Κυριακή 14 Σεπτεμβρίου 2025

ΣΕΠΤΕΜΒΡΙΟΣ 23. ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΛΛΗΨΙΣ ΑΚΟΛΟΥΘΙΑ

+ ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΓ΄!!

ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΛΛΗΨΙΣ

ΑΚΟΛΟΥΘΙΑ

(Συμπλήρωσις Ἀκολουθίας ὑπὸ Ὁσίου Γερασίμου Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ' τοῦ Προδρόμου, ἐκ τοῦ Μηναίου. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς

Ἱερατεύων ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε βοῶντα αὐτῷ· Ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα, καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἠλιοὺ ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον.

Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι, παῖδα ὡς προσφωνεῖς, ἀπ' ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται; Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται.

Τί ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτά σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν. Ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι, τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον, τρανουμένης τῆς γλώττης, εὐλογήσεις τὸν Θεὸν Ἰσραήλ.

Καὶ γ’. Γερασίμου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ἐξ οὐρανοῦ κατελθών, Γαβριὴλ ὁ Ἀρχάγγελος, τῇ βουλῇ τοῦ Κτίσαντος, Ζαχαρίᾳ ἐφίσταται, καὶ τοῦ Προδρόμου τὴν θείαν Σύλληψιν, τὴν παρ’ ἐλπίδα εὐηγγελίσατο· ἤνπερ γηθόμενοι, πίστει ἑορτάσωμεν, τὸν τοῦ Χριστοῦ, Βαπτιστὴν καὶ Πρόδρομον, ὕμνοις γεραίροντες.

Ἔνδον εἰς Ἁγίων Ἅγια, τὸν ἱερὸν Γαβριήλ, ζαχαρίας ὁ δίκαιος, θυμιῶν ἑώρακε, καὶ ἀκήκοε λέγοντα· τὴν δέησίν σου Θεὸς ἐδέξατο, καὶ τέξῃ παῖδα Χριστοῦ τὸν Πρόδρομον· ὅθεν τὴν Σύλληψιν, τούτου ἑορτάζοντες, τῆς παρ’ αὐτοῦ, χάριτος πληρούμεθα, Θεὸν δοξάζοντες.

Λόγοις, ἀπειθήσας πρότερον, τοῦ ἱεροῦ Γαβριήλ, Ζαχαρίας ἀφήρηται, τὸ λαλεῖν ἀλλ’ ὕστερον, στόμα ἤνοιξεν εὔλαλον, ἐπαγγελίας ἰδὼν τὴν πλήρωσιν, καὶ τὸν Δεσπότην τῶν ὅλων ᾔνεσε, καὶ προεκήρυξεν, ἐν Ἁγίῳ Πνεύματι, τὴν τοῦ παιδός, χάριν καὶ λαμπρότητα, τὴν ὑπὲρ ἔννοιαν.

Δόξα. Ἦχος πλ. β'.

Ἐκ στειρευούσης σήμερον νηδύος, καρπὸς προσευχῆς ἀνεβλάστησεν, Ἰωάννης ὁ Πρόδρομος. Ἀγάλλου ἡ ἔρημος, καὶ χόρευε ἡ ἀνθρωπότης, ὁ τῆς μετανοίας κήρυξ, ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ σαρκοῦσθαι. Δεῦτε ἀγαλλόμενοι ἐν τῇ ἐνδόξῳ αὐτοῦ συλλήψει, οἱ φιλέορτοι χορεύσωμεν βοῶντες· ὁ ἐν γεννητοῖς γυναικῶν μείζων ὑπάρχων, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν, ὅπως εὕρωμεν ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κ. ΙΖ,15-17,19 & ΙΗ,11-14 & ΚΑ,1-2,4-8)

Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων· Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ναί, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον. Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάῤῥα, ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. 

Κριτῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΓ, 2-8, 13-14, 17-18, 21)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρός. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρός με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου. Τί ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ. 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μ,1-5, 9 & ΜΑ,17-18 & ΜΕ,8 & ΜΗ,20-21 & ΝΔ, 1)

Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι' ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Γερασίμου. Ἦχος α’.

Εὐφράνθη ἐν Κυρίῳ, τὸ μακάριον ζεῦγος, Ζαχαρίας ὁ ἱερός, καὶ ἡ τούτου σύμβιος Ἐλισάβετ, ἐν τῇ παρ᾿ ἐλπίδα συλλήψει τοῦ μείζονος πάντων τῶν Ἁγίων, Ἰωάννου τοῦ πάνυ· Ἄγγελος γὰρ Θεοῦ, κατελθὼν αὐτοῖς εὐηγγελίσατο εἰπών· Εἰσηκούσθη ἡμῶν ἡ δέησις, καὶ τέξεσθε υἱόν, ὃς προπορεύσεται πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ἦχος β’.

Τῇ νομικῇ λειτουργῶν λατρείᾳ, Ζαχαρίας ὁ ἔνδοξος, ἀγγελικῆς ὀπτασίας ἠξίωται, ἐν τῷ προσφέρειν τὸ θυμίαμα· καὶ τὸ θεῖον μήνυμα δεξάμενος, ἐν γήρᾳ τεκεῖν υἱόν, σὺν τῇ στείρᾳ Ἐλισάβετ γέγηθε, τῆς παγκοσμίου σωτηρίας, τὰς ἀπαρχάς, ἄνωθεν μυηθέντες· ταῖς αὐτῶν πρεσβείαις, Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ’.

Ἡ φωνὴ τοῦ Λόγου, Ἰωάννης ὁ Πρόδρομος, τῇ τοῦ Ἀγγέλου μηνύσει, ἀρχὴν λαμβάνει, ἐν τῇ στείρᾳ νηδύϊ, τῆς γηραιᾶς Ἐλισάβετ· ὁ τῶν ὅλων γὰρ Θεός, τῆς ἑαυτοῦ σαρκώσεως, παραδόξως προεκφαίνει τὸ μυστήριον· τῷ θείῳ γὰρ Ζαχαρίᾳ ὁ Γαβριὴλ ἐπιστάς, τῆς θείας εὐδοκίας, προαναγγέλει τὴν ἔκβασιν, εἰς ἀνάπλασιν κόσμου, καὶ σωτηρίαν αἰώνιον· ἡ τοῦ Βαπτιστοῦ γὰρ σύλληψις, προτύπωσις τούτων ὤφθη, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ’.

Τοῖς τοῦ Ἀγγέλου ἀπιστήσας ῥήμασι, σιωπὴν κατεκρίθης, Ζαχαρία μακάριε· καὶ τούτων ἰδὼν τὴν ἔκβασιν, τῇ τοῦ Υἱοῦ γεννήσει, ἤνοιξας τὸ στόμα, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴν ὕμνησας, τὸν ποιοῦντα μεγάλα καὶ παράφοξα, βοῶν τῷ τεχθέντι· Καὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύςῃ γὰρ πρὸ προσώπου αὐτοῦ, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα, ὁ αὐτός.

Τὴν ἱερατικὴν ἀμπεχόμενος στολήν, εἰς τὰ τῶν Ἁγίων Ἅγια εἰσῆλθε, θυμιᾶσαι Κυρίῳ Ζαχαρίας ὁ μέγας, ἐταράχθη ἰδὼν δὲ ἐκ δεξιῶν ἑστῶτα τὸν Ἄγγελον τοῦ Θεοῦ· ξένα γὰρ εὐαγγέλια ἐδέχετο, καὶ τῇ σιωπῇ, τῶν λεχθέντων ἐπιστώσατο τὴν ἀλήθειαν· ὧν τῇ ἐκπληρώσει Πνεύματος θείου ἐπλήσθη, καὶ στόμα εὔλαλον ἤνοιξε δοξάζων τὸν Θεόν, τὸν οὕτως εὐδοκήσαντα.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

Μολοῦντι εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται, ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων· Εἱσηκούσθη σοῦ ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, Προφήτην τοῦ Ὑψίστου καὶ φωνήν, τοῦ ἐκ Παρθένου Θεόπαιδος, Λόγου ἀνατείλαντος.

Στ.: Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Λέγε μοι τρανότατα, κατὰ τί γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον.

Στ.: Λατρεύειν αὐτῷ ἐν ὁσιότητι, καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.

Θεοῦ Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα, τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον, ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ τέκῃ σοι, σάλπιγγα τοῦ Λόγου ἡ σύζυγος, τοῦ Πνεύματος τρανοῦντός σοι, γλῶτταν ἐκβοήσεις τρανότατα· Προφήτης Ὑψίστου, κληθήσῃ ὦ παιδίον τὰς αὐτοῦ, προετοίμασαι ἐν χάριτι, τρίβους ὡς ηὐδόκησεν.

Δόξα. Ἦχος πλ. β'

Ἄγγελος, ἐκ στειρωτικῶν ὠδίνων προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων, τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὃν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες, περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ καὶ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Ἡ πρώην οὐ τίκτουσα στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν· ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τρύγων ἡ φιλέρημος ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις, βοηθῶν ἀενάως· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὸν κόσμον σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσον με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐν ναῷ ὡς εἰσῆλθε τῷ νομικῷ, Ζαχαρίας ὁ μέγας ἀρχιερεύς, ὁρᾷ μετ᾿ ἐκπλήξεως, Γαβριὴλ τὸν Ἀρχάγγελον, ἐκ δεξιῶν ἑστῶτα αὐτῷ καὶ φθεγγόμενον, υἱὸν τεκεῖν ἐν γήρᾳ Θεοῦ εὐδοκήσαντος· ὅθεν Ἐλισάβετ, ἡ ὁμόζυγος τούτου, ἀξίως συνέλαβεν, Ἰωάννην τὸν Πρόδρομον· ᾧ ἐν πίστει βοήσωμεν· Πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Βαπτιστὰ καὶ Πρόδρομε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν θείαν σου σύλληψιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Ἡ Πανάχραντος Κόρη τὸν Λυτρωτήν, συλλαβοῦσα καὶ φέρουσα ἐν γαστρί, ἠσπάσατο χαίρουσα, Ἐλισάβετ ἐγγάστριον, σχοῦσα τὸν Ἰωάννην, ὃς ἔνδον φερόμενος, σκιρτήμασι προσκύνησιν, αὐτῷ ἀποδίδωσιν· ὅθεν Θεοτόκε, τὰ πολλὰ μεγαλεῖα, ὑμνοῦμεν τοῦ τόκου σου, καὶ πιστῶς ἐκβοῶμέν σοι, οἱ ἱκέται σου ἄχραντε· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, σὺν τῷ θείῳ Βαπτιστῇ δεόμεθα, πάσης ῥύεσθαι βλάβης, τοὺς σὲ μεγαλύνοντας.

Τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ Ἤχου.

Προκείμενον. Ἦχος δ’: Καὶ σὺ παιδίον προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Στ.: Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, συνέλαβεν Ἐλισάβετ... (ζήτει τῇ ΚΔ’ Ἰουνίου ἐν τῷ Ὄρθρῳ).

[Ἕτερον Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ... (ζήτει τῇ ΙΕ’ Αὐγούστου ἐν τῷ Ὄρθρῳ,].

Ὁ Ν’.

Δόξα: Ταῖς τοῦ Σοῦ Προδρόμου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β’. Στίχ.: Ἐλέησόν με ὁ Θεὸς…

Ἀρχαγγελικῇ ἐμφανείᾳ μεμύηται, Ζαχαρίας ὁ ἱερός, ὅτι ἐν γήρατι τέξεται υἱόν, καὶ Ἐλισάβετ συλλαβοῦσα τέτοκεν, ἐκ στείρας γαστρός, Ἰωάννην τὸν Πρόδρομον, κηρύττοντα τῷ κόσμῳ μετάνοιαν, καὶ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Προδρόμου δύο.

Ὁ α’ Κανὼν τοῦ Προδρόμου. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ

Τῆς στειρευούσης ψυχῆς μου τοὺς λογισμούς, τοὺς ἀκάρπους ἔκτιλον, στειρευούσης ὁ βλαστός, εὐφημεῖν ὁρμήσαντος τὴν σήν, ἐν νηδύϊ μητρικῇ, ἁγίαν Σύλληψιν.

Ὁ ἱερὸς Ζαχαρίας ἐν τῷ ναῷ, εἰσελθὼν τεθέαται, θεῖον Ἄγγελον αὐτῷ, ἐμφανῶς μηνύοντα υἱόν, μετὰ γῆρας Ἱερεῦ, ἕξεις τὸν Πρόδρομον.

Λύχνος Ἡλίου τῆς δόξης ὁ φωταυγής, ἐν νηδύϊ ἄρχεται, ἀναλάμπειν μητρικῇ, δι' οὗ σκότος λέλυται παθῶν, καὶ στειρώσεως δεσμά, ὁ μέγας Πρόδρομος.

Θεοτοκίον

Τὸν ἐν γαστρί Σου Δεσπότην ἐν μητρικῇ, Θεοτόκε πάναγνε, βασταζόμενον γαστρί, κατιδὼν ἐσκίρτησε σαφῶς, Ἰωάννης ὡς αὐτοῦ, ὑπάρχων Πρόδρομος.

Ὁ β’ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ ἀκροστιχίς: Τὴν Ἰωάννου Σύλληψιν μέλπω. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὸν λόγον μου τράνωσον δυσωπῶ, μάκαρ Ἰωάννη, καὶ καταύγασόν μου τὸν νοῦν, ὅπως ἀνυμνήσω κατὰ χρέος, τῆς σῆς Συλλήψεως μνήμην τὴν πάντιμον.

σάλπιγξ ἡ πρόδρομος τοῦ Χριστοῦ, ἐν μήτρᾳ ἀγόνῳ, Ἐλισάβετ τῆς γηραιᾶς, συνείληπται ἤδη θείᾳ νεύσει, καὶ Ζαχαρίας δοξάζει τὸν Κύριον.

Ναῷ ὡς εἰσῆλθε τῷ νομικῷ, λατρεῦσαι Κυρίῳ, Ζαχαρίας ὁ ἱερεύς, κατεῖδε τὸν Ἄγγελον Κύριου, αὐτῷ ἀγγέλοντα τόκον ἐν γήρατι.

Θεοτοκίον

άτρευσον Κόρη τὴν χαλεπῶς, νοσοῦσνα ψυχήν μου, συνηθείᾳ τῇ πονηρᾷ, καὶ δός μοι μετάνοιαν γνησίαν, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυήσασα.

Καταβασία

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος

Ἡ στεῖρα σήμερον καρπόν, ἱερὸν συλλαμβάνει, τὸν μετέπειτα πᾶσαν, ἀκαρπίαν τῶν ψυχῶν, ἀξίνῃ τῇ νοητῇ, ἀποτέμνειν, μέλλοντα ἐν χάριτι.

Κωφεύσας ἔνδον τοῦ ναοῦ, Ζαχαρίας ὁ μέγας, τὴν φωνὴν τὴν τοῦ Λόγου, ἀγγελίᾳ φοβερᾷ, κομίζεται καὶ λαμπρῶς, μεγαλύνει, Κύριον τὸν εὔσπλαγχνον.

Ὁ δείξας τρίβον ἀσφαλῆ, τοῖς πιστοῖς μετανοίας, προτροπῇ τοῦ Ἀγγέλου, ἐν νηδύϊ μητρικῇ, βλαστάνει θείᾳ βουλῇ, παρ' ἐλπίδα, ὁ ἔνδοξος Πρόδρομος.

Θεοτοκίον

Γαστρὶ φερόμενον Χριστόν, τῆς Παρθένου ὡς ἔγνω, ὁ ἐκ στείρας ἐσκίρτα, προμηνύων τὴν χαράν, ἐπιδημοῦσαν ἐν γῇ, κατηφείας, πάντας ἐκλυτρώσασθαι.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.

φθη ὁ Ἀρχάγγελος, τῷ Ζαχαρίᾳ δεξάμενος, τὸν τοῦ Χριστοῦ, τέτοκεν ἐν γήρᾳ, Βαπτιστήν τε καὶ Πρόδρομον.

γγελμα οὐράνιον, ὁ Ζαχαρίας δεξάμενος, τὸν τοῦ Χριστοῦ, τέτοκεν ἐν γήρᾳ, Βαπτιστήν τε καὶ Πρόδρομον.

Νόμῳ τῷ τῆς φύσεως, ἡ Ἐλισάβετ συνελαβε, νεύσει Θεοῦ, υἱὸν ἐν τῷ γήρᾳ, ἐκφυγοῦσα τὴν στείρωσιν.

Θεοτοκίον

Νέκρωσον πανάμωμε, τὸ ἐμπαθὲς τῆς καρδίας μου, καὶ πρὸς ζώην, ἴθυνόν με θείαν, ἀληθοῦς καθαρότητος.

Καταβασία

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Θυμιῶντι ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτόν· Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

ᾨδὴ δ'. Χριστός μου δύναμις

Φωνὴ Ἀγγέλου σε, τὸν ὄντως ἄγγελον, τῆς Χριστοῦ παρουσίας τῷ ἱερεῖ, ἱερῶς προήγγειλε, στειρωτικῆς ἀπὸ γαστρός, ἐκβλαστάνειν μάκαρ Πρόδρομε.

Ἡ πρώην ἄγονος, καὶ ἡ οὐ τίκτουσα, νῦν εὐφράνθητι στεῖρα ὅτι Χριστοῦ, Βαπτιστὴν καὶ Πρόδρομον, καρπογονεῖς πανευκλεῶς, Ἐλισάβετ ἀξιάγαστε.

Ἀξίνῃ Πρόδρομε, τῆς σῆς δεήσεως, τῶν παθῶν μου ἀκάνθας καὶ λογισμῶν, ἔκτιλον προσκόμματα, καὶ καρποφόρον μου τὸν νοῦν, ἀρεταῖς παμμάκαρ ποίησον.

Θεοτοκίον

Νηδύς σε ἔφερε, τὸν πάντα φέροντα, τῆς Παρθένου ἡνίκα ὁ Βαπτιστής, ἐν γαστρὶ φερόμενος, σὲ προσεκύνησε Χριστέ, καὶ σκιρτῶν ἠγαλλιάσατο.

Ἕτερος. Ἐξ ὄρους κατασκίου.

θεοειδής, Ἀρχάγγελος Κυρίου, τῷ ἀρχιερεῖ, ἐβόα Ζαχαρίᾳ· Τέξεται τέκνον ἡ σύμβιος ἐν τῷ γήρᾳ, δεσμῶν λυθεῖσα τῆς στειρώσεως.

μνησε Θεόν, ὡς ἤκουσε τῶν λόγων, τῶν τοῦ Γαβριήλ, ὁ θεῖος Ζαχαρίας, καὶ σιωπὴν κατεκρίθη ὡς ἀπιστήσας, τῷ θεοσδότῳ ἐπαγγέλματι.

Σύσκηνος τελῶν, ὁ θεῖος Ἱεράρχης, νόμοις φυσικοῖς, τῇ ἑαυτοῦ συζύγῳ, τὸν Βαπτιστὴν ἐκομίσατο τοῦ Σωτῆρος, ἐπαγγελθείσης τῆς Συλλήψεως.

Θεοτοκίον

δατι ζωῆς, διψῶσαν τὴν ψυχήν μου, πότισον ἁγνή, αὐχμῷ τῆς ἁμαρτίας, καὶ αἰωνίου πυρός με ῥῦσαι Παρθένε, τὸν καθ’ ἑκάστην ἁμαρτάνοντα.

Καταβασία

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.

ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου

Μολοῦντι ἔνδον τοῦ Ἱεροῦ, καὶ τὰς νομικὰς τῷ Ποιητῇ, λατρείας προσαναφέροντι, ὤφθη τῷ Προφήτῃ ἅγιος Ἄγγελος, μηνύων τοῦ Προδρόμου, τὴν θείαν σύλληψιν.

Πῶς ἔσται τοῦτό μοι τηλαυγῶς; πέλω γὰρ πρεσβύτης ὡς ὁρᾷς, καὶ στεῖραν σύζυγον κέκτημαι, ἔφη Ζαχαρίας πρὸς τὸν Ἀρχάγγελον, φύσεως ἐναντία, λέγεις μοι ῥήματα.

Πρὸς Σάῤῥαν βλέψον τοῦ Ἀβραάμ, ἰδὲ πῶς ἐκείνη Ἰσαάκ, ἐν γήρᾳ τέτοκεν ἄνθρωπε, καὶ τοῖς λεγομένοις δικαίως πίστευε, πρεσβύτῃ προσεφώνει, ὁ μέγας Ἄγγελος.

Θεοτοκίον

Εὐλογημένη ἐν γυναιξί, σὺ Θεοχαρίτωτε σαφῶς, ἡ Ἐλισάβετ ἐβόα σοι, ὅτι κυοφόρον ἀνάνδρως ἔγνων σε, τὴν μόνην μετὰ τόκον, ἄφθορον μείνασαν.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι.

Λαμπόμενος φωτὶ ὁ Ἀσώματος, τῷ νοητῷ, λύχνον τὸν πολύφωτον, τῆς μετανοίας προήγγειλε.

Λαμπρύνεται ἡ κτίσις τῷ τόκῳ σου, ὦ Βαπτιστά, καὶ γεραίρει χαίρουσα, τὴν παρ’ ἐλπίδα σου Σύλληψιν.

λύσις τῆς ἀρᾶς τοῦ Προπάτορος, τῇ θαυμαστῇ, Πρόδρομε Συλλήψει σου, προκαταγγέλλεται σήμερον.

Θεοτοκίον

Ψυχήν μου τὴν ἀθλίαν ἐκκάθαρον, τῆς ῥυπαρᾶς ἁμαρτίας Δέσποινα, ῥείθροις τῆς Σῆς ἀγαθότητος.

Καταβασία

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν

Ἀμφίβολον κέκτημαι, τὴν διάνοιαν ἐγώ, καὶ ἀπιστῶ τοῖς λόγοις σου, τῷ Ἀρχαγγέλῳ ἔφη ὁ Ἱερεύς· λαοῦ σωτηρίαν γάρ, οὐκ ἐμῆς ἐξ ὀσφύος καρπὸν ᾔτησα.

Ὁ πλάστης τῆς φύσεως, τῶν Ἀγγέλων Βασιλεύς, ὁ λειτουργὸς ἀντέφησε, τῆς παρουσίας Ἄγγελον τῆς αὐτοῦ, ηὐδόκησε τίκτειν σε, τοῖς ἐμοῖς μὴ ἀπίστει λόγοις ἄνθρωπε.

Τὸ εἶδός σου πύρινον καὶ ἡ θέα σου φρικτή, καὶ θαυμαστὸς ὁ λόγος σου, ὁ Ζαχαρίας ἔφη τῷ λειτουργῷ, ἀλλ' οὖν οὐ πιστεύω σοι, ὑπὲρ φύσιν λαλοῦντι ξένα ῥήματα.

Θεοτοκίον

Ὁ λύχνος τὸν Ἥλιον, ἐν νεφέλῃ μητρικῇ, γαστρὸς κατακρυπτόμενον, ἐπεγνωκὼς ὑπάρχων ἐν ζοφερῷ, τῆς μήτρας σκηνώματι, προσεκύνησε χαίρων καὶ ἐσκίρτησε.

Ἕτερος. Τὴν δέησιν ἐκχέω.

σχύϊ σου, δυναμούμενοι Λόγε, Ζαχαρίας ὁ πιστός σου θεράπων, καὶ Ἐλισάβετ ἡ σύνευνος τούτου, ὡς εὑρεθέντες τῷ νόμῳ σου ἄμεμπτοι, συνέλαβον νεύσει τῇ σῇ, ὅνπερ ὥρισας θεῖόν σου Πρόδρμον.

Νομίμοις, τοῖς φυσικοῖς συλλαμβάνει, Ἐλισάβετ ἡ πρὶν ἄγονος οὖσα, τῆς ἡλικίας ἐκβᾶσαν τὴν ὥραν, καὶ Ζαχαρίας ὁ μέγας ἀγάλλεται, ἐν τῇ Συλλήψει τοῦ υἱοῦ, οὗ τὸ κλέος περίδοξον ἔσεται.

Μεγίστης, κατηξιώθησαν δόξης, Ζαχαρίας Ἐλισάβετ συνάμα, ὡς τὸν ὑπέρτερον πάντων Ἁγίων, θείῳ βουλήματι κόσμῳ βλαστήσαντες· ὧν ταῖς πρεσβείαις ὁ Θεός, τὰς ψυχὰς ἡμῶν σῶσον ὡς εὔσπλαγχνος.

Θεοτοκίον

τέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, ἀναλλοιώτως ἀτρέπτως Παρθένε, καὶ τὴν κατάραν ἡμῶν ἐξηφάνισε, καὶ ἔσωσε πάντας ἡμᾶς, τοὺς αἰνοῦντας τὸν ἄφραστον τόκον Σου.

Καταβασία

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον. Ἦχος α'. Χορὸς Ἀγγελικός

Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας, καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὃν Ἀρχάγγελος, εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιόχρεως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

Ὁ Οἶκος

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ Ἁγίου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

Ταῖς τοῦ Σου Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον

Ἀπιστήσας μου τοῖς ῥήμασι τὴν κώφευσιν, κομίζου προδηλότατα, καὶ τικτομένην ὁπηνίκα, ἴδῃς τὴν φωνήν, τοῦ Λόγου ἀνάλαβε φωνήν· Εὐλογητὸς εἶ ἐκβοών, τοῦ Ἰσραὴλ ὁ Θεός.

Τῇ σελήνῃ Ἐλισάβετ προσενούμενος, πολύφωτος ὡς ἥλιος, ὁ Ζαχαρίας σελασφόρον λύχνον τοῦ φωτός, ἐκτέτοκε φαίνοντα ἡμῖν, τοῖς ἐν τῷ σκότει τῶν παθῶν, κατασχεθεῖσι δεινῶς.

Τοῖς σκιρτήμασιν ὡς ῥήμασι χρησάμενος, Χριστοῦ ὁ μέγας Πρόδρομος, προσεκύνησεν ἐν νηδύϊ σε Παρθενικῇ, αὐτὸς βασταζόμενος γαστρί, τῆς Ἐλισάβετ Ἰησοῦ, ὁ τῶν Πατέρων Θεός.

Θεοτοκίον

Ἡ σελήνη Ἐλισάβετ ἔνδον φέρουσα, ἀστέρα θεῖον Πρόδρομον, προσεκύνησε, φωτεινὴν νεφέλην Μαριάμ, τὸν ἥλιον φέρουσαν Χριστόν, σαρκοφορούμενον ἐκ σοῦ, διὰ τὸ σῶσαι ἡμᾶς.

Ἕτερος. Παῖδες Ἑβραίων.

Λύτρωσιν κόσμου προμηνύει, καὶ ἀνάκλησιν πρὸς τὴν ἀρχαίαν δόξαν, Βαπτιστὰ τοῦ Χριστοῦ, ἡ θεία Σύλληψίς σου, ἣν πόθῳ ἑορτάζοντες, τὸν Σωτῆρα ἀνυμνοῦμεν.

Παῖδα κυήσεις Ζαχαρία, ἐν τῷ γήρατι ὃς ἔναντι Κυρίου, ἔσται μέγας φησίν, ὁ Ἄγγελος ὁ θεῖος, τῷ Ζαχαρίᾳ κράζοντι· Ὁ Θεὸς εὐλογητὸς εἶ.

φθη μητρὸς ἀπὸ κοιλίας, μάκαρ Πρόδρομε Θεῷ ἡγιασμένος· πρὸ προσώπου αὐτοῦ, σὺ γὰρ προπορεύθης, καὶ τὴν αὐτοῦ ἐκήρυξας, ἐν τῷ κόσμῳ παρουσίᾳ.

Θεοτοκίον

Γέγονας παίγνιον δαιμόνων, πράττων πάντοτε τὰ ἄτοπα Παρθένε· ἀλλὰ Σύ μου ἁγνή, μετάνοιαν παράσχου, καὶ σῶσόν με τὸν ἄφρονα, τῆς μανίας τοῦ Βελίαρ.

Καταβασία

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις

Τοῦ νυμφίου ὁ φίλος προετοιμάζεται, ἡ φωνὴ δὲ τοῦ Λόγου ἀρχὴν εἰσδέχεται, καὶ στειρωτικαῖς, νῦν λαγόσιν ἐκτρέφεται, τοῦ παμβασιλέως, ὁ μέγας στρατιώτης.

Στειρευούσαις καρδίαις γεωργὸς ἤνθησε, τῶν παθῶν ἡ ἀξίνη ἤδη χαλκεύεται, μόσχος ὁ σεπτός, ἐγκρατείᾳ σιτεύεται, Πρόδρομος ὁ μέγας, λαοὶ ἀγαλλιᾶσθε.

Τὰ δεσμὰ ὥσπερ πάλαι τὰ τῆς στειρώσεως, τῆς ἐμῆς διανοίας, οὕτω τὴν πώρωσιν, λῦσον Βαπτιστά, καὶ καρποὺς μετανοίας με, ποίησον βλαστάνειν, καὶ ζῆν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Κυοφόρον σε Κόρη ὡς ἐθεάσατο, Ἐλισάβετ ἐνθέως ἠγαλλιάσατο, ἔνδοθεν αὐτῆς, τοῦ ἐμβρύου σκιρτήσαντος, ὡς ἐπιγνωκότος, τὸν ἑαυτοῦ Δεσπότην.

Ἕτερος. Οἱ θεοῤῥήμονες Παῖδες.

κ τῆς φωνῆς τοῦ Ἀγγέλου Ἰωάννη, ὁ σὸς τοκεὺς ἐμυήθη, τὴν παρ’ ἐλπίδα σου Σύλληψιν, ἣν ἡ κτίσις γεραίρει, Χριστὸν μεγαλύνουσα.

ωσθεῖσα χάριτι θείᾳ Ἐλισάβετ, δεσμὰ στειρώσεως λύει, τῇ ἐπινεύσει τοῦ κρείττονος, καὶ ἐν γήρατι τίκτει, Ἰωάννην τὸν Πρόδρομον.

πὸ Θεοῦ ἀπεστάλην χαρᾶς θείας, τὰ εὐαγγέλια φέρων, τῷ ἱερεῖ ὁ Ἀρχάγγελος, ἐν τῷ ναῷ ὡς ὤφθη, ἐνθέως ἐβόησε.

Θεοτοκίον

Σάρκα λαβὼν ἐξ αἱμάτων Σου ὁ Λόγος, τῆς τῶν παθῶν ἀλογίας, λυτροῦται Κόρη τοὺς κράζοντας· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Καταβασία

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν

Χριστοῦ ὁ μέγας καὶ θεῖος Πρόδρομος, στειρωτικὰς νῦν πύλας, διανοίξας αὐλίζεται, ὡς ἐν βασιλείοις ἐν νηδύϊ μητρός· ὅς τις ὡς στρατιώτης, προεξελεύσεται, τοῦ Παμβασιλέως τὰς ὁδοὺς ἐτοιμαζόμενος.

Θεοῦ Προφῆτα πρεσβῦτα χόρευε, ἕξεις υἱόν, οὗ μείζων ἐν βροτοῖς οὐκ ἐγήγερται, Ἰωάννην Κυρίου τὸν Πρόδρομον· Σκίρτησον Ἐλισάβετ· γῆ πᾶσα γήθησον, αἴνεσιν τῷ πάντων Ποιητῇ Θεῷ προσάγουσα.

Ἡμῶν τῶν πίστει ἀνευφημούντων σε, μέμνησο νῦν Προφῆτα τοῦ Κυρίου καὶ Πρόδρομε, ψυχικῶν ἐκ παθῶν ἐκλυτρούμενος, σῴζων ἡμᾶς κινδύνων, καὶ πρὸς οὐράνιον τρίβον ὁδηγῶν, θεοπρεπῶς ἀειμακάριστε.

Θεοτοκίον

Ἁγνὴν μητέρα σαφῶς ἐπέγνω σε, στειρωτικῶν δεσμῶν ἡ Ἐλισάβετ ὡς ᾔσθετο, ἑαυτὴν λελυμένην καὶ φέρουσαν, Πρόδρομον τοῦ ἐν μήτρᾳ, σοῦ κατοικήσαντος, ἄχραντε Παρθένε, Μαριὰμ Θεοχαρίτωτε.

Ἕτερος. Ὄρους παρῆλθες.

σχυσαν σθένει τοῦ Πνεύματος, ὅτε Ζαχαρίας Ἐλισάβετ ἐν γήρατι, τεκεῖν τὸν Ἰωάννην τὸν μέγαν Πρόρομον· οὗ νῦν πανευφροσύνως, πανηγυρίζομεν τὴν Σύλληψιν.

Μέγας ὡς ἔφη ὁ Ἄγγελος, καὶ προαπεστάλης Ἰωάννη ἔνδοξε, τοῦ προετοιμᾶσαι Χριστοῦ τὴν ἕλευσιν· διό Σε εὐφημοῦντες, τὴν Σύλληψίν Σου ἑορτάζομεν.

ρους παρῆλθον τῆς φύσεως, σὺν τῷ Ζαχαρίᾳ Ἐλισάβετ καὶ ἔτεκον, ἐν γήρᾳ καὶ στειρώσει τὸν μέγαν Πρόδρομον· διὸ αὐτοὺς τιμῶμεν, ὡς πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.

Θεοτοκίον

ψιστον Λόγον ἐκύησας, κόσμον ἀνυψοῦντα φθορᾶς ἀειπάρθενε· διὸ κἀμοῦ τὸν πόθον, πρὸς θεῖον ἔρωτα, ἀνύψωσον καὶ σῶσον, Θεοκυῆτορ τὸν ἀνάξιον.

Καταβασία

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἡ τοῦ Προδρόμου ἔνδοξος, σύλληψις προμηνύει, τὸν ἐκ Παρθένου μέλλοντα, τίκτεσθαι Βασιλέα, ὡς οὗτος ἐξ Ἐλισάβετ, τῆς ἀκάρπου καὶ στείρας, πρεσβύτου Ἱερέως τε, Ζαχαρίου τοῦ πάνυ, ὧν ταῖς εὐχαῖς, καὶ τῆς Θεοτόκου καὶ Ἰωάννου, τοῦ Βαπτιστοῦ σου Κύριε, σῶσον οἴκτειρον πάντας.

Θεοτοκίον

Χαρμονικῶς τὸ Χαῖρέ σοι, τοῦ σεπτοῦ Ἀρχαγγέλου, οἱ λυτρωθέντες πάναγνε, τῆς ἀρχαίας κατάρας, διὰ τοῦ θείου σου τόκου, εὐχαρίστως βοῶμεν· Χαῖρε, Ἀδὰμ ἡ λύτρωσις, Θεοτόκε Παρθένε· χαῖρε σεμνή, δι' ἧς ἀπηλλάγημεν τοῦ θανάτου· χαῖρε, δι' ἧς ἐτύχομεν, οὐρανῶν Βασιλείας.

Αἶνοι. Προσόμοια τοῦ Προδρόμου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλιᾶται ἡ κτίσις ἐν τῇ συλλήψει σου, Πρόδρομε καὶ Προφῆτα, Βαπτιστὰ Ἰωάννη· ὁ θεῖος γάρ σου τόκος, σημαίνει ἡμῖν, τοῦ Δεσπότου τὴν γέννησιν, καὶ διὰ τοῦτο συμφώνως οἱ ἐπὶ γῆς, ἐπαξίως εὐφημοῦμέν σε. (Δίς)

Ὡς θαυμαστὴν μαρτυρίαν εὑρὼν ὁ Ἄγγελος, τὴν σύλληψιν τῆς στείρας, τῇ Μαρίᾳ προσάγει, πρὸς πίστωσιν προσφέρων· διὸ καὶ ἡμεῖς, Ἐλισάβετ πρὶν ἄγονον, καὶ Ζαχαρίαν ὁμόζυγον τὸν αὐτῆς, καὶ Ἰωάννην εὐφημήσωμεν.

Ὁ θεοσκεύαστος λύχνος τοῦ ἀϊδίου φωτός, ὁ τοῦ νυμφίου φίλος, τοῦ Ἡλίου τῆς δόξης, ὁ μέγας Ἑωσφόρος, ἡ ζῶσα φωνή, Θεοῦ Λόγου ὁ Πρόδρομος, τῆς παρουσίας Κυρίου ἀγγελικῇ, προσφωνήσει νῦν συνείληπται.

Δόξα. Ἦχος πλ. β΄. Γερασίμου.

Ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ, λειτουργῶν τῷ Κυρίῳ, ἀγγελικῆς ὀπτασίας ἠξίωσαι, Ζαχαρία θεόπνευστε· ὁ γὰρ Ἄγγελος Θεοῦ εὐηγγελίσατό σοι, τὴν τῶν δεήσεων ἀποδοχήν, καὶ τὴν αὐτῶν καρποφορίαν· ἡ γὰρ σύζυξ Ἐλισάβετ, στειρωτικῶν λυτρωθεῖσα δεσμῶν, ἐν γήρᾳ συλλαβοῦσα τέτοκεν, Ἰωάννην τὸν Πρόδρομον. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ἦχος πλ. δ'

Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης, ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον, ὁ ἔχων τὸ μέγα ἔλεος.

Μεγαλυνάριον.

Στεῖρα καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμενιν, ἀξίνῃ μετανοίας· ὃν μεγαλύνομεν

Σάββατο 6 Σεπτεμβρίου 2025

ΣΕΠΤΕΜΒΡΙΟΣ 15. ΑΓΙΟΣ ΙΩΣΗΦ ΤΙΜΙΣΟΑΡΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ!!

ΙΩΣΗΦ ΤΙΜΙΣΟΑΡΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Πορφυρίου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Θαυμάτων ὡς κρήνη δαψιλής, ἡ μνήμη σου σήμερον τὴν Ἐκκλησίαν ἐφάιδρυνε, καὶ συνεκάλεσε, πανηγυριζόντων, δῆμον θεοσύλλεκτον, τὰ τέκνα τὰ φιλέορτα Ὅσιε, ἅπερ καὶ λέγουσι, μὴ ἐλλίπῃς ὁσιώτατε, τοῦ πρεσβεύειν Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ὡς δένδρον κατάκαρπον πολλούς, περιθάλπεις Ὅσιε, ἐν τῇ σκιᾷ τῶν πτερύγων σου, δρόσῳ τοῦ πνεύματος· τῇ θερμῇ γὰρ Πάτερ, προσευχῇ σου ἅπαντας, δροσίζεις Ἰωσὴφ τοῦς τιμῶντάς σε, θεομακάριστε, διδαχαῖς τε καὶ ἀσκήσεσιν, πλουτισθεὶς γὰρ πανσόφως ἐν Ἄθωνι.

Ἐν τόπῳ ἐν ᾧ θαυμαστικῶς, τὰ θεῖά σου λείψανα, Τιμισοάραν στολίζουσιν, θήκην ἐκ κόνεως, τῶν καέντων τέκνων, ἐξ ἀθέων ἔφερον, καὶ ἔσβεσαν φρυάγματα· λάμπει γάρ, ἡ ὀρθόδοξος ἀλήθεια, νῦν παμμάκαρ τῇ θείᾳ πρεσβείᾳ σου.

Δόξα. Ἦχος πλ. β΄.

Πάτερ ἀγαθέ, ἐν γήρει πίονι, διὰ τὴν θείαν ἐντολήν, καταλιπὼν ἡσυχίαν τῆς ἐν Ἄθῳ βιοτῆς, ὑπὲρ τοῦ λαχόντος σοι ποιμνίου, ἀνέλαβες κόπον ὑπέρμετρον, Ἰωὴσηφ θεοτίμητε· ὅθεν διδάσκων ἐν ἔργῳ καὶ λόγῳ, καθὼς ὁ ἀρχιποιμὴν Χριστός, ἐν τριετίᾳ ὅλῃ, πάλιν τὴν ἡσυχίαν ἐζήλωσας, ἐν ᾗ τελειωθεὶς βρύσις θαυμάτων γέγονας. Πρέσβευε οὖν φιλότεκνε, καὶ νῦν ὑπὲρ τῶν ἑορταζότων τὴν θεοχαρίτωτον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν. δι᾽ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾽ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Γήρατι Ἰωσήφ, ἐστέφθης θεοφόρε, τῆς ἀρχιερωσύνης, βαθμῖδι ἐκ τοῦ Ἄθω, προσαναβὰς μακάριε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Τεῖχον καὶ ὀχυρόν, καὶ πύργον ἀσφαλείας, τὰς προσευχάς σου Πάτερ, καὶ πρὸς Χριστὸν δεήσεις, τοῖς τέκνοις σου προσέφερες.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ὕδωρ ἐκ ποταμοῦ, ἀφθόνως καταρδεῦσαι, τὴν χώραν τῆς καρδίας, τῶν σῶν προβάτων Πάτερ, τὰς διδαχάς σου δέδωκας.

Δόξα. Τριαδικόν.

Δόξα Σοι Βασιλεῦ, Τριὰς ἡ ἐν Μονάδι, τρισσῶς κατακοσμήσας, βαθμῖσι ἱερέων, τοῦ Ἰωσὴφ ἐν χάριτι.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε οὖν Μαριάμ, ὅτι ἐκ τῶν Σῶν τέκνων, ἐν γήρατι ἐξ Ἄθω, Τιμισοάρας δῆμον, ὁ Ἰωσὴφ ἐφώτισεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Χριστοῦ ἀρχιερεύς, θεοφόρε ἐδείχθης, ἐν Ἄθῳ ἀσκηθείς, καὶ ἐν γήρᾳ τιμίῳ, ἐκλήθης καὶ ἀνέλαβες, Ἰωσὴφ ποίμνην θέλουσα, τὰ ζωήῤῥυτα, νάματα Πάτερ· δι’ ὅπερ, πλεῖστα θαύματα, ἀναπηγάζεις τοῖς πόθῳ, τὴν μνήμην σου γεραίρουσι.

 Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α΄.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακὸς οὐ στιχολογεῖται. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τοῦ Σταυροῦ. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.

Καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀγγελικῶς διὰ βίου πολιτευσάμενος, ἀγγελικαὶ χορεῖαι, ὑπεδέξαντο Πάτερ, τὴν θείαν σου ἐν ὕμνοις μάκαρ ψυχήν, ἀνελθοῦσαν καὶ κρούονται, ὡς αὐτομάτως οἱ κώδωνες ἐν Μονῇ, τῶν Ἀρχαγγέλων τῇ κοιμήσει σου.

Τίς ἀριθμήσει θεόφρον ἅπερ ἐτέλεσας, ἐν βίῳ καὶ λειψάνοις, μετὰ θάνατον Πάτερ, ἀγάπῃ τῷ λαῷ σου ἐν πατρικῇ, ὡς ἀρχιποίμην θεόλεκτος, θαυματοβρῦτα ἰάσεις παντοδαπάς, Ἰωσὴφ θαυμασιώτατε.

Χρόνοις πολλοῖς ἀγνοούμενος Πάτερ Ὅσιε, χαρὰν πολλὴν προσφέρεις, τῇ Χριστοῦ Ἐκκλησίᾳ, πρὸς πάντας ὀρθοδόξους τοὺς γηγενεῖς, καὶ μακρὰν ὀπτανόμενος, πᾶσι παρέχων τὴν χάριν σου Ἰωσήφ, ἀρχιερέων ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. β΄.

Πάλιν ἑορτὴ καὶ πάλιν πανήγυρις τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ· χθὲς γάρ, τοῦ Χριστοῦ ὁ Σταυρὸς ἀνυψούμενος, καὶ σήμερον ὁ ἱεράρχης Αὐτοῦ, ἐπ’ αὐτὸν στηριζόμενος· γήρατος βακτηρίαν γὰρ ἔχων τὸν Σταυτόν, τοῦτον τῷ ποιμνίῳ προσέφερεν στηριγμὸν πρὸς παιδαγωγίαν, Ἰωσὴφ ὁ θαυμασιώτατος· ἀλλὰ καὶ χάριν ἰαμάτων ἐξ αὐτοῦ δεξάμενος, βρύσις θαυματόῤῥυτος γέγονε ζῶν καὶ μετὰ τὴν κοίμησιν. Καὶ τοῖς τιμῶσι νῦν τὴν μνήμην αὐτοῦ, πλουσίας δωρεὰς ἀντιδωρίζεται, ὡς Πατὴρ φιλότεκνος καὶ φιλόστοργος.

Καὶ νῦν. Τοῦ Σταυροῦ.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἴσοδος

Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.

Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου...

Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν...

Στίχ. Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες...

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.

Ἀγγελικὸν θεοφόρε βίον ἐπιποθήσας ἐκ νεαρᾶς ἡλικίας, χρόνους δύο σὺν ἑξήκοντα ἐξήσκησας ἐν τῷ ὄρει τῆς Θεομήτορος· ὅθεν καὶ ὡς αἴθουσα λάμψις ἐκεῖθεν ἐξεπήδησας, ἵνα φωτίσῃς τρόποις καὶ λόγοις λαὸν σοὶ ἐκλελεγμένον καὶ ἐμπιστευθέντα παρὰ τοῦ μεγάλου καὶ μόνου Ἀρχιερέως, καὶ ὁδηγήσῃς αὐτὸν εἰς νομὰς σωτηρίους· ὅθεν, παρ’ Αὐτῷ τῷ Κυρίῳ νῦν παριστάμενος, μὴ παύσῃ ἱκετεύων ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου, Ἰωσὴφ πανόλβιε.

Ἦχος β΄.

Ποίοις λόγοις ἐγκωμίων νῦν καταστέψωμεν, Ὅσιε τρισμάκαρ Πατὴρ ἡμῶν, τὴν σὴν ἐτήσιον μνήμην, Ἰωσὴφ θεοδόξαστε· προσφάτως γὰρ γνωσθείσης ἡμῖν τῆς πολιτείας καὶ τῶν θαυμασίων, ἅπερ χαρίτι Χριστοῦ ἐπετέλεσας, διὰ βίου δόξαν αὐτῷ ἀναπέμπομεν, τῷ σὲ δοξάσαντι μακάριε.

Ἦχος γ΄.

Πέλαγος ἀνεξάντλητον τοῦ βίου αἱ περιστάσεις· ἀλλ’ αἱ μνῆμαι τῶν Ἁγίων λιμὴν ἐν αὐτῷ σωτήριος, ὥσπερ ἡ Λῆμνος ἐν τῷ Αἰγαίῳ· νῆσος λευκή, καὶ νῦν ὑποδέχεται ἐκ τῆς χώρας τοῦ καθαροῦ ποταμοῦ, ὅρμον ἀκύμαντον, τὴν μνήμην Ἰωσὴφ τοῦ τρισμάκαρος. Πατὴρ γὰρ φιλότεκνος τοῖς τέκνοις, βίου εἰρήνην χαρίζεται καὶ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ πλοῦτον ἀδαπάνητον θαυμάτων τὴν ἐνέργειαν.

Ἦχος πλ. α΄.

Ἐν ὀγδοήκοντα ἔτεσιν ἐκμετροῦντος Δαβὶδ τὸν ἀνθρώπινον βίον, μετὰ ταῦτα δὲ κόπον καὶ πόνον προφητεύοντος, σὺ Ἰωσὴφ θεοτίμητε, ἀγῶνα ἀνείληφας ὑπὲρ ἄνθρωπον· καὶ ἀρχιερεὺς γενόμενος, ἐν θαύμασιν, διδαχαῖς καὶ ἀρετῇ βίου λαὸν σοὶ περιούσιον ἐξέθρεψας, ὁδηγῶν εἰς νομὰς σωτηρίους· ὅθεν καὶ ἰάσεων χάριν ἀπείληφεν ἡ σορὸς τῶν τιμίων λειψάνων σου καὶ Τιμισοάρα ἐγκαυχᾶται ἐπὶ τῇ μνήμῃ σου σήμερον.

Δόξα. Ἦχος πλ. β΄.

Λύχνος ἐκδαπανώμενος τῷ φωτὶ τοῦ Χριστοῦ γέγονας, Ὅσιε Πάτερ Ἰωσήφ, διὰ τὴν ἀγάπην ἀδελφῶν καὶ τέκνων ἐν Ὀρει τῷ Ἁγίῳ τοῦ Ἄθωνος· κἀκεῖθεν προσκληθείς, εἰς ἀνωτέραν λυχνίαν ἐτέθης, τῆς ἀρχιερωσύνης δεχόμενος τὴν καθέδραν· ἔνθα φωτίσας καὶ ἐκθρέψας τὴν λογικήν σου ποίμνην ἀνῆλθες πρὸς τὸν ἀρχιποίμενα Ἰησοῦν, πρὸς Ὃν καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν θεόληπτε.

Καὶ νῦν.

Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζόμενων λιμήν, ἐν πολέμοις νίκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου

Πάτερ, θεοφόρε Ἰωσήφ, σήμερον τελοῦντες τὴν θείαν μνήμην σου, πόθῳ ἀναγράφομεν τὰ κατορθώματα, ἃ ἐν βίῳ τῇ χάριτι, Χριστοῦ κατορθώσας, ποιμὴν ἀναδέδειξαι εὐαγγελίου τρανῶς· ὅθεν σε καλοῦμεν προστάτην, καὶ τῇ ἱερᾷ σου πρεσβείᾳ, ἅπαντες ἐκ πόθου καταφεύγομεν.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Σκέπε, οὖν θεόφρον μοναστάς, πάντας καὶ μιγάδας διδάσκων, αὐτοὺς τοῖς τρόποις σου, φύλαττε νεότητα ἀπὸ παντοίων δεινῶν, τοὺς τιμῶντας δὲ σήμερον, τὴν θείαν σου μνήμην, μάκαρ ἀποκάθαρον, ἐξ ἐπηρείας κακῆς, ἔχων γὰρ ποιμένος τὴν ῥάβδον, πάντας πρὸς παράδεισον ὁδήγησον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Θείων σου λειψάνων τὴν σορόν, χρόνοις κεκρυμμένην τῷ φθόνῳ, τῶν ἀλλοδόξων γενῶν, ἱεράρχης εὑράμενος, χαρᾷ τε καὶ πόθῳ, ταῦτα ἀνεκόμισεν ἐν τῷ ναῷ εὐλαβῶς· σκήνωμα ὑπάρχων τοῦ θείου, Πνεύματος Ἁγίου τὴν χάριν, εἴληφας τελεῖν Πάτερ θαυμάσια.

Δόξα. Ἦχος πλ. α΄.

Τὸν σταυρὸν τοῦ Χριστοῦ ἄρας ὡς χρηστὸν ζυγὸν ἐκ νεότητος, πᾶσαν βίου τελειότητα διὰ βίου ἐφήρμοσας. Εὐαγγελικῶν γὰρ μακαρισμῶν τὰς ἀναβάσεις πάσας ἐπιβάς, σφραγῖδα τούτων ἀπείληφας τῆς ἀρχιερωσύνης τὸ χάρισμα, καὶ τῶν θαυμάτων τὴν ἐνέργειαν ἄφθονον· ὅθεν, Ἰωσὴφ θαυμασιώτατε, οὐδόλως τῷ γήρατι τρυχώμενος ἐπτοήθης, ἀλλ’ ὑπὲρ τῆς δόξης Χριστοῦ ἐκ τοῦ Ἄθωνος ἀπεδήμησας, καὶ Τιμισοάρας Ἐκκλησίαν κατεκόσμησας. Καὶ νῦν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν γεραιρόντων τὴν σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄.

Χορὸς Ἱεραρχῶν, τὴν ὁσίαν σου μνήμην, δᾠδαῖς πνευματικαῖς, Ἰωσὴφ ἐκτελοῦσι· συμπλήρωσιν γὰρ ἔλαβον, τὴν ψυχήν σου τὴν ἔνδοξον· ὅθεν ἅπασα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, ἐν τῇ σεπτῇ σου κοιμήσει, ἐν ὕμνοις δοξάζει σε.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.

Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολεμοῖς ἐδείχθη, ποτὲ τῷ Βασιλεῖ, εὐσεβεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ᾿ ἐχθρῶν διὰ πίστεως· τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐγκρατείᾳ νεκρώσας ἀγωνισθείς, τῆς σαρκὸς πᾶσαν γήϊνον ἀπειλήν, ἐν Ἄθῳ ἐν ἔτεσιν, προσευχαῖς καὶ ἀσκήσεσι, εὐηρέστησας Πάτερ Θεοτόμου τὸ θέλημα, καὶ ὡς κλῆρον ἐν γήρει βακτηρίαν σοὶ ἔδωκεν, ἵνα ὁδηγήσῃς, Ἰωσὴφ πρὸς τὰ ἄνω, ὡς ποίμνην θεόσδοτον, Τιμισοάραν τοῖς λόγοις σου· πρέσβευε οὖν μάκαρ καὶ νῦν, καὶ χορήγει πρόσφορα ἰάματα, τοῖς πιστῶς ἐκτελοῦσι τὴν μνήμην σου σήμερον.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.

Ὁ Ν’ ψαλμός.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: ΠοΡΦύριοΣ ΣιΜωνοπετρίτηΣ

ᾨδὴ πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

ναλαβὼν ὡς βακτηρίαν γήρατος, ἵνα ποιμάνῃς λαόν, τὸν σταυρὸν παμμάκαρ, Ἰωσὴφ θαυμάσιε, Τιμισοάρας καύχημα καὶ τοῦ Ἄθωνος δόξα, θαυματουργὸς ἀναδέδειξαι, ζῶν καὶ μετὰ κοίμησιν Ὅσιε.

Βέλος ἀγάπης Ἰησοῦ σὲ ἔτρωσεν, ἐν νεαρᾷ ἀληθῶς, καὶ διψῶν ἐκείνου, ἡλικίᾳ ἔλαφος, ὥσπερ διψῶσα ἔδραμες, Θεοτόκου τῇ μάνδρᾳ, ἔνθα ἐν πέντε τοῖς ἔτεσιν, εἴληφας παιδείαν τοῦ πνεύματος.

Γέρας καὶ πλοῦτος ἀληθῶς ἐδόθη σοι θαυματουργία σοφέ, Ἰωσὴφ θεόφρον, θεραπεύειν πάσχοντας, παρέχειν δὲ τὴν ἴασιν, ἀλλοπίστων καὶ ξένων, πᾶσι προθύμως μακρόθυμε, ἔλεος δεικνύων τῆς πίστεως.

Θεοτοκίον.

Πρέπει Σοὶ Μῆτερ ἀληθῶς πανάμωμε, πᾶσα τιμὴ ὡς μητρί, Θεοτόκε Κόρη, τοῦ ἀνάρχου Τόκου Σου, Ἐμμανουὴλ τοῦ δείξαντος, ἐν Σταυρῷ πᾶσαν δόξαν, φροντίζων τότε τὴν τέξασαν, Σὲ τὴν ἀπειράνδρως κυήσασαν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Δαιμονικὰς ἐπιβουλάς, καὶ λογισμῶν ἐπιθέσεις, ταπεινώσει ἐξησθένησας Πάτερ, καὶ νεκρώσας πρακτικῶς, τὸ ψυχοφθόρον θέλημα, ἀσκητικῶς ἐν Ἄθῳ, χρόνους ἑξήκοντα ἔζησας.

ργοι σοι Πάτερ ὑψηλόν, καλλιγραφίας ἀρίστης, ἐδιδάχθη καὶ ἐξέμαθες ζήλῳ, ἀλλ’ ἀρίστοις ἀληθῶς, ἐν τῇ καρδίᾳ γέγραφας, Εὐαγγελίου ρήσεις, ἐν ἀρεταῖς παιδευόμενος.

Ζάλην παντοίων λογισμῶν, καὶ ἀσθενείας ἀῤῥώστων, ἐθεράπευες πολλῶν μοναζόντων, ἐπιθέσει δὲ χειρός, τῆς δεξιᾶς σου πάντιμε, ἱερωσύνης χάριν, καὶ εὐλογίαν διένειμες.

Θεοτοκίον.

ῶσίν μοι δίδου πανσθενῆ, ἡ παντευχία τοῦ Ἄθω, Θεοτόκε πολυώνυμε Κόρη, ἵνα μέλπω εὐκρινῶς, πᾶσαν ὀνομασίαν Σου, ἣν δῆμος μοναζόντων, καρδιακῶς ἀπονέμει Σοι.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Γῆρας τίμιον, καὶ παναιδέσιμον, ζήσας Ὅσιε, θεῖα χαρίσματα, καὶ ἰαμάτων δαψιλῶς, προσφέρειν τὴν ἐνέργειαν· ὅθεν καταφεύγομεν, πρὸς τὴν σκέπην Σου Ἅγιε, θήκην τοῦ λειψάνου σου, προσκυνοῦντες γηθόμενοι, καὶ θείαν σου εἰκόνα κυκλοῦντες, πλουσίαν χάριν, Ἰωσὴφ λαμβάνομεν.

Δόξα. τὸ αὐτό. Καὶ νῦν τῆς. Ἑορτῆς Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα.

Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερεκεῖνα πάσης τῆς κτίσεως, ὅπως τιμήσῃς μὲ τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχη τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλουν ἐκλυτρώσασθαι ἐκ φθορᾶς μὲ τὸ πλάσμα σου, ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

λικίᾳ νεότητος, Πάτερ ἐκ τῆς Λήμνου προσῆλθεν ἡ μήτηρ σου, ἐν Ῥαγούζᾳ ἔνθα ἔτεκεν, σὲ τὸν θεοδόξαστον υἱὸν αὐτῆς.

Θαλασσίοις ἐν ῥεύμασι, τρικυμίας Πάτερ νεαρώτατος, τὸν γεννήτορα ἀπώλεσας, καὶ Χριστοῦ ἐγένου τέκνον γνήσιον.

ακώβου τὸ πρότερον, κλῆσιν εἰς τὸ βάπτισμα δεξάμενος, Ἰωσὴφ τὴν κλῆσιν ὕστερον, αὐξηθεὶς τῷ σχήματι προσείληφας.

Θεοτοκίον.

Φοβερὰ προστασία, ἐν Κουτλουμουσίου νῦν διαμένουσα, περιφύλαττε τοὺς δούλους Σου, κόσμον καὶ μονάζοντας θεόνυμφε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Κινηθεὶς πρὸς τὸ Πάτρος, ἐκ Τιμισοάρας πιστοὶ προσήρχοντο, καὶ σὺν Ἀσωμάτων, δυναστείαις ταχὺ προσετίθετο· ὅθεν φόβον Πάτερ, ὡς στρατευμάτων ἀλλοτρίων, μονασταὶ σὲ ὁρῶντες ἐχαίροντο.

Λειτουργοῦντός σου Πάτερ, ἐν Τιμισοάρᾳ τὸ πῦρ ἐπέδραμεν, ἅπασαν τὴν πόλιν, κατακαῖον ὁρμῇ καὶ κακότητι, ἀλλ’ ἐνδεδυμένος, ἀρχιερέων τὴν ἐσθῆτα, ἐξελθὼν ἐν βροχῇ τοῦτο ἔσβεσας.

Μωϋσῆν ἀναδείξας, Πάτερ ὡς διάδοχον ἐν τῇ ποίμνῃ σου, ἡσυχίαν πάλιν, ἐν Μονῇ Ἀρχαγγέλων ἐβίωσας· ὅθεν τῇ ἡμέρᾳ, τῆς Παναγίας Θεοτόκου, ἐκοιμήθης τὸν ὕπνον τὸν δίκαιον.

Θεοτοκίον.

Σεσωμάτωται Κόρη, σάρκα προσλαβόμενος ἐξ αἱμάτων Σου, καὶ σὺν τοῖς ἀνθρώποις, βιοτεύσας μαρτύριον εἴληφεν· ἀλλ’ ἐξαναστήσας, φύσιν ἀνθρώπων συνεισάγει, εἰς Παράδεισον ὃν μοὶ ὑπέσχετο.

ᾨδὴ στ. Ἱλάσθητί μοι Σωτήρ.

Νεφέλη πῦρ φοβερόν, ἐν ὕδατι Πάτερ ἔσβεσε· πεσὼν γὰρ ἐπὶ τῆς γῆς, ἐν δάκρυσι ἔβρεχες, ἅπερ καὶ προσείληφε, χορὸς τῶν Ἀγγέλων, καὶ ὡς νάματα κατέπεμψεν.

Ξενίζει Πάτερ πολλούς, καὶ θεραπεύει τὰ λείψανα, ὡς χάριν γὰρ δαψιλῶς, προχέεις ἰάματα, τοῖς πιστῶς προστρέχουσι, εἴτε τῇ σορῷ σου, ἢ τῷ τάφῳ θεοδώρητε.

ρθρίζων τῇ προσευχῇ, ἐπὶ πλακὸς τῆς τοῦ τάφου σου, πατὴρ Πάτερ, θυγατρὸς πασχούσης φιλάνθρωπε, τὴν ἴασιν εἴληφε, ἀσθενούσης κόρης, ἧς φωνὴν καὶ ὦτα ἤνοιξας.

Θεοτοκίον.

Σιγῶ Μῆτερ ἐκβοῶν, τὸ χαῖρε πόθῳ κραυγάζων Σοι, ἵνα ἀκούσω ἐκ Σοῦ, ἓν ῥῆμα θεόσδοτον, ἀλλὰ πάλιν τάχιστα, χαῖρε ἐκβοῶ Σοι, χαῖρε χάριν ἡ προχέουσα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Μνήμην ἄγει σήμερον, Τιμισοάρας ὁ δῆμος, Ἰωσὴφ τοῦ μάκαρος, ἀρχιερέως καὶ σκιρτῶν, κραυγάζει· ὄντως θαυμάσιος, ἐν θαυμασίοις, ὑπάρχεις Πατὴρ ἡμῶν.

Ὁ Οἶκος.

Τελουμένης τῆς μνήμης Ἰωσὴφ τοῦ τρισμάκαρος, πάλαι ἐν τῇ πολει, ἣν πόνοις ἐποίμανεν καὶ θαυμάτων πλήθει κόσμον εὐηργέτησεν, ἐσβέσθη τῷ φθόνῳ ἀλλοδόξων ἐν ὕστερον· ἀλλ’ εὑρόντες τάφον, καὶ σορὸν χαριτόβρυτον πάλιν, καὶ τὴν μνήμην ἱστῶμεν νῦν χαίροντες, καὶ ἐκ μέσης καρδίας πρὸς αὐτὸν ἀνακράζομεν· ὄντως θαυμάσιος, ἐν θαυμασίοις, ὑπάρχεις Πατὴρ ἡμῶν.

Συναξάριον.

Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἰωσήφ, μητροπολίτου Τιμισοάρας.

Καρπὸς Ἅθωνος, βρύσις πολλῶν θαυμάτων·

ἐν πανδήμῳ νῦν Ἐκκλησίᾳ, Ἰωσὴφ τιμᾶται.

Ὁ Ἅγιος Ἰωσήφ, ἐγεννήθη ἐν ἔτει 1568ῳ, εἰς τὴν πόλιν Ῥαγούζαν, ἀπὸ γονείς, τὸν Ἰωάννην καὶ τὴν Αἰκατερίνην. Ὁ πατήρ του, ἦτο Βενετὸς ναυτικός, καὶ ἐγκατεστάθη εἰς τὴν Ῥαγούζαν τῆς Δαλματίας, σημερινὸ Ντρουμπρόβνικ τῆς Κροατίας· ἡ Αἰκατερίνη, ἐγεννήθη εἰς τὴν Λῆμνον, ἀπὸ Ἕλληνας γονεῖς, οἱ ὁποῖοι ἔζων ἐκεῖ. Ὅταν ὁ Ἰάκωβος, ποὺ ἦταν τὸ βαπτιστικὸ ὄνομα τοῦ Ἁγίου, ἦτο δώδεκα ἐτῶν, εἰς μίαν μεγάλην θαλασσοταραχήν, τὸ πλοῖο στὸ ὁποῖο ἦτο ὁ πατήρ του ἐβυθίσθη καὶ ἐκεῖνος ἐπνίγη. Ἡ μήτηρ του τότε, μαζὶ μὲ τὸν μικρόν της υἱόν, κατέφυγεν εἰς τὸν ἀδελφόν της, ὁ ὁποῖος κατώκει εἰς τὴν Ἀχρίδα.

Ἐν ἔτει 1588ῳ, ἐγεννήθη εἰς τὸν εἰκοσαετὴ Ἰάκωβον, μεγάλη ἐπιθυμία νὰ μονάσει εἰς τὸ Ἅγιον Ὄρος, ὅπου ἔρχεται καὶ ἐγκαθίσταται εἰς τὴν Μονὴν τοῦ Παντοκράτορος. Εἰς ἡλικίαν εἴκοσι ἐτῶν, ἐκάρη μοναχὸς μὲ τὸ ὄνομα Ἰωσήφ καὶ μετὰ ἀπὸ δύο ἔτη, ἔλαβε τὸ χάρισμα τῆς ἱερωσύνης. Μὲ τὴν ἐπιμέλειαν καὶ τὴν ὑπομονὴν ποὺ ἐπέδειξεν, ἐξελίχθη εἰς ἄριστον καλλιγράφον. Ἔπειτα, ἐπῆγε εἰς τὴν Μονὴ τοῦ Βατοπεδίου, καὶ ἀπὸ ἐκεῖ ἐξελέγη ἡγούμενος τῆς Μονῆς τοῦ Ἁγίου Στεφάνου εἰς τὴν Ἀδριανούπολιν, ὅπου θήτευσε γιὰ ἕξι ἔτη. Ἐν συνεχείᾳ, ἐπανῆλθεν εἰς τὸ Ἅγιον Ὄρος, ἐγκατασταθεὶς εἰς τὴν Μονὴ τοῦ Κουτλουμουσίου, ὅπου ἐψηφίσθη ἡγούμενος. Ἐν ἔτει 1650ῳ, καὶ ἐνῶ εὑρίσκετο πάλιν εἰς τὸ Βατπέδι, ἐξελέγη μητροπολίτης Τιμισοάρας τῆς Ῥουμανίας, ἐνῶ συνεπλήρωνε εἰς τὸ Ἅγιον Ὄρος ἑξήντα δύο ἔτη μοναχικῆς πολιτείας, καὶ ἦταν στὴν προκεχωρημένην ἡλικίαν τῶν ὀγδοήκοντα δύο ἐτῶν.

Μὲ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὸν φωτισμὸν τοῦ Ἁγίου Πνεύματος, ἂν καὶ ὑπέργηρος, ἐδιδάχθη ἐντὸς τριμήνου τὴν ῥουμανικὴν γλῶσσαν, τὴν ὁποίαν μιλοῦσε ἀνέτως.

Εἰς τὸ μακρινὸ ταξίδι του διὰ τὴν Τιμισοάρα, ὅταν ἔφθασαν μὲ τὴν ἅμαξαν εἰς τὴν Παλάνια, ὅπου ἔπρεπε νὰ ἐπιβιβασθοῦν εἰς τὸ πορθμεῖον διὰ νὰ περάσουν τὸν Δούναβιν, τὰ ἄλογα ἀφηνίασαν καὶ δὲν προχωροῦσαν. Τότε, κατέβη ἀπὸ τὴν ἅμαξα ὁ Ἰωσήφ, καὶ κατόρθωσε, μὲ τὴν πραότητά του, νὰ τὰ γαληνεύσει, καὶ ἐκεῖνα, ἀμέσως ὑπήκουσαν καὶ διαπέρασαν ἀνεμποδίστως τὸ πλάτος τοῦ ποταμοῦ. Κατευθυνόμενος δὲ πρὸς τὸ Βιτσέτζ, ἠλευθέρωσεν ἀπὸ τοὺς πόνους τοῦ τοκετοῦ, τὴν ὀδαλίσκην τοῦ Ἰσμαὴλ ἀγᾶ. Τὸ παιδίον, ποὺ ἐγεννήθη ἀνωδύνως, ἐβαπτίσθη ἀργότερα ὀρθόδοξος, καὶ ἔγινε μάλιστα καὶ ἐπίσκοπος. Ἀργότερα, στὶς 28 Ἰουνίου τοῦ 1652, ἐνδεδυμένος μὲ τὰ ἀρχιερατικά του ἄμφια, προσηυχήθη καὶ κατέστειλε φοβερὰν πυρκαϊάν. Εἰς δὲ τὰς 8 Νοεμβρίου τοῦ ἰδίου ἔτος, ἐθεράπευσεν ἕνδεκα παραλυτικοὺς καὶ ἀσθενεῖς ἀπὸ διαφόρους νόσους.

Ἀρχιεράτευσε τρία συναπτὰ ἔτη. Κατὰ τὰ ἔτη αὐτά, ἀνεκούδισεν ἐν δυνάμει Θεοῦ, τὰς βασάνους τῶν συναδέλφων γειτονικῶν ἐπισκόπων καὶ ἱερέων. Μὲ τοὺς πασάδες τῆς Τιμισοάρας, κατόρθωσε νὰ ἔχει καλὰς σχέσεις, ἐπ’ ὠφελείᾳ τῶν ὀρθοδόξων· ἀνεκαίνισε δὲ καὶ ἔκτισε ναούς. Ἦτο πατὴρ ὅλων τῶν πενήτων καὶ τῶν ἀσθενῶν.

Τὸ Πάσχα τοῦ 1653, ἄφησε τὴν μητροπολιτικὴν ἕδραν εἰς τὸν ἐπίσκοπον Λίποβοας Μωϋσῆν, καὶ ἀπεσύρθη εἰς τὸ μοναστήριον τῶν ἁγίων Ἀσωμάτων τοῦ Πάρτοσου. Ἐκεῖ ἐκοιμήθη ἐν εἰρήνῃ, στὶς 15 Αὐγούστου τοῦ 1656

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πολλάκις θεοφόρε, τῷ τάφῳ σου ἐλθόντας, ἐξ ἀσθενείας δεινῆς, ἐν λέπρᾳ παραλύτους, καὶ ψυχικῶς πασχόντας, διὰ νηστείας αὐτοῖς, παρέχει τὰς ἰάσεις.

οὰς ἀκατασχέτους, ὑδάτων ποταμίων, τῇ ἱλαρᾷ σου μορφῇ, καὶ πράως πρὸς τὰ κτήνη, φερόμενος παμμάκαρ, διαβαίνεις τὸν Δούναβην, διαπερῶν μιμητής, Χριστοῦ δειχθεὶς τοῦ πράου.

Σημεῖον θεοφόρε, ἡ κροῦσις τῶν κωδώνων, τῇ τελευτῇ σου σαφῶς, ἐφάνη ἀνακράζον, ἁγιότητα βίου, καὶ θαυμάτων τὴν αὔξησιν, ὅπερ δηλοῖ Ἰωσήφ, χαρὰν ὁμοῦ καὶ χάριν.

Θεοτοκίον.

Μεγάλων θαυμασίων, μονοτρόπων χορεῖαι, ἁγιωνύμου σαφῶς, τοῦ Ὄρους Θεοτόκε, μαρτυροῦσι δυνάμεις, διὰ βίου καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν ἄναρχον.

Τυράννων, τὰ ἐπίβουλα θράσιν, ταπείνωσιν ἐνδεικνύων σβενύεις, καὶ πρᾷος ὑπὲρ πάντας, ἐλκύεις πρὸς τὴν πίστιν, Χριστοῦ τοὺς ἀλλοπίστους.

ψώθης, ἀρεταῖς εἰς βαθμῖδας, πάσας Πάτερ τῆς ἱερωσύνης· ὅθεν σὺν Ἀγγέλοις, καὶ Ἀρχαγγέλοις, δόξαν προσφέρεις τῷ Κυρίῳ.

Φυλάσσονται, ὡς κειμήλια θεῖα, εὐαγγέλιον καὶ ἄμφια σῶα, δι’ ὧν ἱερούργεις, ὡς ἀρχιεράρχης, ἐν τῇ Τιμισοάρᾳ.

Θεοτοκίον.

Νενίκηται, πᾶσα φύσεων τάξις, ἐν τῷ Ὄρει Παρθένε τοῦ Ἄθω· ψαλμοῖς γὰρ ἀνυμνεῖ, τῶν μονοτρόπων δῆμος, τὸν ἄναρχον Σου τόκον.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Χορεύει χαρμοσύνως περὶ τὴν σήν, νῦν σορὸν θεοφόρε ἡ ποίμνη σου, ἔνθα ποτέ, ἔλαμψας τοῖς θαύμασιν ὡς ποιμήν, καὶ μοναζόντων ἅπασα, Ὄρους τῆς Παρθένου θεία πληθύς· δι’ ὃ καὶ μεγαλύνει, τὴν μνήμην σου θεόφρον, ἡ Ἐκκλησία ἑορτάζουσα.

Ψυχῶν τε καὶ σωμάτων ὡς ἰατρός, θεραπεύεις, τῇ χάριτι πάσχοντας, θαυματουργέ, θεῖε Ἰωσὴφ καὶ πρὸς τοὺς πιστούς, τοὺς ἐκτελοῦντας σήμερον, μνήμην σου ἐπίχεε δαψιλῶς, τὴν λύσιν αἰτημάτων, καὶ πρέσβευε ἀπαύστως, ἵνα ῥυσθῶμεν περιστάσεων.

ς σέμνωμα τοῦ Ἄθωνος ἐκλεκτόν, καὶ Χριστοῦ ἱεράρχην γεραίρομεν, θαυματουργέ, ἐν Τιμισοάρᾳ καὶ ἀλλαχοῦ, ἔνθα ὁ θεῖος βίος σου, Πάτερ ἐγνωρίσθη καὶ πρὸς Χριστόν, ἑλκύει νεολαίαν, ὀρθόδοξον εἰς δόξαν, τοῦ σοῦ ὀνόματος πανόλβιε.

Θεοτοκίον.

Σωρείαν ὀνομάτων θαυμαστικῶς, καταγράφω ἐν δέλτῳ ἀπείρανδρε, ἐκ μοναστῶν· πόθον γὰρ τῷ πόθῳ προσθετικῶς, ἐνσπείροντες κραυγάζουσι, ἔρωτι καρδίας τῷ καυστικῷ, ὡς Μήτηρ γὰρ ὑπάρχεις, ἀστείρευτος τοῖς τέκνοις· ὅθεν καὶ πλεῖστα τὰ ὀνομάτα.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐν γήρει παμμακάριστε, ἱεράρχης ἐδείχθης, συμπλήρωμα καὶ καύχημα, οὐρανίας χορείας, Τμισοάρας Ἰωσήφ, διδάσκαλε θεοφόρε.

Καὶ τὸ τῆς ἑορτῆς.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Νύμφην, καλλίστην ἐν γήρατι, ἐκ τοῦ Νυμφίου Χριστοῦ, κοσμηθεῖσαν ἀπείληφας, Ἐκκλησίαν Ὅσιε, Τιμισοάρας καὶ γέγονας, ἀρχιεράρχης Πάτερ θεόσδοτος, ἥνπερ ποιμάνας σοφοῖς διδάγμασι, λόγοις ἐκ βίου σου θαυματουργέ· ὅθν περιφύλαττε, ταύτην μακάριε.

Μνήστορος, Πάτερ ὁμώνυμος, θαυματουργὲ Ἰωσήφ, μορφωθεὶς πλουσιώτατα, ταῖς ἀρδείαις Ὅσιε, Παναγίου ἐκ Πνεύματος· ὥσπερ ἐκεῖνος νύμφην ἐφύλαξας, τὴν Ἐκκλησίαν Χριστοῦ καὶ ἔλαμψας, θείοις διδάγμασι, καὶ πλουσίοις θαύμασι κατακοσμῶν, ποίμνην τὴν Ὀρθοδόξον, Τιμισοάρας σεμνῶς.

Ἄθως καὶ Λῆμνος τῇ μνήμῃ σου, σὺν τῇ Ἀχρίδι χορόν, συστησάμεναι τέρπονται, καὶ τοῖς τέκνοις σήμερον, τοὺς σοὺς λόγους προσφέρουσι· ἀλλὰ πρωτίστως χαίρει καὶ γάννυται, Τιμισοάρας πόλις κατέχουσα, θεῖά σου λείψανα, βρύσιν τὴν ἀκένωτον θαυματουργέ, Ἰωσὴφ θεόληπτε, ἱεραρχῶν χαρμονή.

Πᾶσι, προσφέρεις ἀκένωτον, θαυματουργίαν σοφέ, ἐν ζωῇ γὰρ ἐξέμαθες, καλλιγράφειν ἄριστα, ἐν Μονῇ Παντοκράτορος, ἐν ταῖς καρδίαις τῶν προστρεχόντων σοι, θείαν ἀγάπην πρὸς πάντα πάσχοντα, καὶ πρὸς ἀλλόπιστον, δῆμον Πάτερ ἔχεες ὕδωρ τὸ ζῶν, λόγον ἱερώτατον, τοῦ Ἰησοῦ Ἰωσήφ.

Δόξα. Ἦχος πλ. α΄.

Ῥεῖθρα ποτάμια Ὅσιε Πάτερ, καθάπερ τοῦ Τέμεση εὔφορον ποιοῦσι τὴν γῆν, αἱ διδασκαλίαι σου κατήρδευον δῆμον διψῶντα καὶ πρόβατα τῆς ποίμνης σου. Ἀλλὰ σὺ θεοφόρε, ἐρχόμενος ἐξ Ἄθωνος τὴν εὐλογίαν τῆς Θεομήτορος δι’ ἔργων, λόγου καὶ θαυμάτων, πλουσιοπαρόχως ἐνέσπειρες εἰς χώραν ἐν ᾗ ἀνείληφας τῆς ἀρχιερωσύνης τὴν πατρικὴν βακτηρίαν· ὅθεν τὰ τέκνα σου καθοδήγησον εἰς νομὰς σωτηρίους, Ἰωσὴφ θεοτίμητε.

Καὶ νῦν. Τοῦ Σταυροῦ

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.

Γήρατι τιμίῳ Πάτερ κληθείς, ἀρχιερώσυνης, ἀνεδείχθης θεῖος φωστήρ, Ἰωσὴφ τρισμάκαρ, Τιμισοάρας δόξα, καρπὸς Ἁγίου Ὄρους, θαυμασιώτατος.

Βρύσις θαυμασίων ἀναδειχθείς, καὶ πρὸς ἀλλοπίστους, τὴν ἀγάπην τὴν θεϊκήν, Ἰωσὴφ ἁπλώσας, ἐν βίῳ ἐμιμήθης, Χριστοῦ μακροθυμίαν, καὶ τὴν πραότητα.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀρχιερέως τοῦ Χριστοῦ εὐφροσύνως, ἀνευφημοῦντες ἀρετὰς πολυτρόπους, ὡς ἰατῆρα μέγιστον πολλῶν ἀσθενειῶν, πάντες ἐκβοήσωμεν, πρὸς αὐτὸν γηθοσύνως· Πάτερ Ἰωσὴφ πιστούς, ἐκ παντοίων κινδύνων, καὶ περιστάσεων περίσωζε σοφέ, τοὺς προσκυνοῦντας, τὴν θείαν εἰκόνα σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ  ἡ ἀκροστιχίς: Πᾶς, ὦ Πάτερ Ἰωσήφ, γεραίρει σε ἐκ πόθου. Πο(ρφύριος)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ποικίλαις ἀνάγκαις περιπεσών, καὶ ἐν ἀσθενείαις, τῆς σαρκός μου καὶ τῆς ψυχῆς, προστάτην εὑρών σε θεοφόρε, Ἰωσὴφ Πάτερ βοήθει μοι τάχιστα.

χρεῖος καὶ ἄθλιος καὶ πεσών, εἰς βάραθρα Πάτερ, ἁμαρτίας ἀποκαμών, εὑρίσκων σε νέον ἱεράρχα, ἐν τῇ ζωῇ μου θερμὸν ἀντιλήπτορα.

Σωρείαις πταισμάτων ὥσπερ βαρύ, φορτίον ἐξ ἄμμου, περιφέρων θαυματουργέ, ἱκέτευε Πάτερ τὸν σωτήρα, ἵνα ῥυσθῶ πολυτρόπων κολάσεων.

Θεοτοκίον.

Μῆτερ τοῦ λόγου χάρισαι νῦν, τῷ οἰκτρῷ Σου δούλῳ, φωτισμὸν ἵνα τῶν κακῶν, τὸ βάρος Παρθένε ἐλαφρύνω, ἀδιαλείπτως τὸ χαῖρε κραυγάζω Σοι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Παρεστὼς τῇ Τριάδι τῇ φωταυγεῖ πέμψον μοι, μίαν θεοφόρε ἀκτῖνα, ἵνα φωτίσῃ μοι, τὸ νοερὸν τῆς ψυχῆς, καὶ ἁμαρτίας τὴν πλάνην, φύγω τῇ πρεσβείᾳ σου, Πάτερ μακάριε.

πὸ πάσης ἀνάγκης καὶ περιστάσεως, φύλαττε Πάτερ θεοδόξαστε, πάντας τοὺς σοὶ προσφεύγοντας, τὴν νεολαίαν δὲ σύ, πατρικῶς περιφρούρει, ἵνα φύγῃ ἄπαντα, ἐχθροῦ τὰ σκάνδαλα.

Ταπεινώσει τελείᾳ ἐξασκηθεὶς Ὅσιε, δεῖξόν μοι παμμάκαρ ἐν βίῳ, δρόμον τὸν πρέποντα, τῆς ταπεινώσεως, καὶ καθαρότητος, Πάτερ Ἰωσὴφ τὸν ἄριστον, Ἄθωνος καύχημα.

Θεοτοκίον.

πιθέσεις καὶ πάθη καὶ προσβολὰς πρόφθασον, καὶ τὸν Σὲ ὑμνοῦντα Παρθένε, στεῤῥῶς ὀχύρωσον, τῇ προστασίᾳ Σου, τῇ μητρικῇ καὶ δεήσει, τῷ Υἱῷ Σου ἄχραντε, σῷον παράστησον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀρδεύεις θερμῶς τὴν πίστιν τὴν ὀρθόδοξον, θαυμάτων ῥοαῖς, καὶ διδαχαῖς μακάριε, Ἰωσὴφ Ἅγιε, καὶ ἐν ἀνάγκαις πρόφθασον τοὺς δούλους Σου, καὶ ἀνιάτων φύλαττε κακῶν, τοὺς προσφωνοῦντας τὸ θεῖόν σου ὄνομα.

 ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ητορεύων μακάριε, Πάτερ Ἰωσὴφ τὰ θεῖά σου θαύματα, ἐξαιτοῦμαι ὁ ταλαίπωρος, ἴασιν ψυχῆς τε καὶ τοῦ σώματος.

κετεύω Σε Ὅσιε, σκέπασον ταῖς πτέρυξι τῆς πρεσβείας σου, τοὺς ὑμνοῦντάς σε καὶ χάρισαι, τούτοις αἰτημάτων τὴν ἐκπλήρωσιν.

ραΐζεις θαυμάσιε, χάρις τῶν λειψάνων σου τοὺς προστρέχοντας, καὶ ἐκ πόθου τὴν εἰκόνα σου, σήμερον τιμῶντας θεοδόξαστε.

Θεοτοκίον.

Σεσωμάτωται ἄχραντε, θείων ἐξ αἱμάτων Σου ὁ ἀσώματος, Θεὸς Λόγος ὁ ὑπέρχρονος, ὁ φανεὶς ἐν χρόνῳ ἵνα σώσῃ με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

λιος φαιδρός, ἐκ τοῦ Ἄθωνος ἀνέτειλε, καὶ βαδίζει πρὸς βοῤῥᾶν ὁ Ἰωσήφ, ἵνα φωτίσῃ, Τιμισοάραν θείᾳ χάριτι.

Φίλος τοῖς ἐχθροῖς, ἰατρὸς τοῖς ἀλλοπίστοις δέ, ἐν πραότητι πολλῇ ὀρθοτομεῖ, τὰς ἰατρείας, διανέμων πρὸς τοὺς πάσχοντας.

Γήρατι σεμνῷ, βακτηρίαν προσδεξάμενος, ἀρχιερέων γέγονας ποιμήν, ἵνα εἰσάξῃς, πρὸς Παράδεισον τὴν ποίμνην σου.

Θεοτοκίον.

λεος ζητῶ, Ἐλεοῦσα καὶ Παντάνασσα, καὶ Προστασία Φοβερά, ἐκ σοῦ σεμνή, Παρθενομῆτορ, ἡ Γερόντισσα τοῦ Ἄθωνος.

ᾨδὴ στ΄. Τὴν δέησιν.

ανίσματα, δροσερᾶς σου πρεσβείας, ὡς τοῦ Τέμεση τὰ ὕδατα πέμψον, Πάτερ αὐχμῶ, ἐκ δακρύων καὶ τρέμω, πῶς ξηρανθεῖσαν πιάνω καρδίαν μου· ὅθεν θαῤῥῶ σοι, ὡς τέκνον τοῦ ἐλεῆσαί με.

Αὐγάσματα, ἀρετῆς σου θεόφρον, καὶ πολέμιοι τιμῶσι ζητοῦντες, θαυμαστικῶς, ἰατρείας λεχῶνος, καὶ παραλύτου τὴν ἴασιν σπεύδοντες, ἐλθεῖς πρὸς σὲ ἱκετικῶς, μουσουλμάνοι τῆς Ἄγαρ τὰ ἔκγονα.

άματα, ἐκ τιμίων σου Πάτερ, προσκυνησαι ἐκζητῶ τῶν λειψάνων· εἴληφας γάρ, ἐκ νεότητος χάριν, τοῦ ἐκτελεῖν θαυμαστὰ καὶ τεράστια, πυρέσσοντας δὲ καὶ κυλούς, ἀνορθεῖν ἐκ τῆς κλίνης καὶ κάμνοντας.

Θεοτοκίον.

ιγῶντά με, τῆς κολάσεως φλόγαις, ἐν ῥαντίσμασι δροσισμοῦ σου Παρθένε, Σὲ δυσωπῶ, ἵνα σβέσῃς ὡς τάχος, πυρφόρα βέλη πυροῦντά με δαίμονος, ὡς δρόσος γὰρ Σὺ ἐμφανῶς, περιθάλπεις τὰ τέκνα Σου Δέσποινα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἐκκλησίας Ἰωσὴφ τὸν θαυμάσιον ἱεράρχηνμ ἐν ὕμνοις τιμήσωμεν ἵνα πέμψῃ ἐν Χριστῷ, τοῖς αἰτοῦσιν εὐλαβῶς, εὐλογίαν ἄφθονον τοῖς ψάλλουσιν· τάχυνον θεοφόρε, πρέσβευε τῷ Κυρίῳ, ἵνα ῥυσθῶμεν δεινῶν, Ἅγιε τῇ μεσιτείᾳ σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται..

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πάτερ ἱερώτατε, Τιμισοάρας τὸ κλέος, Ἄθωνος τὸ καύχημα, νήσου Λήμνου σέμνωμα καὶ κραταίωμα, Ἰωσὴφ ἅγιε, ὀρθοδόξων κράτος, καὶ προστάτης πρὸς τοὺς κάμνοντας, σπεῦδε καὶ φύλαττε, τοὺς προσκαλουμένους σὸν ὄνομα, δεόμεθα ἐν δάκρυσι, σήμερον ἡμεῖς καὶ προσπίπτομεν, καὶ ἐξ ἐπηρείας, δαιμόνων περιφύλαττε πιστούς, προσκαλουμένους μακάριε, τὸ θεῖόν σου ὄνομα.

 ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

λθόντος πρὸς τὸ μνῆμα, Πάτερ Ἱεράρχου, ἀναζητοῦντος εὑρεῖν, προχέεις εὐωδίαν, ἐκ τιμίων λειψάνων, καὶ χαρὰν ἀνεκλάλητον, ἐν τῇ εὑρέσει αὐτῶνν, προσφέρεις τῷ λαῷ σου.

ερωσύνης δόξα, ἀρχιερέων αὖχος, καὶ ἡγούμενων ὑπάρχεις παράδειγμα· στοργῇ γὰρ πρὸς τὰ τέκνα, καὶ πατρικῇ μερίμνῃ, τοῖς σοῖς θαύμασι ἅπαντας, ἐπιστηρίζεις σαφῶς, τῇ βακτηρίᾳ Πάτερ.

Σκιρτᾶ ἀγαλλομένη, Ῥαγούζα καὶ Ἀχρίδα, Ἀδριανούπολις, αἱ πόλεις ἔνθα τότε, ἐν βίῳ διδαχαῖς σου Πάτερ ἐτρέφοντο νῦν, δὲ τιμῶσιν σαφῶς, τὴν μνήμην σου τὴν θείαν.

Θεοτοκίον.

Εὐφραίνεται Παρθένε, πᾶσα ἡλικία, οἱ ἐν νεότητι παῖδες καὶ γήρατι, σήμερον ἐν τῇ μνήμῃ, τοῦ θείου διδασκάλου, Ἰωσὴφ τοῦ τρισμάκαρος, καὶ μακαρίζομεν σέ, ὡς Ἄθωνος Κυρίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

πιβραβεύεις, ἐξ οὐρανίων θαλάμων, τοὺς πιστῶς τιμῶντάς σε θεόφρον, ὡς ἀρχιερεύς γάρ, Χριστῷ νῦν παρεδρεύεις.

Κλίμακα Πάτερ, τῶν ἀρετῶν ἀναβῆναι, νεολαίαν δύναμιν παράσχου, ἵνα ἐναντίων, κακῶν πεῖραν ἐκφύγῃ.

Πειρατηρίων, καὶ ψυχοτρόπων φαρμάκων, τοὺς υἱούς σου Πάτερ περιφρούρει, μέθην γὰρ καὶ ζάλην, καὶ πάθη προκαλοῦσι.

Θεοτοκίον.

ρμος ὑπάρχει, Ὄρος τοῦ Ἄθωνος Κόρη, τῆς γαλήνης καὶ τῆς μετανοίας, ὅσοι σωτηρίαν, ποθοῦσι Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Θεράπευσον θεόφρον, Πάτερ τοὺς ζητοῦντας, ἐκ χαλεπῶν νοσημάτων τὴν ἴασιν, χάριν γὰρ εἴληφας πᾶσαν, τελεῖν θαυμάσια.

νοῦς τοῦ σοῦ ἱκέτου, φοβεῖται καὶ τρομάσσει, ἐξαριθμῆσαι θαυμάτων σου πέλαγος, ἅπερ ἐν βίῳ ἐτέλεις, καὶ μετὰ κοίμησιν.

λεῖ ἁμαρτημάτων, ὡς βεβυθισμένος, ἀδυνατῶ τοῦ βαδίζειν εὐθείαν ὁδόν, καὶ ἐντολὰς θεοσδότους, τηρεῖν φιλόστοργε.

Παγίδας ἐξ ἀπάτης, τοῦ πλάνου διαβόλου, δι’ οὐσιῶν ψυχοφθόρων ἀπότρεψον, καὶ φθονεροὺς Πάτερ ἄνδρας, φώτισον δέομαι.

Θεοτοκίον.

τόκος Σου Παρθένε, ὡς παρηγορίαν, καὶ παραμύθιον πέμπει τοῖς κάμνουσι, καὶ δροσιμὸν Ἰησοῦς γάρ, γλυκὺς ὠνόμασται.

 Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ῥώσιν καὶ ταχείαν ἀπαλλαγήν, ἐκ τῶν συμπτωμάτων, καὶ παθῶν Πάτερ χαλεπῶν, λύτρωσαί με ἵνα, ὑμνῶ σε ἀνταξίως, ἱεραρχῶν τὸ κλέος, Ἰωσὴφ Πάτερ Ὅσιε.

Φώτισον παμμάκαρ ἀρχιερεῦ, τοὺς προσκαλουμένους, τὴν ταχείαν σου ἀρωγήν, καὶ δίδου προφρόνως, τὴν λύσιν αἰτημάτων, Τιμισοάρας νέον, Ἰωσὴφ στήριγμα.

Βρύσις θεραπείας ἀναδειχθείς, καὶ πρὸς ἀλλοπίστους, τὴν ἀγάπην τὴν θεϊκήν, Ἰωσὴφ ἁπλώσας, ἐν βίῳ ἐμιμήθης, Χριστοῦ μακροθυμίαν, καὶ τὴν πρᾳότητα.

Γήρατι τιμίῳ Πάτερ κληθείς, ἀρχιερωσύνης, ἀνεδείχθης θεῖος φωστήρ, Ἰωσὴφ τρισμάκαρ, Τιμισοάρας δόξα, καρπὸς Ἁγίου Ὄρους, θαυμασιώτατος.

Ὅταν ἐν τῷ θρόνῳ βασιλικῶς, Παρθένε καθίσῃς, ἐν τῇ πόλει τοῦ οὐρανοῦ, ἄνοιξόν μοι θύραν, ἵνα κἀγὼ εἰσέλθω, ὁ ἄθλιος κραυγάζων· χαῖρε Κυρία μου.

Γράψον με Παρθένε παρακαλῶ, καὶ σὲ ἱκετεύω, βίβλῳ ζώντων ἵνα ῥυσθῶ, φοβερᾶς γεέννης, φλογός τε καιομένης, ἐν ὥρᾳ τοῦ θανάτου, καὶ τῆς κολάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σκέπε, Ἱεράρχα Ἰωσήφ, ὅσοι τὴν εἰκόνα κυκλοῦσι, σήμερον ψάλλοντες, πόθῳ κατανύξεως ἀσπαζομένους δέ, τὰ σεπτά σου καὶ πάντιμα, καὶ χάριν πλουτοῦντα, λείψανα τὰ θεῖά σου, πάντας περίσωζε· ἔχεις, ὡς πατὴρ γὰρ τὴν χάριν, καὶ ἀρχιερεὺς θεοφόρος, πάντων ἰατρεύεις τὰ νοσήματα.

Ῥάβδον, ἐν χειρὶ διακρατῶν, ὡς ἀρχιερεὺς θεοφόρος, καὶ μιμητὴς τοῦ Χριστοῦ, φύλαττε τὴν ποίμνην σου, δίωκε πνεύματα, καὶ παράσχου μακάριε, νομὰς σωτηρίους, πρόβατα ὑπάρχοντας, τοῦ ἀρχιποίμενος, ὅστις, ἐδωρήσατο πᾶσαν, σοὶ τὴν εὐλογίαν τοῦ τόπου, τούτου Πάτερ πάσας καὶ τὰς χάριτας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.