Τετάρτη 28 Οκτωβρίου 2020

ΟΚΤΩΒΡΙΟΣ 31. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΤΑΧΥΣ ΑΚΟΛΟΥΘΙΑ

 


ΟΚΤΩΒΡΙΟΣ ΛΑ!!

ΣΤΑΧΥΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερμανοῦ μοναχοῦ Παναγίας Τατάρνας)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ’. Πανεύφημοι Μάρτυρες

Τοῦ Λόγου ὀφθέντος ἐν σαρκί, Ἀποστόλων εὔκλεια, χαρμονικῶς ηὐτρεπίζετο, καὶ γὰρ αὐτοί ποτε, θεοφθέγκτῳ κλήσει, τῷ Χριστῷ προσήρχοντο, καὶ πάλιν ὑπ’ Αὐτοῦ ἀπεστέλλοντο, ἐπὶ τὸ κήρυγμα· ὧνπερ Στάχυς ὁ πανεύφημος, εἷς ὑπάρχων, δέον μακαρίζεσθαι.

 

Συνέστιος ὤφθης τοῦ χοροῦ, Ἀποστόλων πάνσοφε, τῶν Ἑβδομήκοντα χάριτι, τοῦ σὲ καλέσαντος· ὅθεν ἐμυήθης, τὰ Χριστοῦ μυστήρια, γενόμενος τῆς γνώσεως κάτοχος, τῆς ὑπὲρ νοῦν σαφῶς, ἐπιπνοίᾳ τῇ τοῦ Πνεύματος, θεοφάντορ, Στάχυ ἀγαλλόμενος.

 

Σταυροῦ τῷ ἀρότρῳ τῶν βροτῶν, τὰς καρδίας ἔνδοξε, κεχερσωμένας ἐνέωσας καὶ λόγον ἔσπειρας, τὸν τῆς εὐσεβείας, ἵνα στάχυν φέρωσι, πολύχουν ἐναρέτου βιώσεως· διὸ Ἀπόστολε, τὴν ἁγίαν σου πανήγυριν, ἐκτελοῦντες, πόθῳ σε γεραίρομεν.

 

Ἡ γλῶσσά σου Στάχυ ἱερέ, ἀληθείας νήμασι, θεολογίας ἐξύφανεν, χιτῶνα ἄῤῥαφον, ὃν τῇ Βυζαντίδι, θεοφρόνως δέδωκας, οἰκτρὰν τῆς ἀθεότητος γύμνωσιν, τοῦ ἐκφυγεῖν σεμνῶς· σωτηρίου τὸ ἱμάτιον, ὅθεν πάντας, ἔνδυσον πρεσβείαις σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον ὁ πρώην διακονήσας ἐπὶ τῆς γῆς, τὸν Ἄρτον τὸν ἐξ οὐρανοῦ καταβάντα, ἀνέρχεται Στάχυς μετὰ δόξης, πρὸς τὸ ἄνω στερέωμα. Ἔνθεν ἀθανάτου τραπέζης μεταλαμβάνων, καὶ οἴνου ἐμφορούμενος, οὐ παύεται δεόμενος ὑπὲρ τῶν μεμνημένων, τῆς αὐτοῦ σεπτῆς κοιμήσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

 

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὄμβροις τῶν διδαχῶν, ἐπότισας ἀνίκμους, ἐν ἀρεταῖς καρδίας, καὶ φίλας τῷ Κυρίῳ, Ἀπόστολε κατέστησας.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἥλιος νοητός, ὡς θείαν σε ἀκτῖνα, ἐν κόσμῳ Στάχυ πέμπει, σκεδάσαι ἀθεΐας, τὸ σκότος τὸ βαθύτατον.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στάχυ τὰς τῶν πιστῶν, χορείας ἐπευλόγει, τὰς τὴν λαμπράν σου μνήμην, φαιδρῶς ἐπιτελοῦσας, καὶ φύλαττε πρεσβείαις σου.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πύλαι τῶν οὐρανῶν, ἠνοίχθησαν Παρθένε, τῷ ξένῳ Τοκετῷ Σου· διό Σε τῶν Ἀγγέλων, αἱ τάξεις μακαρίζουσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Βυζαντίου ἀγροὺς λογικοὺς ἐγεώργησας, τοῦ φανέντος Λόγου τῷ λόγῳ, Στάχυ θεῖε Ἀπόστολε· ἐνσπείρας γὰρ εὐσεβείας σοφῶς, εὐκάρπους ἐναπέδειξας ψυχάς, καὶ τὴν ἄκανθαν τῆς πλάνης ἀποτεμών, ἀληθείαν ἐφύτευσας. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ δωρήσαντι ἡμῖν, πίστεως κήρυκα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

Σαρκωθεῖσαν Θεότητα, ἐν διπλόῃ τῶν φύσεων, ἐπιγνοὺς Ἀπόστολε παμμακάριστε, τῶν Ἑβδομήκοντα δέδειξαι, σεπτὸς συναρίθμιος, τῷ Χριστῷ ἀκολουθῶν, καὶ Αὐτῷ σου τὴν ἔφεσιν πᾶσαν θέμενος, ἐνενόησας φάος τῶν δογμάτων, καὶ Θεοῦ μακροθυμίαν, καὶ συγκατάβασιν ἄμετρον.

 

Ἀναστάντα ὡς ἔβλεψας, καὶ θερμῶς προσεκύνησας, σταυρωθέντα πρότερον τὸν Θεάνθρωπον, Στάχυ τὸ θράσος ἀπέλαβες, κηρῦξαι τὴν σάρκωσιν, προθυμίᾳ ἀγαθῇ, τὴν τοῦ Λόγου Ἀπόστολε εἰς τὸ ὄνομα, τῆς Ἁγίας Τριάδος γηθοσύνως, τοὺς πιστεύοντας βαπτίζων, θείῳ ὑπείκων προστάγματι.

 

Ἀμφιβλήστρῳ χρησάμενος, τοῖς ἐνθέοις σου φθέγμασιν, ἐκ βυθοῦ ἀπάτης βροτοὺς ἐζώγρησας· διὸ Ἀνδρέας ὁ πάνσεπτος, νηὸς κυβερνήτην σε, καθιστᾷ τῆς ἱερᾶς, ἀπιστίας τὴν θάλασσαν ὅπως ἔνδοξε, ἀσφαλῶς διαπλεύσας προσορμίσῃς, πρὸς λιμένα σωτηρίας, Στάχυ πιστοὺς ἀγγελόφρονας.

 

Πρωτοκλήτου τοῖς ἴχνεσιν, οὐρανόφρον ἑπόμενος, Βυζαντίδα ᾤκησας πόλιν ἄσημον, καὶ πρῶτος ταύτης ἐπίσκοπος, σοφὲ θείᾳ χάριτι, χρηματίσας εὐκλεῶς, εὐσεβείας τὰ σπέρματα διεσκόρπισας, καὶ ἀρχὴν ἐμβαλὼν θεοσεβείας, ἐσομένης εὐδοξίας, ὤφθης αὐτῆς ὁ προαίτιος.

 

Ὡς μεθύων ἐν Πνεύματι, φυτοκόμος πανάριστος, ἀνεδείχθης Στάχυ Χριστοῦ Ἀπόστολε, τὴν γὰρ λαχοῦσάν σοι ἄμπελον, Σταυροῦ τῷ κηρύγματι, ἐγκεντρίσας ἱερῶς, ἐκβλαστάνειν ἐποίησας θείους βότρυας, ἐναρέτου σταλάζοντας τὸ γλεῦκος, πολιτείας καὶ ἀμέμπτου, διαγωγῆς οἶνον πάντερπνον.

 

Βυζαντίου τὴν ἄρουραν, ἀκαμάτῳ μερίμνῃ σου, καὶ ἀτρύτοις πόνοις σου ἐγεώργησας· ὕδασι ταύτην ἐπότισας, ἱδρῶτων τιμίων σου, καὶ βλαστῶν τῶν εὐπαθῶν, προμηθούμενος στάχυας θεοπρόβλητε, πολυφόρους ἐθέρισας ἐμψύχους, καὶ προσήγαγες Κυρίῳ, εἰς λογικὴν ὁλοκάρπωσιν.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ἰησοῦς ὁ Κύριος, τῆς ψυχῆς σου μάκαρ εἰδώς, τὸ ταπεινὸν καὶ πρᾶον, συγκατέλεξέ σε τῷ χορῷ τῶν Ἑβδομήκοντα, καὶ ἀποστείλας σε ὡς ἄρνα ἐν μέσῳ λύκων, ἐκέλευσέ σοι εἰρηνεῦσαι τὸν κόσμον· διὸ ὡς τοῖς ἀνθρώποις εὐηγγελίσω τὴν τοῦ Θεοῦ Βασιλείαν, ἀξιοχρέως ἐκληρονόμησας ταύτην, σὺν Ἀγγέλοις χορεύων· ὅθεν καὶ ἡμεῖς, τοῦ Χριστοῦ Ἀπόστολε, Στάχυ ἔνδοξε, τὸ ἱερόν σου μνημόσυνον ἐπιτελοῦντες, πρέσβευε δεόμεθα τῷ Σωτῆρι, δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄, 3-9)

Ἀδελφοί, εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

 

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄, 13-19)

Ἀδελφοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

 

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. Β΄, 11-24)

Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν· ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ. εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε.

 

Εἰς τὴν Λιτήν. Ἦχος α’.

Τοῖς ἐκλεκτοῖς τοῦ Θεοῦ τὸν διακονήσαντα ἁγνῶς καὶ σεμνῶς, τὸν μηδὲν ὅλως νοσφισάμενον εἰς ἐπιθυμίαν πονηράν, ἀλλὰ πάντοτε ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ πορευθέντα, Στάχυν σήμερον σεπτῶς κοιμηθέντα, φαιδρῶς ἀνυμνήσωμεν. Οὗτος γὰρ μεγαλοφώνως κηρύξας, ὅτι μία ἡ πίστις καὶ τὸ βάπτισμα ἕν, καὶ μία ἡ Ἐκκλησία, εἰρηνικῶς μετετέθη εἰς τὰς ἄνω μονάς, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος ὁ αὐτός.

Ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ὁ Πρωτόκλητος τοῦ Βυζαντίου Ἐκκλησίαν ἵδρυσεν, θεοφιλῶς σὺ ἐποίμανας, οἰκείοις ἱδρῶσι καὶ πόνοις, Στάχυ Ἀπόστολε. Λαβὼν γὰρ Ἅγιον Πνεῦμα παρὰ Πατρός, διὰ τοῦ σοῦ διδασκάλου Κυρίου Ἰησοῦ, τρανῶς τὰ μεγαλεῖα τοῦ Θεοῦ πᾶσιν ἐφανέρωσας· ὅθεν γεγηθότες ἐπὶ τῇ θείᾳ μνήμῃ σου, ἱκετεύομέν σε πρέσβευε τῷ ἐλεήμονι Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Τὸ ἀκατάληπτον καὶ ἄφραστον Θεῖον, τὸ ὑπερκείμενον πάσης καταληκτικῆς ἐπινοίας, Ἁγίῳ Πνεύματι θεοφορούμενος ὡς κλεινὸς Ἀπόστολος, Στάχυ τοῖς πιστοῖς διεσάφησας. Γεννηθέντα παθόντα ἀναστάντα, ἀναληφθέντα καὶ πάλιν ἐρχόμενον ὃν ἑώρακας Χριστόν, δυνάμει πολλῇ ὡμολόγησας· ὅθεν ἀρίστως τὸ εὐαγγέλιον ἱερουργήσας, χαίρων μεταβέβηκας πρὸς τὸν ποθούμενον, φυλάττων εὐχαῖς σου ἐκ βλάβης τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Ὡραῖος κλάδος γενηθεὶς καὶ εὐθαλής, σκέπη τῷ λαῷ σου ἀπεδείχθης, θεοῤῥῆμον Ἀπόστολε Στάχυ. Εὐαγγελισάμενος ἡμῖν τὸν λόγον τῆς ἀληθείας, καὶ στηρίξας ἐν τῇ πίστει, κατέλιπες τὰ ἐπίγεια, καὶ ἐξήνθησας ἐν τῷ ὑπερκοσμίῳ λειμῶνι, προστατεύων τῶν ὑμνούντων σε.

 

Ἦχος πλ. β΄.

Ὡς νουνεχὴς ποιμὴν τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Ἀπόστολε Στάχυ, προσέσχες σεαυτῷ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπίσκοπον, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου, ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. Καὶ λατρεύσας Θεῷ ἐν καθαρῷ συνειδότι, ἀνταποδόσεως μεγάλης ἠξιώθης· διὸ νῦν ἐξ οὐρανῶν, μνήσθητι πάντων τῶν τιμώντων, τὴν ἱεράν σου πανήγυριν.

 

Ἦχος πλ. δ΄.

Τῆς ἀσεβείας τὴν θάλασσαν ὡς ἵππος θεόλεκτος ἐτάραξας, Στάχυ Ἀπόστολε, Βυζαντίδος πρόβολε, ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ. Καὶ γὰρ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν τῇ σῇ διανοίᾳ περιφέρων, καὶ πηγὰς δογμάτων καὶ χαρισμάτων ἀναβλύζων, βίβλος καὶ νόμος γέγονας, διὰ τῆς χάριτος ἔμψυχος· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν τιμῶντές σε· Ἣν ἐπὶ γῆς ἐνεπιστεύθης Ἐκκλησίαν, ἐξ ἀοράτων καὶ ὁρατῶν ἐπιβουλῶν, διαφύλαττε ἄτρωτον, δωρούμενος πρεσβείαις σου, ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Ἀνδρέας ὁ Πρωτόκλητος διάδοχόν σε κατέλιπεν, τῇ Βυζαντίδι Ἐκκλησίᾳ, προσκαρτεροῦντα τα προσευχῇ, καὶ τῇ τοῦ Λόγου διακονίᾳ· ὅθεν καὶ σύ, Στάχυ Ἀπόστολε, ἰδὼν τοὺς ἀδελφούς σου ἀτελεέστερον διακειμένους, καθάπερ νεοττοὺς ὡς ἐν καλιᾷ πλανωμένους, οὐδέπω τοῦ πτεροῦ παγέντος αὐτοῖς, κραταιῶς ἐπεστήριξας τῇ πίστει· διὸ κοῦφος ὡς ὑψιπέτης ἀετός, εἰς τὸ ὑπερουράνιον ἀνελήλυθας στερέωμα, ἐκεῖθεν πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ Σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, ὁ Βυζαντίου ποιμήν, ζήλου Κυρίου ὁ ἀνάπλεως πάνσοφε, τὴν πλάνην ὁ ἀπελάσας τῇ θεοσόφῳ φθογγῇ, καὶ τῇ ῥήσει Στάχυ τῶν χειλών σου· Ἀμνὸν ὡς ἐκήρυξας, ἁμαρτίας τὸν αἴροντα, παντὸς τοῦ κόσμου, καὶ νομὴν τὸν προσνέμοντα, τὴν σωτήριον, εἰς αὐτὸν τοῖς πιστεύουσι, πλήθη πιστῶν ἐφείλκυσας, πρὸς μάνδρα οὐράνιον, τὴν ἀνεπίβατον λύκοις, ὑμνολογοῦντα καὶ σέβοντα, Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις, ἐν Βυζαντίῳ ἀχλύν, τῆς ἀγνωσίας ὁ διώξας ἐν φαύσεσι, τῶν λόγων σου καὶ τῶν τρόπων, τῶν θαυμασίων κλεινέ, Στάχυ Ἀποστόλων συνομόθρονε· ἀστράψας γὰρ δόγμασιν, ἀληθείας κατηύγασας, ἐσκοτισμένας, διανοίας μακάριε, καὶ ἐφώτισας, ὥσπερ λύχνος παγκάλλιστος, τρίβους τῆς ἐπίγνωσεως, τοῦ μόνου Θεοῦ ἡμῶν, τοῦ ἐπὶ γῆς ὁραθέντος, καὶ τῇ σαρκὶ ὁμιλήσαντος, Χριστοῦ Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, ὁ τὸν Βυζάντιον δούς, ὀρθοδοξοῦν τῇ οἰκουμένῃ τρανότατα, ναοὺς ἐν ταῷ καταλύειν τοὺς τῶν εἰδώλων σκαιούς, θείαις ἐπινεύσεσιν ἀξιόθεε· ἰδὼν δουλουμένους γάρ, τοὺς ἀνθρώπους τοῖς πνεύμασι, τοῖς ἀκαθάρτοις, ταῖς σοφαῖς εἰσηγήσεσιν, ἐλευθέρους τε, καὶ ἀνέτους ἀπέδειξας, Στάχυ θεομακάριστε, καὶ τούτους ἐδίδαξας, ναοὺς Τριάδος γενέσθαι, δόξαν Χριστοῦ καταγγέλλοντας. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς Βυζαντίδος τὸν ποιμένα, καὶ αὐτῆς πρώτιστον ἐν ἐπισκόποις, ἅπαντες σήμερον συνελθόντες, τὸν Ἀπόστολον Στάχυν, τιμητικῶς εὐφημήσωμεν. Πῶς γὰρ μὴ αὐτὸν ἐπαινέσωμεν, οὗ τὸ ὄνομα ἐγράφη ἐν τοῖς οὐρανοῖς, ἔτι ὄντος αὐτοῦ ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀψευδῆ, τοῦ Κυρίου μαρτυρίαν; ὅθεν αὐτῷ βοήσωμεν· Πρέσβευε ὑποφῆτα θείων μυστηρίων, καὶ τῆς πίστεως νάματα ὁ βρύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Βυζαντίου ἀγροὺς λογικοὺς ἐγεώργησας, τοῦ φανέντος Λόγου τῷ λόγῳ, Στάχυ θεῖε Ἀπόστολε· ἐνσπείρας γὰρ εὐσεβείας σοφῶς, εὐκάρπους ἐναπέδειξας ψυχάς, καὶ τὴν ἄκανθαν τῆς πλάνης ἀποτεμών, ἀληθείαν ἐφύτευσας. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ δωρήσαντι ἡμῖν, πίστεως κήρυκα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Χριστοῦ τὸν μαθητήν, καὶ ἐχθροῦ καθαιρέτην, Ἀνδρέου ζηλωτήν, καὶ πιστῶν ποδηγέτην, χοροῦ τῶν Ἑβδομήκοντα, τὸν κλεινὸν συναρίθμιον, Στάχυν σήμερον, εἰρηνικῶς κοιμηθέντα, καὶ ἱμάτιον, φωτοειδὲς ἐνδυθέντα, ἐν ὕμνοις τιμήσωμεν.

Δόξα.

Βυζάντιον σεμνῶς, ἐν σοφίᾳ ποιμάνας, καὶ θείαις διδαχαῖς, σοῦ τὸ ποίμνιον ῥάνας, μετέστης παμμακάριστε, πρὸς τὰ ἄνω Βασίλεια, Στάχυ σήμερον, ἐπευλογῶν τοὺς τιμῶντας, καὶ γεραίροντας, τὴν ἀεισέβαστον μνήμην, τῆς σῆς ἀναλύσεως.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν Πόλιν Σου ἁγνή, Παναγία Παρθένε, εὐχαῖς Σου μυστικαῖς, διαφύλαττε Κόρη, καὶ δὸς αὐτῇ τὰ πρόσφορα, ἵνα πάντοτε κράζει σοι· Σύ μου καύχημα, Σύ μου καὶ σκέπη ὑπάρχεις, Σὺ ἀντίληψις, καὶ κραταιὰ προστασία, καὶ δύναμις ἄμαχος.

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ὅτε ἔφης Ἀπόστολε τῷ Χριστῷ, σὺν τοῖς ἄλλοις θεόφροσι μαθηταῖς· Ὦ Κύριε Δέσποτα, Ποιητὰ οὐρανοῦ καὶ γῆς, τὰ δαιμόνια ἴδε ἡμῖν ὑποτάσσεται, τῷ ὀνόματι μόνῳ τῷ Σῷ παντοδύναμε. Τότε ἀπεκρίθη, Ἰησοῦς λέγων ὅτι· Ἐν τούτῳ μὴ χαίρετε, ἀλλὰ μᾶλλον σκιρτήσατε, ὅτι βίβλῳ ἐγράφητε, πάντες τῆς ζωῆς ἀληθῶς· ὅθεν Στάχυ νῦν ἐπαγαλλόμενος, οὐρανόθεν βοήθει, τοῖς τιμῶσι τὴν μνήμην σου.

Δόξα.

Τῇ σοφίᾳ τῶν λόγων σου οὐρανός, ἀνεδείχθης τὴν δόξαν τὴν τοῦ Θεοῦ, σαφῶς διηγούμενος, καὶ στερέωμα ὤφθης τε, ἀναγγέλων τοῖς πᾶσιν Αὐτοῦ τὰ ποιήματα, ἅπερ εἶδες ἰδίοις σου ὄμμασιν ἔνδοξε· ὅθεν ἀπολαύων, τὰ τῶν πόνων συ γέρα, ἐν πλάτει θεούμενος, Παραδείσου μακάριε, Στάχυ θεῖε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν πυρίμορφον θρόνον τοῦ Παντουργοῦ, τὴν φλογίνην καθέδραν τοῦ Πλαστουργοῦ, τὴν μόνην ἀειπάρθενον, προσκυνήσωμεν Δέσποιναν· ἀκατάφλεκτος βάτος αὐτὴν γὰρ ἐτύπωσεν, καὶ πυρός τε ἡ στήλη αὐτὴν προεδήλωσεν· ὅθεν ὡς μητέρα, τοῦ Κυρίου τιμῶντες, τὸ πῦρ τῆς θεότητος, ἀδεῶς τὴν βαστάσασαν, ταύτῃ πίστει βοήσωμεν· Ἄχραντε Παρθένε ἁγνή, αἰωνίου λύτρωσαι κολάσεως, καὶ πυρὸς τοῦ ἀστέκτου, τοὺς τολμῶντας γεραίρειν Σε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὀξυφωνότερον σαλπίγγων ῥητόρων, καὶ σωφρονέστερον σοφῶν διδακτόρων, τὸν πανευσήμῳ μέλψαντα φωνῇ εὐθαρσῶς, πᾶσαν τὴν ἀλήθειαν, εὐφημήσωμεν πάντες, Στάχυν τὸν ἀοίδιμον, Βυζαντίου ποιμένα, καὶ εὐπροθύμως κράξωμεν αὐτῷ· Σῶσον λιταῖς σου, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ ἐκβλαστήσασα ἁγνὴ ἀποτίστως, τῆς σωτηρίας τὸ ἀμάραντον ἄνθος, ὀδμαῖς ἀθανασίας τὸ μυρίζον ἡμᾶς, ἔξελε πανύμνητε, τοὺς σαπροὺς λογισμούς μου, τοὺς γεννῶντας θάνατον, καὶ γεώργιον θεῖον, ἀνθοῦν ἐννοίας Πάναγνε χρηστάς, τὸν νοῦν μου ποίει, θερμῶς ἱκετεύω Σε.

 

 

 

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, κατὰ Λουκᾶν· Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει…

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις…

Καὶ νῦν: Ταῖς τας Θεοτόκου πρεσβείαις…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸ ἄγκιστρον τῆς διδασκαλίας ἐνθεὶς ψυχαῖς ἀλογωτέραις ἰχθύων, ταύτας ἐπεσπάσω εἰς τὴν τοῦ Λόγου λατρείαν· ὅθεν, οἱ ῥυσθέντες ὑδάτων ἀπιστίας, χρεωστικῶς τιμῶμέν σε, Ἀπόστολε Στάχυ, αἰτούμενοι πρεσβείαις σου τὸ μέγα ἔλεος.

 

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς: Στάχυν ἑκατοστεύοντα ἐν ὕμνοις σέβω. Ποίημα Γερμανοῦ μοναχοῦ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Συναρμοσθεῖσα ἡ ψυχή σου πάνσοφε, τῷ θείῳ Πνεύματι, χάριν τὴν ἐκεῖθεν, ἀνεμάξω ἄκρατον· διὸ Χριστοῦ Ἀπόστολε, ἀφειδῶς νέμε ταύτην, τοῖς ἀνυμνῆσαι σπουδάζουσι, Στάχυ τὰ πολλά σου θαυμάσια.

Τυραννουμένην ἁμαρτίαις Κύριος, βροτῶν τὴν φύσιν ἰδών, πλάσματος τὸ πάχος, ταπεινῶς ἐνδύεται, κραυγάζων ὅτι ἤγγικεν, ἡ οὐράνιος δόξα, ἣν προφανῶς ὀρεγόμενος, Στάχυ τῷ Χριστῷ ἠκολούθησας.

Ἀπεριόριστον τὴν θείαν ἔλλαμψιν, Στάχυ δεξάμενος, ἀπεστέλλου μάκαρ, πρὸ προσώπου ἔνδοξε, Κυρίου ἐν ταῖς πόλεσιν, εἰρηνεῦσαι οἰκίας, καὶ Διδασκάλου ἐντάλματα, δήμοις ἀναγγεῖλαι θεόῤῥητα.

Θεοτοκίον.

Χαροποιῆσαι Γαβριὴλ τὰ σύμπαντα, ἁγνὴ ἐπέστη Σοι, Χαῖρε ἀνακράζων, τοῦ Θεοῦ παλάτιον, Παρθένε ἀπειρόγαμε, τοῦ Δεσπότου δοχεῖον, τὸ καθαρὸν καὶ πανάσπιλον, χαῖρε κιβωτὲ ἁγιάσματος.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ὑποδὺς θεῖον σθένος, καὶ κραταιὰν δύναμιν, ἔδραμες Κυρίῳ ὑπείκων, ἐπὶ τὸ κήρυγμα, νόσους ἰώμενος, καὶ ἀσθενεῖς θεραπεύων, Στάχυ δωρεὰν διανέμων ἣν ἔλαβες.

Νοερὰς συστοιχίας, τοῦ μοχθηροῦ ὄφεως, ὑποτασσομένας σοι Στάχυ ὁρῶν ἀπήγγειλας, μετὰ χαρᾶς Χριστῷ, ὃς ἐγγραφὴν ἐν τοῖς ἄνω, τῆς ζωῆς τοῖς δέλτοις τὴν σὴν ἐφανέρωσεν.

Εὐστροφίᾳ τῶν λόγων, καὶ ἀνθηρῷ φθέγματος, οὐκ ἐπικομψεύσας τὸ κήρυγμα τὸ τῆς χάριτος, λαοὺς ἐφώτισας, αἴγλη φωτὸς ἀνεσπέρου, καὶ σοφίᾳ Πνεύματος Στάχυ κοσμούμενος.

Θεοτοκίον.

Κοσμικῆς με ἀπάτης, καὶ βλαβερᾶς σχέσεως, τῆς τῶν γεηρῶν καὶ προσύλων λύτρωσαι Δέσποινα, ἵνα γεραίρω Σου, τὴν φοβερὰν προστασίαν, καὶ τὴν ὑπερβάλλουσαν Κόρη χρηστότητα.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Τὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθότα, καὶ διὰ Πάθους ἑκουσίου δεδωκότα, τῆς ἀφέσεως ῥεῖθρα, εἵλου ὑπουργῆσαι· καθεῖλες δαιμόνων ξόανα τῷ Σταυρῷ, ἀνεῖλες ῥομφαίᾳ Πνεύματος τὸν ἐχθρόν, καὶ διεῖλες ἀσέβειαν, βροτοὺς συνάπτων Χριστῷ· διό σοι ἀνακράζομεν· Χαίροις Στάχυ Ἀπόστολε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν Ποιητὴν ἡ ἁγνὴ ἀποτεκοῦσα, καὶ ἑαυτὴν Θεοῦ μητέρα ἐννοοῦσα, κατεπλήττετο θάμβει, ἀνυμνολογοῦσα· Ὦ Κύριε πῶς θηλάσω Σε τοῖς μαζοῖς; Σὺ δέχῃ Ἀγγέλων ὕμνους ἐν οὐρανοῖς, δέῃ πῶς τιθηνήσεως; διὸ Υἱέ μου χερσί, βαστάζουσά Σε κράζω Σοι· Δόξα Σῶτερ τῇ δόξῃ Σου.

 

ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.

Αὐτοπτικῆς, ἀξιωθεὶς Στάχυ πίστεως, καὶ ἐπάρας, σοῦ τοὺς ὀφθαλμοὺς σοφέ, καὶ θεασάμενος τὰς λευκάς, καὶ ἑτοίμους χώρας, πρὸς θερισμὸν οὐ κατώκνησας, ἀλλὰ Σταυροῦ δρεπάνῃ, ἐναπέτεμες ζῶντας, καὶ Κυρίῳ προσέφερες στάχυας.

Τὸν λογισμόν, κεκαθαρμένον κτησάμενος, ἀποθήκας, τοῦ νοός σου ἔπλησας, θεολαμπῶν Στάχυ ἐννοιῶν· ὅθεν τηκομένους, λιμῷ σωτηρίου γνώσεως, ἐσίτισας ἐνθέως, ἵνα πλήρεις βοῶσι· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Ὅρος Θεοῦ, ταῖς ὑψηλαῖς εἰσηγήσεσι, χρηματίσας, θεωρίαις κρείττοσι, τὰ φληναφήματα τὰ ψευδῆ, καὶ τὰ τῶν Ἑλλήνων, μυθεύματα κατελέπτυνας, καὶ ἔπεισας τοὺς ὄχλους, ἐν τῷ λάρυγγι φέρειν, τοῦ Θεοῦ τὰς ὑψώσεις μακάριε.

Θεοτοκίον.

Σύ μου ἰσχύς, ἐν ταῖς ἐφόδοις πανάχραντε, ταῖς ἀπείροις, τοῦ ἀεὶ πειράζοντας, καὶ τραυματίζοντος τὴν ἐμήν, Δέσποινα Παρθένε, ψυχὴν μετὰ δολιότητος· διὸ παρακαλῶ Σε, κατεξάλειψον τούτου, τὰ σκαιὰ κατ’ ἐμοῦ μηχανήματα.

 

 

 

 

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Τὸν Χριστὸν οὐκ ἐπαύσω, τόπον διαμείβων ἐκ τόπου Ἀπόστολε, καθομολογεῖν τε, καὶ κηρύττειν ἐξ ὅλης καρδίας σου· θείῳ φλεγομένην, ἔρωτι σὺ γὰρ ταύτην ἔσχες, καὶ σφοδρῶς πυρουμένην τῷ Πνεύματι.

Ἐπιδείξει θαυμάτων, Στάχυ εὐαγῶν ἐπεκύρους τὰ ῥήματα, καὶ τῇ ἀποδείξει, τῶν σημείων ἀνθρώπων συστήματα, μάκαρ τὰ διψῶντα, πρὸς ἀληθείας καθωδήγεις, τὰ ζωήῤῥυτα ἔνθεα νάματα.

Ὑπὲρ νοῦν κοπιάσας, ἐν τῇ Βυζαντίδι εὐτόλμως κατέπαυσας, ἔνθα Πρωτοκλήτου, τῇ κελεύσει ἐπίσκοπος κέχρισαι· ἐν Ἀργυρουπόλει, ὅθεν τὸ ποίμνιον συνάγων, διδαχῶν σου τῇ πόᾳ ἐξέθρεψας.

Θεοτοκίον.

Σωτηρίαν τῷ κόσμῳ, πάναγνε Μαρία ἀσπόρως ἐξήνθησας, οὔσης Σου παρθένου, πρὸ τοῦ τόκου ἐν τόκῳ πανάχραντε, καὶ μετὰ τὸν τόκον· διὸ θαυμάζομεν ἀπαύστως, τὰ ἐν Σοὶ τὰ κοινὰ ὑπερβαίνοντα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἀπόδοτε, τὴν τιμὴν τῷ Κτίσαντι, οὐ τοῖς κτίσμασι συντόνως ἐβόας, Στάχυ στεῤῥῶς διελέγχων τὸ ψεῦδος, καὶ ἐπιστρέφων καλῶς τοὺς παράφρονας· Χριστῷ ἡ δόξα ἀληθῶς, πρέπει μόνον ἐκραύγαζες σύνετε.

Νοήσατε, καὶ ποτὲ φρονήσατε, εἷς Θεὸς γὰρ ἡ Τριὰς ὄντως πέλει, Πατὴρ Υἱὸς καὶ πανάγιον Πνεῦμα, ἡ ὁμοούσιος φύσις καὶ ἄτμητος, ἣν πᾶσα κτίσις ἀνυμνεῖ· τοὺς λαοὺς ἐνουθέτεις πανόλβιε.

Τὰ εἴδωλα, τὰ κωφὰ καὶ ἄψυχα, δαιμονίων ἀναισθήτων ὑπάρχει, ἡ μυσαρὰ καὶ ἀθλία ἀπάτη· διὸ Τριάδι ἁγίᾳ προσέλθετε, παρήνεις Στάχυ τοὺς βροτούς, καὶ φωτὶ ἀϊδίῳ φωτίσθητε.

Θεοτοκίον.

Ἀπρόσιτον, Πλαστουργὸν ἐκύησας, προσιτόν μοι διὰ Σου γεγονότα, τὸν ἀναφῆ ψηλαφώμενον Μῆτερ, καὶ ὁρατὸν τὸν ἀόρατον ἄχραντε, ἐγνώρισάς μοι συμπαθῶς, σώζοντά με τὸν πίστει ὑμνοῦντά Σε.

 

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ὥσπερ στάχυς ὥριμος, ἐναπετέθης, οὐρανίαις σήμερον, ταῖς ἀποθήκαις θαυμαστῶς, πλήρης καρπῶν τῶν τοῦ Πνεύματος, Στάχυ Κυρίου, Ἀπόστολε ἔνδοξε.

Ὁ Οἶκος.

Ἐν τοῖς ἀγροῖς τῶν ἐγκωμίων δεῦτε δράμωμεν, καὶ τῶν ᾠδῶν δίκην ἀνθέων ὀσφραινόμενοι, ὕμνους συλλέξωμεν, προσφέροντες σεπτῶς τῷ Ἀποστόλῳ· χρεῶσται γὰρ αὐτοῦ ἐσμεν οἱ τάλαινες, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ ζωῆς τὰ ῥήματα· διὸ βοήσωμεν αὐτῷ ἐν κατανύξει· Πρέσβευε Ἅγιε ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, καὶ διαμείβου τοῖς γεραίρουσί σε ἱλασμόν· Στάχυ Κυρίου, Ἀπόστολε ἔνδοξε.

 

 

Συναξάριον.

Τῇ ΛΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ο΄· Στάχυος, Ἀπελλοῦ, Ἀμπλίου, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου.

Στάχυς δραπάνῳ τῆς τελευτῆς, ὡς στάχυς,

ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου.
Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα,
σγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.
Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,
Xριστῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.

Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐπίμαχος ὁ Αἰγύπτιος, ξίφει τελειοῦται.

Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος,
ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἐπισκόπου Μυγδονίας.

Ὁ Ἰάκωβος πτερνίσας σαρκὸς πάθη,
φερώνυμος δέδεικται ἐκ τῶν πραγμάτων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Ὁμολογητοῦ τινος Ἀνωνύμου, ἐκ τῆς Ἐκκλησιαστικῆς ἱστορίας τοῦ Θεοδωρήτου.

Kᾂν ἀγνοῶμέν σοι τίς ᾗ κλῆσις μάκαρ,
πάντως σὺ ζώντων εἶ βίβλῳ γεγραμμένος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Στεφάνου, Βαρνάβα, Τροφίμου, Δορυμέδοντος, Κοσμᾶ, Δαμιανοῦ, Σάββα, Βάσης, Ἀβραμίου, καὶ τῶν σὺν αὐτῶν.

Ἐννὰς ἀθλητῶν σὺν συνάθλων πληθύϊ,
ἴσων μετέσχον καὶ στεφάνων ἐν πόλῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῖς, λίθῳ τὴν κεφαλὴν βληθείς, τελειοῦται.

Kοράλλιόν σοι λίθον ὡς δῶρον φέρει,
Παῖς τὴν κεφαλὴν ᾑματωμένην λίθῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Δώδεκα Κόραι, αἱ Μάρτυρες, ἐν μέσῳ στοᾶς κρεμασθεῖσαι, τελειοῦνται.

Ὡροσκοπεῖον τὸ στοᾶς μέσον ξύλον,
τὰς δώδεκα προΐσχεν ὡς ὥρας κόρας.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σέλευκος καὶ Στρατονίκη οἱ σύζυγοι, ξίφει τελειοῦνται, οἵτινες μῦρον ἀέναον βλύζουσιν.

Xέουσιν αἷμα σύζυγοι διὰ ξίφους,
οἱ καὶ νεκροί χέουσιν εἰς ᾀεὶ μῦρον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γορδιανός, ξίφει τελειοῦται.

Kαὶ Γορδιανὸς Mαρτύρων ζητῶν κλέος,
ἐφεῦρε τοῦτο Mάρτυς ὀφθεὶς ἐκ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐπίμαχος ὁ Ῥωμαίος, ξίφεσι κατακοπείς, τελειοῦται.

Ξιφῶν ὀδόντας Ἐπίμαχε καρτέρει,
ἄγχεις γὰρ ἐχθροὺς ὧν ὀδόντες ὡς ξίφος

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τρεῖς Μάρτυρες, οἱ ἐν Μελιτινῇ, τὰ σκέλη συντριβέντες, τελειοῦνται.

Tρεῖς συντριβέντες Mάρτυρες σκέλη ξύλοις,
τὰ μακρὰ συντρίβουσι τῆς πλάνης σκέλη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐν Χίῳ, ἐν ἔτει 1754ῳ, ξίφει τελειοῦται.

Nίκης βραβεῖα Nικόλαε λαμβάνεις,
στεῤῥῶς ἀθλήσας διὰ Xριστόν παμμάκαρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶ Ὁσίων Σπυρίδωνος καὶ Νικόδημου, τῶν ἐν τῷ σπηλαίῳ, τῶν Ῥώσσων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωάννου Κοτσούρωφ, πρωτομάρτυρος τῆς νεότερης Ῥωσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἑκατὸν Χιλιάδων Μαρτύρων τῆς Τυφλίδος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐπακούσας τῶν λόγων, τοῦ Κυρίου τοῖς ἔχουσιν ὦτα πάνσοφε, ἀκούειν ἐπεφώνεις· Χρηστός ἐστιν ὁ πάντας, τοῦ σωθῆναι βουλόμενος, ὁ τῶν Πατέρων Θεός, ὁ ὢν εὐλογημένος.

Νοῦν ψυχὴν καὶ καρδίαν, καθαρώτατον οἶκον Ἁγίου Πνεύματος, εἰργάσω ἀριδήλως, αὐτόπτα τοῦ Σωτῆρος, ψάλλων Στάχυ ἡδόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑπεδέξω Ἡλίου, νοητοῦ τὰς ἀκτῖνας Στάχυ Ἀπόστολε· διὸ τοὺς ἐν τῷ σκότει, θανάτου καθημένους, ὡς ἀστὴρ κατελάμπρυνας· Ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.

Θεοτοκίον.

Μωϋσῆς προεδήλου, ἀκατάφλεκτον βάτον Σε προορώμενος· διὸ τῆς ἁμαρτίας, τὴν φλόγαν Θεοτόκε, ἵνα μέλπω κατάσβεσον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Ναίων παμμάκαρ, ἐν Βυζαντίῳ τὴν ἄνω, ποθεινὴν πόλιν ἔσχες πατρίδα, ἣν ὡς κατοικίαν, ἐν τέλει ἐκληρώσω.

Ὄλβον δογμάτων, Χριστοῦ τοῖς πένησι Στάχυ, διεμοίρασας πλούσιον ὅθεν, ἀνταπέδωκέ σοι, μισθὸν ὁ Ζωοδότης.

Ἰθύνας πλοῖον, τῆς Βυζαντίδος πρὸς ὅρμον, τὸν ἀκύμαντον πίστεως Στάχυ, ἄγραν σῳζομένων, Θεῷ πολλὴν προσῆξας.

Θεοτοκίον.

Σὲ μόνην ἔχω, καταφυγὴν καὶ ἐλπίδα, Θεοτόκε Παρθένε Μαρία, μη με τὸν Σὸν δοῦλον, ἁγνὴ ἐγκαταλίπῃς.

 

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.

Συνέκοψας ζιζάνια πονηρά, καὶ ἀκάνθας κακίας ἐξέτιλας, πανευλαβῶς, στάχυν τὸν τῆς πίστεως γεωργῶν, ἀρότρῳ τῶν καμάτων σου, Στάχυ ὡς Ἀπόστολος τοῦ Χριστοῦ· διὸ οἷάπερ στάχυς, Θεοῦ ἑκατοστεύσας, κατατρυφᾷς μακαριότητος.

Ἐξῆλθέ σου ὁ φθόγγος ὁ ἱερός, εἰς τὴν σύμπασαν Στάχυ Ἀπόστολε, δαυϊτικῶς· ὅθεν σου ἡ μνήμη εἰς γενεάν, καὶ γενεὰν γεραίρεται, στίφη ἐκφαιδρύνουσα τῶν πιστῶν, ἣν σήμερον τελοῦντες, χαρᾶς καὶ θυμηδίας, ταῖς ἱκεσίαις σου πληρούμεθα.

Βαρούμενος μηδόλως τῷ χοϊκῷ, καὶ φθαρτῷ σου σκηνώματι ἔφθασας, τὴν τοῦ φωτός, λάμψιν τὴν ἐξέχουσαν τοῦ παντός, καὶ ἀναβλέψας ἔνδοξε, αὖθις τὸν γλυκύτατον Ἰησοῦν, χοροῖς συνηριθμήθης, τῶν θείων Ἀποστόλων, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Θεοτοκίον.

Ὡραίαν ἐννοήσας Σε μυστικῶς, μόνην οὖσαν τῆς θήλυδος φύσεως, καὶ ἀκραιφνῆ, κάλλει ἀπαστράπτουσαν ἀρετῶν, ὁ Ποιητής Σου πάναγνε, νύμφην Σε ἀνύμφευτον ἑαυτοῦ, προσήκατο μερόπων, τὸ γένος διασώζων, τῆς αἰωνίου κατακρίσεως.

 

 

 

 

 

 

Ἐξαποστειλάρια. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀνδρειωθεὶς τῷ Πνεύματι, τὴν πολύθεον πλάνην, καὶ νύκτα πολυώδυνον, ἔλυσας ἀγνωσίας, προκινδυνεύων θεόφρον, τῆς πίστεως γενναίως, Χριστοῦ ἐνανθρωπήσαντος, ὡς πιστὸς ὑπηρέτης, καὶ μαθητής, Στάχυ πανσεβάσμιε Ὃν ἀπαύστως, δυσώπει τὰς ψυχὰς ἡμῶν, οἰκτειρῆσαι καὶ σῶσαι.

Χριστοῦ τὸ Εὐαγγέλιον, ἐν αὐχμῷ ἀληθείας, ἱερουργήσας νεύσεσι, τοῦ κλεινοῦ Πρωτοκλήτου, ἐν Βυζαντίου τῇ πόλει, σήμερον ἀνυψώθης, πρὸς τὴν ὑπερουράνιον, πόλιν τὴν μακαρίαν, φωταγωγῶν, τοὺς ὑμνολογοῦντάς σε θεοφόρε, καὶ πόθῳ Στάχυ μέλποντας, τὴν σὴν πάνσεπτον μνήμην.

Θεοτοκίον.

Πλήρη Ἀγγέλων κλίμακα, Ἰακώβ Σε προεῖδεν, ἐκ γῆς εἰς οὐρανὸν βροτούς, ἐμβιβάζουσα Μῆτερ, ταῖς σωστικαῖς Σου πρεσβείαις, πρότερον τὸν Σωτῆρα, καταγαγοῦσα ἄνωθεν, τῇ ἀφάτῳ κενώσει, τῇ ἑαυτοῦ· ὅθεν ὡς προέφης ἡμῶν προσδέχου, τὴν αἴνεσιν Παντάνασσα, Ἀχωρήτου ἡ χώρα.

 

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, τὸν φιλάνθρωπον Θεόν, ὄμμασι ψυχῆς καὶ σαρκός σου, κατεῖδες Ἅγιε, ὅλον προσλαβόμενον, ἡμῶν τὸ φύραμα, καὶ ἐν δούλου γενόμενον, μορφῇ ἡμετέρα, πλάσμα δὲ βασίλειον χάριτι σώζοντα, τότε πυρωθεὶς τὴν καρδίαν, χαίρων τῷ Χριστῷ ἐκκολήθης, Στάχυ πρὸς τὸ κρεῖττον ἀλλοιούμενος.

 

Ἔγνως διανοίᾳ ἀγαθή, φύσει τὸν ἀσώματον ὄντα, ἐν ὕλῃ σώματος· ὅθεν διετράνωσας, λαοῖς τὴν ἔνσαρκον, καὶ ἐν χρόνῳ ἐμφάνειαν, ἀσάρκου τοῦ Λόγου, φράξας τὰ ἀπύλωτα τῶν πλάνων στόματα, Στάχυ διδαχῇ ὀρθοδόξῳ, καὶ θεολογίας σοφίᾳ, ἄνωθεν Χριστοῦ ἐνδυναμοῦντός σε.

 

Πόλεις τε καὶ χώρας διελθών, Στάχυ βασιλείαν κηρύττων, τὴν ἐπουράνιον, δαίμονας τροπούμενος, νόσους ἰώμενος, καὶ ναοὺς ἐργαζόμενος, Θεοῦ τοὺς ἀνθρώπους, ὕστερον Βυζάντιον σοφὲ κατέλαβες, ἔνθα ὁ Ἀνδρέας ποιμένα, χρίει σε πιστῶν πυθομένων, γνῶσιν παρὰ σοῦ ψυχοσωτήριον.

 

Στάχυ Βυζαντίου ἡ κρηπίς, ὤφθης διασπείρων ἀφθόνως, τὰ θεῖα δόγματα, ἅπερ ἐκβλαστήσαντα, πόλιν κατέστησαν, βασιλίδα ἣν πότερον, ἐποίμανας μάκαρ· ὅθεν τὸν εὐχάριστον καὶ θυμηδέστατον, ὕμνον καὶ τὸν αἶνόν σοι αὕτη, ἀντιπελαργοῦσα προσφέρει, σκέπην αἰτουμένη θεοδώρητον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πιστοὶ τὸν Ἀπόστολον καὶ πρῶτον ποιμένα τοῦ Βυζαντίου χρεωστικῶς εὐφημήσωμεν. Καὶ γὰρ τῆς τοῦ Νῶε κιβωτοῦ ἀνεδείχθης τιμιώτερος, ὅτι ἐκείνη μὲν ἐξ ἀσήπτων ξύλων κατεσκευάσθη, ὁ δὲ Στάχυς ἀρεταῖς παντοίαις συνεκράθη· ἐκείνη ἔξωθεν ἀσφάλτῳ ἐπεχρίσθη, οὕτος ἔσωθεν τῇ πίστει ἐλαμπρύνθη· ἐκείνη ζώων ἀλόγων τὰ πλήθη ὑπεδέξατο, καὶ οὗτος ψυχαῖς λογικαῖς τὸν Λόγον ἐνέβαλλε· τὸ βρότειον λεῖμμα ἐπὶ τῆς γῆς ἐκείνη διέσωσεν, βροτοὺς τῷ κηρύγματι εἰς οὐρανοὺς οὗτος διεβίβασεν· ἐκείνη τῶν ὑδάτων τοῦ κατακλυσμοῦ ἐλαττωθέντων ἐπὶ ὄρος ἐκάθισεν, οὗτος ὡς Εὐαγγελίου ἐργάτης τὰ ἑαυτοῦ τάλαντα ἐπαυξήσας πρὸς ἐφετοῦ ἀκρώρειαν ἀνέδραμεν, ἔνθα πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ Σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.