ΝΟΕΜΒΡΙΟΣ Γ΄.
ΘΕΟΔΩΡΟΣ ΑΓΚΥΡΑΣ ΟΜΟΛΟΓΗΤΗΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεόδωρον ὑμνῶ, τῶν μοναστῶν τὸ κλέος. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Θείῳ τρωθείς, ἔρωτι τῷ τῆς ἀγάπης Χριστοῦ, τῶν ἐγκοσμίων ἅπασαν, τὴν ματαιότητα, ἀληθῶς ἀπηρνήσω, καὶ τούτῳ σε καλοῦντι, κατηκολούθησας.
Ἐν ταῖς αὐλαῖς, τῆς ἐγκρατείας ἐξήνθησας, πεφυτευμένος ὤφθης τε, ὡς καλλιέλαιος, ἐν τῷ οἴκῳ Κυρίου· διὸ καὶ ἀπολαύεις, τῆς Βασιλείας Αὐτοῦ.
Ὁ τῷ φωτί, τῆς ἀκηράτου Σου δόξης Χριστέ, τὸν ἐν ἀσκήσει δόκιμον, καὶ ἀξιέπαινον, ἐν τῇ πίστει φανέντα, Θεόδωρον λαμπρύνας, σῶζε τὴν ποίμνην σου.
Θεοτοκίον.
Δόξα τῇ Σῇ, κυοφορίᾳ Παρθένε ἁγνή· τοῖς ἐξ Ἀδὰμ γὰρ λύτρωσιν, εὐηγγελίσατο, καὶ νεκροῖς ἀπ’ αἰῶνος, τὴν τῆς ἀθανασίας, ὁδὸν ἐκαίνισας.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ὡς κλῆμα εὐθαλές, ὡς βότρυς ἔμψυχος, ὑπάρχων τῆς ἀληθινῆς ἀμπέλου, τῇ καθάρσει τῇ τῆς πίστεως, ἀρετῶν εὐκαρπίαν, Πάτερ ἤνεγκας.
Ῥᾳδίως μηχανάς, τὰς τῶν αἱρέσεων, καθεῖλες τῇ λογικῇ σου σφενδόνῃ· ἐν τῇ πέτρᾳ γὰρ τῆς πίστεως, στερεὰν τὴν ἐλπίδα, Πάτερ ἥδρασας.
Ὁ βίος σου σεμνός, ὁ τρόπος ἔνθεος, ὁ λόγος ἀκόλουθος δὲ τοῖς τρόποις· διὸ οἶκος ἐχρημάτισας, ἀληθοῦς θεωρίας, Πάτερ Ὅσιε.
Θεοτοκίον.
Ναόν Σε γηγενεῖς, καὶ ἐνδιαίτημα, τοῦ Λόγου ἔγνωμεν Θεογεννῆτορ, ἐπελεύσει θείου Πνεύματος, καὶ Πατρὸς εὐδοκίᾳ, προελθόντος ἐκ Σοῦ.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερήφανον φρύαγμα, κατὰ Χριστοῦ μανὲν τῆς Ἐκκλησίας, ταπεινώσει πνεύματος κατηδάφισας.
Μυηθεὶς τὰ θεόπνευστα, τῆς τοῦ Χριστοῦ σαφῶς οἰκονομίας, ἐγχαράττεις Πάτερ σαφῶς τοῖς πίναξιν.
Νῦν χορείας καὶ λήξεως, τῶν ἐκλεκτῶν παμμάκαρ ἀπολαύων, τῶν πιστῶν τιμώντων σε ὑπεράσπισον.
Θεοτοκίον.
Ὡς λιμένα καὶ ἄγκυραν, καὶ ἀσφαλῆ τοῦ κόσμου σωτηρίαν, Θεοτόκε ἄχραντε πίστει σέβομεν.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Τῷ Τριάδος φωτί, καταλαμπόμενος σοφὲ ἤστραψας, θείαν αὐγήν, ἐν τῇ Ἐκκλησίᾳ, καὶ ἤλεγξας πᾶσαν, τῶν αἱρετιζόντων, ζοφώδη κακόνοιαν.
Ὡς μιμητὴς ἀληθῶς, καὶ μαθητὴς τῶν μαθητῶν Ὅσιε, τοῦ Ἰησοῦ, ὑπὲρ τῆς ἀγάπης, ηὐδόκησας Αὐτοῦ, ὑπομεῖναι πᾶσαν, τυράννων ἐπίνοιαν.
Νόμον Θεοῦ μελετῶν, καὶ πατρικοῖς ἐγκαρτερῶν δόγμασι, τὸν τοῦ Χριστοῦ, σεπτὸν χαρακτῆρα, ἐστήλωσας πίστει, ἐν τῇ Ἐκκλησίᾳ, παμμάκαρ Θεόδωρε.
Θεοτοκίον.
Μόνη ἐφάνης σεμνή, καὶ μετὰ τόκον ὥσπερ ἧς ἄφθορος· Θεὸς γὰρ ἦν, ὁ σάρκα φορέσας, ἐκ Σοῦ καὶ φυλάξας, τὴν Σὴν παρθενίαν, ἀμόλυντε Δέσποινα.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Ὁ λειμὼν τῶν ἐνθέων δογμάτων σου, τὸν τῆς Ἐκκλησίας λαμπρύνει παράδεισον· ὥσπερ γὰρ ἄνθη μάρτυρας, ἐν αὐτῇ ἐκδιδάσκεις χαράττεσθαι.
Νευρωθεὶς τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ὀχυρωθεὶς ἐν τῷ κράτει τῆς πίστεως, τῆς ἀσεβείας δόγματα, ὡς ἀράχνης διέλυσας νήματα.
Ἀνδρειόφρονα νοῦν ἐνδειξάμενος, ἅπασαν τυράννων κακίαν ὑπήνεγκας, ἐν φυλακαῖς καὶ μάστιξι, ἐν δεσμοῖς καὶ λιμοῖς ταπεινούμενος.
Θεοτοκίον.
Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς Σαῖς ἀγκάλαις ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Στεῤῥῷ λογισμῷ, τῶν παθῶν καταμαράνας σὺ τὴν φλόγα, θεόθεν ὤφθης θεῖον ὄργανον, τοῦ παρακλήτου Θεόδωρε· ὅθεν ἀναμέλπων ἐβόας, ἐν παῤῥησίᾳ θεόπνευστε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὰ θεῖα νυκτός, καὶ ἡμέρας μελετῶν παμμάκαρ λόγια, ἐν διεξόδοις ταῖς τοῦ Πνεύματος, κατεφυτεύθης ἀοίδιμε, καὶ καρποφορήσας εὐκαίρως, τὰς ἀρετὰς Πάτερ ἔκραζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς πρᾶος φανείς, ἐπιστήμων λογικῆς ἐδείχθης ποίμνης σοφέ, ἣν ἐξέλασας βακτηρίᾳ σου, ἐπὶ πηγὰς ἀναπαύσεως, καὶ ἐπὶ νομὰς ζωηφόρους, πρὸς ἀϊδίου εἰσήλασας, σκηνὰς παμμάκαρ καὶ μονάς, διαιωνίζων Θεῷ.
Θεοτοκίον.
Νόμους λοχείας ἁγνή, μὴ φυγοῦσα ἀληθῶς παρθένος ἔμεινας, καὶ ἀπειράνδρως βρέφος φέρουσα, τὸν πρὸ αἰώνων ἀμήτορα, μόνη ὑπὲρ φύσιν ἐδείχθης, καὶ συλλαβοῦσα καὶ τίκτουσα· τὰ Σὰ γὰρ πάντα ὑπὲρ νοῦν, Δέσποινα θαύματα.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τῆς ἐγκρατείας τῇ τρυφῇ, ἐλιπάνθης τὴν ψυχήν, θεόφρον Πάτερ, καὶ νεκρώσας τὸ σῶμα, συνεσταυρώθης Χριστῷ, κραυγάζων· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ θεοδώρητος ποιμήν, ὁ τῆς μάνδρας τοῦ Χριστοῦ, θερμὸς προστάτης, ὁ τῶν λύκων διώκτης, καὶ Ὀρθοδόξων φωστήρ, τὸ πάντων μοναζόντων καύχημα, μέμνησο ἡμῶν, πρὸς Θεὸν τῶν σὲ τιμώντων.
Θεοτοκίον.
Καταφυγὴν καὶ ἀσφαλῆ, σωτηρίαν οἱ πιστοί, σὲ κεκτήμεθα· διὸ ῥῦσαι κινδύνων, καὶ πειρασμῶν καὶ φθορᾶς, τοὺς πίστει ἀδιστάκτως σέβοντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Λόγους ὡς λίθους τιμίους, προβαλλόμενος Πάτερ, λαμπρύνεις θεηγόροις διδαχαῖς, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ποικίλους ἀγῶνας, καὶ ἄθλους ἐνστησάμενος σοφέ, ἐκ χειρὸς τοῦ Κυρίου, τὸν στέφανον ἀπείληφας.
Ἐν τῇ τοῦ Πνεύματος Πάτερ, ἐκπυρούμενος ζέσει, ἀντέστης παῤῥησίᾳ πρὸς ἐχθρούς, καὶ ἀνεκήρυξας Ὅσιε, τὰ τῆς οἰκονομίας, σύμβολα προσκυνεῖσθαι τοῦ Χριστοῦ, ἐν τοῖς πίναξιν ὄντως, ἀξίως χαραττόμενα.
Οἱ διδαχαῖς σου καὶ πόνοις, στηριχθέντες τῇ πίστει, παμμάκαρ ἐκβοῶμεν τῷ Χριστῷ· ἔνθα μονὴ ἀναψύξεως, καὶ δικαίων λαμπρότης, σκηνώσας τὸν θεράποντα τὸν σόν, ταῖς αὐτοῦ ἱκεσίαις, περίσωζε τὴν ποίμνην σου.
Θεοτοκίον.
Σεσαρκωμένον τὸν Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, καθὸ Θεὸς ὑπάρχει ἐκ Θεοῦ, τέτοκας μόνη πανύμνητε, ἐπὶ ἀνακαινίσει, καὶ σωτηρίᾳ πάντων γηγενῶν· διὸ πίστει Σε πάντες, ἀπαύστως μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου