ἀστέκτου, τοῦ αἰωνίζοντος Δέσποινα.

 

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Οὐρανίας ἁψῖδος.

Ἀληθὴς ὢν ὁπλίτης, τοῦ Ἰησοῦ ἅγιε, Βησσαρίων μάχην ἐδίδους, κατὰ τοῦ δαίμονος, τοῦ σὲ πειράζοντος, ἀλλὰ σταυρῷ τοῦ Κυρίου, ἅπαντα τὰ σκάνδαλα, τούτου ἐσκέδασας.

Ῥυπαρίας ποικίλας, τὰς τῆς σαρκὸς ἔφυγες, ζήσας ἐπὶ γῆς ὥσπερ ἄλλος, θεόφρων ἄγγελος, διὸ καὶ εἴληφας, πλεῖστα χαρίσματα θεῖα, Βησσαρίων ὅσιε, θεοχαρίτωτε.

Ἰατήριον ὤφθη, τὸ θεῖον σκῆνός σου ὅσιε, πάσας θεραπεῦον τὰς νόσους, ψυχῆς καὶ σώματος, σὺ γὰρ γεγένησαι, τοῦ Παρακλήτου δοχεῖον, εἰληφὼς δωρήματα, τὰ πολυθαύμαστα.

Θεοτοκίον.

Ὁ ἐχθρὸς ἠδαφίσθη, καὶ κατηργήθη ὁ θάνατος, καὶ τῆς ἁμαρτίας τὰ κέντρα, ἐλύθη Δέσποινα, ὁ ᾅδης πέπαυται, καὶ ὁ παράδεισος πάλιν, ἤνοιξε τῷ τόκῳ σου, Ἀειμακάριστε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πολλάκις ἐστήριξας, ταῖς ἱεραῖς συμβουλαῖς, τοὺς θύτας τῆς χάριτος, καὶ λειτουργοὺς τοῦ Χριστοῦ, ἡνίκα ἐπείραζε, τούτους ὁ πτερνοσκόπος, καὶ νυκτίμορφος ὄφις, ὅσιε Βησσαρίων, πειρασμοῖς ἀκηδίας, σὺ γὰρ ὁ τύπος ὤφθης, τοῦ κλήρου πολύτιμος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παθῶν τὸ κλυδώνιον, τὴν ταπεινήν μου ψυχήν, χειμάζει Πανάχραντε, διὸ πρὸς σὲ τὴν Ἁγνήν, βοῶ πρὸς βοήθειαν· οὗτος γὰρ ὁ κακοῦργος, πτερνιστὴς πολεμεῖ με, θλίψεσιν ἀφορήτοις, καὶ ποικίλαις συμβάσεις, ἀλλὰ τῇ σῇ δυναστείᾳ, τοῦτον ἐδάφισον.

 

ᾨδὴ δ΄. Κανὼν Πρῶτος τοῦ Ἁγίου. Σύ μου ἰσχύς.

Ἡ εὐαγής, καὶ περιάκουστος μάνδρα σου,κεκλημένη, πάτερ τοῦ Ἀγάθωνος, τὰ σὰ θαυμάσια ἐκτενῶς, σεμνὲ Βησσαρίων, ὁμολογεῖ καὶ εὐφραίνεται, ἐσχάτως γὰρ ὡς ἄστρον, ἀνατέταλκας ὄντως, καὶ τὸν κόσμον τῆς Φθίας ἐφώτισας.

Σὺ ὡς ἀνήρ, ἐμπεπλησμένος τῆς χάριτος, Παρακλήτου, τοὺς ἐν νόσοις ἅγιε, ἐπαραμύθησας σταθηρῶς, τῇ ἐξομολογήσει, καὶ θεηγόροις διδάγμασι, καὶ ἄλλους ἐκ θανάτου, Βησσαρίων ἐῤῥύσω, ἰσχυρᾷ προσευχῇ σου πανόλβιε.

Στύλος στεῤῥός, τῶν ἐμπεσόντων εἰς βάραθρον, ἁμαρτίας, ἀνεδείχθης ὅσιε, ἐξαναστήσας ταῖς διδαχαῖς, καὶ τῇ κατηχήσει, τούτους διδάσκαλε πάντιμε, διὸ ἐν εὐφροσύνῃ, τὴν σὴν μνήμην τιμῶμεν, Βησσαρίων ὁσίων τὸ καύχημα.

Θεοτοκίον.

Ἀχλὺς πυκνή, τῆς φιλαυτίας μου Πάναγνε, ἐμποδίζει, τὸν Θεὸν θεάσασθαι, ἐν μετανοίᾳ καὶ συντριβῇ, καὶ ὠθεῖ με Μῆτερ, ἐν ἁμαρτίαις πορεύεσθαι· διό σε ἱκετεύω, τῇ θερμῇ σου πρεσβείᾳ, θεραπεῦσαι ψυχῆς μου τὰ ὄμματα.

 

Δεύτερος Κανὼν τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε.

Νέμεις πάτερ τὴν χάριν σου, τοῖς προσερχομένοις καὶ μετὰ πίστεως, προσκυνοῦσι τὸ σὸν λείψανον, τὸ μυροβλυστάνον τε καὶ ἄφθαρτον.

Καταργεῖς τῇ δεήσει σου, τῆς φλογὸς τὴν δύναμιν ὁσιώτατε, ἐν τῇ Μάνδρᾳ τοῦ Ἀγάθωνος, ταύτην ἐξ ὀλέθρου σῴζων Ἅγιε.

Ἀπὸ πάσης στενώσεως, βλάβης ἀσθενείας, καὶ πάσης θλίψεως, Βησσαρίων τοὺς ὑμνοῦντάς σε, φύλαττε καὶ σκέπε καὶ προστάτευε.

Θεοτοκίον.

Νεουργεῖς τὸ ἀνθρώπινον, φύραμα Παρθένε τὸ πολυάμαρτον, ὑπὲρ φύσιν τῇ λοχείᾳ σου, τὸν Θεὸν τεκοῦσα Ἀπειρόγαμε.

ᾨδὴ ε’. Κανὼν Πρῶτος τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.

Ἡ φωνὴ Παϊσίου, ἐξ Ἁγίου Ὄρους τὴν σὴν μεμαρτύρηκεν, πάτερ θεοφόρε, ἁγιότητα λόγων καὶ πράξεων, διὸ καὶ εἰς πάντας, ἐξ Ἄθωνος ἐβροντοφώνει, Βησσαρίων ζηλῶ σου καὶ χάριτας.

Σεαυτὸν τοῖς ἀνθρώποις, ἐνδεέσι καὶ πάσχουσιν ὡς διάκονον, τιθεὶς ὥσπερ λέγει, τοῦ Κυρίου τὸ λόγιον Ἅγιε, ὅθεν σπουδαζόντων, ἀνέλαβες τὸ ὅλον βάρος, ὡς πατὴρ Βησσαρίων φιλόστοργος.

Σωστικαῖς προσευχαῖς σου, ἐκ καρκίνου ἄνδρα νοσήσαντα ἔσωσας, καὶ ἄλλους ἑτέρους, ἐκ ποικίλων λοιμῶν ἐπροστάτευσας, χάριτι Κυρίου, ὡς ἔχων πάτερ παῤῥησίαν, ἐν τῷ θρόνῳ Χριστοῦ τοῦ Παντάνακτος.

Θεοτοκίον.

Ἀηττήτῳ σου ῥώμῃ, Θεοτόκε Δέσποινα, τοὺς νέους φύλαττε, ἐκ τῆς ἁμαρτίας, τῆς σαρκὸς καὶ νοὸς ἀθεότητος, σὺ γὰρ μήτηρ πάντων, τῷ θείῳ τόκῳ σου ἐγένου, Μητροπάρθενε Κόρη Πανύμνητε.

 

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Φώτισον ἡμᾶς.

Ὅλως σεαυτόν, Βησσαρίων ἀνατέθεικας, ἐν νηστείαις καὶ εὐχαῖς διηνεκῶς, τοῦ σοῦ βίου τὰς ἡμέρας διερχόμενος.

Νῦν ἐν τῇ Μονῇ, Βησσαρίων τὸ σὸν λείψανον, θεραπεύει τὰς φοβίας τῶν πιστῶν, καὶ ἰᾶται τὰ κατ' ἄμφω ἀῤῥωστήματα.

Ἅγιε ἡμᾶς, τοὺς ἐν πόθῳ τὴν σὴν λάρνακα, προσκυνοῦντας ἀπὸ πάσης συμφορᾶς, καὶ παγίδος διαφύλαξον τοῦ ὄφεως.

Θεοτοκίον.

Δέξαι Μαριάμ, τοῦ νοὸς καὶ τῆς καρδίας μου, τὴν ἀπέλπιδα ᾠδήν μου καὶ φαιδρῶς, μεταποίησον αὐτὴν τῇ δυναστείᾳ σου.

 

ᾨδὴ στ΄. Κανὼν Πρῶτος τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σώτηρ.

Ὁμόζηλος τῶν πρὸ σοῦ, ὁσίων πάντων ἐπέδειξας, ἀγάπην πρὸς τοὺς πιστούς, ὡς λέγει ὁ Κύριος, παρέχων τὰ πρόσφορα, τοῖς ἀνθρώποις πᾶσι, Βησσαρίων θεοτίμητε.

Σταυρώσας ἐν τῷ Σταυρῷ, ὡς γράφει Παῦλος ὁ ἅγιος, τὰ πάθη καὶ σεαυτόν, ἐκτήσω τὸ χάρισμα, σοφὲ διακρίσεως, καὶ τῆς παῤῥησίας, Βησσαρίων πρὸς τὸν Κύριον.

Ὡς δῶρον τὸ θεϊκόν, τὸ χαριτόβρυτον σκῆνός σου, ἐξῆλθεν ἀπὸ τῆς γῆς, χαρίζον τὴν ἴασιν, νοσοῦσι καὶ πάσχουσι, καὶ τε, Βησσαρίων τὴν εἰρήνευσιν.

Θεοτοκίον.

Δυσώπησον Μαριάμ, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ὑπὲρ τῶν ἁμαρτωλῶν, τῶν ὄντων ἐν θλίψεσι, καὶ δὸς ὡς φιλάνθρωπος, τῆς ψυχῆς γαλήνην, καὶ χαρὰν τὴν ἀναφαίρετον.

 

 

 

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Τὴν δέησιν ἐκχεῶ.

Εὐκέλαδον, ὡς πτηνὸν ἐκήρυξας, ἐν τῇ Φθίᾳ Βησσαρίων τοὺς λόγους, τοῦ ζωοδότου Χριστοῦ καὶ ἐκ πλάνης, ἁμαρτωλοὺς θεοφόρε ἐζώγρησας, διὸ τὴν μνήμην σου φαιδρῶς, ἀνυμνοῦσι καὶ γάννυνται ὅσιε.

Ὑψαύχενος, ὁ ἐχθρὸς ἠθέλησε, καθαρώτατον παμμάκαρ σκεδάσαι, τοῦ Τρισηλίου Δεσπότου τὸ ἦθος, ἀλλὰ τῇ σῇ ἀντιστάσει ἐνίκησας, τὰ τούτου πάτερ ζοφερά, καὶ ἀπαίσια ὄντως τεχνάσματα.

Τὸ σκῆνός σου, ἐν τῇ θείᾳ μάνδρᾳ σου, ἀπὸ πάσης προσβολῆς προστατεύει, τῶν κακοτρόπων ἀνθρώπων θεόφρον, τῶν μοναζόντων χορὸν τὸν φιλόχριστον, τῶν καθ' ἑκάστην ἐν ᾠδαῖς, εὐφημούντων τὸν βίον σου πάντιμε.

Θεοτοκίον.

Ἐπάκουσον, Θεοτόκε Δέσποινα, τῶν σῶν δούλων τὸν ἱκέσιον ὕμνον, τῶν ἐκζητούντων ἐν ὅλῃ καρδίᾳ, τὰ σὰ ἐλέη καὶ πάντα τὰ πρόσφορα, πρὸς σωτηρίαν τῆς ψυχῆς, Παναγία Θεόνυμφε Ἄχραντε.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν τῇ θείᾳ μνήμῃ σου, πανηγυρίζει, ἡ Μονὴ Ἀγάθωνος, ἀλλὰ καὶ Φθία ἡ κλεινή, τὴν βιοτὴν διηγούμενοι, ὦ Βησσαρίων, τὴν σὴν καὶ τὰ θαύματα.

Ὁ Οἶκος.

Κεκαθαρμένος ἐκ παθῶν πολυτρόπων, καὶ εὐτρεπισμένος τῷ χιτῶνι τῆς ἱερωσύνης, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐν τῇ Μονῇ τοῦ Ἀγάθωνος, ὡς ἥλιος ἀνίσχες, διαυγάζων τοῖς πέρασι. Σὺ γὰρ ἐνισχυθεὶς τῇ ἄνωθεν βοηθείᾳ, τοῦ Χριστοῦ τὸ ὄνομα καὶ τὰς αὐτοῦ ἐντολάς, ὡς διδάχος πανάριστος πανταχοῦ ἐκήρυξας, ζωγρήσας ἐν τοῖς ἀρκύοις τῆς Ἐκκλησίας, πολλοὺς ἐν ἁμαρτίαις ζῶντας. Ὅθεν ὡς ἅγιος δοξασθείς, καὶ ἐν ζωῇ καὶ μετὰ τὴν θανήν, ὦ Βησσαρίων, οἱ μονασταὶ καὶ κοσμικοί, διηγοῦνται καὶ ὑμνολογοῦσι, τὴν χάριν καὶ τὰ ποικίλα ἐλέη σου.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Βησσαρίωνος, τοῦ ἐν τῇ Μονῇ τοῦ Ἀγάθωνος ἐν τῇ Φθιώτιδι ἀσκήσαντος, οὗ τὸ ἅγιον λείψανον ἐκ τάφου ἐξαχθέν, εὑρέθη ἄφθορον.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Κανὼν Πρῶτος τοῦ ἁγίου. Θεοῦ συγκατάβασιν.

Ἡ μάνδρα σου ὅσιε, ὡσεὶ χρυσίον ζύθειον σκῆνός σου, πεπλησμένον χαρίτων, πάτερ κατέχει καὶ ἐπαγάλλεται, καὶ ἀνυμνεῖ ἐγκαρδίως κραυγάζουσα· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νυνὶ τὴν σὴν λάρνακα, τῶν εὐσεβούντων τὰ πλήθη στέφουσι, ψαλμωδίαις ἁγίαις, καὶ βιοτήν σου ὑμνοῦσιν ἅγιε, καὶ τὰ πολλὰ ὑπὲρ φύσιν σημεῖά σου, ὦ Βησσαρίων πατὴρ θεοχαρίτωτε.

Πατὴρ ὁ φιλόστοργος, ἐν τῇ ζωῇ ἐδείχθης τοῖς πάσχουσι, θεραπεύων ἀνάγκας, τῶν πενομένων ἐν βίῳ ἅγιε, καὶ μετὰ θάνατον ὤφθης πανόλβιε, πολλῶν ἀνθρώπων ἀκέστωρ ὄντως ταχύς.

Θεοτοκίον.

Ῥοαῖς τῶν χαρίτων σου, τὴν χερσωθεῖσαν γῆν τῆς καρδίας μου, θαυμαστῶς καταρδεύεις, καὶ εἰς ἀγρὸν καρποφόρον Δέσποινα, μεταποιεῖς διὸ πάντες κραυγάζομεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Κανὼν δεύτερος τοῦ ἁγίου. Εἱρμός· οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥωσθεὶς ταῖς ἐνεργείαις, Παρακλήτου Ἁγίου πολλοὺς διέσωσας, ἐκ τῶν ἀμπλακημάτων, πολλῶν θανατηφόρων, προϊδὼν ἀκριβέστατα, τὴν πτῶσιν τούτων σεμνέ, παμμάκαρ Βησσαρίων.

Ὁλόθυμος συντρέχεις, τοῖς ἐν πίστει ζητοῦσι, τὴν σὴν ἀντίληψιν, ἐν σοὶ γὰρ ἐφηρμόσθη, ὁ λόγος τοῦ Κυρίου, ὅπως δοῦλοι γεγένησθε, πρὸς σωτηρίαν πιστῶν, Τρισμάκαρ Βησσαρίων.

Νεουργεῖς τοῖς σοῖς λόγοις, τῶν θυτῶν τοῦ Κυρίου τὸ ἦθος ἅγιε, παμμάκαρ Βησσαρίων, διδάσκων θεοφρόνως, μυστηρίων τὴν τέλεσιν, καὶ πρὸς Χριστὸν τὸν Θεόν, τὸν φόβον καὶ τὴν πίστιν.

Θεοτοκίον.

Δανείσασα Παρθένε, τῷ Χριστῷ τὴν σὴν σάρκα, ἡμᾶς ἀπήλλαξας, θανάτου τοῦ δευτέρου, καὶ τῆς φλογὸς τοῦ ᾅδου, καὶ πολλῶν ἄλλων θλίψεων, ὧν ποιητὴς στυγερός, ὁ ὄφις ὁ ἀρχαῖος.

 

ᾨδὴ η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου. Ἑπταπλασίως κάμινον.

Ὥσπερ ἐλαία ἔγκαρπος, τοῖς σοῖς μόχθοις μακάριε, ἐν τῇ καλουμένῃ, ὡς Μονὴ Ἀγάθωνος, βλαστήσας παρήγαγες, τὰ ἱερὰ καρπώματα, τῆς ὑπομονῆς, καὶ ἐγκρατείας ὁμοίως, βοῶν ἐκ τῆς καρδίας, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τύπος καλὸς πρὸς μίμησιν, καὶ ὑπόδειγμα πάγκαλον, ἐν τῇ σεβασμίᾳ,  Βησσαρίων μάνδρᾳ σου, ἐδείχθης τοῖς ἔργοις σου, καὶ ἱεροῖς σου ῥήμασι, τοὺς συμμοναστάς, διαφυλάττων ἐκ πάντων, μανίας διαβόλου, τῶν θελγήτρων τοῦ κόσμου, νοὸς ὑπεροψίας, καὶ πάσης ἁμαρτίας.

Ἡ ἐν τῇ Φθίᾳ ἅγιε, ἱερά σου Μητρόπολις, καὶ ἡ σὲ φυσαμένη, Βησσαρίων κώμη σου, σκιρτῶσι καὶ γάννυνται, καὶ ἱερῶς εὐφραίνονται,

ὅτι ὡς ἀστήρ, ἐν ταῖς ἐσχάταις ἡμέραις, ταῖς πονηραῖς ἀνίσχες, καὶ ἐφώτισας πάτερ, λαὸν τῶν Ὀρθοδόξων, τῷ βίῳ σου καὶ λόγοις.

Θεοτοκίον.

Νενεκρωμένην ζώωσον, τὴν ψυχήν μου Πανάμωμε, ταῖς σαῖς ἱκεσίαις, καὶ λιταῖς πρὸς Κύριον, ἐν λάκκῳ γὰρ πέπτωκα, τῶν πολλαπλῶν πτωμάτων μου, ὅθεν ταπεινῶς, πρὸς σὲ τὰς χεῖρας ἐκτείνω, καὶ ὡς ἄσωτος κράζω, Θεοτόκε Παρθένε, τὴν ζώωσιν παράσχου, ψυχῆς μου τῆς ἀθλίας.

 

Κανὼν δεύτερος τοῦ ἁγίου. Εἱρμός· Τὸν Βασιλέα.

Εὖξαι θεόφρον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν πανήγυριν τὴν σὴν Βησσαρίων, ὡς ἔχων τὴν χάριν, παρὰ Κυρίου πάτερ.

Ξένος ἐφάνης, βιωτικοῖς Βησσαρίων, τὰ οὐράνια ζητῶν ὁλοκαρδίως, διὸ καὶ ἐγένου, πατὴρ πολλῶν ἀνθρώπων.

Ἀπὸ τοῦ πλάνου, καὶ πτερνοσκόπου βελίαρ, ταῖς δεήσεσιν ἐῤῥύσω τὴν ψυχήν μου, καὶ ὤφθης τοῖς πᾶσιν, ὡς ἄγγελος Κυρίου.

Θεοτοκίον.

Ἵνα σωθῶσιν, οἱ ταπεινοί σου ἱκέται, ἐκ βροτῶν τῶν κακοβούλων Θεοτόκε, πρόφθασον λιταῖς σου, ἡμᾶς διαφυλάξαι.

 

ᾨδὴ θ΄. Κανὼν πρῶτος τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.

Ἰσχύσας Βησσαρίων τοῦ πονηροῦ, ἱκεσίαις πολλαῖς καὶ δεήσεσι, καὶ ὀφθαλμῶν, δάκρυσιν ἀπέπνιξας παντελῶς, στρατείαν τὴν παγκάκιστον, καὶ ὡς ἄλλος ἄγγελος ἐπὶ γῆς, ἐβίωσας θεόφρον, καὶ τῶν πιστῶν χορείαις, κατέστης μέγιστος διδάσκαλος.

Ὡς μέγας παραστάτης ἐν συμφοραῖς, τῶν πτωχῶν συνανθρώπων σου ἅγιε, δὸς δαψιλῶς, τοῖς ὑμνολογοῦσι σεμνοπρεπῶς, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, δύναμιν ἐξ ὕψους καὶ φωτισμόν, ὅπως τοῦ βίου πάτερ, ῥαδίως διαβῶσι, πέλαγος ὄντως πολυτάραχον.

Ἡ Φθία πᾶσα χαίρει τε καὶ σκιρτᾷ, καὶ ἡ θεία Μονή σου ἀγάλλεται, ὅτι τὸ σόν, ὄνομα ἐγράφη τὸ ἱερόν, ἐν δέλτοις ἀξιότιμε, τῶν ἀνδρῶν ὁσίων καὶ θαυμαστῶν, διὸ καὶ τὰ πολλά σου, σημεῖα Βησσαρίων, ἐκδιηγοῦνται θεοδόξαστε.

Θεοτοκίον.

Λάμψον μετανοίας τὸν φωτισμόν, ἐν τῷ νῷ τῶν σῶν τέκνων ἀνύμφευτε, Μῆτερ Ἁγνή, τῶν μακαριζόντων σε ἀληθῶς, καὶ σκέδασον τὴν σκότασιν, τῶν ἁμαρτημάτων μου τὴν πυκνήν,σὺ γὰρ ἐτέξω φάος, τὸ ἄδυτον καὶ μέγα, καὶ ἀληθὲς Θεοχαρίτωτε.

 

Κανὼν δεύτερος τοῦ Ἁγίου. Κυρίως Θεοτόκον.

Ἰλύος ἐκκαθάρας, ἐκ τῶν ἁμαρτάδων, τὴν σὴν ἁγίαν ψυχὴν θεοδόξαστε, προσῳκειώθης ἐντός σου, Χριστὸν τὸν Κύριον.

Ὠδίνας τῶν σῶν τέκνων, ὡς ὁ Παῦλος λέγει, διηνεκῶς ἐν τῷ βίῳ σου ἔζησας, ὅπως Χριστὸν ἐν καρδίᾳ μορφώσῃς Ἅγιε.

Ἡδέως ἀναμέλπων, πάτερ Βησσαρίων, τὸν σὸν Κανόνα τὸν νέον σοῦ δέομαι, ταῖς σαῖς ἁγίαις πρεσβείαις, κόσμον προστάτευσον.

Θεοτοκίον.

Λυθῆναι Θεοτόκε, ῥώμῃ σου τὸν πλόκον, ἁμαρτιῶν τῶν πολλῶν μου αἰτοῦμαί σου, σὺ γὰρ παρέχεις ἀνθρώποις χάριν καὶ ἔλεος.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

Τῷ καταλόγῳ ὅσιε, μοναχῶν ἠριθμήθης, καὶ ἱερεὺς γενόμενος, ἐν ἐσχάτοις τοῖς χρόνοις, τοῦ θείου Πνεύματος ὤφθης, ἐνδιαίτημα πάτερ, διὸ καὶ καθωδήγησας, τὸν λαὸν τοῦ Κυρίου, πρὸς τὸν Χριστόν, τύπος χρηματίσας ἱερομύστα, τῇ βιοτῇ καὶ ῥήμασι, καὶ πολλοῖς σου σημείοις.

Θεοτοκίον. Ὅμοιον

Τῷ σῷ Υἱῷ Πανάμωμε, ἀνεκαίνισας ὅλως, τῶν προπατόρων φύραμα, καὶ ἐζώωσας τοῦτο, σοὶ γὰρ τῇ σῇ συνεργείᾳ, ὁ Συνάναρχος Λόγος, ἀφάτως ἐνηνθρώπησεν, καὶ ἀρᾶς ἀπηλλάγημεν τοῦ Ἀδάμ, καὶ πολῖται πάλιν τοῦ Παραδείσου, γεγόναμεν Μητρόθεε, καὶ ἀπείρανδρε Κόρη.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Ὦ τοῦ παραδόξου θαύματος, ἐν τοῖς ἐσχάτοις καιροῖς, ὥσπερ ἄστρον πολύφωτον, ἐν τῇ Φθίᾳ ἤστραψας, Βησσαρίων πανόσιε, φωτίζων πάντας,  τοὺς ἁμαρτάνοντας, καὶ πρὸς τὴν τρίβον, ταῖς συμβουλίαις σου, τούτους ὡδήγησας, σωτηρίας ἅγιε τῆς ἀσφαλοῦς, ὡς τῆς θείας χάριτος, κῆρυξ  θεόσοφος.

 

Ὦ τοῦ παραδόξου θαύματος, ἐν ταῖς ἡμέραις ἡμῶν, ὥσπερ ῥόδον μυρίπνοον, ἐκ τοῦ τάφου ἤνθησε, τὸ ἀλώβητον σκῆνός σου, παρέχον ὄντως, χαρὰν καὶ ἄνεσιν, τοῖς ἀσκουμένοις, ἐν τῇ Ἀγάθωνος, ἀλλὰ καὶ ἅπασι, ὀρθοδόξοις Ἅγιε χριστιανοῖς, τοῖς ἀσπαζομένοις σου, τὰς χεῖρας Πάντιμε.

 

Πάτερ Βησσαρίων ἔνδοξε, τῶν πενομένων τροφεύς, ἀσθενούντων τὸ στήριγμα, τῶν πεσόντων ἔγερσις, καὶ νεότητος στήριγμα, τῶν μοναζόντων σεμνὸν ὑπόδειγμα, καὶ ἱερέων κανὼν γεγένησαι, ὅθεν τὴν μνήμην σου, πανδημεὶ καὶ ᾄσμασι τοῖς ἱεροῖς, ἐκτελοῦμεν σήμερον, Πανοσιώτατε.

 

Ἔχων παῤῥησίαν πρὸς Κύριον, ὡς κατοικῶν ἐν μοναῖς, Παραδείσου πανόλβιε, τὰς τιμίας χεῖράς σου, μὴ παρίδῃς δεόμεθα, ὑψῶν θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ὑπὲρ ἁπάντων, τῶν λιταζόντων σε, ἐν ὕμνοις ἅγιε, καὶ τῶν προσκυνούντων σου, τὴν ἱεράν, πεπλησμένην χάριτος, θήκην λειψάνων σου.

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὅσιε πάτερ, εἰς πᾶσαν τὴν Φθίαν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· σὺ γὰρ ὡς θεοφόρος διδάσκαλος, καὶ ἱερεὺς ἐννομώτατος, τῶν σῶν μαθητῶν τὴν χορείαν, πρὸς τὰ ἄνω ὁδεύειν, Εὐαγγελικοῖς διδάγμασι, καὶ τῇ σεμνῇ βιοτῇ σου ἐδίδαξας. Ὅθεν εἰς ἀγάπης ἀντέκτισιν, ὁ Χριστὸς σὲ ἐδόξασε, καὶ τὸ τίμιόν σου σκῆνος, ἐκ τῆς γῆς ἐφανέρωσε, σκορπίζων τοῖς ἀνθρώποις, χαρὰν καὶ ἀγαλλίασιν. Νῦν οὖν παμμακάριστε, ἐν οὐρανοῖς προσεδρεύων, πρὸ τοῦ θρόνου τοῦ σὲ ἁγιάσαντος Θεοῦ, ἐκτενῶς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Φθία πᾶσα πνευματικῶς, ἔχουσα ἐν κόλποις, Βησσαρίωνα τὸν σεπτόν, χαίροις καὶ ἡ μάνδρα, μονῆς Ἀγαθωνίτου, ἡ θρέψασα ἐνθέως, τὸν νεόν ἅγιον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Βησσαρίωνα τῆς Φθίας προστάτην, καὶ τοῦ Ἀγάθωνος μονῆς τὸν πατέρα, τὸν μοναστὴν καὶ θύτην ἐπαινέσωμεν, μάκαρ ἀνακράζοντες, φροντιστὰ τῶν πενήτων, καὶ φιλοστοργότατε, τῶν πεσόντων ἐν λάκκῳ, ἁμαρτιῶν μὴ παύσῃ ταῖς λιταῖς, φροντίζων πάντας, τοὺς σὲ ἱκετεύοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βησσαρίωνος θύτου εὐχὰς λιτάζει Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Βαδίσας τὸν δρόμον τῆς ἀρετῆς, σεμνὲ Βησσαρίων,εἰς τὸ πλάτος τοῦ οὐρανοῦ, ἐλήλυθας ὄντως ἐπαξίως, διὸ λιταῖς σου ἡμᾶς περισκέπασον.

Ἡ Φθία ὡσαύτως καὶ ἡ μονή, Ἀγάθωνος πάτερ, Βησσαρίων ἱκετικῶς, θερμῶς τὴν σὴν χάριν ἐκζητοῦσιν, ὅπως ῥυσθῶσι κακῶν τοῦ ἀλάστορος.

Σοφῶς οἰκονόμησον τῆς Μονῆς, σεμνὲ Βησσαρίων, τὰς ἐλλείψεις ὡς ἀδελφός, αὐτῆς καὶ παράσχου τὴν εἰρήνην, τοῖς μονασταῖς καὶ λαῷ εὐσεβόφρονι.

Θεοτοκίον

Σωτῆρα τεκοῦσα τῶν γηγενῶν, Πανάχραντε Κόρη, τοῦ νοός μου τοὺς λογισμούς, τοὺς ὄντως ἀτάκτους καὶ ἀσκόπους, πρὸς τὸν Υἱόν σου λιταῖς σου κατεύθυνον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀναβὰς Βησσαρίων, εἰς οὐρανοὺς ἔτυχες, τῆς μακαριότητος πάτερ,  τῶν ἄνω τάξεων, διὸ τοὺς μέλποντας, τὴν θαυμαστὴν βιοτήν σου, ἀπὸ πάσης θλίψεως εὐχαῖς ἀπάλλαξον.

Ῥαθυμίας καὶ πάσης, ψυχοβλαβοῦς ἕξεως, ὡς κατανικήσας τὰ πάθη,  ψυχῆς καὶ σώματος, πάτερ διάσωσον, τοὺς προσκυνοῦντας ἐν πίστει, τὸ σεπτόν σου λείψανον, τὸ ἀδιάφθορον.

Ἰατρὸς κατὰ πνεῦμα, ἐν τῇ ζωῇ ὅσιε, ἄριστος ὀφθεὶς τοῖς ἀνθρώποις, πάντων θεράπευσον, ἱκετηρίαις σου, πρὸς τὸν Χριστὸν Βησσαρίων, τῆς ψυχῆς τὰ τραύματα, τὰ δυσθεράπευτα.

Θεοτοκίον

Ὁλοθύμως Παρθένε, ὁ ταπεινὸς δοῦλός σου, κλῆσιν τὴν ἁγίαν σου ἔχων, ἐν τῇ καρδίᾳ μου, καὶ ἐνηδύνομαι, καὶ ἀνακράζω σοι Μῆτερ, τῇ σῇ σκέπῃ φύλαττε, τὸν ἀνυμνοῦντά σε.

Διάσωσον, ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χαρίτων πηγή, ποικίλων θεοδόξαστε, ἐδείχθη νυνί, ἡ θήκη τοῦ σοῦ σώματος, ἰᾶται γὰρ νοσήματα, καὶ ψυχῆς θεραπεύει τὰ τραύματα, καὶ ὁρωμένη θαρσύνει πολλούς, σεμνὲ Βησσαρίων πανσεβάσμιε.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νικητὴς ἀναδέδειξαι, σαρκικῶν θεόφρον ἐπαναστάσεων, διὸ σκέδασον ἀλάστορος, βέλη καθ' ἡμῶν κατευθυνόμενα.

Οὐρανόθεν ἐπίβλεψον, ἐπὶ τὴν ἁγίαν μονήν σου ἅγιε, Βησσαρίων καὶ προστάτευσον, τοὺς ἐνασκουμένους πατέρας ῥώμῃ σου.

Σωστικαῖς ἐνεργείαις σου, τοῖς προσερχομένοις θείᾳ λάρνακι, τοῦ λειψάνου σου πανόσιε, Βησσαρίων δὸς ψυχῆς τὰ πρόσφορα.

Θεοτοκίον

Θεωρίαν τοὺς δούλους σου, ἐν τῷ παραδείσῳ ἰδεῖν ἀξίωσον, τοῦ προσώπου τοῦ Κυρίου σου, καὶ Υἱοῦ σου Μῆτερ ἀειπάρθενε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὕψωσον ἡμᾶς, Βησσαρίων ἱκεσίαις σου, τοὺς πεσόντας ἐν τῷ λάκκῳ γεηρῶν, καὶ αἰτοῦντας τὴν σὴν χάριν καὶ βοήθειαν.

Τὴν σεπτὴν μονήν, Βησσαρίων τοῦ Ἀγάθωνος, ἀπὸ ἔριδος καὶ ἄλλης προσβολῆς, τοῦ ἀρχαίου πτερνιστοῦ ἀεὶ προφύλαξον.

Ὅλως ἐν κακοῖς, ἐδαπάνησα τὸν βίον μου, καὶ ἐμόλυνα χιτῶνα τῆς ψυχῆς, διὸ ὤθησον κἀμὲ πρὸς τὴν μετάνοιαν.

Θεοτοκίον

Ὕμνους ἱερούς, ἱκεσίας ἀναπέμπομεν, πρὸ τῆς θείας σου εἰκόνος Μαριάμ, ἐκζητοῦντες προστασίαν σου τὴν ἄμαχον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐπέρχονται, τῶν παθῶν τὰ κύματα, καὶ χειμάζουσι τὸν βίον μου ὄντως, καὶ εἰς βυθόν με κατάγουσι πάτερ, καὶ εἰς πνιγμὸν ἀπογνώσεως ἄγουσιν, ἀλλὰ θαῤῥῶ τῇ σῇ ἀλκῇ, Βησσαρίων σωθῆναι ὁ ἄθλιος.

Ὑφέρπων, ὁ ἐχθρὸς προσβάλλει με, λογισμοῖς ὑπερηφάνοις καὶ φαύλοις, καὶ ἐξωθεῖ με πανόσιε πάτερ, ἀποβαλεῖν τὴν ἁγίαν ταπείνωσιν, διὸ κατάστειλον αὐτοῦ, κατ' ἐμοῦ τὴν μανίαν πανόλβιε.

Χαρίτωσον, Βησσαρίων ἅπαντας, τοὺς ἐλθόντας προσκυνῆσαι ἐνθέως, ἐν τῇ Μονῇ σου σορὸν τὴν ἁγίαν, τῶν σῶν λειψάνων καὶ πάρεχε σώματος, τὴν ὑγιείαν σταθηράν, καὶ ψυχῆς τὴν εὐστάθειαν ἅγιε.

Θεοτοκίον

Ἀνάστησον, Θεοτόκε Πάναγνε, τοὺς σοὺς δούλους ἀνιάτως νοσοῦντας, ἐν τῇ ψυχῇ ταῖς δειναῖς ὑπονοίαις, τῶν φοβιῶν καὶ θανάτου Ἀνύμφευτε, καὶ δὸς λιταῖς σου ἱεραῖς, τὴν εἰρήνην νοὸς πολυφρόντιδος.

Διάσωσον, ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὸ πανσεβάσμιον θεῖόν σου λείψανον, παρέχει ἴασιν πάτερ τοῖς κάμνουσι, καὶ τὴν ὑγείαν δωρεῖται τοῖς πάσχουσιν, ὦ Βησσαρίων Πατέρων ἐφάμιλλε, διό σου τὴν χάριν αἰτούμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἅγιε πανθαύμαστε, τῶν Φθιωτῶν προστασία, καὶ Μονῆς Ἀγάθωνος, κόσμημα νέον τὸ πολυέραστον, ταῖς λιταῖς ἔνδοξε, πρὸς τὸν σὸν Δεσπότην, τοὺς ἐν πίστει προσκυνοῦντάς σου, τὸ ἀδιάφθορον, καὶ τὰ μύρα βλύζον τῆς χάριτος, φθοροποιῶν παθήσεων, καὶ ἀῤῥωστημάτων τὴν ἴασιν, λείψανον θεόφρον, παμμάκαρ διαφύλαξον ἀεί, καὶ τῇ σῇ σκέπῃ προστάτευσον, Βησσαρίων ὅσιε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σωφροσύνην τοῖς νέοις, καὶ ἐγκράτειαν χάρισαι, τὴν σωτήριον, εὐστάθειαν ἐν βίῳ, καρδίαν Βησσαρίων, καθαρὰν καὶ ἀμόλυντον, δὸς πάτερ πᾶσιν ἡμῖν, τοῖς σὲ ἀνευφημοῦσι.

Λογισμῶν ἀκαθάρτων, τοῦ νοός μου παμμάκαρ, ταῖς σαῖς δεήσεσι, διάλυσον τοὺς πλόκους, καὶ πάρεχε ἐννοίας, μετανοίας καὶ δάκρυα, ὅπως τὴν θείαν στολήν, ἐκπλύνω τῆς ψυχῆς μου.

Ἰταμῶς ὁ Βελίαρ, κατ' ἐμοῦ ἐκτοξεύει, τὰ βέλη ἅγιε, παθῶν ἀκαθαρσίας, πορνείας ψυχοφθόρου, ὡς καὶ πάσης χαυνότητος,  ἀλλὰ τὰ ὅπλα αὐτοῦ, κατάστρεψον σῇ ῥώμῃ.

Θεοτοκίον

Τοῦ Υἱοῦ σου τὴν χάριν, ἐκζητῶ Θεοτόκε, ἀειμακάριστε, πολλὰς γὰρ ἐνοχλήσεις, ἐκ τοῦ ἀντικειμένου, ὁ ταλαίπωρος δέχομαι, ὅπως ὁδεύσω καλῶς, ὁδὸν τῆς σωτηρίας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἀπὸ σκανδάλων, τῶν κακοτρόπων ἀνθρώπων, τοὺς μονάζοντας σεμνὲ ἐν κοινοβίῳ, φάνηθι ὁ φύλαξ, καὶ ἐπιστάτης ἅμα.

Ζώωσον πάτερ, ταῖς σαῖς πνοαῖς τῶν χαρίτων, νεκρωθεῖσαν τὴν ψυχήν μου ἀκηδίᾳ, καὶ ἐξέγειρόν με, παμμάκαρ Βησσαρίων.

Ἔμπλησον μάκαρ, πνευματικῶν δωρημάτων, τὴν Μητρόπολιν τῆς Φθίας ἣν ὡς κῆρυξ, ἐφώτισας τοῖς λόγοις, καὶ ἔργοις Βησσαρίων.

Θεοτοκίον

Ἰδοὺ τιμῶντες, τὴν σὴν ἁγίαν εἰκόνα, ἱκετεύομεν γονυπετεῖς Παρθένε, τὴν ἡμῶν πατρίδα, φυλάττουσα μὴ παύῃ.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰὸν τῆς ἀθεΐας, πάτερ Βησσαρίων, ἐκ τοῦ νοὸς καὶ καρδίας διάλυσον, τῶν εὐσεβῶς τῇ σῇ κλήσει καλούντων σε.

Ὡς ἄγγελος πενήτων, δείχθητι παρέχων, τὸν πορισμὸν ἀγαθῶν ὡς φιλάνθρωπος, τοῖς ἐνδεέσιν ἀνθρώποις, τοῖς σὲ γεραίρουσι.

Ἡ Φθία πᾶσα χαίρει, καὶ ἡ Μονὴ πάτερ, τῆς μετανοίας σου γάννυνται μέλπουσαι, τὰ σὰ σημεῖα αἰτοῦσαι, αὐταῖς τὰ δέοντα.

Θεοτοκίον

Λιμὴν ἀπεγνωσμένων, Θεοτόκε Κόρη, τῷ θείῳ τόκῳ σου ὄντως γεγένησαι, διὸ γαλήνην παράσχου, τοῖς σὲ γεραίρουσι.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ὤφθης Βησσαρίων πνευματικός, ἄριστος ὡς ἔχων, τὴν διάκρισιν ὁδηγόν, καὶ Χριστοῦ τὴν χάριν, διὸ τοὺς προσελθόντας, ἐν σοὶ ἐν μετανοίᾳ, πάντας ἐφώτισας.

Τὴν σεπτὴν σορόν σου ὡς θησαυρόν, οἱ συμμονασταί σου, ἐν τῇ μάνδρᾳ σου τῇ σεπτῇ, ἔχοντες τὰ δῶρα, τὰ σὰ καὶ τὰ ἐλέη,  παμμάκαρ Βησσαρίων, ἀεὶ λαμβάνουσι.

Κῆρυξ μετανοίας ἁμαρτωλοῖς, καὶ νοσοῦσι πάτερ, ἰατρεία καὶ κουφισμός, πένησιν ὁ φίλος, ὁμοῦ καὶ τροφοδότης, θεόφρον Βησσαρίων, ἐσχάτως γέγονας.

Χαίροις τοῦ Ἀγάθωνος τῆς Μονῆς, πάτερ Βησσαρίων, ὁ σεβάσμιος λειτουργός, χαίροις μοναζόντων, ὑπακοῆς ὁ τύπος, καὶ πάσης εὐσεβείας, λύχνος πολύφωτος.

Τῶν ἁγίων Φθίας ἡ θαυμαστή, ἡ λαμπρὰ προσθήκη, Βησσαρίων θαυματουργέ, ἐπεγνώσθης πάτερ, ταῖς σαῖς θεοσημείαις, ἐν τοῖς ἐσχάτοις χρόνοις, θεοχαρίτωτε.

Πάντες οἱ τὴν μνήμην σου ἐν χαρᾷ, τελοῦντες παμμάκαρ, Βησσαρίων ἱερουργέ, χάριν καὶ ἐλπίδα, ἀρύονται ἐν βίῳ,καὶ τοῦ ἐχθροῦ τροποῦνται, τὰ πανουργεύματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, ἡ χορεία μοναστῶν, δεῦτε καὶ πιστῶν αἱ ἀγέλαι, θυτῶν ὁ σύλλογος, κοσμικῶν τὸ ἄθροισμα, νέων ὁμήγυρις, προσκυνήσωμεν λάρνακα, τοῦ σεπτοῦ λειψάνου, ὃ Χριστὸς ἐδόξασε, τοῦ Βησσαρίωνος, λέγοντες ἐκ βάθους καρδίας, ὅσιε μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ἐν πίστει εὐφημούντων σε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.