Τρίτη 11 Ιουλίου 2023

ΝΟΕΜΒΡΙΟΣ 18. ΑΓΙΟΣ ΡΩΜΑΝΟΣ ΜΑΡΤΥΣ ΚΑΝΩΝ

ΝΟΕΜΒΡΙΟΣ

 

18/11 ΡΩΜΑΝΟΣ ΜΑΡΤΥΣ (να μπει και στο Μηναίο) σ. 230

28/11 ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΚΑΝΩΝ σ. 266

30/11 ΑΝΔΡΕΑΣ ΑΠΟΣΤΟΛΟΣ ΚΑΝΟΝΕΣ 2 σ. 272

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΝΟΕΜΒΡΙΟΣ ΙΗ΄

ΡΩΜΑΝΟΣ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ἁγίου Ῥωμανοῦ, οὗ ἡ ἀκροστιχίς: Ἀθλητικοῖς σε, Ῥωμανέ, στέφω κρότους.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ἀδύτοις μαρμαρυγαῖς λαμπόμενος, ταῖς τῆς Τριάδος τρανῶς, καὶ Ἀθλοφόρων λάμπων ἐν χοροῖς, φωτισμόν μοι κατάπεμψον, σκότος παθῶν ἐλαύνοντα, ταῖς εὐπροσδέκτοις Ῥωμανέ σου λιταῖς.

Θαλάσσης εἰδωλικῆς προσκλύσεσι, μὴ σαλευόμενος, ὡς τοῦ Χριστοῦ τῇ πέτρᾳ ἑδρασθείς, τρικυμίας διέλυσας, αὔραις τοῦ θείου Πνεύματος, πολυταράχου ἀθεότητος.

Λειμῶνα ὡς εὐκλεῆ καὶ εὔκαρπον, τὴν Ἐκκλησίαν Χριστοῦ, εὐθηνουμένην πᾶσιν ἀγαθοῖς, Ῥωμανὲ διετήρησας, τοῖς λύκοις ἀνεπίβατον, σαῖς διδαχαῖς περιτειχίζων αὐτήν.

Θεοτοκίον

Ἠλέηται διὰ Σοῦ πανάμωμε, φύσις βροτῶν ἀληθῶς· ὁ ποιητὴς ἐκ Σοῦ γὰρ σαρκωθείς, ὑπὲρ λόγον καὶ ἔννοιαν, ὑπὲρ ἡμῶν εἰς θάνατον, ἤχθη λυτρούμενος ἐξ ᾅδου ἡμᾶς.

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ Σοί.

Τὸν θῆρα τὸν νοητόν, ἐκσφενδονίσας Ῥωμανὲ λόγοις σου, ποίμνην Χριστοῦ διέσωσας, ἐξ εἰδωλικῆς λύμης ἄφθορον.

Ἰσχύων ὅπλῳ Σταυροῦ, τὰς προσβολὰς τῶν αἰκισμῶν ἔτρεψας, καὶ ἀσθενεῖς ἀπήλεγξας, Ῥωμανὲ σοφὲ ἀξιάγαστε.

Κατέπτωσας δυσμενῶν, μύλας συνθλάσας Ῥωμανὲ ἔνδοξε, ὑπὲρ Χριστοῦ μακάριε, παρειὰς ξεσθείς σου ἀοίδιμε.

Θεοτοκίον

Ὁ φύσει μόνος Θεός, λόγος Πατρὸς καὶ συμφυὴς Πνεύματι, σάρκα ἐκ Σοῦ ἠμπέσχετο, τοὺς βροτοὺς θεώσας Μητρόθεε.

 

Κάθισμα. Τοῦ Ἁγίου Ῥωμανοῦ. Ἦχος πλ. δ'. Τὴν Σοφίαν

Τῶν ἀγώνων τῷ πλάτει Μάρτυς σοφέ, πλατυνόμενον πίστει πανευκλεῶς, ἐχθροῦ ἀπεστένωσας, μηχανὰς καὶ ἠφάνισας, καὶ καλῶς τελέσας, τὸν δρόμον τὸν ἔνθεον, Παραδείσου πλάτος, γηθόμενος ἔφθασας· ὅθεν Ἐκκλησία, πλατυσμῷ εὐσεβείας, ἀστράπτουσα σήμερον, ἑορτάζει τὴν μνήμην σου, καὶ βοᾷ σοι μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἰθυνόμενος ὡς κλίμακι ἐπὶ ξύλου, ἀνυψωθεὶς μακάριε, τὸ ἄφραστον κάλλος, καὶ τὴν διαμένουσαν, χορείαν ακτείληφας, Μάρτυς Ῥωμανὲ ἀξιάγαστε.

Συναπεβάλου νεκρώσεως τοὺς χιτῶνας, ἐν τοῖς ξεσμοῖς μακάριε, καὶ τοῦ σωτηρίου, φωτεινὸν ἱμάτιον, λαμπρῶς παναοίδιμε, Μάρτυς Ῥωμανὲ ὑπενδέδυσαι.

Σοφισθεῖσα ἐπιπνοίᾳ τοῦ Παρακλήτου, ἡ τοῦ νηπίου γλῶσσά σε, Κύριον τῆς δόξης, ποιητὴν ἐκήρυξε, τῶν πάντων φιλάνθρωπε, καὶ Θεὸν τὸν σώζειν δυνάμενον.

Θεοτοκίον

Εὐλογημένος Παρθένε τῆς Σῆς κοιλίας, καρπὸς δι’ οὗ ἐῤῥύσθημεν, κατάρας θανάτου· πᾶσαι πατριαὶ τῶν ἐθνῶν, καὶ Σοὶ εὐλογούμεναι, ὡς ζωῆς ὑμνοῦμέν Σε πρόξενον.

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.

Ῥοαῖς ἀθλητικαῖς, τῶν αἱμάτων σου ἔκλυσας, θαλάσσας τῆς ἀθεΐας, Ῥωμανὲ ποταμοὺς δέ, ἰάσεων ἀνέλβυσας.

Ὡς δῶρον ἐκλεκτόν, ἱερεῖον ὡς ἄμωμον, προσήνεγκας τῷ Δεσπότῃ,Ῥωμανὲ θεολόγον, τὸν νήπιον σφαττόμενν.

Μωρίαν τοῦ ἐχθροῦ, τῇ σοφίᾳ τοῦ Πνεύματος, κατέτρωσας τοῦ ἁγίου, μαστιχθείς σου τὸ σῶμα, Ῥωμανὲ παναοίδιμε.

Θεοτοκίον

Ανεῖλες τὴν ἀράν, τὴν χαρὰν ὡς κυήσασα· ἐθέωσας τοὺς ἀνθρώπους, τῷ Σῷ τόκῳ Παρθένε, Μαρία ἀπειρόγαμε.

ᾨδὴ ς'. Θύσω Σοι.

Νέκρωσιν, καὶ φθορὰν τοῖς ξεσμοῖς ἀποθέμενος, ζωῆς ἀφθάρτου τὸ κάλλος, περιέθου Μάρτυς ἠγλαϊσμένος, λαμπηδόσι, Ῥωμανὲ ταῖς ἀδύτοις τοῦ πνεύματος.

Ἔβλυσεν, ὡς αἱμάτων ῥοὰς καὶ διδάγματα, ἡ ἐκτημθεῖσά σου γλῶσσα, δι’ ὧν ἀνεξάλειπτον ἐκληρώσω, Ἀθλοφόρε, μακαρισμὸν ἀεὶ διαμένοντα.

Σοφίας, τὸν χειμάῤῥουν διψῆσαν ἐξέπιε, τῇ συμβουλῇ τῆς τεκούσης, στόμα θεολόγον τὸ τοῦ νηπίου, διὰ ξίφους, πρὸς ζωὴν ἐκδημῆσα τὴν ἄλυπον.

Θεοτοκίον

Ταχεῖα, καταφυγὴ γενοῦ μοι πανάχραντε, ἐπηρειῶν λυτρουμένη, καὶ παθῶν αἰσχύστων ἐξαιρουμένη, καὶ πρὸς θείας, διιθύνουσα τρίβους Μητρόθεε.

 

 

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.

Ἐν τῇ ἀγχόνῃ, σοῦ Ἀθλοφόρε πνίξας τὸν δράκοντα, εὗρες τὴν ζωὴν τὴν ὄντως ἀληθινήν, Ῥωμανὲ κραυγάζων πάντοτε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Φωτὸς ἀδύτου, ταῖς λαμπηδόσι καταστραπτόμενος, φλόγα ἐπηρμένην ἔσβεσας Ῥωμανέ, προφητείας τῷ χαρίσματι, κατακοσμούμενος, καὶ Μαρτύρων χοροῖς συναπτόμενος.

Ὡς ἐκ λειμῶνος, πολυανθοῦς μητρὸς τοῖς διδάγμασι, ῥόδον εὐωδίας νήπιον ἐκφυέν, μαρτυρίας ἐν τῷ αἵματι, καταρδευόμενον, τῷ Χριστῷ ἀκηράτως προσφέρεται.

Θεοτοκίον

Καταπτωθέντας, τῆς ἁμαρτίας βάθει πανύμνητε, μόνη τὸν Θεὸν τεκοῦσα ἄνευ σπορᾶς, ἀνειλκύσω ἡμᾶς ψάλλοντας· εὐλογημένη εἶ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ

Ῥημάτων ὑπήκοος Χριστοῦ, ὑπάρξας ἔνδοξε, ψυχήν σου τέθεικας, ὑπὲρ τῆς ποίμνης σου πρόθυμος, δι’ αὐτὸν ἀπαγχονούμενος· μετὰ στρεβλώσεις καὶ ξεσμούς τε, καὶ ῥαπίσματα, εὐλογεῖτε, πάντα τὰ ἔργα ἐβόας τὸν Κύριον.

Ὄντως σου τὸ στόμα χαρμονῆς, ἀγαλλιάσεως, ἡ γλῶσσα πέπλησται, ἐπευλογεῖν Θεὸν ἄληκτα· ἐκτμηθεῖσα γὰρ καὶ αἵμασι, νόμους τῆς πίστεως ἡμῖν, Ῥωμανὲ τίθησιν, ἐκβοῶσα· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Τὸν Λόγον τεκοῦσα τοῦ Πατρός, ἐν θείῳ Πνεύματι, παρθένος ἔμεινας, Θεογεννήτρια ἄνανδρε, ὑπερβᾶσα τοὺς τῆς φύσεως, θεσμοὺς τῷ τόκῳ Σου· διό, χαίροντες ψάλλομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους.

Ὅλην σου τὴν ἔφεσιν Μάρτυς, πρὸς τὸν δεσπότην ἀνατείνας, καὶ πολυειδεῖς τοὺς αἰκισμούς, καθυπομείνας Ῥωμανὲ ἔνδοξε, δόξης ἀφράστου ἔτυχες, καὶ μακαρίας ἀπολαύσεως.

Ἰδοὺ ἀντὶ πόνων τρυφῆς σοι, χειμάῤῥους Μάρτυς διεδόθη, στεφανηφοροῦντι Ῥωμανέ, καὶ ἐξ αἱμάτων χλαμύδα φέροντι, καὶ ῥόδον ἀμάραντον, εὐῶδες νήπιον τυθὲν τῷ Χριστῷ.

Θεοτοκίον

Σὺ τῆς ἀρχεγόνου κατάρας, βροτοὺς Παρθένε ἐξελοῦσα, ἤνοιξας ἡμῖν τὴν τῆς ζωῆς, Ἐδὲμ τῷ τόκῳ τῷ ὑπὲρ φύσιν Σου· διὸ ἐπαγαλλόμενοι, Σὲ Θεοτόκε μεγαλύνομεν.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου