Δευτέρα 17 Ιουλίου 2023

ΙΑΝΟΥΑΡΙΟΣ 8. ΙΟΥΛΙΑΝΟΣ & ΒΑΣΙΛΙΣΣΑ ΜΑΡΤΥΡΕΣ ΚΑΝΩΝ

ΙΑΝΟΥΑΡΙΟΣ Η΄

ΙΟΥΛΙΑΝΟΣ & ΒΑΣΙΛΙΣΣΑ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺν τοῖς συνάθλοις, Ἰουλιανὸν σέβω. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Στέφος κομισάμενος διπλοῦν, ὡς ἀσκητής τε καὶ Μάρτυς πανεύφημε, χαίρων νῦν παρίστασαι, ἐν οὐρανοῖς τῷ Βασιλεῖ τῆς κτίσεως· ὃν ὑπὲρ τῶν πίστει, ἱλέωσαι εὐφημούντων σε.

Ὑπὲρ τὰ ὁρώμενα σοφέ, τὰ μὴ ὁρώμενα πόθῳ ἐζήτησας, καὶ ἀναλαβόμενος, τὸν σὸν σταυρὸν Κυρίῳ ἠκολούθησας, πάθη θανατώσας, δι’ ἐγκρατείας τοῦ σώματος.

Νυμφῶνα ποθῶν θεοειδῆ, ἐν οὐρανοῖς τὸν ἀεὶ διαμένοντα, ἔπεισας τὴν σύζυγον, Μάρτυς σοφὲ ὁσίως συναγνεῦσαί σοι, ἔλλαμψιν ἐξ ὕψους, σωτηριώδη δεξάμενος.

Θεοτοκίον.

Τῷ πόθῳ τρωθεῖσα τοῦ ἐκ Σοῦ, ὑπερβολῇ εὐσπλαγχνίας ἐκλάμψαντος, ἄχραντε θεόνυμφε, ἡ εὐκλεὴς καὶ πάνσεμνος Βασίλισσα, ἄφθορον τὸ σῶμα, ἐν παρθενίᾳ διέσωσεν.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Ὄμβροις τῶν δακρύων τοὺς κρουνούς, συνάψας τῶν αἱμάτων σου, ἓν ἐξ ἀμφοῖν ποτήριον ἔπλησας, καὶ τοὺς τροφίμους, τῆς Ἐκκλησίας Χριστοῦ, ἱερῶς ἐπότισας, πίστει εὐφημοῦντάς σου, τὰ παλαίσματα Μάρτυς πολύαθλε.

Ἰλύος παθῶν φθοροποιῶν, ἀσκήσεσιν ἐκάθηρας, τὴν ἱερὰν ψυχήν σου πανόλβιε, καὶ ἐναθλήσας, πλάνης κατέβαλες, Μάρτυς ὀχυρώματα, χορὸν ἐπαγόμενος, συμμαρτύρων· μεθ’ ὧ εὐφημοῦμέν σε.

Στρατὸν ἐπαγόμενος στεῤῥόν, Μαρτύρων ἀξιάγαστε, πολυειδεῖς βασάνους ὑπέμεινας, πυρὶ ἐνύλῳ, ἀντιταξάμενος, ἔνδον τοῦ ἀΰλου σε, ὅλον ἀναφλέγοντος, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως.

Θεοτοκίον.

Σὲ πίστει καλοῦσα βοηθόν, Παρθένε παναμώμητε, ἡ εὐκλεὴς ἐν πίστει Βασίλισσα, ἁγνὴ παρθένος, Χριστῷ νενύμφευται, καὶ παρθένων τάγματα, τούτῳ προσενήνοχε, σὺν αὐτοῖς εὐχαρίστως ὑμνοῦσά Σε.

 

 

 

 

Κάθισμα. Ἦχος δ΄ Ταχὺ προκατάλαβε.

Ἀσκήσει ἐλάμπρυνας τὴν ἱεράν σου ψυχήν, καὶ δῶρον προσήνεγκας, τῷ σαρκωθέντι Θεῷ, σαυτὸν δι’ ἀθλήσεως, χάριν δὲ ἰαμάτων, ἐκ Θεοῦ ἐκομίσω, λύειν ἀῤῥωστημάτων, τὴν ἀχλὺν θεοφόρε, πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς, τοὺς πόθῳ τιμῶντάς σε.

 

ᾨδὴ δ΄. Ὄρος σε.

Ὕπερθεν, ἁγίων ὑψωμάτων ἐξέλαμψεν, ἄπλετον φῶς μέσον ὑμῶν, ἁγνῶς πεισάντων ἑαυτούς, βιῶναι πανάριστοι, καὶ ὑπὲρ νοῦν, εὐώδης χάρις διέπνευσε, προσβεβαιοῦσα ὑμῶν τὰ βουλεύματα.

Νέκρωσιν, παθῶν ἀσκητικῶς ἐνδυσάμενος, ζωῆς ἐπέτυχες θανών, παμμάκαρ Ἰουλιανέ, ὡς Μάρτυς πανάριστος, συναθλητῶν, προσεπαγόμενος ὅμιλον· μεθ’ ὧν σε πίστει καὶ πόθῳ γεραίρομεν.

Ἅπασαν, τυράννου στηλιτεύσας τὴν ἄνοιαν, θλάσιν ὑπέμεινας μελῶν, καὶ σπαραγμοὺς πολυειδεῖς, καὶ βίαιον θάνατον, πρὸς τὴν ζωήν, τὴν ἀληθῆ πορθμευόμενος, μεγαλομάρτυς Κυρίου πανόλβιε.

Θαύμασιν, ἐπίστωσας τοὺς ἄφρονας σέβεσθαι, ἕνα Θεὸν ἀληθινόν, καὶ τὰ σεβάσματα αὐτῶν, ὡς χοῦν ἐξελέπτυνας, Μάρτυς σοφέ, τυφλοῖς τὸ βλέπειν δωρούμενος, τῇ ἐπικλήσει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Θεοτοκίον.

Λάμπουσαν, παντοίων ἀρετῶν ἐπιδείξεσι, Σὲ τὴν καλὴν ἐν γυναιξίν, οἷα βασίλισσα ἁγνήν, ἡ Μάρτυς Βασίλισσα, Μήτηρ Θεοῦ, ὑπερβαλλόντως ἠγάπησε· μεθ’ ἧς ἀεί Σε πιστοὶ μακαρίζομεν.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας.

Ὁ Κύριος, δι’ αὐτὸν ἐναθλοῦντα θεώμενος, ἀνιστᾶν σοι, Ἀθλοφόρε νεκροὺς χάριν δίδωσιν, εἰς βεβαίαν πίστωσιν, νεκροῖς ξοάνοις τῶν ἀλόγων, θυσιαζόντων πανένδοξε.

Ἱστάμενον, καὶ χοροῖς Ἀσωμάτων στεφόμενον, ὡς εἶδέ σε, ὁ ἀοίδιμος ἔνδοξε Κέλσιος, ἱερῶς πεφώτισται, καὶ μετὰ σοῦ τὸν θεῖον δρόμον, τῆς μαρτυρίας ἐτέλεσεν.

Συνώθησαν, τοὺς Χριστοῦ στρατιώτας οἱ ἄφρονες, εἰς λέβητας, καιομένους πυρὶ ἀλλ’ ἐῤῥύσατο, ἀβλαβεῖς ὁ Κύριος, τούτους σεπταῖς ἐπιστασίαις, ἐπουρανίων δυνάμεων.

Θεοτοκίον.

Ἰσχύϊ Σου, ἡ θεόφρων παρθένος Βασίλισσα, πανάμωμε, τὸν ἀρχέκακον ὄφιν νικήσασα, χορὸν πολυάριθμον, Χριστῷ παρθένων προσκομίζει, ὡς Θεοτόκον ὑμνοῦσά Σε.

 

 

 

 

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Ὀδύνας ὑποστάς, μαστίγων ὅσιε, θαυμάτων χάριν έλαβες, θεραπεύειν τὰς ὀδύνας τῶν πιστῶς, ἐπικαλουμένων σε ἑκάστοτε, ὡς ἀθλητήν, καὶ παθημάτων Χριστοῦ ἐκσφράγισμα.

Ὑπέμεινας τῆς σῆς, δορᾶς ἀφαίρεσιν ἀσάλευτος τηρούμενος, τῇ δυνάμει τε καὶ χάριτι Χριστοῦ, τοῦ τὸ ἀσθενὲς ἡμῶν νευρώσαντος, τῇ πρὸς ἡμᾶς, συγκαταβάσει Μάρτυς πολύαθλε.

Λεόντων ἐν Χριστῷ, διῆλθες χάσματα, ἀπήμαντος πανόλβιε, ἐπικλήσει τοῦ Χριστοῦ τοῦ δι’ ἡμᾶς, σάρκα θελήσει πτωχεύσαντος, οὗ τὸ σεπτόν, πάθος παμμάκαρ χαίρων ὑπέμεινας.

Θεοτοκίον.

Ἰλύος τῶν παθῶν, ἀποκαθάρασα, Βασίλισσα τὰ ὄμματα, τῷ ἐκλάμψαντι Χριστῷ παρθενικῶν, θείων ἐκ λαγόνων προσενήνεξαι, μετὰ χοροῦ, σεπτῶν Μαρτύρων Παρθένος ἄμωμος.

 

ᾨδὴ ζ΄. Σὲ νοητήν.

Ἀποσκοπῶν, πρὸς τὸν ἐν ἰσχύϊ σε, σώζειν δυνάμενον Θεόν, κατεφρόνησας Ἀθλητά, λέβητος φλογίζοντος, θείῳ πυρακτούμενος, ζήλῳ καὶ μέλπων γηθόμενος· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νεκρὸς σοφέ, κόσμῳ ἐχρημάτισας, καὶ προσευχῇ σου ἐκτενεῖ, Ἀθλητὰ Ἰουλιανέ, νεκροὺς ἐξανέστησας, μέλπων ἐμμελέστατα, τῷ Ποιητῇ πάσης κτίσεως· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ ταῖς πληγαῖς, μάκαρ καταικίζων σε, τὸ φῶς κομίζεται σοφέ, καὶ πιστεύσας τῷ πλαστουργῷ, κάραν ἀποτέμνεται, Μάρτυς χρηματίζει τε, ἀναβοῶν ἐμμελέστατα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Νέον ἡμῖν, βρέφος ἀπεκύησας, τὸν συναΐδιον Πατρί, Θεοτόκε Μήτηρ ἁγνή· ὅθεν Σε Βασίλισσα, στέργουσα ἠρίστευσε, κατὰ παθῶν ἀνακράζουσα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Σὺν τῷ θείῳ Ἰουλιανῷ, Ἀντώνιον τὸν μέγαν, καὶ Κέλσιον εἰκοσάριθμον, στρατόν τε εὐκλεῆ, Μαρτύρων ὑμνήσωμεν, μελῳδοῦντες· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐκδημοῦντες Μάρτυς τῆς σαρκός, χοροὶ πατριαρχῶν σοι, Μαρτύρων καὶ Ἀποστόλων, προσυπήντησαν χαρᾷ, προπομπὴν ποιούμενοι, καὶ πρὸς λήξεις, τὰς αἰωνίους, καὶ μονὰς ἀκηράτους, σὲ καθοδηγοῦσι, τελέσαντα τὸν δρόμον.

Βασιλείαν Μάρτυς τοῦ Χριστοῦ, ἀσάλευτον ἀξίως, παρέλαβες καὶ κατώκησας, σὺν πᾶσιν ἐκλεκτοῖς· μεθ’ ὧν μέλπεις πάντοτε· εὐλογεῖτε, πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὡς ὡραίαν ὡς περικαλλῆ, Βασίλισσα ποθοῦσα, Παρθένε Σὲ παναμώμητε, χορὸν μοναζουσῶν, Χριστῷ πολυάριθμον, σεσωσμένων, πίστει προσάγει· μεθ’ ὧν Σε εὐλογοῦμεν, ὡς ἁγιωτέραν, φανεῖσαν τῶν Ἀγγέλων.

 

ᾨδὴ θ΄. Τύπον, τῆς ἁγνῆς λοχείας Σου.

Ἵνα, τῶν Ἀγγέλων Ἅγιε, τὴν ἀφθαρσίαν κτήσῃ φθαρτῷ ἐν σώματι, ἔπεισας καλῶς, τὴν συναφθεῖσαν νομίμως σοι, τὴν ἁγνείαν ἑλέσθαι καὶ ὤφθητε, βιώσαντες ὁσίως, πολλῶν φωστῆρες θεαυγέστατοι.

Ὥσπερ, προσφορὰ εὐπρόσδεκτος, καὶ καθαρὰ θυσία Θεῷ προσενήνεξαι, Ἰουλιανέ, κλίνας αὐχένα πολύαθλε, ἀποτέμνοντι ξίφει καὶ εἴληφας, τὸν στέφανον τῆς νίκης, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Στῖφος, Ἀθλητῶν προσήνεγκας, τῷ ἀθλοθέτῃ μάκαρ μόνῳ Θεῷ ἡμῶν, Ἰουλιανέ· μεθ΄ ὧν σε νῦν μακαρίζομεν, ὡς καλῶς τὸν ἀγῶνα τελέσαντα, καὶ νίκης τὰ βραβεῖα, παρὰ Κυρίου κομισάμενον.

Ἤδη, τῷ φωτὶ μακάριοι, τῷ τρισηλίῳ χαίροντες παριστάμενοι, καὶ μαρμαρυγαῖς, ταῖς ὑπερφώτοις λαμπόμενοι, καὶ μεθέξεσι θείαις θεούμενοι, φωτίσατε τοὺς πίστει, εἰλικρινῶς ὑμᾶς γεραίροντας.

Θεοτοκίον.

Φέγγει, τοῦ ἐκ Σοῦ πανάμωμε, ὑπερβολῇ χρηστότητος ἀνατείλαντος, Μάρτυς ἡ σεμνή, καταυγασθεῖσα Βασίλισσα, μακαρίων ἐλπίδων ἐπέτυχε· μεθ’ ἧς Σε συνελθόντες, ἀξιοχρέως μακαρίζομεν.

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου