ΝΟΕΜΒΡΙΟΣ ΙΒ
ΜΑΡΤΙΝΟΣ ΤΟΥΡΩΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ δευτεροῦντες αὐτά. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σὲ μὲν ἐξελέξατο, ἐθνῶν ἐκ μέσου ἀφρόνων, συνετὸν Χριστὸς εὑρών, καθαρὸν καρδίᾳ τε καὶ ἠγάπησεν· ὡς πηλὸν ἄπλαστον, τεχνικῶς μορφώσας, σκεῦος ἴδιον διέπλασεν, εἰς χρῆσιν πρόσφορον, ποίμανσιν λαῶν προμηθούμενος· τὰ σπλάγχνα δε σου ἔνδοθεν, πόθου τῷ πυρὶ ὁλοκαύτωσεν, διὰ σοῦ ἀνάψας, τὸ πῦρ ὁ ἐληλύθει ἐμβαλεῖν, εἰς Ἑσπερίας τὰ πέρατα, τῇ φλογὶ τοῦ Πνεύματος.
Μάρτυς δίχα αἵματος, τῇ προαιρέσει ἐστέφθης, πειρασμῶν ταῖς μάστιξι, καρτερήσας πάντοτε γενναιότατα· οὐ πληγὰς ἔφευγες, καταργῶν αἱρέσεις, ἐν ἐρήμοις τε καὶ πόλεσι, ἐνθέως ἤσκησας, ἡσυχίαν μίξας κηρύγματι· θυσία γεγονὼς Χριστῷ, δόξαν σεαυτῷ ἐθησαύρισας· χάριν δὲ θαυμάτων, πλουτῶν καὶ ὧν πιστὸς ἀρχιερεύς, καὶ μοναστάς γε ὡδήγησας, Μαρτῖνε πολύτροπε.
Ὅλος κυλινδούμενος, ταῖς τῆς σαρκὸς ἀσωίαις, ἀθετεῖ σε κόσμος νῦν, ἐπὶ γῆς Εὐρώπης δή, ὧν ταλαίπωρος· πεποιθὼς ὕλῃ γάρ, ἐκ Θεοῦ μακρύνει, ἐν καρδίαις λύπης ἕδρασται, σκότος κεκράτηκεν, πᾶσαι πολιτεῖαι στενάζουσι. Χριστὸν μὴ ἐκζητήσαντες, εὗρον ἀγωνίαν εἰς θάνατον· ὅμως σὺ Μαρτῖνε, σπλαγχνίσθητι αὐτοῖς τε καὶ ἡμῖν, πρὸς σωτηρίαν ἑλκόμενος, ἔθνη πάντα Ἅγιε.
Δόξα. Ἦχος β΄.
Διὰ βίου νοσταλγὸς πέλων πατρίδος αἰωνίου, ὑψίνοε Μαρτῖνε, σήμερον ἐν γῇ πρᾳέων προσωρμίσθης, πλήρωμα εὑράμενος δόξης ἀπλέτου, ἧς γε ἡ μετοχὴ οὐδὲ πρότερον ἔλιπέ σοι· ἔνδον γὰρ κόσμου ὑπὲρ τοῦς ἐκτὸς κόσμου, Θεῷ οἰκειωθείς, παρὰ τοῦ Ἄνακτος τίμια διάσημα εὐανδρίας ἐδέχθης, τὸ ἀπαθείας φθάσαι, τὸ ὑπὲρ Χριστοῦ ἀναλίσκεσθαι, καὶ τὰς δυνάμεις κατ’ ἐξουσίαν ἐπιτελεῖν, εἰκότως δὲ νῦν τὸ πρεσβεύειν, ὑπὲρ τῶν εἰς ἀπώλειαν, ἀπαγομένων, πλήν γε μετὰ πόθου δεομένων σου.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄, 7 & 3, 13-16 & ἐκλογή)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 31-32 & ΙΑ, 1-12)
Στόμα
δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται
χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου,
στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ
ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων
προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται
ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος
ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι.
Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν
παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις,
καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ
ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν
ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εἰπέ ἡμῖν ὦ οὐρανέ, τί σοί ἐστιν ὅτι ἱλαρώτερός πως σήμερον φαίνει; Εἰπὲ ἡμῖν ὦ οὐρανέ, εἰ ἄρα ἐκ βροτείου σαρκίου ἐξελήλυθεν, ψυχὴ ἡ φωταυγής, ἧν νῦν ὑποδέχῃ; Ἀγαλλιῶσιν Ἄγγελοι εἰσάγοντες αὐτὴν εἰς σκηνώματα δόξης, σκιρτῶσι μάκαρες παρ’ αὐτοῖς δεχόμενοι, τὸν Κυρίῳ ἅμα καὶ αὐτοῖς ποθεινότατον φίλον, ἡμῶν δὲ προστάτην ὑπερπόθητον Μαρτῖνον χαριέστατον.
Ἦχος β΄.
Ἀνάγγειλον ἡμῖν, θόλε αἰθέρος, ὁ τὴν γῆν περισκέπων, τίνα ἐξαίσια τέρατα ἐν Γαλατῶν γῇ κατεῖδες· ποῖα τὰ κρυπτὰ τοῦ κλεινοῦ πρωθιερέως ἆθλα, πῶς ἔλαθε βιώσας ἄγνωστον πολιτείαν· ἐν μέσῳ δὲ κόσμου δύοντος, οὐκ ὠλίσθησε πρὸς νύκτα ἁμαρτίας, ἀλλὰ τοῦ ἀνεσπέρου φωτὸς κοινωνὸς γέγονε, στιλβώσας φαιδρῶς τὴν ἑαυτοῦ καρδίαν, εἰς τὸ κατοπτρίζεσθαι ἀκτῖνας θείας παρουσίας· ἡμεῖς δὲ μικρόν τι τῆς τούτου λεληθυίας σχέσεως, ὡς ἀπὸ κλείθρου ὀπῆς ὑποτοπάζοντες, κουφισμὸν ἄφατον παραμυθίας εὑρίσκομεν.
Ἦχος πλ. α΄.
Μαρτυρήσατε τόποι ἱεροί, ἀγροὶ ὄρη πεδία καὶ δρυμοί, πόλεις Ῥωμαίων Γαλατίας, εὐτυχὲς πτόλεθρον Τουρώνης, καθ’ ὑπερβολὴν δὲ σὺ Μεῖζον Μονή, ἐν οἷς Μαρτῖνος ὁ πιστὸς οἰκονόμος, διὰ πυρὸς καὶ ὕδατος διῆλθε, ἵνα τῷ Ἀρχιποίμενι ὑπήκοος γένηται· μαρτύρησον οὖν, φύσις ἄψυχε, ἠλίκην ᾐσθάνθης Χάριν, ἐκ μεταδόσεως ἧς οὗτος ηὑρηκει παρὰ Κυρίου Χάριτος, ὡς καὶ δυνάμεις πλείστας ἐπιτελεῖσθαι, τοῖς ἐν πίστει σεβομένοις, τὰ τεκμήρια τῆς τούτου καινοφανοῦς ἀσκήσεως.
Δόξα. Ἦχος βαρύς.
Ἐν ὑψηλῷ κηρύγματι προδηλώσατε ἡμῖν, μακάριαι ὑπουργικαὶ δυνάμεις, Ἄγγελοι Κυρίου Σαβαώθ, οἵας ἐντεύξεις ἡδείας, πρόσωπον πρὸς πρόσωπον, μετὰ τοῦ ἀγγελόφρονος Μαρτίνου ἐποιήσατε· ἀνακάλυψον ἡμῖν, φύλαξ τούτου Ἄγγελε, οἵα συντόνῳ σπουδῇ μέριμναν ἐποιήσατο, τοῦ μὴ τί σε θλῖψαι ὅλως· κόμισον δὲ τῷ κοινῷ ἡμῶν Κυρίῳ καὶ Θεῷ, τὴν διάπυρον τούτου μεσιτείαν, ὑπὲρ μετανοίας ἀθλίων ἡμῶν, τῶν ἀείποτε παραροργιζόντων οὐρανόν.
Καὶ νῦν. Θεοτοκίον.
Εἰρήνευσον, πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων Σοι Ἐλεῆμον· Κύριε δόξα Σοι
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Πρὸν ἡ ἀνθρώπων τινά σε ἐκδιδάξαι, ὁ Χριστὸς ἐνέγραψε δέλτοις καρδίας σου, νόμου τελείως τὸ πλήρωμα, Εὐαγγελίου, ἀνάψας πόθον πράξεως κρείττονος· καίπερ ἐκ νεότητος, τῷ ἐγκοσμίῳ στρατῷ, σώματι μόνῳ ἐτέταξο, θείαν στρατείαν, μᾶλλον προείλου κατὰ διάνοιαν· ἔνθα βιώσας ἐν χρηστότητι, ἀληθείας Χριστοῦ γνῶσιν ἔφθασας, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὅτε ἐξῆλθες στρατεῦσαι τῷ Κυρίῳ, βίου πραγματείαις οὐκ ἔτι ἐμπέπλεξαι, ὡς τῷ γε στρατολογήσαντι, Χριστῷ ἀρέσαι, ἀδιακρίτως τ’ εἶναι ὑπήκοος· πρόσω οὖ ἐξέδραμες, κόσμου ἐλεύθερος, πόδα ταχὺν οὐκ ἐπαύσω δέ, ἀναβιβάζων, εἰς τὴν ἀσκήσεως ἀνωφέρειαν· μηδ΄ ἂν πρὸς ὥραν ἀνασχόμενος, θείου ἔργου εὐχῆς τ’ ἀποστῆναί τι, ἀνεκλάλητον χάριν τῶν δυνάμεων προσέλαβες.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Ὅτε ἀπῆλθες ἐκ κόσμου τοῦ ματαίου, ἄληκτον τρυφὴν εὑρών, ἐπαναπέπαυσαι, ἀντιμισθίαν δὲ πόνων σου, ἐπαπολαύεις, ψυχαῖς δικαίων συναυλιζόμενος· πόθος σοι πεπλήρωται, δόξαν Θεοῦ ὁρᾶν, ὡς ἀπὸ βάρους τοῦ σώματος, κεκουφισμένος, καὶ ἀπρσκόπτως περιχορεύων νῦν· ἐλευθερίως διατρέχεις δε, προστασίαν δεικνὺς ῥᾷον πλείονα, καὶ μεσίτης ὑπάρχων, τοῦ σωθῆναι κόσμον ἅπαντα.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς φρικτὸν χρῆμα καὶ βυθὸς ἀνεξερεύνητος, αἱ βουλαὶ Κυρίου! ἐν μέσῳ κόσμου δύοντος ἥλιον ἐξανέτειλε, ἐκ γαλαξίου τῶν ὡς ἔγγιστα οἰκείων Αὐτοῦ· ἰσαπόστολον Ἑσπερίας, στῦλον Ὀρθοδοξίας, ὁμολογητὴν εὐσεβείας, μαρτύρων ἰσόπαλον, πρῶτον ἀσκητήν, ὑψιβάτην μοναχόν, ἔμπειρον ἀββᾶν παρθενευόντων, ἀρχιερέα πρᾷον ἅμα τε καὶ σταθηρόν· τερατουργὸν ἔκπαγλον, ἐξαίσια δρῶντα μετὰ σαρκός, ἔτι δὲ μᾶλλον ἄνευ μετὰ τελείωσιν, Μαρτῖνον τὸν φέριστον, ὥς τινα ἐνσάρκωσιν τοῦ θείου νόμου ἐπὶ γῆς· οὗ τὸ ἄλγος ἀπαραμύθητον, ῥοῶντος τὰ ἅγια καταπεπατημένα, καὶ ἡ πρεσβεία πυρίφλεκτος, τοῦ φωτισθῆναι, τοὺς τῆς ὁδοῦ πλανηθέντας.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ἡ τοῦ στόματός σου καθάπερ χρυσός.
Τῆς ἀσκήσεως τὸ χαρίεν τὸν βίον ὅλον γλυκαίνει, τῆς ἁμαρτίας πικρίαν δέ, ἐξαποτινάσσει οὐ μόνον ἐκ καρδίας πυκτεύοντος, ἀλλὰ καὶ ἡδύνει τοὺς ὑπὲρ ὧν οὗτος προσεύχεται· διὸ πρεσβεύων πρὸς Κύριον, Πάτερ προστάτα Μαρτῖνε σύ, πλήρωσον ἀγάπης τὰ σπλάγχνα ἡμῶν, καὶ φρούρει τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.
Ῥοὴ δυνάμεων ἐκ σοῦ, θεοφόρε Μαρτῖνε, ὡς ποταμὸς ἐκχειλισθεὶς οἰκουμένην δροσίζεις· ἐπίσκεψαι σὸν σκυθρωπότατον λαόν, ἀνάσχες λήθην πρὸς ἀπώλειαν ψυχῶν, ἀρδεύων ξηρανθέντα νοῦν, ἐθνῶν πολυπαθῶν, Πνεύματος νοτίδι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κρηπὶς τοῦ κόσμου σταθηρά, Θεοτόκε Παρθένε, ἐλθὼν εἰς χεῖλος τοῦ κρημνοῦ, ἀπὸ Σοῦ ἀναρτῶμαι· κατάδεξαι ὀρέξαι χεῖρά σου ἐμοί, μὴ ῥίψῃς με καθάπερ ξένον τὸν Υἱόν, ἀπόκρουσον Μῆτερ πειρασμόν, τῶν πρώην μὴ μνησθῇς, κούφισον τὴν ψυχήν μου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἠνεώχθησαν κρουνοί, θείου ἐλέους διὰ σέ, ὡς χειμάῤῥους δὲ τρυφῆς, Χάριτος νάματα δεχθείς, διοχετεύεις πλουσίως δεδιψηκόσι· ζῶν τε καὶ μετὰ τὴν τελείωσιν, ὅλος ἐκ Θεοῦ δωρεὰ σὺ ἧς· τί ἀρετῶν ἀξία ὡς μεγίστη, ἡμῖν δυνάμεις ὠνήσατο· πλουσίαν πάλιν, καὶ νῦν χορήγειν, Ὅσιε προστασία.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κατανόησον ψυχή, ὅσον φιλεῖ Σε ὁ Σωτήρ, ὃς ἐν ἅπασι καιροῖς, τόπῳ τ’ ἑκάστῳ ἐπὶ γῆς, Σοὶ ἀναδείκνυσι πρέσβεας καὶ μεσίτας· πρώτην ἀσφαλῆ ἔχεις ἄγκυραν, πάντων Μαριὰμ ὑπερέχουσα· καὶ ἐν μεγίστοις τέταχται Μαρτῖνος, τῶν ἀρετῶν τὸ ἐκτύπωμα· πρὸς τούτους δράμε, καὶ κλίνων γόνυ, ἕλκυσον σωτηρίαν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ὁ προσευχῆς νοερᾶς λαβὼν τὴν Χάριν, οὐδὲ πρὸς ὥραν ἀπ’ αὐτῆς ἑξῆς ἀπέστη, ἀλλ’ ἐδράττετο ταύτης ὡς πολυτίμου· τὴν μνήμην μόνων ἀφθάρτων ἔχων ἐν νῷ, Μαρτῖνος προσεκολλήθη ὅλος Χριστῷ. Ὃς καὶ βλέπων τὴν ἔφεσιν, καὶ τὴν τοῦ μύστου ἁλκήν, ἠξίωσε θεώσεως, κατὰ χάριν μεθέξεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὰς μιαρὰς ἱκεσίας τοῦ Σοῦ δούλου, μὴ ὑπερίδῃς κατ’ ἀξίαν Παναγία, εὐλαβῶς μου προσπίπτοντος ἐν μετανοίᾳ· προσάγω ᾆσμα ἐν φόβῳ τῷ Σῷ Υἱῷ, Μαρτίνου ἄγων ἡμέραν τῆς ἑορτῆς· οὕτως ἔμπρακτον δείκνυμι, γνησίαν μεταστροφήν· διὸ ὁμοῦ πρεσβεύσατε, τοῦ τυχεῖν με ἀφέσεως.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί…
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῆς ἀπαθείας ἔφθασας εἰς ὕψος Ἱεράρχα, ἐτήρεις γὰρ τὸ πνεῦμά σου ἀπὸ κλοπῆς τοῦ κόσμου, ἀσκήσει φέρων σῶμα σὸν ὅλον μεμαρασμένον· εἰκότως οὖν μοι πρόστηθι ἐν ὥρᾳ καταδίκης.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μαρτῖνος εὗρεν οὐρανῶν εὐωχίαν. Ἰωάνν(ου).
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Μήτοι ὀκνήσῃς ψυχή μου, ψάλλειν ᾠδάς, τῷ ἀόκνως τρόπαια, στησαμένῳ κατ’ ἐχθροῦ, φειδομένῳ δὲ νῦν οὐδαμῶς, τὴν πρεσβείαν ἐκτελεῖν σοι ἀκατάπαυστον.
Ἀπὸ νεότητος ἔχων κλίσιν καλήν, κλῆσιν οὐκ ἠγνόησας, ἐσωτέραν ἐκ Θεοῦ, προσδοκῶν εὐάρμοστον καιρόν, τοῦ λαβεῖν σε σωστικόν, Μαρτῖνε βάπτισμα.
Ῥήξας μανδύαν τῷ ξίφει διχοτομῶν, πένητα ἐνέδυσας, τὸν ῥιγοῦντα καὶ γυμνόν, καθορῶν καθ΄ ὕπνους τὸν Χριστόν, ὡς ἱμάτιον αὐτὸν περιβαλλόμενον.
Θεοτοκίον.
Τὴν τῶν ἐθνῶν προσδοκίαν κατανοῶν, εἶναι ὄντως Σὸν Υἱόν, Θεοτόκε Μαριάμ, ὁ Μαρτῖνος ἔσπευδε φυγεῖν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, Αὐτῷ ἑπόμενος.
ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ἰσοδιαίτως μοναχοῖς, καίπερ ὢν στρατιώτης, διεβίωσας μάκαρ, ξενοτρόπῳ λογισμῷ, καὶ ἐξελκύων σεβασμόν, συνειδήσει νόμον ἐξεπλήρωσας.
Νοὸς εὐγένεια ἐν σοί, ἧν Μαρτῖνε γενναῖε ὅταν ἔλαβες γνώμην, τοῦ στρατὸν καταλιπεῖν, καὶ στερεῷ λογισμῷ, Παραβάτην ᾔσχυνας πρᾳότατα.
Ὁ στρατιώτης τοῦ Χριστοῦ, οὐ φιλεῖ πολεμῆσαι, στρατηγῷ ἀλλοτρίῳ, ἔφυς Σὺ τῷ Βασιλεῖ, οὐκέτι δῶρον ζητῶ, παραιτοῦμαι τῆς στρατολογίας Σου.
Θεοτοκίον.
Στραφεὶς ὀπίσω ὁ ἐχθρός, Χάριτι τοῦ Υἱοῦ Σου, προετύπου Μαριάμ, διαβόλου πανικόν, πρὸς τῶν Μαρτίνου εὐχῶν, ἐν ὑστέρῳ χρόνῳ γενησόμενον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσπλαγχνίας ὡμοίωσαι πύλῃ Ὅσιε, τὸν γὰρ γυμνὸ οἰκτειρήσας ἐν πύλῃ Ἀμβιανῆς, πρὸ πυλῶν κατασπασθεὶς λεπρὸν ἰάτρευσας, ἄλλῳ χιτῶνα δὲ διδούς, διὰ βίου σαῖς εὐχαῖς, ἐδείκνυς θερμὴν ἀγάπην, ἐπαρκῶν ἐν νόσοις καὶ λύπαις, καθὼς καὶ νῦν ὑπεραμύνεις ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Εὐσπλαγχνίας εἶ ὄντως ἡ πύλη Δέσποινα, καὶ γὰρ γυμνὸς ἀρετῶν ὢν δι’ ἁμαρτίας ῥιγῶ, ὡς λεπρὸς γέμω πληγῶν, αὐχμῶν τοῖς πάθεσι· Σὺ δὲ οἰκτείρασα ἐμέ, καθαρίζεις μητρικῶς, καὶ ἔνδυμα ἐξυφαίνεις, περιθάλπεις δὲ σὺν Μαρτίνῳ, τῷ ἐκ Θεοῦ συνευεργέτῃ ἡμῶν.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἐξῆλθες ἕτοιμος, πρὸς μέγα στάδιον, ἐκζητῶ δὲ πατέρα πνευματικόν, εὗρες τὸν Ἱλάριον, πρώτιστον φάρον ἀσφαλῆ, ἐν πελάγει τῶν αἱρέσεων.
Ὑποτασσόμενος, τῷ θείῳ νεύματι, κινδυνεύεις παγίσι ταῖς λῃστρικαῖς, μάστιξι διωγμοῖς δαρμοῖς· ἐμπίπτει φθόνῳ μανικῷ, κατὰ σοῦ πικρὸς διάβολος.
Ῥωμαλαιότητι, ψυχῆς καὶ σώματος, κατὰ μόνας ἀσκήσει ἀγωνισθείς, πρῶτος πεφανέρωσαι, πόῤῥῳ ἐν Εὐρώπης γῇ, ἄλλος Παῦλος καὶ Ἀντώνιος.
Θεοτοκίον.
Ἐλέους ῥεύματα, ἐκχεῖς τῷ κόσμῳ Σου, ἱκεσίαις καμπτόμενος, συχναῖς, τῆς παρισταμένης Σοι, παναχράντου Σου Μητρός, μὴ δυνάμενος ἀρνήσασθαι.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Νεκροὺς ἀνέστησας πάλαι τρεῖς, πρὸ ἱερωσύνην τοῦ λαβεῖν, ἅμα δὲ καὶ ὢν ἐπίσκοπος· νῦν νενεκρωμένην ψυχήν, πρεσβεύων Θεῷ, ἀνάστησον Μαρτῖνε θερμῶς σου δέομαι.
Ὀξείᾳ γνώμῃ πρὸς τὸν Θεόν, κείμενος ἐκ πρώτης σου ἀρχῆς, ἵδρυσας πρῶτος μονύδριον, τοῦ λατρεύειν Λόγον Θεοῦ, καὶ σώζειν ψυχάς, ἐκ σκότους κοσμικοῦ ἀνακαλούμενος.
Ὑπήκοος γέγονας θαυμαστῶς, κλήσει ἐκ Θεοῦ διὰ λαοῦ, πόθῳ σε βιάζοντος δέξασθαι, θρόνον τούτων ἐπισκοπῆς, δικαίως λαβών, τὴν χάριν κατ΄ ἀξίαν τῆς πολιτείας σου.
Θεοτοκίον.
Ῥημάτων τῶν Ἀρχαγγελικῶν, κεχαριτωμένη τῇ φωνῇ, φόβῳ ὑπήκουσας λέγουσα, πρόσταγμά Σοι δόντι Θεῷ, ἡ δούλη ἰδού, ὡς εἶπε καὶ Μαρτῖνος Σὲ μιμούμενος.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἀντίχριστον προὔφησας, ἀναμένειν δεῖν ἀεί, ὅταν ὁρῶμεν πρόδηλον, τῶν ψευδῶν προφητῶν γε πλῆθος πολύ, καὶ δὴ τὸ μυστήριον, ἀνομίας ἐν κόσμῳ ἐνεργούμενον.
Ναυάγιον ἄθλιον, ἐν λιμένι καθορῷ, ἄφρονα Ἀνατόλιον, τὸν οἰήσει ἐν πλάνῃ ὄντα δεινῇ, ἐσθῆτα γὰρ δείκνυσι, τεχνασμάτων διαβόλου δῶρον κρύφιον.
Ὢ τῆς δυσπιστίας σου, τῆς καλῆς ὡς τοῦ Θωμᾶ, λόγοις γὰρ ἐψηλάφησας, τὸν μορφῇ τοῦ Χριστοῦ μου πλάνον ἐχθρόν, ψευδόμενος ἔρχεσθαι, μὴ δεικνύντα τοῦ θείου Πάθους σύμβολα.
Θεοτοκίον.
Ναυάγιον ἄθλιον, ἐν θαλάσσῃ πειρασμῶν, ὡς κατ’ ἐμοῦ εἰσήλθοσαν, ἁμαρτίας τὰ ὕδατα εἰς πνιγμόν, κραυγάζω διάσωσον, τὸν βυθῷ Παναγία, ποντιζόμενον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὁ Μαρτῖνος σήμερον, ἀπὸ τῶν τῇδε ἀπαίρει, ἐκ σποδοῦ καὶ σάκκου πρίν, εἰς οὐρανὸν ἀτενίζει. Ἄγγελοι περικρατοῦσι ψυχὴν δικαίαν, ἄνθρωποι περιστοιχοῦσι τίμιον σῶμα, καὶ χαρὰν πένθει μιγνύντες, ἐν θάμβει δόξαν φρίττουσι μόνου Θεοῦ.
Ὁ Οἶκος.
Ζήτησις μεγάλη ἐν γῇ καὶ οὐρανῷ, σήμερον γίνεται ἐπὶ τῇ Μαρτίνου κοιμήσει, Ἀγγέλων τε καὶ ἀνθρώπων διαπορουμένων, καὶ ἀλλήλους ἐπερωτώντων· Τίς ἐστιν ὁ μακάριος οὗτος, ὃς φόβον θανάτου μὴ γινώσκων, προθύμως δὲ βαίνων πρὸς ἐκδημίαν, ἀπὸ σάκκου καὶ σποδοῦ πρὸς οὐρανῶν δυνάμεις ἀποβλέπεις; Ψυχὴ ἑτοίμη μετ’ ἐξουσίας πῶς πόλον εἰσδύει, ὑπὸ Ἀγγέλων διακονουμένη, καὶ εἰς τόπον ἀπὸ αἰώνων ἡτοιμασμένον καταπαύει. Τὸ δὲ ἅγιον σῶμα πομπῇ μακρᾷ ἐξοδοῦτα, ὡς ἐν θριάμβῳ πνευματικῷ, ἐν ᾧ πάνδημα στίφη Ὁσίων τε καὶ μοναστῶν, ἐν θάμβει δόξαν φρίττουσι μόνου Θεοῦ.
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Μαρτίνου, ἐπισκόπου Τουρώνης τῆς Γαλλίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἐπισκόπων ἀξιώτατος δεικνύμενος, στέφανος λαμβάνεις διπλοῦν· τοῦ κανόνος γὰρ οὐκ ἀπέστης, ἅτε μοναχός, ἱδρύων οὐ πόλεως μακράν, ἀσκητευόντων ἀδελφῶν ἡσυχαστήριον.
Ὑψιπέτῃ λογισμῷ σοφὲ κοσμούμενος, κίνδυνον διακρίνεις ψυχῆς, μοναχοῦ τοῦ πρὶν στρατιώτου, βλέψας πειρασμόν· κανόνα λιμπάνεις δὲ ἡμῖν, ὡς μοναστὰς δεῖ οὐκ ἐγγύς, τῶν γυναικῶν παροικεῖν.
Ὡραιότητι ψυχῆς μὲν συγκινούμενος, ἄλυπος δὲ δεχθεὶς προσβολήν, τῆς παρθένου μὴ βλεπομένης, ὄμμασι ἀνδρῶν, ἀκρίβειαν ἔχαιρες ὁρᾶν· εὐχαριστεῖς δὲ τῷ Θεῷ, τῷ νομοθέτῃ ἡμῶν.
Θεοτοκίον.
Χαρισμάτων ὑπὲρ ἄνθρωπον κρηπίδωμα, δέδειξαι Παναγία Μαριάμ· Σὺ στηρίζεις γὰρ ἀναβάτας, θείων κορυφῶν, τὸν Κύριον πείθουσα ἐκχεῖν, Χάριν Αὐτοῦ ἡμῖν καθώς, καὶ τοῖς πατράσιν ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἰατρὸς ἀνεδείχθης ὡς συμπαθέστατος, ἐργαζόμενος ξένα ἄφατα θαύματα· νόσους φυγαδεύεις γάρ, μόνῳ τῷ εὔξασθαι, δαίμονας φοβεῖς δέ, ὀνόματί σου μόνῳ.
Ἀδιάσειστος ἔστης φαύλοις φθονούμενος, καὶ πρᾳότατος ὕβρεσι λοιδορούμενος· ἕδρας κατ’ ἀξίαν γάρ, ἱερατεύματος· δεῖξον κἀμοὶ δρόμον, τοιοῦτον ἐκβαδίσαι.
Νηπτικῶς πάντα βίον Πάτερ διήνυσας, καὶ τὸν νοῦν ἐκ Θεοῦ οὐδόλως ἐμάκρυνας· σφῦρα ὡς εἰς ἄκμονα, πλήττειν οὐ παεύεται, οὕτω σὺ συντόνως, ἀδιαλείπτως τ’ ηὔχου.
Θεοτοκίον.
Ἱκετεύω Παναγία μὴ ἀποῤῥίψῃς με, οὐ τολμῶ ἀλλοτρίαν γὰρ θύραν κρούσασθαι· εἰ οὖν καὶ σωθήσομαι, πάντως διὰ μόνης Σοῦ, τοῦτο ἴσως ἔσται, ὡς θέλω καὶ ἐλπίζω.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ὠμὸν τύραννον ἀνοίας πρόσταγμα, τοῦ ἀνελεῖν ἀθώων ἀπροστάτευτον· φάλαγγα διὰ σοῦ ἠκύρωται Μαρτῖνε σεπτέ, πάντες γὰρ ἐπτοοῦντο, σὲ ἀντιμάχεσθαι, σὺν ἀρχιερεῦσι βασιλεῖς καὶ πάντες ἄρχοντες.
Αὐγὴν φωτός σε τὸν ζόφον ῥήξασαν, ἣν οὐ τολμᾷ τοῦ σκότους ἀτενίσαι ὁ πρόξενος, καθορῶντες ἔδραμον, λαβεῖν φωτισμόν, ἔθνη πεπλανημένα, ὧν τινες ἄσκησιν, ἐν οἷς Παυλῖνος ο πολύς, εἶτα προείλοντο.
Ναμάτων ἄσχετον ἐκχείλισμα, γῆν αὐχμηράν, εἰς κόσμον καταρδεύει τὰ πέρατα· σὸς γὰρ τάφος ἔβλυσεν, ἰάσεων πηγήν, πᾶσι τοῖς δεομένοις, σῆς ἐπισκέψεως· οὐρανοῦ Μαρτῖνε πολιστά, ἄνωθεν πρόφθασον.
Θεοτοκίον.
Ναὸς ὑπάρχεις τοῦ Ἐλεήμονος, ἔνθα εὐχαὶ Ὁσίων συνενοῦνται πρὸς Κύριον, διὰ Σοῦ γὰρ Δέσποινα, ἠνοίχθη βροτοῖς, πύλη τῆς μεσιτείας, ἣν ἐκβιάζουσι, τῷ Θεῷ Μαρτῖνος καὶ λοιποί, ἅπαντες Ἅγιοι.
Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῷ μαθητῇ προσέταξας ἐν χώρᾳ Γαλατίας, πίστει χαλάσαι δίκτυα μείναντα ἄνευ ἄγρας, ὁλοημέρῳ τῷ κόπῳ ῥείθροις ἐν ποταμείοις· ὑπήκοος τῷ ῥήματι σπεύδει οὖν οὗτος αὖθις, μέγαν ἰχθῦν ἐν συντόμῳ εἴλκυσε δὲ ἀγρεύσας, Πασχάλιον δι’ ἑορτὴν ἔδεσμα τῷ Μαρτίνῳ.
Θεοτοκίον
Ὄρος ποτὲ ἑώρακεν, ὁ Προφήτης σε Κόρη, ἐξ οὗ βροτείων ἄνευθεν, χειρῶν λίθος ἐτμήθη, καὶ τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ δαιμόνων τὰς στήλας, ἐλέπτυνε Θεόνυμφε· ὃν δυσώπει συντρῖψαι, τὰ ἐμπαθῆ, τοῦ νοός μου εἴδωλα καὶ τὴν τούτου, εἰκόνα ἀνεγεῖραί μου, νοερῶς ἐν καρδίᾳ.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Γεῦσις ἡσυχίας μέλιτος, ἥδυνε λάρυγγα σόν· διὸ ταύτην ἐδίωξας, πόθῳ, ὢν ἐπίσκοπος, ὡς σοφῶν δὴ πολίτευμα· ἐν εὐτελέσι πτωχῶν ἐνδύμασι, καὶ ταπεινώσει ὡς πάντων ἔσχατος, κῦρος οὐκ ὤλεσας, μᾶλλον δὲ ἐπηύξησας ὡς συνενῶν, ἄπτωτον πρᾳότητα, τῇ ἐξουσίᾳ σου. (Δίς)
Πάλιν συγκλονεῖται πέρατα, πάλιν συσσείεται γῆ, ὁ Μαρτῖνος προσπίπτει γάρ, εἰς εὐχὴν τῷ Κτίστῃ νῦν, οὐ βραδύνει γε θαῦμά τι· ταῦτα ὁ λόγος διελαμβάνετο, ὁσάκις χρεία τότε ἐφίστατο· νῦν δὲ πρεσβεύοντος, οὐρανοὶ ταράσσονται, φρίκῃ πολλῇ, Κύριος συγκάμπτεται, νέμων χαρίσματα.
Ὢ πῶς ἀνθέξομαι σύγκρισιν!, ὢ πῶς ἐκδράσω γυμνός!, ἐν καιρῷ τῆς ἐτάσεως, ὅτε παραστήσομαι, εἰς κρυπτῶν πάντων ἔλεγχον, περικυκλούντων με τῶν Δυνάμεων, πάντων ὁρώντων, Μαρτίνου βλέποντος· πράξεις ἃς ἀπέκρυψεν, νῦν δοξάζουσιν αὐτὸν ὡς φανεραί, σφάλματα δ΄ ἃ κέκρυφα, νῦν αἰσχυνοῦσί με.
Δόξα. Ἦχος πλ. δ΄.
Χαλινοὺς ἀποπτύσασα τοὺς πατρικούς, θυγάτηρ Ἑσπερίας, εἰς τὸν ἐκ πείνης κέκριται θάνατον, δι’ ἀστασίαν φρενῶν, κόσμου παντὸς τυφλῶν αὐτῇ ἐρῶντος, διὰ κάλλος ὁρωμένων ἀγαθῶν, τοῦ δουλεύσαι Κυρίῳ ἀλλοτρίῳ· ἀλλὰ Σὺ ὁ μόνος ἐλευθερίας δεσπόζων, προσδέχου μεσιτείας Μαρτίνου τοῦ πάνυ, καὶ τῆς Σῆς Μητρός, εἰς ἀναίρεσιν τῆς ἡμῶν καταδίκης, καὶ ἀντίδοσιν αὖθις ἐλπίδος μετανοίας.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις Σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν ἐν Γαλατίᾳ λάμψαντα μέν, πάσῃ οἰκουμένῃ θαυμαστὸν δὲ τερατουργόν, Μαρτῖνον τὸν μέγαν, τὸν μύστην τοῦ Ὑψίστου, καὶ σεπτὸν Ἀγγέλοις, ψαλμοῖς τιμήσωμεν.
Ἰωάννου μοναχοῦ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου