Κυριακή 7 Δεκεμβρίου 2025

ΔΕΚΕΜΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΓΕΡΑΣΙΜΟΣ ΕΥΒΟΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΔΕΚΕΜΒΡΙΟΣ Ζ΄

ΓΕΡΑΣΙΜΟΣ ΟΣΙΟΣ ΕΥΒΟΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Γεράσιμε μάκαρ νοερᾶς, προσευχῆς ἀλάβαστρον, τῆς ἀπαθείας καὶ νήψεως, σεπτὲ διάκοσμε, σὺν τῷ Γρηγορίῳ, ἐν Σιναίῳ ἤσκησας, καὶ Κρήτῃ καὶ Ἑλλάδος τοῖς ἄλσεσιν, Εὐβοίας σέμνωμα, καὶ Κυρίῳ εὐηρέστησας, τῷ ἀφθάρτῳ, στεφάνῳ σε στέψαντι.

 

Γεράσιμε σκεῦος ἐκλογῆς, τοῦ Ἁγίου Πνεύματος, ὡς θὴρ ἐρήμου ἐνώκησας, Εὐβοίας σπήλαια, ἔνθα ἀσιγήτως, Πάτερ ἐργαζόμενος, εὐχὴν τὴν νοερὰν εἰς ἀπάθειαν, καὶ νῦψιν ἔφθασας, καὶ Ἀγγέλων ὡς ὁμόζηλος, ὤφθης πόλου, οἰκήτωρ περίλαμπρος.

 

Γεράσιμε βίου τὰ τερπνά, καὶ τρυφὴν καὶ ἄνεσιν, οἴκου πατρός σου ἐμίσησας, καὶ εἰς τὸ Σίναιον, προσελθὼν τὸ ὄρος, θεαρέστως ἤσκησας, ὁμοῦ σὺν Γρηγορίῳ τῷ σώφρονι, οὗ ἠκολούθησας, ἀτραποῖς τῆς ὁσιότητος, ὁδηγούσαις, εἰς εὔκλειαν ἄῤῥητον.

 

Γεράσιμε γόνε εὐθαλές, τῆς Καρύστου ἤνθησας, ἐξ εὐγενοῦς ῥίζης πάνσοφε, Εὐβοίας ἄρχοντος, καὶ τῇ εὐωδίᾳ, τῶν σεπτῶν ἀγώνων σου, σπηλαίοις ἐν σμικροῖς τῆς πατρίδος σου, αὐτὴν κατηύφρανας, τὴν τιμῶσαν νῦν τὴν μνήμην σου, τὴν φωσφόρον, εὐτάκτοις μελίσμασι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν Εὐβοέων κοσμήτορα τὸν πολυτίμητον, καὶ Γρηγορίου Σιναΐτου τὸν ὁμότροπον, ὡς προσευχῆς νοερᾶς ἐργαστήριον, Γεράσιμον τιμήσωμεν τὸν Ὅσιον αὐτῷ ἐκβοῶντες· Ὁ ἰσαγγέλως πολιτευσάμενος, καὶ ἱεραποστολικῶς ἐργασάμενος, ὡς ἀρεστὸς Θεῷ καὶ ἀνθρώποις, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μακαρίαν σου ἄσκησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε τῶν νηπτικῶν, Πατέρων κοσμιότης, Γεράσιμε τρισμάκαρ, Εὐβοίας μέγα κλέος, καὶ τῆς Καρύστου καύχημα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ ἐν Σινᾷ, ζηλώσας διδασκάλου, σοῦ θείου Γρηγορίου, ἀσκήσεως τοὺς πόνους, τοὺς ἱεροὺς Γεράσιμε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην σου τὴν σεπτήν, ἡ Κάρυστος γεραίρει, ἡ σὴ πατρὶς θεόφρον, Γεράσιμε Ὁσίων, θεοειδῶν ἐκτύπωμα.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, Ἧς δόξης ἀπολαύει, Γεράσιμος ὁ θεῖος, ἐν δόμοις οὐρανίοις Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Χριστιανῶν, καταφυγὴ καὶ σκέπη, σεμνὴ Παρθενομῆτορ, ἐμπεριστάτων πάντων, ἡ ταχινὴ ἀντίληψις.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς Εὐβοίας τὸν γόνον, Καρύστου βλάστημα, Σιναίου ἄνθος εὐῶδες, καὶ κρίνον ἡδυτερπές, τῆς ἐν Κρήτῃ εὐθαλοῦς Ἁγιοφάραγγος, θεῖον Γεράσιμον πιστοί, ὡς πατέρα νηπτικόν, καὶ κήρυκα τῆς Ἑλλάδος, ἐγκωμιάσωμενπόθῳ, αὐτοῦ πρεσβείαις ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν εὐκλεῆ Εὐβοέα, πιστὸν ἀκόλουθον, καὶ μαθητὴν τοῦ θείου, καὶ σοφοῦ Γρηγορίου, Γεράσιμον οἱ δῆμοι χρεωστικῶς, τῶν πιστῶν εὐφημήσωμεν, ὡς παμφαέστατον λύχνον ὑπακοῆς, καὶ εὐχῆς ἀόκνου πύρσευμα.

 

Καρύστου βλάστημα θεῖον, σεπτὸν Γεράσιμον, βασιλικοῦ ἐξ οἴκου, προερχόμενον ὕμνοις, Ὁσίου Γρηγορίου τὸν μαθητήν, τὸν ἡδέα μισήσαντα, καὶ τὰ τερπνὰ δι’ ἀγάπην τοῦ Λυτρωτοῦ, Ἰησοῦ ἐγκωμιάσωμεν.

 

Παρ’ ἀσκητοῦ Ἀρσενίου, Ἁγιοφάραγγος, ὁμοῦ σὺν Γρηγορίῳ, νοερὰν διδαχθέντα, εὐχὴν τῶν ἐγκωμίων δεῦτε πιστῶς, καταστέψωμεν ᾄσμασι, καὶ ἐποφθέντα Πατέρων τῶν νηπτικῶν, ἐνδιαίτημα Γεράσιμον.

 

Τὸν ἐν Σινᾷ ἐν Ἑλλάδι, ἐν Κρήτης φάραγξι, καὶ ἐν Εὐβοία πίστει, ἐνασκήσαντα ὕμνοις, Γεράσιμον τὸν θεῖον νῦν μελιχροῖς, εὐφημήσωμεν κράζοντες· Χαῖρε Ὁσίων Πατέρων ὑπογραμμέ, χριστοκῆρυξ καὶ Ἀπόστολε.

 

Τὸν διατρέξαντα πλάτη, Εὐβοίας μέλψωμεν, ὡς Ἀποστόλων θείων, ζηλωτὴν μετανοίας, τὸν κήρυκα ἐν ὕμνοις πανευλαβῶς, θεηγόρον Γεράσιμον, ἐγκωμιάσωμεν ᾄσμασιν ἱεροῖς, καὶ εὐήχοις μελῳδήμασι.

 

Θεοεικέλων Πατέρων, σεπτὸν ὁμόζηλον, εὐχῆς τῆς ἀσιγήτου, τὸν φωστῆρα ἐν ὕμνοις, Γεράσιμον τὸν πάνυ ὡς θησαυρόν, τῆς Εὐβοίας ἀσύλητον, καὶ πολιστὴν Βασιλείας τῶν οὐρανῶν, οἱ πιστοὶ ἀνευφημήσωμεν.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν τοῦ Σιναίου Πατέρων ὁμότροπον, καὶ Γρηγορίου Ὁσίου ἀκόλουθον, Γεράσιμον τὸν τῆς Καρύστου φωστῆρα, ὡς στόμα εὐχῆς ἀσίγητον, καὶ καρδίας εὐχομένης ἐκτύπωμα, εὐλαβῶς ὑμνήσωμεν καὶ ἐν κατανύξει αὐτῷ βοήσωμεν· Πάτερ πανόσιε Ἀποστόλων ἰσοστάσιε, ὁ ἐν σπηλαίοις Εὐβοίας ὡς θὴρ κατοικήσας, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶδοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Τὸν καταλιπόντα πρόσκαιρον εὔκλειαν καὶ ἀνέσεις, πρὸς χάριν ἀΰλων ἀπολαύσεων καὶ οὐρανίου δόξης, Γεράσιμον τὸν νηπτικὸν πατέρα τιμήσωμεν, ἐν κατανύξει βοῶντες· ὁ σὺν Γρηγορίῳ ἐν Σινᾷ θεοφιλῶς ἀσκήσας, καὶ ἐν Ἁγιοφάραγγι τῆς καρδιακῆς προσευχῆς ἐραστὴς γενόμενος, ἡμᾶς τῇ προσευχῇ προσκαρτερεῖν ἀξίωσον, τοὺς τιμῶντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος β΄.

Τὸν σὺν Γρηγορίῳ τῷ αὐτοῦ διδασκάλῳ φοιτήσαντα, παρὰ τοὺς πόδας Ἀρσενίου ἀσκητοῦ θεοφόρου, τῆς ἐν Ἀστερουσίοις ὄρεσι τῆς Κρήτης Ἁγιοφάραγγος, καὶ διδάσκαλον τῆς καρδιακῆς προσευχῆς γενόμενον, Γεράσιμον τὸν Εὐβοέαν τιμήσωμεν εὐσχημόνως, καὶ αὐτῷ ἐν εὐλαβείᾳ βοήσωμεν· Δίδαξον ἡμᾶς νοερῶς προσεύχεσθαι, καὶ Θεῷ μόνον προσομιλεῖν καθ’ ἑκάστην, ἵνα παθῶν ὀφθῶμεν ὑπέρτεροι, καὶ τῆς Οὐρανίου Βασιλείας ἀξιωθῶμεν οἱ τλήμονες.

 

Ἦχος γ΄.

Ἐπωμάδιον φέρων τὸν ζυγὸν τοῦ Κυρίου, εἰς νυχθημέρους ἐπεδόθης ἀγῶνας, καὶ ἡγίασας ἱδρῶσί σου Σίναιον Κρήτην καὶ Εὔβοιαν, Πάτερ θεοφόρε Γεράσιμε· τῆς μελλούσης ὅθεν ἠξιώθης ἀπολαῦσαι δόξης τοῦ Παραδείσου, καὶ σὺν Χριστῷ συναγάλλεσθαι, τῷ ἡμῖν παρέχοντι λιταῖς σου, τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Διαδραμὼν τὸν δόλιχον τῆς εὐγενοῦς ἀσκήσεως, εἰς θεώσεως ἄκρον κατήντησας Γεράσιμε, ἔνθα φωτόμορφοι Ἄγγελοι Χριστὸν δοξάζουσι, ψαλμοῖς καὶ ᾄσμασιν εἰς αἰῶνα τὸν ἅπαντα· ἀεὶ οὖν συγχαίρων καὶ συναγαλλόμενος, ἀξίωσον καὶ ἡμᾶς εὐχαῖς σου, τὴν δύσβατον τοῦ παρόντος βίου τρίβον διανῦσαι, καὶ ἀπολαῦσαι τῆς σὺν σοὶ ἀγήρω μακαριότητος Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, θεοειδὲς ἀσκητά, τῆς προσευχῆς τῆς νοερᾶς ἐνδιαίτημα, Καρύστου τῆς ἐν Εὐβοίᾳ, ἐξ οἴκου βασιλικοῦ, Πάτερ θεοφόρε, ὁ ὁρμώμενος, καὶ σὺν τῷ θεόφρονι, Γρηγορίῳ ὡς ἄσαρκος, ἐν τῷ Σιναίῳ, ἐν Ἁγίων τῇ φάραγγι, καὶ πατρίδος σου, ἐν σπηλαίοις Γεράσιμε, μάκαρ ἀσκήσας κράζοντες, τὰς σὰς ἐκδεχόμεθα, δεήσεις καὶ ἱκεσίας, πρὸς τὸν φιλάνθρωπον Κύριον, ἡμῖν τὸν εὐχαῖς σου, καταπέμποντα πλουσίως, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις Εὐρίπου θεῖος βλαστός, κρατὴρ σοφίας τῆς ἐνθέου καὶ μέλαθρον, χρυσότευκτον ἐγκρατείας, καλῶς ὁ ὑποταχθείς, ἐν Σιναίῳ ὄρει, τῷ θεόφρονι, σοφῷ διδασκάλῳ σου, Γρηγορίῳ θεσπέσιε· μεθ’ οὗ τὰ πλάτη, τῆς Ἑλλάδος διέδραμες, ἀδιάλειτπον, προσευχὴν ὑφηγούμενος, ἣν ἐδιδάχθης πρότερον, ἐν Κρήτης τοῖς ὄρεσι, παρ’ Ἀρσενίου τοῦ θείου, καὶ θεοφόρου Γεράσιμε, ἀσκήσεως κέρας, καὶ ἀδάπανον ταμεῖον, εὐχῆς καὶ νήψεως.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην ἐπιτελοῦντες τὴν σήν, τῆς Καρυστίας οἱ χοροὶ οἱ φιλέορτοι, Γεράσιμε θεοφόρε, Ὁσίων ὡς νηπτικῶν, πρόβολόν σε πάντες, μακαρίζομεν· φωστὴρ τηλαυγέστατε, τῆς Εὐβοίας ἐφώτισας, Σίναιον ὄρος, Κρήτης ἄνικμα σπήλαια, Πελοπόννησον, καὶ Ἑλλάδος τὰ πέρατα, ταῖς ἀστραπαῖς ἀμέμπτου σου, ἀσκήσεως ἔνθεε, μοναδικῆς πολιτείας, νουθεσιῶν ψυχοτρόφοων σου, καὶ διδασκαλίας, θεαρέστου φωτοφόρε, ἀστὴρ τῆς πίστεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀσκητικῆς διαγωγῆς τὸν εὐθύτατον γνώμονα, καὶ νοερᾶς προσευχῆς τὸν διδάσκαλο εὐφημήσωμεν, Γεράσιμον τὸν τῆς Εὐβοίας λύχνον καὶ Σιναίου φωστῆρα, εὐλαβῶς αὐτῷ ψάλλοντες· Ὅσιε θεοφόρε ἰσαπόστολε πνευματέμφορε, καὶ διδάσκαλε τῆς μετανοίας ἀνύστακτε, ὁ ὑπ’ Ἀγγέλων εὐφημούμενος ὡς μέροψ ἰσάγγελος, μὴ παύσῃ δεόμενος τοῦ Κυρίου τῆς δόξης, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς Εὐβοίας τὸν γόνον, Καρύστου βλάστημα, Σιναίου ἄνθος εὐῶδες, καὶ κρίνον ἡδυτερπές, τῆς ἐν Κρήτῃ εὐθαλοῦς Ἁγιοφάραγγος, θεῖον Γεράσιμον πιστοί, ὡς πατέρα νηπτικόν, καὶ κήρυκα τῆς Ἑλλάδος, ἐγκωμιάσωμενπόθῳ, αὐτοῦ πρεσβείαις ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Οἰκήτορα Σινᾶ, ὄρους θεοβαδίστου, θεόπνουν μαθητήν, Γρηγορίου πανσόφου, καὶ βλάστημα πάνσεπτον, τῆς Εὐβοίας τιμήσωμεν, νῦν Γεράσιμον, ὡς προσευχῆς ἀσιγήτου, ἐργαστήριον, καὶ χριστοκήρυκα πάσης, Ἑλλάδος θεόσοφον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Μὴ παύσῃ ἀκλινῶς, ἐξ τοῦ ὕψους Σῆς δόξης, βραβεύειν τοῖς πιστῶς, ἀνυμνοῦσί Σε ῥώμην, καὶ σθένος καὶ δύναμιν, καὶ ἰσχὺν Μητροπάρθενε, θραῦσαι ἔνεδρα, τοῦ μισοκάλου Βελίαρ, ξίφει θείων Σου, εὐχῶν πρὸς μονογενῆ Σου, Υἱὸν τὸν Θεάνθρωπον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Γεράσιμε Ὅσιε, Καρύστου γόνε σεπτέ, ἡγίασας ῥείθροις σου, ἱδρῶτων ἀσκητικῶν, Εὐβοίας τὰ σπήλαια, καὶ γῆς ὀπὰς τρισμάκαρ, ἀσκητῶν κοσμιότης, ὁ διαπρέψας νήψει, καὶ εὐχῇ ἀσιγήτῳ, καὶ δήμους κατευφράνας πιστῶν, ἀνευφημούντων σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Καμνόντων προσφύγιον, ἐμπεριστάτων φρουρός, ἑτοίμη ἀντίληψις, καὶ βοηθὸς ἐν δεινοῖς, ὑπάρχεις πανύμνητε, Μῆτερ τοῦ Θεανθρώπου, ἡ ἐξ ὕψους εὐκλείας, θείας Σου ἐφορῶσα, τοὺς πιστῶς Σε τιμῶντας, καὶ μέλποντας εὐτάκτοις ᾠδαῖς, τὰ μεγαλεῖά Σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ἐκλεξάμενον, Ἁγιοφάραγγα, ὡς ἐνασκήσεως, κονίστραν ἔνθεον, μετὰ τὸ ὄρος τοῦ Σινᾶ τιμήσωμεν εὐσχημόνως, Εὐβοέα Ὅσιον Γρηγορίου ὁμόζηλον, προσευχῆς καὶ νήψεως ἱερὸν οἰκητήριον, ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· Χαῖρε Γεράσιμε θεόφρον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν (Λουκᾶ, ΣΤ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β’ Ἑβδομάδος.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Βασιλέως τῆς Καρύστου τέκνον θείοτατον, ὁ τὸν Βασιλέα Χριστὸν ἐξ ὅλης καρδίας σου ἀγαπήσας, καὶ Αὐτῷ ἀφιερώσας ὅλην ψυχῆς σου τὴν ἔφεσιν, βασιλικῆς ἠξιώθης ἀνέσεως καὶ δόξης ἐν τῇ Ἄνῳ Πόλει, Γεράσιμε νηπτικῶν πατέρων ἐγκαλλώπισμα. Σὺ γὰρ Γρηγορίου μαθητὴς χρηματίσας τοῦ θεοφόρου, καὶ διαπρέψας ἐπ’ ἀρετῇ καὶ προσευχῇ ἀσιγήτῳ, ἐθεώθης κατὰ μέθεξιν, καὶ χάριν εἴληφας Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν ἀγωνιζομένων τὸν καλὸν ἀγῶνα τῆς πίστεως, καὶ τιμώντων ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Γεράσιμον Εὐβοέα, νήψεως ὑμνῶ λύχνον. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γεράσιμον Ὅσιον, τῶν ἀσκητῶν τὸ κινάμμωμον, ἀνθῆσαν τιμήσωμεν, ἐκ ῥίζης βασιλικῆς, καὶ τὴν Εὔβοιαν, ἡδῦναν εὐωδίᾳ, συντόνου ἀσκήσεως, πάντες καὶ νήψεως.

Ἐκβλάστημα τίμιον, Καρύστου φέρον τῷ Κτίσαντι, πολύφορον ἄσταχυν, καρδιακῆς προσευχῆς, ὕμνοις νήψεως, καὶ ἀπαθείας πάντες, Γεράσιμον μέλψωμεν τὸν ἰσουράνιον.

Ῥεόντων ὑπέρτερον, τὸν τὰ ἡδέα μισήσαντα, τιμὰς καὶ εὐμάρειαν, βασιλικὴν  ἐκτενῶς, καὶ ποθήσαντα, τὰ ἄῤῥευστα τοῦ πόλου, ἀσκήσει τιμήσωμεν, θεῖον Γεράσιμον.

Θεοτοκίον.

Ἁγνὴ ἀειπάρθενε, τὸν Σὸν οἰκέτην ἀνάδεικον, Ἀγγέλων ὁμόζηλον, καὶ ἀρετῆς τιμητήν, μεγαλύνοντα, πληθύν Σου θαυμασίων, θερμὴν προστασίαν Σου, καὶ θείαν σκέπην Σου.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Συνέσει καὶ νήψει διαλάμπων, ἐφώτισας δῆμον ἀσκητῶν, Σιναίου καὶ ὑπόδειγμα, τῆς ἀρετῆς γενόμενος, διέπρεψας Γεράσιμε, ὡς μονοτρόπων ἀρχέτυπον.

Ἰσχὺν εἰληφὼς ἐξ ὕψους Πάτερ, Γεράσιμε δόξαν καὶ τρυφήν, ὡς κόνον ἐγκατέλιπες, Εὐρίπου γόνε πάντιμε· διὸ καὶ κατηξίωσαι, εὐκλείας τῆς ὑπὲρ ἔννοιαν.

Μονήρους διαγωγῆς πυξίον, Γεράσιμε μάκαρ τοῦ Θεοῦ, συνάρσει παναοίδιμε, εἰς θεωρίαν μέγιστον, ἀνήχθης τε καὶ πράξεως, σκεῦος χαρίτων γενόμενος.

Θεοτοκίον.

Οἱ δῆμοι τῶν χοϊκῶν Παρθένε, ῥυσθέντες προπάτορος ἀρᾶς, διὰ τοῦ θείου Τόκου Σου, ἁγνὴ Θεογεννήτρια, ὡς σωτηρίας πρόξενον, Σὲ ἀκλινῶς μακαρίζομεν.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ἀγαθότητος, τὸ ὑπερβάλλον, καὶ βιώσεως, τῆς ἰσαγγέλου, Γρηγορίου τοῦ πανσόφου ἐθαύμασας, ἐν τῷ Σιναίῳ τρισμάκαρ Γεράσιμε, καὶ μαθητὴς εὐπειθέστατος γέγονας, τούτου Ὅσιε ὁμόζηλος καὶ ομότροπος· διό σε κατ’ ἀξίαν μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐξ εὐκλείας του, ἀῤῤἡτου ὕψους, τοὺς τιμῶντάς Σε, ὡς ἐλεοῦσα, καὶ οἰκτίρουσα τοὺς Σὲ μεγαλύνοντας, Θεογεννῆτορ ἀπείρανδρε Δέσποινα, ῥῦσαι ἡμᾶς κατωδύνου στενώσεως, πάσης θλίψεως κακώσεων καὶ ἀλάστορος, δολίου ἐπηρείας Μητροπάρθενε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Νέον ἄστρον εὐσεβείας, καὶ Σιναίου ἐκπύρσευμα, Γρηγορίῳ θείῳ, χαλκουργῷ καθάπερ ὁ σίδηρος, καθυπετάγης καὶ γέγονας Γεράσιμε, σκεῦος εὔχρηστον, τῶν χαρισμάτων τοῦ Πνεύματος

Ἑορτάζοντες πανδήμως, τὴν πανέορτον μνήμην σου, ἐν Εὐβοίᾳ Πάτερ, ἀσκητῶν σεμνότης Γεράσιμε, ἀπεκδεχόμεθα θείας ἱκεσίας σου, ἵνα πέλαγος, ἀφόβων θλίψεων πλεύσωμεν.

Ὕμνοις μέλπομέν σε θείοις, θεοφόρε Γεράσιμε, τὸν καταλιπόντα, δόξης περιφάνειαν τάχιστα, διὰ Χριστοῦ τὴν ἀγάπην καὶ ὡς σκύβαλα, ἡγησαμένον, πάντα τοῦ βίου τὰ ῥέοντα.

Θεοτοκίον.

Βάθρον τῆς χρηστοηθείας, παρθενίας σεμνότητος, καὶ ἁγνείας Μῆτερ, κεχαριτωμένη παντάνασσα, ἐν πέτρᾳ πίστεως στήριξον τοὺς δούλους Σου, θείῳ Τόκῳ Σου, Κυρίῳ τῷ Παντοκράτορι.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ὁσίω  ἀκρώρεια, Γεράσιμε πανεύφημε, ὁ ἀπαρνησάμενος τοῦ βίου, ἡδέα πάντα, διὰ Χριστὸν τὸν Θεόν, εὐχῆς ἀσιγήτου ἐραστής, πέφηνας καὶ νήψεως, ζηλωτὴς πνευματέμφορε.

Ἐνθέων καμάτων σου, ὑμνοῦμεν κατορθώματα, φοιτητὰ σεμνὲ τοῦ Γρηγορίου, καὶ ἡσυχίας, τῆς ἀκραιφνοῦς ἐραστά, Γεράσιμε καὶ τὸ σὸν φαιδρῶς, ἄγομεν μνημόσυνον, τὸ λαμπρὸν καὶ πανέορτον.

Ἀσκήσας ὡς ἄσαρκος, ἐν τῷ Σινᾷ Γεράσιμε, ἐν τῇ Κρήτῃ ἐν δρυμοῖς Ἑλλάδος, καὶ ἐν Εὐβοίᾳ πατρίδι σῇ εὐκλεεῖ, Θεῷ εὐηρέστησας τοῖς σοῖς, πόνοις καὶ ἐφώτισας, τοὺς ἀνθρώπους σοῖς ῥήμασι.

Θεοτοκίον.

Νικήτορας Δέσποινα, τοὺς δούλους Σου ἀνάδειξον, κεχαριτωμένη Θεοτόκε, κατὰ τοῦ πλάνου, καὶ βροτοκτόνου ἐχθροῦ, αὐτοῦ ὁ συντρίψας τὴν ἰσχύν, διὰ τοῦ πανσέπτου Σου, Τόκου ἄχραντε Δέσποινα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἡ τῆς Καρύστου περίχωρος, καὶ σύμπασα ἡ Εὔβοια πόνους σου, σεπτῆς ἀσκήσεως, ἐγκωμιάζουσα μέλπει σου, ἀγῶνας θεαρέστους, σεπτὲ Γεράσιμε.

Ψαλμοῖς εὐτάκτοις καὶ ᾄσμασι, τελοῦμεν τὴν πανέορτον μνήμην σου, Πάτερ θειότατε, Εὐβοίας γόνε Γεράσιμε, σὺν Ἰωσὴφ ἐνθέως, ὁ βιωσάμενος.

Εὐβοίας γόνε πανένδοξε, εὐμάρειαν πατρώαν κατέλιπες, μὴ διαμένουσαν, καὶ ὡς ἀσώματος Ἄγγελο, ἐπολιτεύεσω Πάτερ, σοφῶς Γεράσιμε.

Θεοτοκίον.

Ὡς πύργον ἄσειστον πίστεως, καὶ ἔπαλξιν ἁγνείας τιμῶμέν Σε, Θεογεννήτρια, τὴν ἐκ βυθοῦ ἀπογνώσεως, ἑλκύουσαν Σοὺς δούλους, πρὸς ὕψος γνώσεως.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Καρδιακῆς εὐχῆς καὶ νήψεως διδάσκαλον, παρ’ Ἀρσενίῳ μαθητεύσαντα τιμήσωμεν, ἐν τῇ Φάραγγι Ἁγίων τῆς νήσου Κρήτης, Γρηγορίου συνοδίτην καὶ ὁμότροπον, ὡς Εὐβοίας καὶ Σιναίου κλέος μέλψωμεν, ὕμνοις κράζοντες· Χαίροις μάκαρ Γεράσιμε.

Ὁ Οἶκος.

Ἄγγελος ἐν Σιναίῳ, καὶ Εὐβοίᾳ καὶ Κρήτῃ, Γεράσιμε καὶ πάσῃ Ἑλλάδι, προσευχῆς ἀνεδείχθης κρηπίς, ἀπαθείας βάθρον καὶ πυρσὸς νήψεως· διό σε μακαρίζοντες, βοῶμέν σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, τὸ βλάστημα τῆς Εὐβοίας·

χαῖρε, ὡράϊσμα εὐσεβείας.

Χαῖρε, τῆς Καρύστου πολύτιμον κόσμημα·

χαῖρε, τοῦ Ὑψίστου τῶν φίλων ὑπόδειγμα.

Χαῖρε, ὅτι ἐγκατέλιπες πᾶν γεῶδες καὶ φθαρτόν·

χαῖρε, ὅτι πόνοις ἤσχυνας σῆς ἀσκήσεως ἐχθρόν.

Χαῖρε, τοῦ Γρηγορίου μαθητὴς τοῦ Ὁσίου·

χαῖρε, τοῦ μισοκάλου συντριμμὸς τοῦ δολίου.

Χαῖρε, εὐχῆς καὶ νήψεως πρόβολος·

χαῖρε, σκηνῆς τοῦ πόλου ὁ ἔνοικος.

Χαῖρε, Ὁσίων Πατέρων λαμπρότης·

χαῖρε, κηρύκων πανσόφων φαιδρότης.

Χαίροις, μάκαρ Γεράσιμε.

 

Συναξάριον.

Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Εὐβοέως, μαθητοῦ τοῦ Ὁσίου Γρηγορίου τοῦ Σιναΐτου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Σεμνολόγημα, τῆς ἀρετῆς Γεράσιμε, Εὐρίπου σέμνωμα, σῇ θεαυγεῖ ἀγωγῇ, Χριστῷ εὐηρέστησας, τῷ Παντοκράτορι, καὶ διήνυσας, καλῶς ὁδὸν ἀσκήσεως, τὴν στενὴν καὶ τεθλιμμένην.

Ὑμνῳδίαις σε, εὐτάκτοις μεγαλύνομεν, σεπτὲ Γεράσιμε, τῶν Εὐβοέων ταχύν, φρουρὸν καὶ ἀκέστορα, καὶ ἀντιλήπτορα, καὶ τιμῶμέν σου, τὴν μνήμην τὴν ὑπέρλαμπρον, μελιῤῥύτοις ἐφυμνίοις.

Μεγαλύνοντες, καμάτους σου Γεράσιμε, τοὺς ὑπὲρ ἔννοιαν, ἐν τῇ ἐρήμῳ Σινᾶ, Ἑλλάδος ἐν πέρασιν, ἱεραπόστολε, καὶ ἐν ἄλσεσιν, Εὐβοίας τῆς πατρίδος σου, σὲ τιμῶμεν κατὰ χρέος.

Θεοτοκίον.

Νίκας δίδου μοι, κατὰ τοῦ παναλάστορος, Θεογεννήτρια, τῷ νῦν ὑμνοῦντι λαμπρῶς, ἀσκήσεως σκάμματα, σεπτὰ πρὸς θέωσιν, τοῦ θεόφρονος, Κυρία Μητροπάρθενε, Γερασίμου Εὐβοέως.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὡς ἐνασκουμένων ἐκμαγεῖον, τιμῶμέν σε Εὐβοέων τὰ συστήματα, θαυμαστὲ Γεράσιμε, τὸν στολὴ χρυσέρυθρον, βασιλικῆς εὐκλείας σου, Πάτερ ἀλλάξαντα, διὰ τοῦ εὐτελοῦς τριβωνίου, τῆς ἐν τῷ Σιναίῳ, σεπτῆς ἀσκήσεώς σου.

Λύχνε πολιτείας θεαρέστου, ἀσκήσεως νυχθημέρου ταπεινώσεως, προσευχῆς Γεράσιμε, νοερᾶς καὶ νήψεως, τοῖς πόθῳ ἑορτάζουσι, τὴν θείαν μνήμην σου, Εὐρίπου τηλαυγέστατον ἄστρον, καὶ φωστὴρ Σιναίου, ἐφώτισας τὸν κόσμον.

Ὕμνοις καὶ ᾠδαῖς ἀξιοχρέως, τιμῶμεν τὴν θείαν μνήμην σου Γεράσιμε, καὶ αἰνοῦμεν σκάμματα, σῆς στεῤῥᾶς ἀσκήσεως, δι’ ἧς πρὸς ὕψος ἄῤῥητον, ἐπήρθης νήψεως, Εὐβοίας τιμαλφέστατε γόνε, καὶ τῆς Ἐκκλησίας, Χριστοῦ εὐῶδες ἴον.

Θεοτοκίον.

Χαῖρε παρθενίας καὶ ἁγνείας, χρυσόδετε τόμε εὔσπλαγχνε Παντάνασσα· χαῖρε βίβλε πάγχρυσε, συμπαθείας Δέσποινα, πρὸς ἅπαντας τοὺς κάμνοντας, ἐν βίῳ στένοντας, καὶ τοὺς ἐμπεριστάτους Παρθένε, κεχαριτωμένη, Κυρία Θεοτόκε.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νῦν πανευλαβῶς, τιμῶμεν τὴν μνήμην σου, τὴν ἀεισέβαστον, θεαυγὲς Γεράσιμε, Εὐβοίας γόνε, πανιερώτατε, πιστῶς ἐκδυσωποῦμέν σε· Χριστὸν ἱκέτευε, ὑπὲρ πάντων, ἐκζητούντων χάριν σου, καὶ λιτὰς δεχομένων τὰς θείας σου.

Ὅσιε Χριστοῦ, Καρύστου ἀνάστημα, περιφανέστατον, παμφαὲς Γεράσιμε, σὺν Ἀρσενίῳ, Ἁγιοφάραγγος, κοσμήτορι θεσπέσιε, τῷ διδασκάλῳ σου, Γρηγορίῳ, σοῖς ἱκέταις βράβευε, καὶ σεπτῷ Ἰωσὴφ μέγα ἔλεος.

Νύκτα τῶν παθῶν, ἡμῶν ἀποδίωξον, θερμαῖς πρεσβείαις σου, πρὸς τὸν εὐσυμπάθητον, Θεὸν καὶ Κτίστην, ἡμῶν Γεράσιμε, ὁ ἀπελάσας ζόφωσιν, ἁπάσης σχέσεως, μετὰ πάντων, τῶν προσκαίρων φέγγει σου, προσευχῆς καὶ γονάτων ταῖς κλίσεσι.

Θεοτοκίον.

Χαῖρε χαρμονή, πιστῶν τοῦ συστήματος, Θεογεννήτρια· χαῖρε λύπης σκέδασις, τῶν Σὲ τιμώντων, καὶ πάσης θλίψεως, ἀπέλασις πανύμνητε, τῶν προστρεχόντων Σοι, καὶ βοώντων· Γένους πέλεις πρόξενος, τοῦ βροτῶν χαρμονὴ ἀτελεύτητος.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἁγιοφάραγγος Κρήτης, πνευματοφόρον οἰκιστήν, Σιναίου κλέϊσμα μέγα, καὶ τῆς Εὐβοίας ἀσκητήν, ὕμνοις Γεράσιμον θείοις, εὐχῆς τιμῶμεν ὡς στῦλον.

Θεοτοκίον.

Καταφυγὴ τρυχομένων, ἐμπεριστάτων ἀρωγός, παραμυθία τῶν ὄντων, ἐν λύπαις Μῆτερ ἀγαθή, καὶ χαρμονὴ θλιβομένων, Θεογεννήτρια πέλεις.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ ἱερὲ Γεράσιμε, Εὐβοίας θεῖε βλαστέ, τοῦ Σινᾶ ἐνδιαίτημα, τῆς Ἁγιοφάραγγος, ἐν τῇ Κρήτῃ θησαύρισμα, καὶ τῆς Ἑλλάδος, ἱεραπόστολε, ὡς Γρηγορίου, σοφοῦ ὁμόζηλον, καὶ οἰκητήριον, προσευχῆς τιμῶντές σε τῆς νοερᾶς, τὰς ἀδιαλείπτους σου, εὐχὰς αἰτούμεθα.

 

Πάτερ ἱερὲ Γεράσιμε,  παρ’ Ἀρσενίου σοφοῦ, ἐδιδάχθης ἐν Φάραγγι, τῶν Ἁγίων Ὅσιε, προσευχὴν τὴν ἀσίγητον, ἧσπερ ὑπῆρξες, εἶτα διδάσκαλος, σὺν Γρηγορίῳ, σοφῷ σου Γέροντι· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον τὴν φωταυγῆ, ὡς Ὁσίων μάργαρον, σὲ μακαρίζομεν.

 

Χαίροις Εὐβοέων σέμνωμα, Καρύστου γόνε σεπτέ, προσευχῆς ἐνδιαίτημα, νοερᾶς καὶ κλέϊσμα, τοῦ Σιναίου περίδοξον, τοῦ Γρηγορίου, σεπτὸς ἀκόλουθος, καὶ πλάνης κῆρυξ, ὀρθοῦ φρονἠματος, πάνυ Γεράσιμε, ἀκραιφνεῖ ἀσκήσει σου ὁ τοῦ Χριστοῦ, Ἐκκλησίαν ἅπασαν, φαιδρύνας Ὅσιε.

 

Πάτερ θευαγὲς Γεράσιμε, τῆς προσευχῆς ἐραστά, ὥσπερ θὴρ κατεσκήνωσας, ἐν Εὐβοίας ἄλσεσι, τῆς εὐάνδρου πατρίδος σου, καὶ τοῖς σπηλαίοις, αὐτῆς θεόσοφε, ὧνπερ ἱδρῶσι, τοῖς σοῖς καὶ δάκρυσι, χθόνα ἡγίασας, τὴν ξηρὰν καὶ ἀνικμον, πρὸς ἀρετῆς, καὶ σοφίας κρείττονος, καρπὸν πολύφορον.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τὴν οὐράνιον ἔπαλξιν τῆς εὐσεβείας, Γεράσιμον τὸν τῆς Καρύστου γόνον καὶ Εὐβοίας θησαύρισμα, ὡς ἰσαπόστολον Ὅσιον τιμήσωμεν, τὸν εὐχῇ καρδιακῇ καὶ νήψει διαπρέψαντα, καὶ ψαλμοῖς καὶ ὕμνοις αὐτῷ βοήσωμεν· Γρηγορίου Σιναΐτου μαθητὰ εὐπειθέστατε, ὡς τῆς εὐσεβείας διδάσκαλος καὶ ὑφηγητὴς τῆς χρηστότητος, ὁ φωτίσας σὴν πάτριον χθόνα αὐγαῖς διδαγμάτων σου, σκέδασον ἡμῶν ἀγνωσίας τὴν σκοτόμαιναν, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἀρσενίου ὁ μαθητής· χαίροις Γρηγορίου, Σιναΐτου συνασκητής· χαίροις τῆς Εὐβοίας, Γεράσιμε τὸ εὖχος, καὶ προσευχῆς ἀόκνου, τὸ ἐργαστήριον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου