ΙΑΝΟΥΑΡΙΟΣ Η΄
ΘΕΟΦΙΛΟΣ & ΕΛΛΑΔΙΟΣ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. α΄ Θεὸς ἐφάνη ἐπὶ γῆς.
Ὁ μεγαλύνας ἐπὶ γῆς, Ἑλλαδίου τὸ μνημόσυνον, Θεοφίλου τε ἅμα, Χριστὲ δόξα τῷ κράτει Σου, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοφανείας Ἀθληταί, μυστικῶς ἀξιωθέντες καλῶς, ἐν σταδίῳ τὸν δρόμον, τελέσαντες ηὕρασθε, ζωὴν τὴν ἀτελεύτητον.
Θεοτοκίον.
Φῶς τὸ ἀπρόσιτον ἡμῖν, Θεοτόκε ἀπεκύησας, τὸ φωτίζον τὸν κόσμον, Χριστὸν Ὃν δοξάζοντες, Σὲ πόθῳ μακαρίζομεν.
ᾨδὴ γ΄. Ἐπὶ τὰ ἔθνη.
Τοὺς ἀραμένους, τὸν σταυρὸν ἐν τοῖς ὤμοις αὐτῶν, καὶ τῷ Κτίστῃ ἀεί, ἀκολουθήσαντας Μάρτυρας, Ἑλλάδιον ὁμοῦ, καὶ Θεόφιλον ἀνυμνήσωμεν.
Ἐλέου θείου, καὶ χρηστότητος γέγονας, πρακτικῶς ὦ Ἑλλάδιε, ἱλαρῶς φερωνύμως δοτήρ· φιλόπτωχος διό, δὴ καὶ ὤφθης ὡραιόψυχε.
Θεοτοκίον.
Τὸν ἐν Τριάδι, προσκυνούμενον Λόγον ἡμῖν, ἀπειράνδρως ἐγέννησας, Θεοτόκε ἀμίαντε, καὶ ἔσωσας ἁγνή, τοὺς ὑμνοῦντάς Σε τῆς ἀρχαίας ἀρᾶς.
ᾨδὴ δ΄. Τὰ ἔργα
Τῷ πλούτῳ, τῷ τοῦ παναγίου Σου Πνεύματος, ἐνέπλησας, τοὺς Ἁγίους Σου Χριστέ, Ἑλλάδιον, σὺν Θεοφίλῳ ἐπαξίως, τοῖς θαύμασι τὸν κόσμον πλουτίζοντας.
Τῷ ὅπλῳ, τῷ τοῦ σωτηρίου ἀήττητοι Μάρτυρες, Ἑλλάδιε, καὶ Θεόφιλε αὐτοί, τὸν δόλιον, κατατοξεύσαντες Βελίαρ, Ἀγγέλων ἀνεδείχθητε σύσκηνοι.
Θεοτοκίον.
Ἡ Παρθένος, ἐν γαστρὶ συνέλαβε Κύριε, καὶ ἔτεκε, Σὲ τὸν Ἐμμανουήλ· ἐξῆλθες γάρ, εἰς σωτηρίαν λαοῦ Σου, τοῦ σῶσαι τοὺς χριστούς Σου φιλάνθρωπε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε σῶσον ἡμᾶς.
Ἐνίκησαν Ἑλλάδος ἅμα καὶ Θεόφιλος, τὸν δόλιον δράκοντα, πιστῶς ὁμοῦ ἐναθλήσαντες.
Κατέσβεσαν οἱ Μάρτυρες κάμινον τῶν βασάνων· εἶχον γὰρ τὸ ἅγιον, τοῦ Κτίστου πνεῦμα δροσίζον αὐτούς.
Θεοτοκίον.
Τὸ χαῖρέ Σοι κραυγάζομεν ἅπαντες Θεοτόκε, οἱ διὰ τοῦ τόκου Σου, Ἀδὰμ ῥυσθέντες τοῦ πτώματος.
ᾨδὴ στ΄. Τοῦ κήτους.
Ἑλλαδίου, Θεοφίλου τε ἡ μνήμην, τοὺς τελοῦντας, αὐτὴν ῥύεται ἐκ πάσης, ἀσθενείας καὶ θλίψεως, καὶ περιστάσεως.
Παῤῥησίαν, κεκτημένοι πρὸς τὸν Κτίστην, τοῦ ῥυσθῆναι δυσωπεῖτε Ἀθλοφόροι, ἐξ ὀργῆς καὶ θλίψεως, τοὺς ἀνυμνοῦντας ὑμᾶς.
Τριαδικόν.
Τὴν τριάδα, ὀρθοδόξως προσκυνοῦμεν· ὁ Πατὴρ γάρ, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, τῇ φύσει Θεός ἐστιν· εἷς ἡ Τριὰς καὶ Μονάς.
ᾨδὴ ζ΄. Εὐλογητὸς ὁ Θεός.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δι’ Ἑλλαδίου, καὶ Θεοφίλου σώσας τὸν ἄνθρωπον, καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τοὺς Ἀθλοφόρους, ἐπουρανίοις τάξας σκηνώμασι, καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ ἐκ τῆς Παρθένου, σαρκὶ τεχθεὶς καὶ σώσας τὸν ἄνθρωπον, καὶ ὑπερύμνητος καὶ υπερένδοξος.
ᾨδὴ η΄. Τὸν ποιητὴν τῆς κτίσεως.
Σὺν Θεοφίλῳ ἅπαντες, τὸν σοφὸν Ἑλλάδιον ὑμνήσωμεν, ὡς ὑπὲρ Κυρίου, ἀθλήσαντας νομίμως.
Ὡς παῤῥησίαν ἔχοντες, Ἑλλάδιε Μάρτυς καὶ Θεόφιλε, ῥύσασθε κινδύνων, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Ὁ βαπτισθεὶς ἐν σώματι, ἁγίασον σῶσον τὰς ψυχὰς ἡμῶν, ταῖς ἱκεσίαις, Χριστὲ τῶν Ἀθλοφόρων.
Θεοτοκίον.
Ὃν ὑπὲρ φύσιν ἄχραντε, καὶ ἔννοιαν τέτοκας Χριστὸν τὸν Θεόν, πρέσβευε σωθῆναι, τοὺς πίστει Σε ὑμνοῦντας.
ᾨδὴ θ΄. Σὲ τὴν Θεομήτορα Παρθένον ἁγνήν.
Χάριν ἰαμάτων εἰληφότες ἀεί, Ἑλλάδιε θεόφρον καὶ Θεόφιλε, ἀσθενείας πάσης ἡμᾶς ῥύσασθε.
Ἔχοντες πρὸς Κύριον πολλὴν τὴν στοργήν, Θεόφιλε παμμάκαρ καὶ Ἑλλάδιε, τοὺς ὑμᾶς ἀνυμνοῦντας περισώσατε.
Κύριε πρεσβείαις τῶν Ἁγίων Σου νῦν, Μαρτύρων Ἑλλαδίου καὶ Θεοφίλου, ἡμᾶς ἀνάγκης λύτρωσαι καὶ θλίψεως.
Θεοτοκίον.
Χαῖρε κεχαριτωμένη Θεοτόκε ἁγνή, δι’ ἧς τῆς σωτηρίας ἠξιώθημεν, οἱ πιστῶς τιμῶντες τὴν εἰκόνα Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου